Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
4.0
Καὶ τί αἱρήσοµαι, οὐ γνωρίζω. Συνέχοµαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυµίαν ἔχων εἰς τὸ ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ µᾶλ λον κρεῖσσον. Τὸ δὲ ἐπιµένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑµᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι µενῶ, καὶ συµπαραµενῶ πᾶσιν ὑµῖν, εἰς τὴν ὑµῶν προκοπὴν καὶ χαρὰν τῆς πί στεως· ἵνα τὸ καύχηµα ὑµῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς.
4.1
Οὐδὲν τῆς Παύλου ψυχῆς µακαριώτερον, ἐπειδὴ µηδὲ γενναιότερον. Ἀλλὰ νῦν τὸ ἐναντίον εὔκαιρον εἰπεῖν περὶ πάντων· οὐδὲν ἡµῶν ἀσθενέστερον, οὐδὲ ταλαιπωρότερον.∆ ιὰ τοῦτο πάντες πεφρίκαµεν τὸν θάνατον, οἱ µὲν διὰ τὸ τῶν ἁµαρτηµάτων πλῆθος, ὧν καὶ αὐτὸς εἷς εἰµι, οἱ δὲ διὰ τὴν φιλοψυχίαν καὶ ταλαιπωρίαν, ὧν µήποτε γενοίµην ἐγώ· ψυχικοὶ γὰρ οἱ τοῦτον δεδοικότες τὸν φόβον. Τοῦτο τοίνυν, ὃ πάντες πεφρίκαµεν, ἐκεῖνος ηὔχετο, καὶ πρὸς ἐκεῖνον ἠπείγετο, Τὸ ἀναλῦσαι, λέγων, πολλῷ µᾶλλον κρεῖσσον, καὶ τί αἱρήσοµαι, οὐκ οἶδα. Τί λέγεις; µέλλων ἐντεῦθεν πρὸς τὸν οὐρανὸν µεθίστασθαι, καὶ µετὰ Χριστοῦ εἶναι, οὐ γνωρίζεις τί αἱρήσῃ; Ἀλλὰ πόῤῥω τῆς Παύλου ταῦτα ψυχῆς. Τίνι γὰρ εἴ τις εἶπε τοῦτο καὶ διεβεβαιώσατο, οὐκ ἂν εὐθέως ἥρπασε; Ναὶ, φησίν· ἀλλ' ὥσπερ οὐκ ἔστιν ἡµῶν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὕτως οὐδὲ τὸ, παρὸν τούτου τυχεῖν, µεῖναι ἐνταῦθα ἡµῶν· ἀλλ' ἀµφότερα Παύλου καὶ τῆς ἐκείνου ψυχῆς. Τί λέγεις; οἶδας καὶ πέπεισαι, ὅτι µετὰ Χριστοῦ µέλλεις εἶναι, καὶ ἀµφιβάλλεις λέγων, Οὐκ οἶδα τί αἱρήσοµαι; καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὸ ἐνταῦθα αἱρῇ, τὸ ἐπιµεῖναι λέγω τῇ σαρκί; Τί ποτε τοῦτό ἐστιν; Οὐχὶ κατάπικρον ἔζης βίον; ἐν ἀγρυπνίαις, ἐν ναυαγίοις, ἐν λιµῷ καὶ δίψει καὶ γυµνότητι, ἐν µερίµναις, ἐν φροντίσι; µετὰ τῶν ἀσθενούντων ἠσθένεις, καὶ ὑπὲρ τῶν σκανδαλιζοµένων ἐπυροῦ. Ἐν ὑποµονῇ πολλῇ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· πεντάκις τεσσαράκοντα παρὰ µίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήµερον ἐν τῷ βυθῷ πεποίηκα· κινδύνοις ποταµῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρηµίᾳ, κινδύνοις ἐν ψευδαδέλφοις. Οὐχὶ, ὅτε τὸ Γαλατῶν ἅπαν ἔθνος ἐπὶ τὴν τοῦ νόµου παρατήρησιν