Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
1.0
Παῦλος καὶ Τιµόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, συνεπισκόποις καὶ διακόνοις, χάρις ὑµῖν καὶεἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
1.1
Ἐνταῦθα ἅτε πρὸς ὁµοτίµους ἐπιστέλλων, οὐ τίθησιν αὑτοῦ τὸ τῆς διδασκαλίας ἀξίωµα, ἀλλ' ἕτερον καὶ αὐτὸ µέγα. Ποῖον δὴ τοῦτο;∆ οῦλον ἑαυτόν φησι, καὶ οὐκ ἀπόστολον. Μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωµα καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δοῦλον εἶναι Χρι στοῦ, καὶ µὴ ἁπλῶς λέγεσθαι. Ὁ τοῦ Χριστοῦ δοῦλος, οὗτος ὄντως ἐλεύθερός ἐστι τῇ ἁµαρτίᾳ, καὶ γνήσιος ὢν δοῦλος, οὐδενὸς ἄλλου καταδέξεται δοῦλος γενέσθαι· ἐπεὶ οὐδ' ἂν οὕτω γένοιτο τοῦ Χριστοῦ δοῦλος, ἀλλ' ἐξ ἡµισείας. Καὶ Ῥωµαίοις µὲν πάλιν ἐπιστέλλων λέγει· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· Κορινθίοις δὲ καὶ Τιµοθέῳ ἐπιστέλλων, ἀπόστολον ἑαυτὸν καλεῖ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Οὐχ ὅτι Τιµοθέου αὐτοὶ κρείττους· ἄπαγε· ἀλλὰ µᾶλλον ὅτι αὐτοὺς τιµᾷ καὶ θεραπεύει µάλιστα πάντων, οἷς ἐπέστελλε· καὶ γὰρ καὶ πολλὴν αὐτοῖς ἀρετὴν µαρτυρεῖ. Ἄλλως δὲ, ἐκεῖ µὲν οὖν ἔµελλε πολλὰ διατάττεσθαι, διὰ τοῦτο ἀνέλαβε τὸ τοῦ ἀποστόλου ἀξίωµα· ἐνταῦθα δὲ ἐπιτάττει µὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἀφ' ἑαυτῶν συνεώρων. Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις. Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησµοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοιςἐν Χριστῷ Ἰησοῦ. Οὗτοι γὰρ µόνοι ἅγιοι, ἐκεῖνοι δὲ λοιπὸν βέβηλοι. Συνεπισκόποις καὶ διακόνοις. Τί τοῦτο; µιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; Οὐδαµῶς· ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσε. Τότε γὰρ τέως ἐκοινώνουν τοῖς ὀνόµασι, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο.∆ ιὰ τοῦτο γράφων καὶ Τιµοθέῳ ἔλεγε· Τὴν διακονίαν σου πληροφόρησον· ἐπισκόπῳ ὄντι. Ὅτι γὰρ ἐπίσκοπος ἦν, φησὶ πρὸς αὐτὸν, Χεῖρας ταχέως µηδενὶ ἐπιτίθει· καὶ πάλιν· Ὃ ἐδόθη σοι µετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου· οὐκ ἂν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν. Καὶ πάλιν πρὸς Τίτον γράφων φησί· Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάµην· εἴ τις ἀνέγκλητος, µιᾶς γυναικὸς ἀνήρ· ἃ περὶ τοῦ ἐπισκόπου φησί. Καὶ εἰπὼν ταῦτα, εὐθέως ἐπήγαγε·∆ εῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόµον, µὴ αὐθάδη. Ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο ἐπίσκοποι καὶ διάκονοι τοῦ Χριστοῦ, καὶ οἱ ἐπίσκοποι πρεσβύτεροι· ὅθεν καὶ νῦν πολλοὶ συµπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι, καὶ συνδιακόνῳ. Λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέµηται ὄνοµα, ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος. Συνεπισκόποις, φησὶ, καὶ διακόνοις, χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα ζητήσειεν ἄν τις εἰκότως· Τί δήποτε οὐδαµοῦ τῷ κλήρῳ γράφων ἀλλαχοῦ, οὐκ ἐν Ῥώµῃ, οὐκ ἐν Κορίνθῳ, οὐκ ἐν Ἐφέσῳ, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις, ἢ τοῖς πιστοῖς, ἢ τοῖςἠγαπηµένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; Ὅτι αὐτοὶ καὶ ἀπέστειλαν, καὶ ἐκαρποφόρησαν, καὶ αὐτοὶ ἔπεµψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον. Εὐχαριστῶ τῷ Θεῷ µου, φησὶν, ἐπὶ πάσῃ τῇ µνείᾳ ὑµῶν πάντοτε. Εἶπεν ἀλλαχοῦ γράφων· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες, ἵνα µετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶµὴ στενάζοντες. Εἰ τοίνυν τὸ στενάζειν, κακίας τῶν µαθητῶν, τὸ µετὰ χαρᾶς τοῦτο ποιεῖν, προκοπῆς. Τοῦτο οὖν ἐστιν, ὃ λέγει· Ὁσάκις ὑµῶν ἀναµνησθῶ, δοξάζω τὸν Θεόν. Τοῦτο δὲ ποιεῖ ἐκ τοῦ πολλὰ αὐτοῖς συνειδέναι ἀγαθά. Καὶ δοξάζω, φησὶ, καὶ δέοµαι. Οὐ µὴν, ἐπειδὴ ἐπιδεδώκατε εἰς ἀρετὴν, παύοµαι, ἀλλ' ἐπιµένω δεόµενος ὑπὲρ ὑµῶν. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ ἐπὶ πάσῃ τῇ µνείᾳ ὑµῶν. Πάντοτε, ἐν πάσῃ δεήσει µου ὑπὲρ πάντων ὑµῶν µετὰ χαρᾶς τὴν δέησιν ποιούµενος. Πάντοτε, οὐχ ὅταν εὔχωµαι µόνον. Καλῶς δὲ προσέθηκε τὸ, Μετὰ χαρᾶς· ἔστι γὰρ καὶ µετὰ λύπης τοῦτο ποιῆσαι, ὡς ὅταν λέγῃ ἀλλαχοῦ· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων. Ἐπὶ τῇ κοινωνίᾳ ὑµῶν, φησὶν, εἰς Εὐαγγέλιον ἀπὸ πρώτης ἡµέρας µέχρι τοῦ νῦν.
1.2
Μέγα αὐτοῖς ἐνταῦθα µαρτυρεῖ, οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα µέγα, καὶ ὅπερ ἄν τις ἐµαρτύρησεν ἀποστόλοις καὶ εὐαγγελισταῖς. Οὐκ ἐπειδὴ γὰρ πόλιν ἐνεχειρίσθητε µίαν, φησὶν, ἐκείνης φροντίζετε µόνης, ἀλλὰ πάντα πράττετε, ὥστε µερισταὶ γενέσθαι τῶν ἐµῶν πόνων, πανταχοῦ παρόντες καὶ συµπράττοντες, καὶ συγκοινωνοῦντές µου τῷ κηρύγµατι· οὐχ ἕνα χρόνον, οὐδὲ δεύτερον, οὐδὲ τρίτον, ἀλλὰ πάντοτε ἐξ οὗ ἐπιστεύσατε µέχρι τοῦ νῦν, ἀποστόλων ἀνειλήφατε προθυµίαν. Ὅρα πῶς οἱ µὲν ἐν Ῥώµῃ ὄντες ἀπεστρέφοντο αὐτόν· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν µε πάντες οἱ ἐν τῇ Ἀσίᾳ· καὶ πάλιν,∆ ηµᾶς µε ἐγκατέλιπε· καὶ, Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ, φησὶν, οὐδείς µοι συµπαρεγένετο· οὗτοι δὲ καὶ ἀπόντες ἐκοινώνουν αὐτῷ τῶν θλίψεων, πέµποντές τε ἄνδρας πρὸς αὐτὸν, καὶ κατὰ δύναµιν ὑπηρετούµενοι, καὶ οὐδὲν ὅλως ἐλλιµπάνοντες. Καὶ τοῦτο ποιεῖτε, οὐ νῦν