Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.0
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραµύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύµατος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρµοί· πληρώσατέ µου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύµψυχοι, τὸ ἓν φρονοῦντες· µηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν· µὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
5.1
Οὐδὲν ἄµεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευµατικοῦ· παντὸς πατρὸς εὔνοιαν παρέρχεται φυσικοῦ. Ὅρα γοῦν, ὁ µακάριος οὗτος οἵαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησίους ὑπὲρ τῶν ἐκείνοις συµφερόντων. Τί γάρ φησι, περὶ ὁµονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς µετὰ συµπαθείας πολλῆς. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, φησί. Τουτέστιν, εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ· ὡς ἂν εἰ ἔλεγεν· Εἴ τινά µου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐµοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ' ἐµοῦ, τόδε ποίησον. Τούτῳ δὲ κεχρήµεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγµατος ἀξιῶµεν, ὃ πάντων προτίθεµεν· οὐ γὰρ, εἰ µὴ πάντων αὐτὸ προετίθεµεν, πάντων τὴν ἀµοιβὴν ἐν ἐκείνῳ λαβεῖν ἐβουλόµεθα, καὶ δι' ἐκείνου τὸ πᾶν ἐλέγοµεν δείκνυσθαι. Ἡµεῖς µὲν οὖν σαρκικῶν δικαιωµάτων ὑποµιµνήσκοµεν. Ὡς ἂν εἰ πατὴρ πρὸς υἱὸν ἔλεγεν· Εἴ τις οὖν σοι πατρὸς αἰδὼς, εἴ τις ἀνατροφῆς µνήµη, εἴ τις φιλοστοργίας τῆς πρὸς ἐµὲ, εἴ τις τιµῆς ἧς ἔτυχες παρ' ἐµοῦ, εἴ τις εὐνοίας, µὴ ἔσο τῷἀδελφῷ ἐχθρός· τουτέστιν, Ἀντὶ πάντων ἐκείνων ταύτην αἰτῶ τὴν ἀµοιβήν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐδενὸς γὰρ σαρκικοῦ ὑποµιµνήσκει, ἀλλὰ πάντων πνευµατικῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τινά µοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασµοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραµυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐνπνεύµατι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρµοὺς, πληρώσατέ µου τὴν χαράν. Εἴ τινα σπλάγχνα καὶ οἰκτιρµοί. Οἰκτιρµούς φησιν ἑαυτοῦ τῶν µαθητῶν τὴν ὁµόνοιαν ὁ Παῦλος, δεικνὺς ὡς ἐν τοῖς ἐσχάτοις ὁ κίνδυνος, ἐὰν µὴ ὁµονοῶσιν. Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλήσεως παρ' ὑµῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑµῶν παραµυθίας τινὸς, εἰ ἔστιν ὑµῖν κοινωνῆσαι ἐν πνεύµατι, εἰἔστι κοινωνῆσαι ὑµῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ' ὑµῶν καὶ οἰκτειρηθῆναι, πάντων τούτων τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε· πάντων τούτων ἔτυχον, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Πληρώσατέ µου τὴν χαράν. Ὅρα, ἵνα µὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντας ἔτι γεγενῆσθαι, οὐκ εἶπε, Ποιήσατέ µοι, ἀλλὰ, Πληρώσατε· τουτέστιν, Ἤρξασθε