Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσοµαι. Οἶδα γὰρ ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑµῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀπο καραδοκίαν καὶἐλπίδα µου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσοµαι, ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν µεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώµατί µου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.
3.1
Τὴν µεγάλην καὶ φιλόσοφον ψυχὴν οὐδὲν τῶν ἐν τῷ παρόντι βίῳ λυπηρῶν δύναται δακεῖν, οὐκ ἔχθραι, οὐ κατηγορίαι, οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐκ ἐπιβουλαί. Ὥσπερ γὰρ εἰς µεγάλην τινὰ ἀκρώρειαν καταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς. Τοιαύτη ἦν ἡ τοῦ Παύλου ψυχὴ, πάσης ἀκρωρείας ὑψηλότερον τόπον τὸν τῆς φιλοσοφίας καταλαβοῦσα τῆς πνευµατικῆς, τῆς ὄντως φιλοσοφίας. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήµατα µόνον ἐστὶ καὶ παίδων ἀθύρµατα. Ἀλλ' οὐ περὶ τούτων λόγος νῦν, τὰ δὲ Παύλου φθεγγόµεθα τέως. Ὁ µακάριος ἐκεῖνος καὶ τὸν βασιλέα ἔχων πολεµοῦντα αὐτῷ, πρὸς τούτῳ εἶχε καὶ ἑτέρους ἐχθροὺς διαφόρως αὐτὸν λυποῦντας, καὶ µετὰ πικρᾶς διαβολῆς· καὶ τί φησιν; Οὐ µόνον οὐκ ἀλγῶ τούτοις οὐδὲ καταπίπτω, ἀλλὰ καὶ χαίρω καὶ χαρήσοµαι· οὐ πρὸς καιρὸν, φησὶν, ἀλλ' ἀεὶ ὑπὲρ τούτων χαρήσοµαι. Οἶδα γὰρ ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν τὴν µέλλουσαν. Πῶς γὰρ οὐκ ἀποβήσεται, ὅταν καὶ ἡ ἔχθρα µου τὸ κήρυγµα ὠφελῇ καὶ ὁ πρὸς ἐµὲ ζῆλος;∆ ιὰ τῆς ὑµῶν δεήσεως, φησὶ, καὶ ἐπιχορηγίας τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα µου. Ὅρα τὴν ταπεινοφροσύνην τοῦ µακαρίου τούτου· ἐν τοῖς ἄθλοις ἦν ἀγωνιζόµενος, µυρία κατωρθώκει, πρὸς αὐτῷ τῷ στεφάνῳ λοιπὸν ἔκειτο· Παῦλος γὰρ ἦν· τί γὰρ ἄν τις εἴποι πλέον; καὶ Φιλιππησίοις γράφει, ὅτι∆ ιὰ τῆς ὑµῶν δεήσεως δύναµαι σωθῆναι, ὁ ἀπὸ µυρίων κατορθωµάτων κεκτηµένος τὴν σωτηρίαν. Καὶ ἐπιχορηγίας, φησὶ, τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Ἐπιχορηγίας; Ἂν διὰ τῶν ὑµετέρων εὐχῶν, φησὶ, καταξιωθῶ τῆς χάριτος. Τὸ γὰρ, Ἐπιχορηγίας, τοῦτό ἐστιν, ἂν ἐπιχορηγηθῇ, ἂν πλέον ἐπιδοθῇ µοι πνεῦµα· Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξοµαι, ὡς τὸν πρῶτον κίνδυνον. Περὶ τούτου γάρ φησιν· Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ οὐδείς µοι συµπαρεγένετο· µὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός µοι παρέστη, καὶ ἐνεδυ νάµωσέ µε. Τοῦτο γοῦν καὶ νῦν ἤδη προφητεύει,∆ ιὰ τῆς ὑµῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ, λέγων, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα µου. Οὕτω γὰρ, φησὶν, ἐλπίζω. Ἵνα γὰρ πάλιν ἡµεῖς µὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωµεν εὐχαῖς, αὐτοὶ µηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαντῶν ἀγαθῶν, καθάπερ ὁ προφήτης φησί· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σοί· καθάπερ καὶ ἑτέρωθί φησιν, Ἐµβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; καὶ πάλιν ὁ µακάριος οὗτός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Κατὰ τὴν ἀποκαραδοκίαν, φησὶ, καὶ ἐλπίδα µου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσοµαι. Αὕτη ἡ τοῦ Παύλου ἐλπὶς, τὸ ἐλπίζειν, ὅτι Οὐδαµοῦ αἰσχυνθήσοµαι. Ὁρᾷς ὅσον ἐστὶν ἐλπίζειν ἐπὶ τὸν Θεόν; Κἂν ὁτιοῦν γένηται, φησὶν, οὐκ αἰσχυνθήσοµαι· τουτέστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, καθὼς πάντοτε, καὶ νῦν µεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώµατί µου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν µὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγµα, ὡς τοῦ δόλου τοῦ αὐτῶν ἰσχύοντος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ ἔσται τοῦτο, οὐ νῦν ἀποθανοῦµαι· Ἀλλ' ὡς πάντοτε, καὶ νῦν µεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώµατί µου. Πῶς; Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡµᾶς ἀπηγόρευσαν, µᾶλλον δὲ καὶ ἡµεῖς ἑαυτούς· Ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν· ἀλλ' ἐκ πάντων ἡµᾶς ἐῤῥύσατο ὁ Κύριος. Οὕτω καὶ νῦν µεγαλυνθήσεται ἐν τῷ σώµατί µου. Ἵνα δὲ µή τις νοµίσῃ καὶ εἴπῃ, Ἂν σὺ ἀποθάνῃς, οὐ µεγαλυνθήσεται; Ναὶ, φησὶν, οἶδα· ἀλλ' οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ἡ ζωὴ µόνη µεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. Τέως δὲ,∆ ιὰ ζωῆς, φησίν· οὐκ ἀναιροῦσί µε, ἀλλὰ καὶ εἰ εἷλόν µε, καὶ οὕτω µεγαλυνθήσεται ὁ Χριστός. Πῶς;∆ ιὰ µὲν ζωῆς, ὅτι ἐξείλετο· διὰ θανάτου δὲ, ὅτι οὐδὲ θάνατος ἔπεισέ µε ἀρνήσασθαι αὐτόν. Ὅτι µοι τοσαύτην προθυµίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ἐκεῖ µὲν, ὅτι µε ἀπήλλαξε κινδύνων· ἐνταῦθα δὲ, ὅτι µε οὐκ εἴασε φοβηθῆναι τοῦ θανάτου τὴν τυραννίδα. Οὕτω µεγαλυνθήσεται διὰ ζωῆς καὶ θανάτου.
3.2
Ταῦτα δὲ λέγει, οὐχ ὡς µέλλων ἀποθανεῖσθαι, ἀλλ' ὅταν ἀποθάνῃ, ἵνα µηδὲν ἀνθρώπινον πάθωσιν. Ὅτι γὰρ οὐχ ὡς µέλλων ἀποθανεῖσθαι, ὃ µάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, ὅρα πῶς αὐτὸ παραµυθεῖται, µονονουχὶ λέγων· Ταῦτα δὲ λέγω, φησὶν, οὐχ ὡς ἀποθανούµενος.∆ ιὰ τοῦτο ἐπήγαγε προϊών· Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι µενῶ, καὶ συµπαραµενῶ πᾶσιν ὑµῖν. Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσοµαι, τοῦτό ἐστιν, Οὐ φέρει µοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ µέγα κέρδος.∆ ιὰ τί; Οὐ γὰρ ἀθάνατός εἰµι, ἀλλὰ καὶ λαµπρότερος ἔσοµαι, ἢ εἰ καὶ ἀθάνατος ἤµην· οὐ γάρ ἐστιν ἴσον ἀθάνατον ὄντα καταφρονεῖν θανάτου, καὶ θνητόν. Ὥστε οὐδὲ τοῦτο αἰσχύνη, τὸ νῦν ἀποθανεῖν· πλὴν οὐκ ἀποθανοῦµαι. Ἐν οὐδενὶ αἰσχυνθήσοµαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν· ἀµφότερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν. Καλῶς· τοῦτο Χριστιανῆς ψυχῆς. Ἀλλ' ἐν πάσῃ, φησὶ, παῤῥησίᾳ. Ὁρᾷς, πῶς οὐκ αἰσχύνοµαι; Εἰ µὲν γὰρ ὁ τοῦ θανάτου φόβος περιέκοπτέ µου τὴν παῤῥησίαν, αἰσχύνης ἄξιον τὸ ἀποθανεῖν· εἰ δὲ οὐδὲν οὗτος ἐπελθὼν ἐφόβησεν, οὐκ αἰσχύνη τοῦτο· ἀλλ' εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσοµαι· κηρύττω γὰρ τὸ κήρυγµα· εἴτε ἀποθάνω, διὰ τοῦ ἀποθανεῖν οὐκ αἰσχυνθήσοµαι· οὐ κατεῖχέ µε γὰρ φόβος· τὴν γὰρ αὐτὴν παῤῥησίαν ἐπιδείκνυµαι. Μὴ γὰρ, ἐπειδὴ δεσµὰ εἶπον, αἰσχύνην τὸ πρᾶγµα νοµίσητε. Τοσούτων ἀγαθῶν αἴτιόν µοι γέγονεν, ὅτι καὶ ἑτέροις ἔδωκε θαῤῥεῖν. Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθέντα τὰ δεσµὰ, προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς, ἂν τοῦτο µὴ ᾖ, καὶ παῤῥησίας πρόξενα τὰ δεσµά. Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους( καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν µὴ συµβῇ τι τοιοῦτον, ἤδη νοµίζετε αἰσχύνεσθαι· καὶ γὰρ καὶ τοῦτο οὐχ ἧττον ἐκείνου δίδωσιν ὑµῖν τὴν παῤῥησίαν. Ὅρα πῶς ἐπὶ τοῦ οἰκείου προσώπου αὐτὸ προάγει· ὅπερ πολλαχοῦ ποιεῖ καὶ ἀλλαχοῦ, καθάπερ ἐπὶ Ῥωµαίων, Οὐ γὰρ ἐπαισχύνοµαι τὸ Εὐαγγέλιον, φησί· καθάπερ ἐπὶ Κορινθίων· Ταῦτα δὲ µετεσχηµάτισα εἰς ἐµαυτὸν καὶ Ἀπολλώ. Εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. Οὐχ ὡς ἀγνοῶν τοῦτό φησιν· οἶδε µὲν γὰρ, ὅτι οὐκ ἀποθανεῖται τότε, ἀλλὰ µετὰ ταῦτα· πλὴν αὐτῶν προπαρασκευάζει τὴν ψυχὴν ἤδη· Ἐµοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ γὰρ ἀποθανὼν, φησὶν, οὐ τεθνήξοµαι, τὴν ζωὴν ἔχων ἐν ἐµαυτῷ. Τότε µε ἀνεῖλον ἂν, εἰ ἴσχυσαν διὰ τοῦ φόβου τὴν πίστιν ἐκβαλεῖν τῆς ἐµῆς ψυχῆς· ἕως δ' ἂν Χριστὸς ᾖ µετ' ἐµοῦ, κἂν θάνατος ἐπέλθῃ, ζῶ. Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί µου τὸ ζῇν, ἀλλὰ ὁ Χριστός. Εἰ τοίνυν οὐδὲ ἐν τῇ ζωῇ ταύτῃ τοῦτό ἐστιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγω· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲἐν ἐµοὶ Χριστός. Τοιοῦτον χρὴ εἶναι τὸν Χριστιανόν. Οὐ ζῶ, φησὶ, τὴν κοινὴν ζωήν. Πῶς οὖν ζῇς, ὦ µακάριε Παῦλε; οὐχὶ τὸν ἥλιον ὁρᾷς; οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς; οὐχὶ ταύταις ταῖς ἁπάντων τρέφῃ τροφαῖς; οὐχὶ τὴν γῆν πατεῖς, ὥσπερ ἡµεῖς; οὐχὶ ὕπνου δέῃ; οὐχὶ ἐνδυµάτων; οὐχὶ ὑποδηµάτων; Τί λέγεις, Οὐ ζῶ; Πῶς οὐ ζῇς; τί µεγαλαυχεῖς; Οὐκ ἔστι µεγαληγορία ταῦτα. Εἰ µὲν γὰρ µὴ τὰ πράγµατα ἐµαρτύρει, εἰκότως ἄν τις εἴποι µεγαληγορίαν εἶναι· εἰ δὲ τὰ πράγµατα µαρτυρεῖ, ποία µεγαληγορία; Πῶς οὖν οὐ ζῇ, µάθωµεν· καὶ γὰρ ἀλλαχοῦ φησιν, Ἐγὼ τῷ κόσµῳ ἐσταύρωµαι, καὶ ἐµοὶ ὁ κόσµος. Πῶς οὖν φησιν, Οὐκέτι ζῶ, καὶ πῶς πάλιν, Ἐµοὶ τὸ ζῇν Χριστὸς, ἀκούσατε· Τὸ τῆς ζωῆς ὄνοµα πολυσήµαντόν ἐστιν, ἀγαπητοὶ, τουτέστι, πολλὰ σηµαίνει, ὥσπερ καὶ τὸ τοῦ θανάτου. Ἔστι ζωὴ αὕτη ἡ τοῦ σώµατος, καὶ ἔστι ζωὴ ἡ τῆς ἁµαρτίας· καθώς φησιν αὐτὸς ἀλλαχοῦ· Εἰ δὲ ἀπεθάνοµεν τῇ ἁµαρτίᾳ, πῶς ἔτι ζήσοµεν ἐν αὐτῇ; Ἄρα ἔστι ζῇν τὴν τῆς ἁµαρτίας ζωήν· προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵνα µὴ εἰκῆ κοπτώµεθα· ἔστι ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος, µετὰ δὲ ταύτης ἡ οὐράνιος· Ἡµῶν γὰρ, φησὶ, τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει. Ἔστι ζωὴ ἡ τοῦ σώµατος, ἥν φησι,∆ ι' αὐτοῦ ζῶµεν, καὶ κινούµεθα, καὶ ἐσµέν. Οὐ τὴν φυσικὴν οὖν φησι µὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁµαρτηµάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν· εἰκότως. Ὁ γὰρ µὴ ἐπιθυµῶν τῆς παρούσης ζωῆς, πῶς ταύτην ζῇ; ὁ πρὸς ἑτέραν σπεύδων, πῶς ταύτην ζῇ; ὁ θανάτου καταφρονῶν, πῶς ταύτην ζῇ; ὁ µηδενὸς τῶν ἐνταῦθα ἐπιθυµῶν, πῶς ταύτην ζῇ; Ὥσπερ γὰρ ὁ ἐξ ἀδάµαντος συγκείµενος, κἂν µυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ· οὕτως οὐδὲ ὁ Παῦλος· Ζῶ δὲ, φησὶν, οὐκέτι ἐγὼ, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· καὶ πάλιν ἀλλαχοῦ, Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς µε ῥύσεται ἐκ τοῦ σώµατος τοῦ θανάτου τούτου; Οὕτως ὁ µηδὲν διὰ τροφὴν ποιῶν, ὁ µηδὲν δι' ἔνδυµα, ὁ µηδὲν διά τι τῶν παρόντων, πῶς οὗτος ζῇ; Οὗτος οὐδὲ τὴν φυσικὴν ζωὴν ζῇ· ὁ µηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ. Ἡµεῖς ζῶµεν τοῦτον τὸν βίον, οἱ πάντα ὑπὲρ τούτου πράττοντες· ἐκεῖνος δὲ οὐκ ἔζη· οὐδὲν γὰρ ἐπραγµατεύετο τῶν ἐνταῦθα. Πῶς οὖν ἔζη; Οὕτω καὶ ἡµεῖς ἐπί τινων λέγοµεν· Ἐµοὶ ὁ δεῖνα οὐ πάρεστιν, ὅταν µηδὲν πράττῃ τῶν ἀνηκόντων εἰς ἐµέ· ἐµοὶ ὁ δεῖνα οὐ ζῇ, πάλιν ὁµοίως. Ὅτι γὰρ οὐ τὴν φυσικὴν παραιτεῖται ζωὴν, φησὶν ἀλλαχοῦ· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός µε, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐµοῦ. Τουτέστι, Καινήν τινα ζωὴν ζῶ, ἐξηλλαγµένην.