µόνον, φησὶν, ἀλλ' ἀεὶ, παντὶ τρόπῳ συναντιλαµβανόµενοι. Ἄρα τὸ συναντιλαµβάνεσθαι κοινωνία ἐστὶ εἰς τὸ Εὐαγγέλιον. Ὅταν γὰρ ἐκεῖνος µὲν κηρύττῃ, σὺ δὲ θεραπεύῃς τὸν κηρύττοντα, κοινωνεῖς αὐτῷ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐ τοῦ ἀγωνιζοµένου µόνου ἐστὶν ὁ στέφανος, ἀλλὰ καὶ τοῦ παιδοτρίβου, καὶ τοῦ θεραπεύοντος, καὶ πάντων ἁπλῶςτῶν ἀσκούντων τὸν ἀθλητήν. Οἱ γὰρ ῥωννύντες αὐτὸν καὶ ἀνακτώµενοι, οὗτοι καὶ τῆς νίκης εἰκότως ἂν γένοιντο µερισταί. Καὶ ἐν τοῖς πολέµοις δὲ οὐχ ὁ ἀριστεὺς µόνος, ἀλλὰ καὶ πάντες οἱ θεραπεύοντες αὐτὸν εἰκότως ἂν µεταποιοῖντο τῶν τροπαίων, καὶ τῆς δόξης µετέχοιεν, ἅτε κοινωνήσαντες αὐτῷ τοῦ ἀγῶνος τῇ θεραπείᾳ. Οὐ γὰρ µικρὸν δύναται τὸ θεραπεύειν ἁγίους, ἀλλὰ καὶ µέγα· κοινωνοὺς γὰρ ἡµᾶς ποιεῖ τῶν ἐκείνοις ἀποκειµένων µισθῶν. Οἷον, ἔῤῥιψέ τις πολλὰ χρήµατα διὰ τὸν Θεὸν, διαπαντὸς ἀνάκειται τῷ Θεῷ, ἀρετὴν ἀσκεῖ µεγάλην, καὶ µέχρι ῥηµάτων, καὶ µέχρις ἐννοιῶν, καὶ µέχριπάντων πολλὴν ἀκρίβειαν φυλάττων· ἔνεστι καὶ σοὶ καὶ µὴ τοσαύτην ἀκρίβειαν ἐπιδειξαµένῳ, τῶν ἐπὶ τούτοις ἀποκειµένων αὐτῷ µισθῶν κοινωνῆσαι. Πῶς; Ἂν θεραπεύσῃς αὐτὸν καὶ λόγῳ καὶ ἔργῳ, ἂν παρακαλέσῃς καὶ διὰ τοῦ χορηγεῖν τὰ ἀναγκαῖα, καὶ διὰ τοῦ διακονεῖσθαι πᾶσαν διακονίαν. Ὁ γὰρ εὐκολωτέραν ποιῶν τὴν τραχεῖαν ὁδὸν ἐκείνῳ, σὺ ἔσῃ. Ὥστε εἰ θαυµάζετε τοὺς ἐν ταῖς ἐρήµοις, τοὺς τὸν ἀγγελικὸν ἀνῃρηµένους βίον, τοὺς ἐν ταῖς Ἐκκλησίαις τὰ αὐτὰ ἐκείνοις κατορθοῦντας· εἰ θαυµάζετε καὶ ἀλγεῖτε, ὅτι σφόδρα αὐτῶν ἀπολιµπάνεσθε, ἔνεστιν ὑµῖν ἑτέρως αὐτοῖς κοινωνῆσαι, τῷ διακονεῖν, τῷ θεραπεύειν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλ ανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυµοτέρους καὶ τὸν ἀπεσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ µὴδυναµένους ἀναδέξασθαι, καὶ τούτους δι' ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν. Καὶ τοῦτό φησιν ὁ Παῦλος κοινωνίαν. Κοινωνοῦσιν ἡµῖν, φησὶν, ἐν τοῖς σαρκικοῖς, κοινωνοῦµεν αὐτοῖς ἐν τοῖς πνευµατικοῖς. Εἰ γὰρ ὁ Θεὸς ἀντὶ µικρῶν καὶ µηδαµινῶν βασιλείαν χαρίζεται, καὶ οἱ δοῦλοι αὐτοῦ ἀντὶ µικρῶν καὶ αἰσθητῶν πνευµατικὰ µεταδιδοῦσι· µᾶλλον δὲ καὶ ταῦτα κἀκεῖνα αὐτός ἐστιν ὁ διδοὺς διὰ τούτων. Οὐ δύνασαι νηστεῦσαι, οὐδὲ µονωθῆναι, οὐδὲ χαµευνῆσαι, οὐδὲ παννυχίσαι; Ἔνεστί σοι τούτων ἁπάντων µισθὸν λαβεῖν, ἂν ἑτέρως τὸ πρᾶγµα µεθοδεύσῃς, τὸν ἐν τούτοις κάµνοντα θεραπεύων καὶ ἀναπαύων καὶ ἀλείφων συνεχῶς, καὶ τὸν ἀπὸ τούτων ἐπικουφίζων πόνον. Αὐτὸς ἕστηκε µαχόµενος, αὐτὸς καὶ τραύµατα λαµβάνων· σὺ θεράπευε ἀπὸ τοῦ ἀγῶνος ἐπανιόντα, δέχου ὑπτίαις χερσὶν, ἀπόψυχε τὸν ἱδρῶτα ἀναπαύων, παρακάλει, παραµυθοῦ, ἀνακτῶ τὴν πεπονηκυῖαν ψυχήν. Ἂν µετὰ τοσαύτης προθυµίας διακονῶµεν τοῖς ἁγίοις, µερισταὶ τῶν µισθῶν αὐτῶν ἐσόµεθα. Τοῦτο καὶ ὁ Χριστός φησι· Ποιήσατε ὑµῖν φίλους ἐκ τοῦ µαµωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑµᾶς εἰς τὰς αἰωνίους αὑτῶν σκηνάς. Ὁρᾷς πῶς οὗτοι κοινωνοὶ γεγόνασιν; Ἀπὸ πρώτης ἡµέρας, φησὶ, µέχρι τοῦ νῦν.