ἐπανῆλθεν, ἐβόας λέγων, Οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε; πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι µᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον; Εἰ γὰρ µηδέν σοι τούτων συµβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας µετὰ ἀδείας, µετὰ τρυφῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ µέλλοντοςδεδοικότα πρός τινα λιµένα σπεύδειν; Τίς ἔµπορος, εἰπέ µοι, θησαυρῶν µυρίων πλήρη τὴν ὁλκάδα ἔχων, παρὸν εἰς λιµένα καταδραµεῖν καὶ ἀναπαύε σθαι, ἕλοιτο θαλαττεύειν ἔτι; τίς ἀγωνιστὴς, παρὸν στεφανωθῆναι, ἕλοιτο ἀγωνίζεσθαι; τίς πυκτεύων, παρὸν ἀναδήσασθαι τὸν στέφανον, ἕλοιτο πάλιν εἰς τὸν ἀγῶνα εἰσιέναι, καὶ κατακόπτειν τὴν ἑαυτοῦ κεφαλήν; ποῖος στρατηγὸς, ἐξὸν ἀπαλλαγῆναι τοῦ πολέµου µετὰ εὐδοξίας καὶ τροπαίων, καὶ µετὰ τοῦ βασιλέως ἐν τοῖς βασιλείοις ἀναπαύεσθαι, καταδέξαιτο ἂνἔτι καὶ ἱδροῦν καὶ παρατάττεσθαι; Πῶς οὖν τὸν οὕτω κατάπικρον ζῶν βίον, ἔτι ἐνταῦθα µένειν βούλει; οὐχὶ σὺ ἔλεγες, Φοβοῦµαι µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι; Εἰ καὶ διὰ µηδὲν ἕτερον, διὰ τοῦτο γοῦν ἐχρῆν ἐπιθυµεῖν τῆς ἀπαλλαγῆς· εἰ µυρίων ἦν ἀγαθῶν µεστὰ τὰ παρόντα, διὰ γοῦν τὸν Χριστὸν τὸν ποθούµενον ἔδει ποθεῖν τὴν τούτων ἀπαλλαγήν. Βαβαὶ τῆς τοῦ Παύλου ψυχῆς! οὐδὲν ἴσον ἐκείνης γέγονεν, οὐδὲ ἔσται. Φοβῇ τὸ µέλλον, µυρίοις ἐνέχῃ δεινοῖς, καὶ οὐ βούλει εἶναι πρὸς τὸν Χριστόν; Οὒ, φησί· καὶ τοῦτο διὰ τὸν Χριστὸν, ἵνα οὓς εἰργασάµην αὐτοῦ δούλους, εὐνουστέρους καταστήσω· ἵνα ὅπερ ἐφύτευσα γεώργιον, καρποφορῆσαι ποιήσω. Οὐκ ἤκουσάς µου οὐχὶ τὸ ἐµαυτοῦ ζητοῦντος συµφέρον, ἀλλὰ τὸ τῶν πλησίον; οὐκ ἤκουσας, ὅτι ἀνάθεµα ηὐχόµην γενέσθαι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τοῦ πολλοὺς αὐτῷ προσελθεῖν; Ὁ ἐκεῖνο ἑλόµενος, οὐ πολλῷ µᾶλλον τοῦτο αἱρήσοµαι, ἡδέως ἐµαυτὸν ζηµιῶν διὰ τῆς ἀναβολῆς καὶ ὑπερθέσεως, ἵνα ἐκείνοις γένηταί τις σωτηρία; Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουµένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁµοθυµαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, οὐκοῦν καὶ ὅτε τὸν ἥλιον· ἀλλ' οὐχ οὕτως, ὡς ὅτε τὸν Παῦλον ἔδειξας ἡµῖν καὶ τῇ οἰκουµένῃ πάσῃ.