3.3
Ταῦτα δὴ πάντα πρὸς παραµυθίαν τῶν Φιλιππησίων λέγει. Μὴ νοµίσητε, φησὶν, ὅτι τῆς ζωῆς ἀποστεροῦµαι ταύτης· ἐπεὶ µηδὲ ζῶν, ταύτην ἔζων τὴν ζωὴν, ἀλλ' ἐκείνην, ἢν ὁ Χριστὸς ἐβούλετο. Εἰπὲ γάρ µοι, ὁ χρηµάτων καταφρονῶν, ὁ τρυφῆς, ὁ λιµοῦ καὶ δίψης, ὁ κινδύνων, ὁ ὑγείας, ὁ σωτηρίας, ταύτην ζῇ τὴν ζωήν; ὁ µηδὲν ἐνταῦθα ἔχων, ὁ πολλάκις αὐτὴν ῥῖψαι βουλόµενος, ἀνάγκης οὔσης, καὶ µὴ ἀντιποιηθεὶς, ταύτην ζῇ τὴν ζωήν; Οὐδαµῶς. Ὡς ἐπὶ ὑποδείγµατος δὲ ὑµῖν χρὴ τοῦτο ποιῆσαι φανερόν· οἷον, ἔστω τις ἐν πλούτῳ πολλῷ, καὶ οἰκέτας ἐχέτω καὶ χρυσίον, καὶ µηδενὶ τούτων κεχρήσθω· ἆρα οὗτος πλουτεῖ τὸν πλοῦτον ἐκεῖνον; Οὐδαµῶς. Ὁράτω δὲ καὶ διασπαθῶντας τὰ ὑπάρχοντα τοὺς παῖδας, εἰκῆ ῥεµβοµένους, καὶ µηδενὸς αὐτῶν φροντιζέτω· εἰ βούλει δὲ, καὶ τυπτόµενος µὴ ἀλγείτω· ἆρα φήσοµεν αὐτὸν εἶναι ἐν πλούτῳ; Οὐδαµῶς· καίτοι γε αὐτοῦ ἐστιν. Οὕτω καὶ Παῦλος, Ἐµοὶ, φησὶ, τὸ ζῇν Χριστός. Εἰ βούλει τὴν ζωὴν ἐξετάσαι τὴν ἐµὴν, ἐκεῖνός ἐστι. Καὶ τὸ ἀποθανεῖν κέρδος.∆ ιὰ τί; Ὅτι σαφέ στερον αὐτῷ συνέσοµαι µᾶλλον· ὥστε µᾶλλόν ἐστι ζῆσαι τὸ ἀποθανεῖν. Οὐδὲν δεινὸν ἐργάσονταί µε οἱ ἀποκτενοῦντές µε, τῇ ζωῇ παραπέµποντες τῇ ἐµῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. Τί οὖν; ἐνταῦθα ὢν, οὐκ ἦς τοῦ Χριστοῦ. Καὶ σφόδρα. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό µοι καρπὸς ἔργου, καὶ τί αἱρήσοµαι οὐ γνωρίζω. Ἵνα µή τις εἴποι· Εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν ὁ Χριστὸς εἴασέ σε ἐνταῦθα; Καρπὸς ἔργου, φησὶν, ἐστίν. Ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ εἰς δέον χρήσασθαι, µὴ ζῶντας αὐτὴν, ὡς οἱ πολλοί. Τοῦτό φησιν, ἵνα µὴ νοµίσῃς διαβεβλῆσθαι τὴν ζωὴν, µηδὲ εἴπῃς· Εἰ γὰρ οὐδὲν χρησιµεύο[ ι] µεν ἐνταῦθα, τίνος ἕνεκεν οὐκ ἀναιροῦµεν ἑαυτοὺς, οὐδὲ ἀποκτείνοµεν; Μηδαµῶς, φησίν· ἔνεστι καὶ ἐνταῦθα ὄντα κερδαίνειν, ἐὰν µὴ ζῶµεν τὴν ζωὴν ταύτην, ἀλλ' ἑτέραν. Ἀλλ' ἴσως ἐρεῖ τις· Τοῦτο καρπόν σοι φέρει; Ναὶ, φησί. Ποῦ νῦν οἱ αἱρετικοί; ἰδοὺ νῦν τὸ, Ζῇν ἐν σαρκὶ, τοῦτό φησι καρπὸν ἔργου· καὶ γὰρ ἔργου. Πῶς καρπὸς ἔργου; Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.