∆ ιὰ τοῦτο χαίρω, φησίν. Ἐπὶ τῇ κοινωνίᾳ ὑµῶν. Καὶ χαίρω οὐχ ὑπὲρ τῶν παρελθόντων µόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν µελλόντων· ἀπὸ γὰρ τῶν παρελθόντων κἀκεῖνα στοχάζοµαι. Πεποιθὼς αὐτὸ τοῦτο, φησὶν, ὅτι ὁ ἐναρξάµενος ἐν ὑµῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡµέρας Ἰησοῦ Χριστοῦ.
1.3
Ὅρα πῶς αὐτοὺς καὶ µετριάζειν διδάσκει. Ἐπειδὴ γὰρ µέγα αὐτοῖς ἐµαρτύρησε πρᾶγµα, ἵνα µή τι ἀνθρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς ἐπὶ τὸν Χριστὸν καὶ τὰ παρελθόντα, καὶ τὰµέλλοντα ἀνατιθέναι· πῶς; Οὐ γὰρ εἶπε, Πεποιθὼς, ὅτι ὡς ἐνήρξασθε, καὶ τελέσετε, ἀλλὰ τί; Ὁ ἐναρξάµενος ἐν ὑµῖν ἔργον ἀγαθὸν ἐπιτελέσει· οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώµατος· εἶπε γὰρ, ὅτι Τῇ κοινωνίᾳ ὑµῶν χαίρω, δηλονότι, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὰ κατορθώµατα µόνον, ἀλλὰ προηγουµένως τοῦ Θεοῦ· Θαῤῥῶ γὰρ, φησὶν, ὅτι ὁ ἐναρξάµενος ἐν ὑµῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡµέρας Ἰησοῦ Χριστοῦ· τουτέστιν, ὁ Θεός. Οὐ περὶ ὑµῶν δὲ, φησὶ, µόνον, ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑµῶν οὕτω διάκειµαι. Καὶ τοῦτο γὰρ οὐ µικρὸν ἐγκώµιον, τὸ τὸν Θεὸν ἔν τινι ἐνεργεῖν. Εἰ γὰρ µὴ προσωπολήπτης ἐστὶν, ὥσπερ οὖν οὐδέ ἐστιν, ἀλλὰ πρὸς τὴν πρόθεσιν ὁρῶν, συνεφάπτεται τῶν κατορθωµάτων ἡµῖν, δῆλον ὅτι τοῦἐπισπάσασθαι αὐτὸν ἡµεῖς αἴτιοι. Ὥστε οὐδὲ οὕτως ἀπεστέρησεν αὐτοὺς τῶν ἐγκωµίων· ἐπεὶ εἰ ἁπλῶς ἐνήργει, οὐδὲν ἂν ἐκώλυσε καὶ Ἕλληνας καὶ πάντας ἀνθρώπους ἐνεργεῖσθαι, εἰ ὡς ξύλα ἡµᾶς ἐκίνει καὶ λίθους, καὶ µὴ τὰ παρ' ἡµῶν ἐζήτει. Ὥστε τῷ εἰπεῖν, Ὁ Θεὸς ἐπιτελέσει, καὶ τοῦτο πάλιν αὐτῶν ἐγκώµιον γίνεται, τῶν ἐπισπασαµένων τοῦ Θεοῦ τὴν χάριν συµπράττειν αὐτοῖς ἐν τῷὑπερβῆναι τὴν ἀνθρωπίνην φύσιν. Καὶ ἑτέρως δὲ ἐγκώµιον, ὅτι τοιαῦτα τὰ κατορθώµατα ὑµῶν ἐστιν, ὥστε µὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς. Εἰ δὲ ὁ Θεὸς ἐπιτελέσει, οὐδὲ πολὺς ἔσται κάµατος, ἀλλὰ δεῖ θαῤῥεῖν, ὡς εὐµαρῶς πάντα διανυόντων, ἅτε ὑπ' ἐκείνου βοηθουµένων. Καθώς ἐστι δίκαιον ἐµὲ τοῦτο φρονεῖν ὑπὲρ ἁπάντων ὑµῶν, διὰ τὸ ἔχειν µε ἐν τῇ καρδίᾳ ὑµᾶς, ἔν τε τοῖς δεσµοῖς µου, καὶ ἐν τῇ ἀπολογίᾳ µου, καὶβεβαιώσει τοῦ Εὐαγγελίου, συγκοινωνούς µου τῆς χάριτος πάντας ὑµᾶς ὄντας. Πολὺν