φυτεύειν ἐν ἐµοί, ἤδη µοι µετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ' εἰς τέλος ἐπιθυµῶ ἐλθεῖν. Τί βούλει, εἰπέ µοι, ἵνα σε κινδύνων ἀπαλλάξωµεν; ἵνα σοί τι χορηγήσωµεν; Οὐδὲν τούτων, φησὶν, ἀλλ', Ἵνα ὑµεῖς τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, ἐν ᾗ ἤρξασθε, σύµψυχοι, τὸ ἓν φρονοῦντες. Βαβαὶ, ποσάκις τὸ αὐτὸ λέγει ἀπὸ διαθέσεως πολλῆς! Ἵνα τὸ αὐτὸ φρονῆτε, φησὶ, µᾶλλον δὲ, ἵνα τὸ ἓν φρονῆτε. Τοῦτο γὰρ προϊὼν ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ὃ τοῦ, Τὸ αὐτὸ, µεῖζόν ἐστι. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστι, µὴ ἁπλῶς περὶ πίστιν µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ µὴ ἀγάπην ἔχειν. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστιν, ὁµοίως καὶ φιλεῖν καὶ φιλεῖσθαι. Μὴ σὺ µὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάττονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης. Εἰ γάρ τινες τοῦτο, ἀλλὰ σὺ µὴ ἀνέχου. Σύµψυχοι, φησί· τουτέστι, µιᾷ ψυχῇ τὰ πάντων οἰκειούµενοι σώµατα, οὐ τῇ οὐσίᾳ( οὐ γάρ ἐστι δυνατὸν), ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώµῃ· ὡς ἐκ µιᾶς ψυχῆς τὰ πάντα γινέσθω. Τί ἐστι, Σύµψυχοι; Ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ἓν ἔστω τὸ φρόνηµα, ὥσπερ µιᾶς ψυχῆς. Μηδὲν κατὰ ἐρίθειαν. Ἀξιοῖ λοιπὸν καὶ τὸν τρόπον λέγει, πῶς ἂν τοῦτο γένοιτο· Μηδὲν κατὰ ἐρίθειαν, ἢ κενοδοξίαν, φησίν. Ὅπερ ἀεί φηµι, ὅτι πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦθεν αἱ µάχαι καὶ αἱ ἔρεις, ἐντεῦθεν αἱ βασκανίαι καὶ φιλονεικίαι, ἐντεῦθεν τῆς ἀγάπης ἡ ψύξις, ὅταν τῆς τῶν ἀνθρώπων δόξης ἐρῶµεν, ὅταν δοῦλοιτῆς τῶν πολλῶν ὦµεν τιµῆς· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον, εἶναι καὶ Θεοῦ δοῦλον γνήσιον. Πῶς οὖν τὴν κενοδοξίαν φύγωµεν, φησίν; οὐδέπω γὰρ εἶπας ὁδόν. Ἄκουε τῶν ἐπαγοµένων· Ἀλλὰ τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν. Βαβαὶ, πῶς δόγµα φιλοσοφίας γέµον πάσης, καὶ ἡµῶν τῆς σωτηρίας συγκρότηµα ἐξέθετο! Ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνά σου µείζων ἐστὶ, καὶ τοῦτοπείσῃς σαυτὸν, µᾶλλον δὲ οὐκ ἐὰν εἴπῃς µόνον, ἀλλὰ καὶ πληροφορηθῇς, ἀπονέµεις αὐτῷ καὶ τὴν τιµήν· εἰ δὲ σὺ ἀπονέµεις αὐτῷ τὴν τιµὴν, οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ' ἑτέρου τιµώµενον. Μὴ τοίνυν ἁπλῶς νόµιζε µείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς, καὶ οὐ ξενισθήσῃ τιµώµενον ὁρῶν, οὐδὲ ἀλγήσεις· κἂν ὑβρίσῃ, οἴσεις γενναίως· µείζονα γάρ σου αὐτὸν νενόµικας· κἂν λοιδορῇ, πείθῃ, κἂν ποιήσῃ κακῶς, φέρεις σιγῇ. Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι µείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐµπίπτει ἐν οἷς ἂν παρ' αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκανίαν. Τοῖς γὰρ σφόδρα ὑπερέχουσιν οὐδεὶς ἂν φθονήσειε· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἡγεῖται.