∆ ιὰ τοῦτο καρπὸς ἔργου. Καὶ τί αἱρήσοµαι, οὐ γνωρίζω. Βαβαὶ, πόση ἦν ἡ φιλοσοφία! Πῶς καὶ τὴν ἐπιθυµίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν! Τῷ µὲν γὰρ εἰπεῖν, ὅτι Τὸ ἀποθανεῖν κέρδος, τούτῳ τὴν ἐπιθυµίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν. Πῶς; Ἐὰν εἰς δέον αὐτῇ χρώµεθα, ἐὰν καρποφορῶµεν· ὡς ἐὰν ἄκαρπος ᾖ, οὐκ ἔστιν ἔτι ζωή. Καὶ γὰρ τῶν δένδρων τὰ µὴ φέροντα καρπὸν, ὁµοίως τῶν ξηρῶν ἀποστρεφόµεθα, καὶ πυρὶ παραδίδοµεν. Τὸ γὰρ ζῇν πάλιν τῶν µέσων ἐστὶ καὶ ἀδιαφόρων· τὸ δὲ καλῶς ἢ κακῶς, ἐν ἡµῖν ἐστιν. Ὥστε οὐ µισῶµεν τὸ ζῇν· ἔνεστι γὰρ ζῇν καὶ καλῶς· ὡς ἐὰν κακῶς αὐτῷ χρησαίµεθα, οὐδὲ οὕτω διαβαλοῦµεν αὐτό.∆ ιὰ τί; Ὅτι οὐκ αὐτὸ αἴτιον γέγονεν, ἀλλ' ἡ προαίρεσις τῶν κακῶς χρωµένων αὐτῷ. Ὁ µὲν γὰρ Θεός σε ἐποίησε ζῇν, ἵνα αὐτῷ ζῇς· σὺ δὲ ὑπὸ τῆς κακίας τῇ ἁµαρτίᾳ ζήσας, ὑπεύθυνον σαυτὸν πάσης αἰτίας ποιεῖς. Τί λέγεις, εἰπέ µοι, ὦ Παῦλε; οὐ γνωρίζεις τί αἱρήσῃ; Ἐνταῦθα µέγα ἀπεκάλυψε µυστήριον, ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν· ὅταν γὰρ αἵρεσις ᾖ, κύριοί ἐσµεν. Τί αἱρήσοµαι, φησὶν, οὐ γνωρίζω. Ἐν σοὶ οὖν ἐστι; Ναὶ, φησὶν, εἰ βουλοίµην αἰτῆσαι τὸν Θεὸν χάριν. Συνέχοµαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυµίαν ἔχων. Ὅρα τὴν φιλοστοργίαν τοῦ µακαρίου τούτου· καὶ ταύτῃ αὐτοὺς παραµυθεῖται, ὅταν ἴδωσιν, ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονοµίᾳ. Τί τοίνυν ἀλγεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν. Τὸ ἀναλῦσαι γὰρ, φησὶ, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ µᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιµεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑµᾶς. Ταῦτα προπαρασκευαστικὰ τῆς µελλούσης αὐτοῦ τελευτῆς, ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. Καλὸν, φησὶ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι· καὶ γὰρ ὁ θάνατος τῶν ἀδιαφόρων ἐστίν. Οὐ γὰρ κακὸν ὁ θάνατος, ἀλλὰ κακὸν τὸ ἀποθανόντακολάζεσθαι· οὐδὲ καλὸν ὁ θάνατος, ἀλλὰ καλὸν τὸ ἀπελθόντα σὺν Χριστῷ εἶναι· τὰ µετὰ θάνατον, ἢ καλὰ ἢ κακά. Μὴ τοίνυν ἐπὶ τοῖς ἀποθνήσκουσι πενθῶµεν ἁπλῶς, µηδὲ ἐπὶ τοῖς ζῶσι χαίρωµεν ἁπλῶς· ἀλλὰ τί; Πενθῶµεν τοὺς ἁµαρτωλοὺς µὴ ἀποθνήσκοντας µόνον, ἀλλὰ καὶ ζῶντας. Χαίρωµεν δὲ ἐπὶ τοῖς δικαίοις, µὴ ζῶσι µόνον, ἀλλὰ καὶ τετελευτηκόσιν. Ἐκεῖνοι µὲν γὰρ καὶ ζῶντες τεθνήκασιν, οὗτοι δὲ καὶ ἀποθανόντες ζῶσιν· ἐκεῖνοι καὶ ἐνταῦθα ὄντες ἐλεεινοὶ πᾶσίν εἰσιν, ἐπειδὴ Θεῷ προσκρούουσιν· οὗτοι καὶ ἐκεῖ µεταστάντες µακάριοι, ὅτι πρὸς τὸν Χριστὸν ἀπῆλθον. Οἱ ἁµαρτωλοὶ, ὅπου ἂν ὦσι, πόῤῥω τοῦ βασιλέως εἰσί.∆ ιὰ τοῦτο δακρύων ἄξιοι· οἱ δὲ δίκαιοι, ἄν τε ἐνταῦθα, ἄν τε ἐκεῖ, µετὰ τοῦ βασιλέως εἰσὶ, κἀκεῖ µᾶλλον καὶ ἐγγύτερον, οὐ διὰ εἴδους, οὐ διὰ πίστεως, ἀλλὰ, Πρόσωπον, φησὶ, πρὸς πρόσωπον.