τέως δείκνυσιν ἐνταῦθα αὐτοῦ τὸν πόθον, εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχε, καὶ ἐν αὐτῷ τῷ δεσµωτηρίῳ δεδεµένος Φιλιππησίων ἐµέµνητο. Οὐ µικρὸν δὲ τῶν ἀνδρῶν τὸ ἐγκώµιον, τὸ µεµνῆσθαι ὑπὸ τοῦ ἁγίου τούτου· ἐπειδὴ µηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισµῶν ὀρθῶν. Ὥστε τὸ ἀγαπᾶσθαι παρὰ Παύλου οὕτω σφοδρῶς, τεκµήριόν ἐστι τινὰ εἶναι µέγαν καὶ θαυµαστόν. Καὶ ἐν τῇ ἀπολογίᾳ, φησὶ, καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Καὶ τί θαυµαστὸν, εἰ ἐν τῷ δεσµωτηρίῳ εἶχεν αὐτούς; Οὐδὲ γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶ, καθ' ὃν εἰσῄειν εἰς τὸ δικαστήριον ἀπολογησόµενος, ἐξεπέσατέ µου τῆς µνήµης. Οὕτω γάρ ἐστι τυραννικὸν ὁ ἔρως ὁ πνευµατικὸς, ὡς µηδενὶ παραχωρεῖν καιρῷ, ἀλλ' ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ µηδεµίαν θλῖψιν ἢὀδύνην συγχωρεῖν περιγενέσθαι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς καµίνου τῆς Βαβυλωνίας, τοσαύτης αἰροµένης φλογὸς, δρόσος ἦν τοῖς µακαρίοις ἐκείνοις παισίν· οὕτω καὶ φιλία τοῦ ἀγαπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυµαστήν. Καὶ βεβαιώσει τοῦ Εὐαγγελίου, φησίν. Ἄρα τὰ δεσµὰ βεβαίωσις τοῦ Εὐαγγελίου ἦν, ἄρα ἀπολογία. Καὶ πάνυ ὑγιῶς· ὅτι εἰ µὲν παρῃτήσατο τὰ δεσµὰ, ἔδοξεν ἂν εἶναι ἀπατεών· νῦν δὲ πάντα ὑποµένων, καὶ δεσµὰ καὶ θλῖψιν, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει, ἀλλὰ διὰ τὸν Θεὸν τὸν ἀνταποδιδόντα. Οὐδεὶς γὰρ ἂν καὶ ἀποθανεῖν εἵλετο καὶ τοσούτους κινδύνους ἀναδέξασθαι, οὐδεὶς ἂν καὶ βασιλεῖ τοιούτῳ κατεδέξατο προσκροῦσαι, τῷ Νέρωνι λέγω, εἰµὴ πρὸς ἕτερον ἑώρα βασιλέα πολλῷ µείζονα. Ἄρα βεβαίωσις τοῦ Εὐαγγελίου ἦν τὰ δεσµά. Ὅρα πῶς ἐκ περιουσίας εἰς τὸ ἐναντίον ἅπαντα περιέτρεψεν. Ὃ γὰρ ἐνόµιζον εἶναι ἀσθένειαν καὶ κατηγορίαν, τοῦτο βεβαίωσίν φησι· καὶ εἰ µὴ τοῦτο γέγονεν, ἐν ἀσθενείᾳ ἦν. Εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως.∆ ιὰ τί; Ἔχω ὑµᾶς, φησὶν, ἐν τοῖς δεσµοῖς µου, καὶ ἐν τῇ ἀπολογίᾳ διὰ τὸ συγκοινωνοὺς εἶναι τῆς χάριτος. Τί ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἦν τὸ δεσµεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ µυρία πάσχειν δεινά; Ναί· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται.∆ ιὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. Ἐπεὶ οὖν ὁρῶν ὑµᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυµένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ µετὰ προθυµίας, εἰκότως ταῦτα στοχάζοµαι. Ὁ γὰρ πεῖραν ὑµῶν εἰληφὼς, καὶ µάλιστα πάντων ὑµᾶς εἰδὼς, καὶ τὰ ὑµέτερα κατορθώµατα, ὅτι καὶ τοσοῦτον ἡµῶν ἀφεστη κότες βιάζεσθεµὴ ἀπολειφθῆναι ἡµῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου πειρασµῶν κοινωνῆσαι, καὶ µηδὲν ἔλαττον ἐµοῦ ἔχειν τοῦ εἰς τοὺς ἀγῶναςἐµβεβηκότος, αὐτοὶ οἱ πόῤῥωθεν ὄντες, δίκαιός εἰµι ταῦτα µαρτυρεῖν.