∆ ιὰ τοῦτο λαµπροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτὸς ἀφῆκε λαµπροτέρας τὰς µαρµαρυγὰς, φαιδρὰς τὰςἀκτῖνας ἥπλωσεν. Ἡλίκον ἡµῖν οὗτος ἔτεκε τὸν καρπὸν, οὐκ ἀστάχυς πιαίνων, οὐδὲ ῥοιὰς τρέφων, ἀλλὰ τὸν τῆς εὐσεβείας καρπὸν καὶ τίκτων, καὶ εἰς ἀκµὴν ἄγων, καὶ διαπίπτοντα συνεχῶς ἀνακτώµενος; Εἰκότως· οὗτος µὲν γὰρ ὁ ἥλιος τὸ ἅπαξ διασαπὲν τῶν ἀκροδρύων οὐδὲν ὀνῆσαι δυνήσεται. Παῦλος δὲ τοὺς µυρίας ἔχοντας σηπεδόνας, ἐξ ἁµαρτηµάτων ἀνεκαλεῖτο· καὶ οὗτος µὲν παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο. Οὐδὲν εἷλεν ἐκεῖνον, οὐδὲν ἐκράτησεν. Ἐκεῖνος ἀφ' ὕψους φερόµενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ µέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλὰ ἅµα τὸ στόµα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησεπολλῆς τῆς ἡδονῆς. Πῶς; Εἰ γὰρ ἐπὶ ἑνὶ ἁµαρτωλῷ µετα νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δηµηγορίας πολλοὺς ἐθήρευσε, πῶς οὐκ ἐµπλήσει χαρᾶςτὰς ἄνω δυνάµεις;
4.2
Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς ἐπὶ τούτῳ σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ γὰρ, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν οἱ Ἰσραηλῖται, ἐσκίρτησαν τὰ ὄρη, ὡς κριοί· ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν µετέστησαν ἄνθρωποι, πόσην οἴει εἶναι χαράν;∆ ιὰ ταῦτα, Τὸ ἐπιµεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑµᾶς. Ποίαν ἕξοµεν ἀπολογίαν λοιπὸν ἡµεῖς; Πολλάκις γὰρ ἄνθρωπος κληροῦται πόλιν µικρὰν καὶ πενιχρὰν, καὶ οὐχ αἱρεῖται ἀπελθεῖν ἑτέρωθι, τὴν οἰκείαν προκρίνων ἀνάπαυσιν· πρὸς τὸν Χριστὸν εἶχεν ἀπελθεῖν ὁ Παῦλος, καὶ οὐκ ἠθέλησε τὸν Χριστόν· Χριστὸν, ὃν οὕτως ἐπόθει, ὡς δι' αὐτὸν καὶ γέενναν αἱρεῖσθαι· καὶ ἔµενεν ἔτι ἀγωνιζόµενος διὰ τοὺς ἀνθρώπους. Τίς ἔσται ἡµῖν ἀπολογία; Ὅλως δὲ µεµνῆσθαι χρὴ Παύλου ἁπλῶς; Ὅρα τί εἰργάσατο· Ἔδειξεν, ὅτι κρεῖσσον τὸ ἀπελθεῖν, πείθων αὐτοὺς µὴ ἀλγεῖν· ἔδειξεν, ὅτι κἂν µένῃ, διὰ τοῦτο µένει, δι' ἐκείνους, ὅτι οὐκ ἀπὸ τῆς πονηρίας γίνεται τῶν ἐπιβουλευόντων. Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν. Εἰ γὰρ ἀναγκαῖον τοῦτό ἐστι, πάντως ὅτι µενῶ, καὶ οὐχ ἁπλῶς µενῶ, ἀλλὰ µεθ' ὑµῶν· τοῦτο γάρ ἐστι τὸ, Καὶ συµπαραµενῶ, τουτέστιν, Ὄψοµαι ὑµᾶς. Τίνος ἕνεκεν; Εἰς τὴν ὑµῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως. Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς. Εἰ γὰρ δι' ὑµᾶς, φησὶ, µενῶ, ὁρᾶτε µὴ καταισχύνητέ µου τὴν παραµονήν. Μέλλων Χριστὸν ὁρᾷν, εἱλόµην ἐπὶ τῇ ὑµετέρᾳ προκοπῇ µένειν. Ἐπειδὴ ἡ ἐµὴ παρουσία καὶ πρὸς πίστιν ὑµῖν συµβάλλεται καὶ πρὸς χαρὰν, διὰ τοῦτο εἱλόµην µένειν. Τί οὖν; Φιλιππησίων ἕνεκεν ἔµενε µόνων; Οὐκ ἐκείνων ἕνεκεν ἔµενε µόνων· λέγει δὲ τοῦτο, ἵνα αὐτοὺς θεραπεύσῃ. Πῶς δὲ ἦν τῇ πίστει προκόψαι; Ὥστε στηριχθῆναι µᾶλλον ὑµᾶς, καθάπερ νεοττοὺς δεοµένους τῆς µητρὸς, ἕως ἂν αὐτοῖς παγῇ τὰ πτερά. Πολλῆς ἀγάπης τοῦτο τεκµήριον. Οὕτω καὶ ἡµεῖς τινας διεγείροµεν, ὡς ὅταν εἴπωµεν·∆ ιὰ σὲ ἔµεινα, ἵνα σε ποιήσω χρηστόν. Ἵνα τὸ καύχηµα ὑµῶν, φησὶ, περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς. Ὁρᾷς ὅτι τὸ, Συµπαραµενῶ, τοῦτό ἐστιν; Ὅρα τὴν ταπεινοφροσύνην· Ἐπειδὴ εἶπεν, Εἰς τὴν ὑµῶν προκοπὴν, δείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. Ὅπερ καὶ πρὸς Ῥωµαίους γράφων ποιεῖ, λέγων· Τοῦτο δέ ἐστι, συµπαρακληθῆναι ἐν ὑµῖν· εἰπὼν πρῶτον, Ἵνα τι µεταδῶ χάρισµα ὑµῖν πνευµατικόν. Τί δέ ἐστιν, Ἵνα τὸ καύχηµα ὑµῶν περισσεύῃ; Ὅπερ καὶ τὸ καύχηµα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει( τοῦτο γάρ ἐστι καύχηµα ἐν Χριστῷ), τὸ ὀρθῶς βιοῦν. Τὸ ὑµῶν καύχηµα ἐν ἐµοὶ διὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς; Ναὶ, φησί. Τίς γὰρ ἡµῶν ἐλπὶς, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑµεῖς; Ὅτι καύχηµα ἡµῶν ὑµεῖς ἐστε, καθάπερ ἡµεῖς ὑµῶν· τουτέστιν, Ἵνα ἔχω καυχᾶσθαι ἐν ὑµῖν µειζόνως. Πῶς; Ἵνα περισσεύῃ τὸ καύχηµα ὑµῶν. Μειζόνως γὰρ ἔχω καυχᾶσθαι, ὑµῶν ἐπιδόντων.∆ ιὰ τῆς ἐµῆς παρουσίας πάλιν πρὸς ὑµᾶς. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ζητεῖτε, εἰ ἦλθε. Μόνον ἀξίως, φησὶ, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπε πάντα, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ ἐπιδοῦναι πρὸς ἀρετήν; Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Τί ἐστι τὸ, Μόνον; Τοῦτό ἐστι τὸ ζητούµενον µόνον, καὶ οὐδὲν ἄλλο· ἂν τοῦτο ᾖ, οὐδὲν λυπηρὸν ἡµῖν συµβήσεται. Ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑµᾶς, εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑµῶν. Οὐχ ὡς µεταθέµενος, οὐδὲ ὡς οὐκέτι ἥξων, ταῦτα λέγει· Ἀλλ' ἐὰν τοῦτο γένηται, φησὶ, καὶ ἀπὼν εὐφραίνεσθαι δύναµαι. Ἐὰν ἀκούσω, ὅτι στήκετε ἐν ἑνὶ πνεύµατι καὶ µιᾷ ψυχῇ.