3.4
Μὴ τοίνυν ἁπλῶς κλαίωµεν τοὺς ἀποθανόντας, ἀλλὰ τοὺς ἐν ἁµαρτίαις· οὗτοι θρήνων ἄξιοι, οὗτοι κοπετῶν καὶ δακρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ µοι, µετὰ ἁµαρτηµάτων ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁµαρτήµατα ἀποδύσασθαι; Ἕως µὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προσδοκία πολλὴ, ὅτι µεταβαλοῦνται, ὅτι βελτίους ἔσονται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ µετανοίας κερδᾶναί τι( Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξοµολογήσεταί σοι;), πῶς οὐ θρήνων ἄξιοι; Κλαίωµεν τοὺς οὕτως ἀπερχοµένους, οὐ κωλύω, κλαίωµεν, ἀλλὰ µὴ ἀσχηµόνως, µὴ τρίχας τίλλοντες, µὴ βραχίονας γυµνοῦντες, µὴ ὄψιν σπαράττοντες, µὴ µελανειµονοῦντες, ἀλλὰ µόνον κατὰ ψυχὴν ἠρέµα δάκρυον ἀφιέντες πικρόν. Ἔνεστι γὰρ καὶ ταύτης χωρὶς τῆς ποµπῆς κλαῦσαι πικρῶς, καὶ µὴ παῖξαι µόνον· παιγνίων γὰρ οὐδὲν διενήνοχε τὰ ὑπό τινων γινόµενα. Καὶ γὰρ οὐ συµπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιµίας καὶ κενοδοξίας εἰσί· πολλαὶ διὰ τέχνην τοῦτο ποιοῦνται. Κλαῦσον πικρὸν, στέναξον κατ' οἰκίαν, µηδενὸς ὁρῶντος· τοῦτο συµπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ µᾶλλον αὐτὸς σπουδάσει µηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν· φοβερά σοι ἔσται ἡ ἁµαρτία λοιπόν. Κλαῦσον τοὺς ἀπίστους, κλαῦσον τοὺς οὐδὲν ἐκείνων ἀπέχοντας, τοὺς χωρὶς φωτίσµατος ἀπερχοµένους, τοὺς χωρὶς σφραγῖδος· οὗτοι ὄντως θρήνων ἄξιοι, οὗτοι ὀδυρµῶν· ἔξω τῶν βασιλείων εἰσὶ µετὰ τῶν καταδίκων, µετὰ τῶν κατεγνωσµένων. Ἀµὴν γὰρ λέγω ὑµῖν, ἐὰν µή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύµατος, οὐ µὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ µηδεµίαν ἀπὸ τοῦ πλούτου παραµυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόνταςἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁµαρτήµατα, καὶ µὴ βουληθέντας. Τούτους κλαίωµεν καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, ἀλλὰ µετὰ κοσµιότητος, ἀλλὰ µετὰ σεµνό τητος, ἀλλὰ µὴ ὥστε παραδειγµατίζειν ἑαυτούς. Τούτους κλαίωµεν µὴ µίαν ἡµέραν, µηδὲ δευτέραν, ἀλλὰ τὸν πάντα βίον ἡµῶν. Τοῦτο οὐκ ἔστι πάθους ἀλόγου τὸ δάκρυον, ἀλλὰ φιλοστοργίας· ἐκεῖνο δὲ πάθους ἀλόγου· διὰ τοῦτο καὶ ταχέως σβέννυται. Ὅταν γὰρ διὰ τὸν τοῦ Θεοῦ φόβον γίνηται, ἀεὶ παραµένει. Κλαίωµεν οὖν τούτους, βοηθῶµεν αὐτοῖς κατὰ δύναµιν, ἐπινοήσωµεν αὐτοῖς τινα βοήθειαν, µικρὰν µὲν, βοηθεῖν δὲ ὅµως δυναµένην. Πῶς καὶ τίνι τρόπῳ; Αὐτοί τε εὐχόµενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγµα παραµυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐµὲ, καὶ διὰ∆ αυῒδ τὸν δοῦλόν µου. Εἰ µνήµη µόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πῶς οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνοµοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν µυστηρίων µνήµην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόµενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ἑστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωµα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσοµεν ὑπὲρ τούτων τὸνΘεὸν παρακαλοῦντες; Ἀλλὰ τοῦτο µὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ δὲ κατηχούµενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραµυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν µιᾶς τινος. Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι· ποιεῖ τινα αὐτοῖς παραψυχὴν τὸ πρᾶγµα· καὶ γὰρ παρ' ἀλλήλων ἡµᾶς ὠφελεῖσθαι βούλεται ὁ Θεός.∆ ιὰ τί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας τοῦ κόσµου ἐκέλευσεν εὔχεσθαι; διὰ τί ὑπὲρ πάντων ἀνθρώπων; Καίτοι γε ἐνταῦθα ἐν πᾶσίν εἰσι καὶ λῃσταὶ καὶ τυµβωρύχοι καὶ κλέπται, καὶ µυρίων κακῶν γέµοντες· ἀλλ' ὅµως ὑπὲρ πάντων εὐχόµεθα· ἴσως γὰρ ἔσται τις αὐτῶν ἐπιστροφή. Ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόµεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕτως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι. Ὁ Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁµαρτηµάτων· Μή ποτε ἐνενόησαν, φησὶ, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν. Οὕτω τις προνοεῖται παίδων. Οὐκ εἶπε, καθάπερ οἱ πολλοὶ τῶν νῦν ἀνθρώπων· Καταλείπω αὐτοῖς ὑπάρχοντα· οὐκ εἶπε·∆ ῶ αὐτοῖς δόξαν· οὐκ εἶπεν· Ἀρχὴν ὠνήσοµαι· οὐκ εἶπεν· Ἀγροὺς πρίωµαι· ἀλλὰ τί; Μή τι ἐνενόησαν ἐν τῇ καρδίᾳ αὐτῶν. Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα µενόντων; Οὐδέν. Τὸν Βασιλέα πάντων ἵλεων ποιήσω, φησὶν, αὐτοῖς, καὶ οὐδὲν αὐτοῖς λείπει λοιπόν· Κύριος γὰρ, φησὶ, ποιµαίνει µε, καὶ οὐδέν µε ὑστερήσει. Οὗτος πλοῦτος µέγας, οὗτος θησαυρός· ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωµεν, οὐδενὸς ἡµῖν δεῖ· ἂν δὲ τοῦτο µὴ ἔχωµεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωµεν, πάντων ἐσµὲν πενέστεροι. Οὐδὲν ἴσον τοῦ φοβουµένου τὸν Κύριον· Ὁ φόβος γὰρ, φησὶ, τοῦ Κυρίου πάντα ὑπερέβαλε. Τοῦτον κτησώµεθα, ὑπὲρ τούτου πάντα πράττωµεν· κἂν τὴν ψυχὴν ἀποδόσθαι δέῃ, µὴ φεισώµεθα, κἂν τὸ σῶµα κατακόψαι· πάντα πράττωµεν, ἵνα τοῦ φόβου τούτου ἐπιτύχωµεν. Οὕτω γὰρ ἐσόµεθα πάντων εὐπορώτε ροι, καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.