∆ ιὰ τί δὲ οὐκ εἶπε, Κοινωνοὺς, ἀλλὰ, Συγκοινωνούς; Καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωµαι συγκοινωνὸς τοῦ Εὐαγγελίου· τουτέστιν, ἵνα κοινωνήσω τῶν ἀποκειµένων ἀγαθῶν τῷ Εὐαγγελίῳ. Καὶ τὸ δὴ θαυµαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι ὥστε συγκοινωνοὺς Παύλου ἀκούειν· Συγκοινωνούς µου γὰρ, φησὶ, τῆς χάριτος πάντας ὑµᾶς ὄντας. Ἀπὸ τῶν προοιµίων τοίνυν τούτων πέποιθα, ὅτι τοιοῦτοι ἔσεσθε µέχρι τέλους. Οὐ γὰρ ἔνι οὕτω λαµπρὰν ἀρχὴν σβεσθῆναι καὶ λῆξαι, ἀλλὰ µεγάλα δείκνυσι τὰ τέλη.
1.4
Ἐπεὶ οὖν ἔστι κοινωνῆσαι καὶ ἑτέρως χάριτος, καὶ πειρασµῶν καὶ θλίψεων, κοινωνῶµεν, παρακαλῶ, καὶ ἡµεῖς. Πόσοι τῶν ἐνταῦθα ἑστώτων, µᾶλλον δὲ πάντες, ἐβούλεσθε κοινωνῆσαι τῷ Παύλῳ τῶν ἀποκειµένων ἀγαθῶν! Ἔνεστιν, εἰ βούλεσθε τοῖς τὴνδιακονίαν ἀναδεδεγµένοις τὴν ἐκείνου, τοῖς πάσχουσί τι δεινὸν διὰ τὸν Χριστὸν συµµαχῆσαι, βοηθῆσαι. Εἶδες ἐν πειρασµῷ τὸν ἀδελφόν; ὄρεξον χεῖρα. Εἶδες τὸν διδάσκαλον ἀγωνιζόµενον; παράστηθι. Ἀλλ' οὐδεὶς κατὰ Παῦλόν ἐστι, φησίν. Εὐθέως ἀπόνοια, εὐθέως κρίνουσιν. Οὐδεὶς κατὰ Παῦλόν ἐστι, κἀγὼ ὁµολογῶ· ἀλλ' Ὁ δεχόµενος, φησὶ, προφήτην εἰς ὄνοµα προφήτου, µισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἐκεῖνοι διὰ τοῦτο ἐθαυµάζοντο, ἐπειδὴ Παύλῳ συνέπραττον; Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ ἀναδεξαµένῳ τὸ κήρυγµα. Παῦλος διὰ τοῦτο τίµιος ἦν, ἐπειδὴ ταῦτα ἔπασχε διὰ τὸν Χριστόν. Κατὰ Παῦλον µὲν οὐδείς ἐστι. Τί λέγω κατὰ Παῦλον; Ἀλλὰ οὐδὲ κατὰ µικρὸν ἐγγὺς τοῦ µακαρίου ἐκείνου· τὸ δὲ κήρυγµα τὸ αὐτό ἐστιν, ὅπερ καὶ τότε. Οὐκ ἐν δεσµοῖς δὲ ὄντι µόνον ἐκοινώνουν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀρχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἴδατε δὲ καὶ ὑµεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου οὐδεµία µοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ µὴ ὑµεῖς µόνοι. Καὶ χωρὶς πειρασµῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον, ἀγρυπνίαν, κόπον τὸν ἐν λόγῳ, διδασκαλίαν, µέµψεις, κατηγορίας, αἰτίας, βασκανίας. Μικρὰ ταῦτα, τὸ µυρίων ἀνέχεσθαι στοµάτων, ἐξὸν τὰ αὐτοῦ µεριµνᾷν; Οἴµοι, τί πάθω; ἐν µέσῳ δυοῖν ἐναπείληµµαι πραγµάτων ἀπορῶν· βούλοµαι µὲν γὰρ καὶ προτρέψαι ὑµᾶς, καὶ παρακαλέσαι πρὸς τὴν συµµαχίαν καὶ τὴν ἀντίληψιν τῶν ἁγίων τοῦ Θεοῦ· δέδοικα δὲ µὴ ἕτερόν τις ὑποπτεύσῃ, ὅτι οὐχ ὑµῶν ἕνεκεν, ἀλλ' ἐκείνων ταῦτα λέγω. Ἴστε δὲ, ὅτι