4.3
Τοῦτό ἐστιν ὃ µάλιστα συγκροτεῖ τοὺς πιστοὺς, καὶ τὴν ἀγάπην συνέχει· διὰ τοῦτο, Ἵνα ὦσιν ἓν, φησὶν ὁ Χριστός. Καὶ γὰρ Βασιλεία µερισθεῖσα ἐφ' ἑαυτὴν, οὐ σταθήσεται.∆ ιὰ τοῦτο πολλὴν ὑπὲρ ὁµονοίας ποιεῖται πανταχοῦ τὴν συµβουλὴν, καὶ ὁ Παῦλος· διὰ τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι µαθηταί µού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Τουτέστι, Μὴ εἰς τὴν προσδοκίαν τὴν ἐµὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· εἶτα, ἐπειδὰν ἴδητε µὴ ἐρχόµενον, ἐκλυθῆτε. Καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναµαι ὁµοίως. Τί ἐστιν, Ἐν ἑνὶ πνεύµατι; Τουτέστι, τῷ αὐτῷ χαρίσµατι, τῷ τῆς ὁµονοίας, τῷ τῆς προθυµίας. Ἓν γάρ ἐστι τὸ πνεῦµα, καὶ δείκνυσι τοῦτο, τὸ πολλαχοῦ οὕτως εἰρῆσθαι. Οὕτω γὰρ ἔστι καὶ ἐν µιᾷ ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦµα οἱ πάντες ἔχωµεν. Ἰδοὺ τὸ, Μιᾷ, ἐπὶ ὁµονοίας εἴρηται· ἰδοὺ πολλαὶ µία λέγονται. Οὕτως ἦν τὸ παλαιόν· Ἦν ἡ καρδία πάντων, φησὶ, καὶ ἡ ψυχὴ µία. Συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Ἆρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες, φησὶν, ἀλλήλοις; πῶς ἂν ἔχοι λόγον; µὴ γὰρ πρὸς ἀλλήλους ἐπάλαιον; Ἀλλὰ ὃ λέγει, τοῦτό ἐστι· Συµπαραλαµβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει τῇ πίστει τοῦ Εὐαγγελίου. Καὶ µὴ πτυρόµενοι ἐν µηδενὶ ὑπὸ τῶν ἀντικειµένων, ἥτις ἐστὶν αὐτοῖς µὲν ἔνδειξις ἀπωλείας, ὑµῖν δὲ σωτηρίας. Πτυρόµενοι, καλῶς εἶπε· τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· µόνον πτύρεται. Ἐν µηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται, κἂν κίνδυνοι, κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. Ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι µόνον. Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου µυρία πάσχοντος. Οὐ λέγω, φησὶν, ὅτι Μὴ σαλεύεσθε, ἀλλὰ Μὴ πτύρεσθε, ἀλλὰ καὶ σφόδρα αὐτῶν καταφρονεῖτε. Ἂν γὰρ οὕτω διακέησθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν, καὶ τὴν ὑµετέραν σωτηρίαν δήλην ποιήσετε. Ὅταν γὰρ ἴδωσιν, ὅτι µυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑµᾶς δύνανται, τεκµήρια λήψονται τῆς ἑαυτῶν ἀπωλείας. Ὅταν γὰρ οἱ διώκοντες τῶν διωκοµένων µὴ περιγένωνται, οἱ ἐπιβουλεύοντες τῶν ἐπιβουλευοµένων, οἱ κρατοῦντες τῶν κρατουµένων, οὐκαὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι ἀπολοῦνται, ὅτι οὐδὲν ἰσχύουσιν, ὅτι τὰ αὐτῶν ψευδῆ, ὅτι τὰ ἐκείνων ἀσθενῆ; Καὶ τοῦτο ἀπὸ Θεοῦ, φησίν· ὅτι ὑµῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ µόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πάλιν αὐτῶν παιδεύει τὸ φρόνηµα µετριάζειν, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ, καὶ χάριν εἶναι λέγων καὶ χάρισµα καὶ δωρεὰν τὸ πάσχειν ὑπὲρ Χριστοῦ. Ὥστε µὴ αἰσχύνεσθε χάρισµα· καὶ γάρ ἐστιν ὄντως τοῦ νεκροὺς ἀνιστᾷν πολλῷ καὶ σηµεῖα ποιεῖν θαυµαστότερον. Ἐκεῖ µὲν γὰρ ὀφειλέτης εἰµὶ, ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Χριστόν. Ὥστε οὐ µόνον αἰσχύνεσθαι οὐ χρὴ, ἀλλὰ καὶ ἀγάλλεσθαι, ὡς χάρισµα ἔχοντας. Τὰς ἀρετὰς χαρίσµατά φησιν, οὐχ ὁµοίως µέντοι, ὡς καὶ τὰ ἄλλα· ἐκεῖνα µὲν γὰρ ὁλόκληρα τοῦ Θεοῦ, ταῦτα δὲ καὶ ἡµῶν. Ἀλλ' ἐπειδὴ καὶ ἐνταῦθα τὸ πλέον τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο ὅλον αὐτοῦ φησιν εἶναι, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων, ἀλλὰ µετριόφρονας καὶεὐγνώµονας κατασκευάζων. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐµοί. Τουτέστι, Καὶ τὸ παράδειγµα ἔχετε. Πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα.∆ είκνυσι γὰρ πανταχοῦ τὰ αὐτὰ ἀγωνιζοµένους αὐτῷ, τὰ αὐτὰ ἀθλοῦντας, καὶ ἰδίᾳ καὶ καθ' ἑαυτοὺς τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασµούς. Οὐκ εἶπεν, Ἀκηκόατε, ἀλλ', Εἴδετε· καὶ γὰρ ἐκεῖ ἤθλησεν ἐν Φιλίπποις. Ἄρα µεγάλη ἀρετὴ τοῦτό ἐστι.∆ ιὸ καὶ πρὸς Γαλάτας γράφων ἔλεγε, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ· καὶ Ἑβραίοις πάλιν γράφων ἔλεγεν, Ἀναµιµνήσκεσθε δὲ τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων, τοῦτοµὲν ὀνειδισµοῖς καὶ θλίψεσι θεατριζόµενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφοµένων γενηθέντες. Καὶ Μακεδόσι πάλιν, τουτέστι, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Αὐτοὶ γὰρ περὶ ἡµῶν ἀπαγγέλλουσιν, ὁποίαν εἴσοδον ἔσχοµεν πρὸς ὑµᾶς· καὶ πάλιν· Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡµῶν τὴν πρὸς ὑµᾶς, ὅτι οὐ κενὴ γέγονε. Καὶ πᾶσιν ὁµοίως τὸ αὐτὸ µαρτυρεῖ, ἄθλους καὶ ἀγῶνας. Ἀλλ' οὐ νῦν τοῦτο εὑρήσετε παρ' ἡµῖν· νῦν γὰρ ἀγαπητὸν τὸ κἂν ἐν χρήµασι τινά τι παθεῖν. Καὶ ἐν χρήµασι δὲ µεγάλα αὐτοῖς µαρτυρεῖ· τοῖς µὲν γάρ φησιν, ὅτι Τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε· τοῖς δέ φησιν, ὅτι Εὐδόκησαν Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχούς· καὶ πάλιν, Ὁ ἐξ ὑµῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
4.4
Ὁρᾷς τὰ ἐγκώµια τῶν τότε ἀνδρῶν; Ἡµεῖς δὲ οὐδὲ µέχρι ῥαπισµάτων, οὐδὲ µέχρι πληγῆς φέροµεν, οὐδὲ ὕβριν οὐδὲ χρηµάτων ζηµίαν ὑποµένοµεν. Ἐκεῖνοι ἤδη ζηλωταὶ, καὶ µάρτυρες πάντες ἦσαν ἀγωνιζόµενοι· ἡµεῖς δὲ τὴν ἀγάπην ἐψύξαµεν τὴν εἰς τὸν Χριστόν. Πάλιν ἀναγκάζοµαι κατηγορεῖν τῶν παρόντων πραγµάτων. Καὶ τί πάθω; οὐκ ἐβουλόµην, ἀλλ' ἀναγκάζοµαι. Εἰ µὲν γὰρ ἦν σιγήσαντα, καὶ µηδὲν εἰπόντα, τῶν γενοµένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόµενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται( οὐ γὰρ µόνον οὐκ ἀφανίζεται, ἡµῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν τῶν ἁµαρτανόντων, εἰ καὶ µηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεµία γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταµὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, µὴ ἐντρέπεσθαι, µηδὲ καθυφεῖναι τῆς κακίαςτῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ τοῖς ἀναισχύντοις µικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡµετέρᾳ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει ὁ φόβος ῥυθµίσαι ἡµᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ µὴ ἁµαρτάνειν· οἷον, τὸ κατηγορεῖσθαι παρὰ ἀνθρώπων, τὸ δεδοικέναι νόµους τοὺς κειµένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι. Πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ µὴ ἁµαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, δι' αἰδὼ γέγονε· καὶ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ ζητούµενον τοῦτό ἐστι· Πρότερον, µὴ ἁµαρτάνειν µαθεῖν· εἶτα, τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσοµεν· ἐπεὶ διὰ τί Παῦλος τοὺς µέλλοντας κρατεῖν τῶν ἐχθρῶν, οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναµένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡµῖν· πολλὰ γὰρ καὶ φυσικὰ ἀγαθὰ ἔχοµεν πρὸς τὴν ἀρετήν· οἷον πρὸς τὸ ἐλεεῖν ἀπὸ φύσεως κινούµεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύσει ἡµῶν ἐστιν ἄλλο, ὡς τοῦτο. Ὅθεν ἄν τις εἰκότως καὶ ἐξετάσειε, διὰ τί τοῦτο µάλιστα τῇ φύσει ἡµῶν ἐνέσπαρται, τὸ κατακλᾶσθαι λέγω δάκρυσι, τὸ ἐπικάµπτεσθαι, τὸ ἑτοίµους εἶναιπρὸς ἔλεον. Οὐδεὶς φύσει ἐστὶν ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζήλου κρείττων· ἀλλὰ τὸ ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠµός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυµαστὸν, εἰ ἐπὶ ἀνθρώπων τοῦτο ἐπιδεικνύµεθα; καὶ θηρία ἐλεοῦµεν· οὕτως ἐκ περιουσίας ἡµῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύµνον ἴδωµεν λέοντος, πάσχοµέν τι· ἐπὶ δὲ ὁµοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνάπηροι, πολλάκις λέγοµεν, εἰδότες ὅτι καὶ τοῦτο ἱκανὸν εἰς ἔλεον ἡµᾶς ἀγαγεῖν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεηµοσύνη.∆ ιὸ οἱ ἱερεῖς τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς, καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύµβολον τὸ ἔλαιον. Πάλιν ἐµάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν· ἐδήλου ὅτι τὸ πνεῦµα εἰς ἄνθρωπον δι' ἔλεον µέλλει ἔρχεσθαι· ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους, καὶ φιλανθρωπεύεται· Ἐλεεῖς γὰρ, φησὶ, πάντας, ὅτι πάντα δύνασαι.∆ ιὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ καὶ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε, καὶ οἱ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Κἂν ἄρχοντά τις ἐπαινῇ, οὐδὲν οὕτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος· τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσµος συνεστάθη, καὶ µίµησαι τὸν∆ εσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα. Πῶς, Ἐπὶ πᾶσαν σάρκα; Κἂν ἁµαρτωλοὺς εἴπῃς, κἂν δικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ Θεοῦ δεόµεθα· πάντες ἀπολαύοµεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦλος, κἂν Πέτρος, κἂν Ἰωάννης. Καὶ ἄκουσον αὐτῶν λεγόντων· οὐδὲν γὰρ δεῖ λόγων τῶν ἡµετέρων. Τί γάρ φησιν ὁ µακάριος οὗτος; Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα. Τί οὖν; µετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; Ἄκουσον τί φησι πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐµοί. Καὶ περὶ Ἐπαφροδίτου φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ µόνον, ἀλλὰ καὶ ἐµὲ, ἵνα µὴ λύπην ἐπὶ λύπῃ σχῶ· καὶ πάλιν, Ἐβαρήθηµεν, φησὶν, ὑπὲρ δύναµιν, ὥστε ἐξαπορηθῆναι ἡµᾶς καὶ τοῦ ζῇν. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριµα τοῦ θανάτου ἐσχήκαµεν, ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατοἡµᾶς, καὶ ῥύσεται· καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόµατος λέοντος, καὶ ῥύσεταί µε ὁ Κύριος. Καὶ πανταχοῦ εὑρήσοµεν τοῦτο αὐτὸν καυχώµενον, ὅτι ἐλέῳ ἐσώθη.
4.5
Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν. Ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος· Πέτρε, Πέτρε, ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι ὑµᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα µὴ ἐκλείπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐλέῳ τοιοῦτος ἦν, καὶ πάντες δὲ ἁπλῶς οἱ ἀπόστολοι. Ἄκουε γὰρ τοῦ Χριστοῦ τοῦτο αἰνιττοµένου καὶ λέγοντος· Οὐχ ὑµεῖς µε ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάµην ὑµᾶς. Πάντες γὰρ δεόµεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ µοι, τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δέ; εἰ µόνον ἐνιαυτὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντας ἀπώλεσε; τί δὲ, εἰ ἐποµβρίαν εἰργάσατο; τί δὲ, εἰ πῦρ ἔβρεξε; τί δὲ, εἰ µυίας ἔπεµψεν; Ἀλλὰ τί ταῦτα λέγω; εἰ σκότος ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντας ἀπώλεσεν; εἰ τὴν γῆν ἐτίναξεν, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι µιµνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· ἂν ἀπειλήσῃ τῇ γῇ µόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζυγοῦ. Ὡς εὔκολον ἡµῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡµῶν, καὶ ὁρῶν ἡµᾶς καθ' ἑκάστην ἁµαρτάνοντας, καὶ µὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη ἐλέῳ ἔστι τε καὶ σώζεται· Ἀνθρώπους γὰρ, φησὶ, καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων.∆ ιὰ τί;∆ ιὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησεν; ἆρα οὐ δι' ἀγαθότητα; Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον καὶ ἐκεῖ καὶ ἐνταῦθα. Καὶ ἀνατελεῖ, φησὶν ὁ προ φήτης, πρώϊµον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον· καὶ εἰκότως. Ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς παρέχει τοῖς θαλαττεύουσιν, οὕτως ἡ ἐλεηµοσύνη ἐκεῖ φῶς µέγα ἡµῖν χαρίζεται καὶ θαυµάσιον. Καὶ πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν. Ἄκουε γὰρ αὐτοῦ ποτὲ µὲν λέγοντος, Μόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀµὲ πορεύεσθαι. Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν µεριµνῶντα. Καὶ πάλιν, Μανθανέτωσαν δὲ καὶ οἱ ἡµέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιµα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος, Ἐλεηµοσύνη ἐκ θανάτου ῥύεται· καὶ ἄλλου, Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; καὶ, Ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν µετὰ τοῦ δούλου σου· καὶ ἄλλος, Μέγα τι ἄνθρωπος, καὶ τίµιον ἀνὴρ ἐλεήµων. Τοῦτο γὰρ ἄνθρωπος, ἐλεήµων· µᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσµον εἰργάσατο, τοῦτο ἀγγέλους ἐποίησε, δι' ἀγαθότητα µόνον.∆ ιὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωµεν· βασιλείας δὲ τυγχάνοµεν δι' ἔλεον.∆ ιὰ τί γὰρ, εἰπὲ, µόνος ὢν ὁ Θεὸς τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, διὰ τί τόδε καὶ τόδε, πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Οὐκοῦν ἐλεήσωµεν τοὺς πλησίον, ἵνα ἐλεηθῶµεν αὐτοί. Οὐκ ἐκείνοις µᾶλλον, ἢ ἡµῖν αὐτοῖς συνάγοµεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλὸξ, τὸ ἔλεος τοῦτο τοῦ µὲν πυρός ἐστι σβεστικὸν, ἡµῖν δὲ φωτὸς αἴτιον. Οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόµεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήµονα εἶναι. Προσηνέχθη αὐτῷ τις ὀφείλων µυρία τάλαντα, καὶ σπλαγχνισθεὶς συνεχώρησε· καὶ ἐκείνῳ ὠφείλετο παρὰ τοῦ συνδούλου ἑκατὸν δηνάρια, καὶ ἦγχεν αὐτόν· διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ κύριος τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόµενον. Ταῦτα ἀκούοντες, ἐλεήµονες ὦµεν περὶ τοὺς ὀφείλοντας ἐν χρήµασιν, ἐν ἁµαρτήµασι· µηδεὶς µνησίκακος ἔστω, εἴ γε µὴ βούλοιτο ἑαυτὸν ἀδικεῖν. Οὐ γὰρ ἐκεῖνον τοσοῦτον µὴ ἀφιεὶς λυπεῖς, ὅσον ἑαυτὸν ἀδικεῖς. Ἐκείνῳ µὲν γὰρ, ἐπεξιόντος σου, οὐκ ἐπέξεισιν ὁ Θεός· σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁµαρτίας σου ἀφίησι. Πῶς δὲ µὴ ἀφιεὶς σὺ τῷ πλησίον, βασιλείαν ζητεῖς; Ὅπερ ἵνα µὴ πάθωµεν, πᾶσιν ἀφῶµεν· ἑαυτοῖς γὰρ ἀφίεµεν· καὶ συγχωρήσωµεν, ἵνα ὁ Θεὸς συγχωρήσῃ ἡµῖν τὰ ἁµαρτήµατα ἡµῶν, καὶ οὕτω τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.