5.2
Ἐνταῦθα µὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι. Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιµῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς τεῖχός ἐστι διπλοῦν ἐπιεικείας. Ὅταν γὰρ σὺ τέως ἄξιον τιµῆς ἔχῃς, κἀκεῖνος οὕτως, οὐδὲν οὐδέποτε ἔσται λυπηρόν. Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόµενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀµφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν; Οὐδὲ αὐτὸς ὁ διάβολος· τριπλοῦν γὰρ ἔσται, καὶ τετραπλοῦν, καὶ πολλαπλάσιον τὸ ὀχύρωµα. Πάντων γὰρ τῶν ἀγαθῶν αἰτία ἡ ταπεινοφροσύνη. Καὶ ἵνα µάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον· καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνην ἀπαιτεῖ, ἀλλ' ἐπίτασιν ταπεινοφροσύνης. Καθάπερ γὰρ ἐπὶ τῶν σωµάτων τὸ συντετριµµένον οὐκ ἂν ἐπανασταίη ποτὲ τῷ στεῤῥῷ, ἀλλ' ὅσα ἂν πάθῃ δεινὰ, πρότερον αὐτὸ ἀπολεῖται, ἢἑτέρῳ ἐπεξελεύσεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, αἱρήσεται µᾶλλον κακῶς πάσχουσα διαπαντὸς καὶ ἀποθανεῖν, ἢ ἐπεξελθεῖν καὶ ἀµύνασθαι. Μέχρι τίνος φυσώµεθα φύσηµα γέλωτος ἄξιον; Ὥσπερ γὰρ τὰ παιδία, ὅταν ὁρῶµεν ἀνατεινόµενα καὶ γαυρούµενα γελῶµεν, ἢ καὶ λίθον αἴροντα καὶ ῥιπτοῦντα πάλιν γελῶµεν· οὕτως ἐστὶν ἡ ἀπόνοια ἡ ἀνθρωπίνη, παιδικῆς ὂν διανοίας καὶ ἀτελοῦς φρενὸς γέννηµα. Τί γὰρ ὑπερηφανεύεται γῆ καὶ σποδός; Μέγα φρονεῖς, ἄνθρωπε; διὰ τί; τί τὸ κέρδος, εἰπέ µοι; πόθεν δὲ καὶ µέγα φρονεῖς κατὰ τῶν ὁµοφύλων; οὐχὶ τῆς αὐτῆς µετέχεις φύσεως; οὐχὶ τῆς αὐτῆς ψυχῆς; οὐχ ὁµοίως τετίµησαι παρὰ τοῦ Θεοῦ; Ἀλλὰ σοφὸς εἶ; Οὐκοῦν εὐχαριστεῖν, οὐ φυσᾶσθαι ὀφείλεις. Πρώτη ἀχαριστία, ἀπόνοια· ἀφαιρεῖται γὰρ τῆς εὐεργεσίας τὸ δῶρον. Ὁ γὰρ ἐπαιρόµενος, ὡς αὐτὸς κατορθώσας ἐπαίρεται· ὁ δὲ νοµίζων κατωρθωκέναι, ἀχάριστός ἐστι περὶ τὸν δεδωκότα τὴν τιµήν. Ἔνεστί σοί τι ἀγαθόν; Εὐχαρίστει τῷ δεδωκότι. Ἄκουσον τί φησιν ὁ Ἰωσὴφ, τί δὲ ὁ∆ ανιήλ. Τοῦ γὰρ βασιλέως Αἰγύπτου µεταπεµψαµένου αὐτὸν ἀπὸ τοῦ δεσµωτηρίου, καὶ ἐπὶ πάσης τῆς στρατιᾶς πυνθανοµένου ἐπὶ πράγµατι, ἐφ' ᾧπάντες παρεχώρησαν