οὐκ ἐκείνων ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑµῶν αὐτῶν. Καὶ εἰ βούλεσθε προσέχειν, δι' αὐτῶν τῶν λόγων ὑµᾶς πείθω· οὐκ ἔστιν ἴσον ὑµῖν τὸ κέρδος, κἀκείνοις. Ὑµεῖς µὲν γὰρ ἐὰν δῶτε, ταῦτα δώσετε, ὧν καὶ µικρὸν ὕστερον καὶ ἑκόντες καὶ ἄκοντες ἀποστήσεσθε, καὶ παραχωρήσετε ἑτέροις· ἃ δὲ λαµβάνεις, πολλῷ µεγάλα ἐστὶ καὶ µείζονα. Ἢ οὐχ οὕτω διάκεισθε, ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ µὴ οὕτω διάκεισθε, οὐδὲ δοῦναι ὑµᾶς βούλοµαι· οὕτως οὐ τὸν ὑπὲρ ἐκεί νων ποιοῦµαι λόγον Εἰ µή τις οὕτω πρότερον ἑαυτὸν διέθηκεν, ὡς λαµβάνων µᾶλλον ἢ διδοὺς, ὡς κερδαίνων µυρία, ὡς εὐεργετούµενος ἢ εὐεργετῶν, µὴ διδότω· εἰ ὡς χάριν παρέχων τῷ λαµβάνοντι, µὴ διδότω. Οὐ γὰρ τοῦτό µοι περισπούδαστον τοσοῦτον τραφῆναι τοὺς ἁγίους· κἂν γὰρ σὺ µὴ δῷς, ἕτερος δώσει. Ὥστε ὃ βούλοµαι, τοῦτό ἐστιν, ὑµᾶς τῶν ὑµετέρων ἁµαρτηµάτων παραµυθίαν ἔχειν· ὁ δὲ µὴ οὕτω διδοὺς, οὐχ ἕξει παραµυθίαν. Οὐ γὰρ τὸ δοῦναι, τοῦτό ἐστιν ἐλεηµοσύνην ἐργάσασθαι, ἀλλὰ τὸ µετὰ προθυµίας, τὸ χαίροντα, τὸ χάριν εἰδότα τῷ λαµβάνοντι· Μὴ ἐκ λύπης γὰρ, φησὶ, µηδὲ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Εἰ µή τις τοίνυν οὕτω δίδωσι, µὴ διδότω· ζηµία γὰρ τοῦτό ἐστιν, οὐκ ἐλεηµοσύνη. Εἰ τοίνυν ἴστε, ὅτι ὑµεῖς κερδανεῖτε, οὐκ ἐκεῖνοι, ἴστε, ὅτι µεῖζον ὑµῖν τὸ κέρδος γίνεται. Ἐκείνοις µὲν γὰρ τὸ σῶµα τρέφεται, ὑµῖν δὲ ἡ ψυχὴ εὐδοκιµεῖ· ἐκείνοις οὐδὲν ἀφίεται τῶν ἁµαρτηµάτων, ὅταν λάβωσιν, ὑµῖν δὲ τὰ πολλὰ τῶν προσκρουµάτων ὑποτέµνεται. Κοινωνῶµεν τοίνυν αὐτοῖς τῶν ἄθλων, ἵνα καὶ τῶν ἐκείνοις κοινωνήσωµεν µεγάλων ἐπάθλων. Βασιλέας υἱοποιοῦντές τινες, οὐχ ἡγοῦνται διδόναι µᾶλλον, ἢ λαµβάνειν. Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἕξεις πολλὴν ἀσφάλειαν. Βούλει καὶ Παύλῳ κοινωνῆσαι; τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαµβάνων;
1.5
Ἵνα δὲ εἰδῆτε ὅτι ὑµῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόµενος· εἴ τίς ἐστι τῶν προεστώτων Ἐκκλησίας ἐν ἀφθονίᾳ ζῶν, καὶ µηδενὸς δεόµενος, κἂν ἅγιος ᾖ, µὴ δῷς, ἀλλὰ προτίµησον ἐκείνου τὸν ἐν ἀδείᾳ ὄντα, κἂνµὴ οὕτως ᾖ θαυµαστός. Τί δήποτε; Ὅτι καὶ ὁ Χριστὸς οὕτω βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, µὴ καλέσῃς τοὺς φίλους σου, µηδὲ τοὺς συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς µὴδυναµένους ἀνταποδοῦναί σοι. Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυµνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸπλούτου πτωχεύσασιν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην, ἀλλ', Ἐπείνων· Πεινῶντά µε γὰρ, φησὶν, εἴδετε, καὶ ἐθρέψατε.∆ ιπλοῦν τὸ δικαίωµα· εἰ δὲ τὸν ἁπλῶς πεινῶντα δεῖ τρέφειν, πολλῷ µᾶλλον, ὅταν καὶ ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος µὲν ᾖ, µὴ δέηται δὲ, µὴ δῷς· οὐ γὰρ κέρδος τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, µᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαµβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας ἕνεκεν ἡµῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑµῖν λυσιτελοῦντος; Θρέψον τὸν πεινῶντα, ἵνα µὴ θρέψῃς τὸ τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα ἁγιάζει. Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε µᾶλλον, ἢ ἐτράφη· οὐκ ἔδωκε µᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ µεῖζον. Οὐ γὰρ ὑδρία ἀλεύρου, οὐδὲ καµψάκης ἐλαίου, ἀλλὰ τί; ἑκατονταπλασίονα, καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀµοιβή. Ἔλεος ὁ τοῦ Θεοῦ, ἡ τροφὴ ἡ πνευµατικὴ γίνῃ, ζύµη καθαρά. Χήρα ἦν ἐκείνη, λιµὸς ἐπέκειτο, καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε· παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη. Αὕτη τῆς τὰ δύο καταβαλούσης λεπτὰ ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψοµαι; αὐτὸς ἐµοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίµωξεν, ἔλυσεν ἂν τὸν αὐχµὸν, οὐκ ἂν ὑπεύθυνος ἦν τοῖς αὐτοῖς· προσκρούει ἴσως καὶ αὐτὸς τῷ Θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι µετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ µὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγµονῆσαι, ἐδίστασεν ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰµ, εἰ ἤθελε πολυπραγµονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέλους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβολογούµενον ἐπιτυχεῖν ἁγίου ποτὲ, ἀλλ' ὁ τοιοῦτος µάλιστα ἐµπίπτει εἰς ἐπιθέτας. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆµα, κἂν µέλλῃ δια πτύεσθαι· ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγµα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ µὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νοµιζοµένους εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐµπεσεῖται πολλάκις.∆ ιὸ, παρακαλῶ, ἐν ἁπλότητι πάντα πράττωµεν. Θῶµεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών· οὐκ ἐκελεύθης ταῦτα περιεργάζεσθαι. Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν κτεινόµενον µὴ φείσῃ· καίτοι οἱ πλείους τῶν ἀναιρουµένων ἐπὶ κακοῖς ἁλισκόµενοι τοῦτο ὑποµένουσιν, ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅµοιοι ἐσόµεθα τῷ Θεῷ, οὕτω θαυµασθησόµεθα, καὶ τῶν ἀθανάτων ἐπιτευξόµεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.