Αἰγύπτιοι οἱ περὶ ταῦτα µάλιστα δεινοὶ, µέλλων αὐτὸς κατὰ πᾶν ὑπεραίρειν, καὶ σοφώτερος φανήσεσθαι τῶν ἀστρολόγων, τῶν µάντεων, τῶν γοήτων, τῶν µάγων, πάντων τῶν φιλοσόφων τῶν τότε, ἀπὸ τῆς αἰχµαλωσίας καὶ δουλείας, παιδίον ὢν( καὶ γὰρ τότε µείζων ἡ δόξα· οὐ γάρ ἐστιν ἴσον φαινόµενον λάµπειν, καὶ παρὰ προσδοκίαν· ὥστε καὶ τὸ παρ' ἐλπίδας ἐποίει αὐτὸν θαυµαστότερον)· τί οὖν οὗτος παρελθὼν εἶπε τῷ Φαραώ; ὅτι Ναὶ, οἶδα; Οὐχ οὕτως· ἀλλὰ τί; Οὐδενὸς αὐτὸν ἐλέγχοντος, ἀπὸ πολλῆς τῆς εὐγνωµοσύνης τί φησιν; Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅρα· τὸν∆ εσπότην εὐθέως ἐδόξασε· διὰ τοῦτο καὶ αὐτὸς ἐδοξάσθη. Οὐ µικρὸν δὲ τοῦτο εἰς δόξης λόγον· τοῦ γὰρ αὐτὸν κατωρθωκέναι τὸ τὸν Θεὸν ἀποκαλύψαι µεῖζον πολλῷ. Ἄλλως δὲ καὶ τὰ λεγόµενα ἐντεῦθεν ἀξιόπιστα ἔδειξε, καὶ τοῦτο τῆς οἰκειώσεως τοῦ Θεοῦ τεκµήριον µέγιστον. Οὐδὲν γὰρ οὕτως ἀγαθὸν, ὡς τὸ οἰκειοῦσθαι τῷ Θεῷ. Εἰ γὰρ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχηµα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰ γὰρ ὁ χάριτος ἀξιωθεὶς καυχᾶται ἐπὶ τῷ Θεῷ, ὅτι ἀγαπᾶται, ἐπειδὴ συνεχωρήθη αὐτῷ, καὶ ἔχει καύ χηµα ὁ ἐργαζόµενος, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ὡς ἐκεῖνος· τῆς γὰρ πολλῆς ἀσθενείας τεκµήριον τοῦτο τῆς ἡµετέρας· ὁ καὶ σοφίαν λαβὼν παρὰ τοῦ Θεοῦ, πόσῳ µᾶλλον ἂν εἴη θαυµαστός; Ἐδόξασε τὸν Θεὸν, καὶ ἐδοξάσθη ὑπ' αὐτοῦ· Τοὺς δοξάζοντάς µε γὰρ, φησὶ, δοξάσω. Πάλιν ὁ ἀπόγονος ὁ τούτου, οὗ σοφώτερος οὐδεὶς( Μὴ γὰρ σοφώτερος εἶ, φησὶ, σὺ τοῦ∆ ανιήλ;), οὗτος δὴ ὁ∆ ανιὴλ τῶν ἐν Βαβυλῶνι πάντων σοφῶν, καὶαὐτῶν πάλιν ἀστρολόγων, µάντεων, µάγων, γοήτων, πάσης φιλοσοφίας. οὐ µόνον ἐλεγχοµένης, ἀλλὰ καὶ ἀναιρουµένης( τὸ γὰρ ἀναιρεῖσθαι τεκµήριον ἦν τοῦ καὶ πρότερον αὐτοὺς ἠπατηκέναι), παρελθὼν καὶ µέλλωνἐπιλύεσθαι τὸ ἐρώτηµα, οὐδὲ αὐτὸς καλλωπίζεται, ἀλλὰ πρότερον ἀνατίθησι τῷ Θεῷ τὸ πᾶν, καί φησιν· Ἐµοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοὶ παρὰ πάντας ἀνθρώπους ἀπεκαλύφθη, ὦ βασιλεῦ. Καὶ προσεκύνησεν αὐτῷ ὁ βασιλεὺς, καὶ εἶπε µαναὰ σπεῖσαι. Ὁρᾷς ταπεινοφροσύνην; ὁρᾷς εὐγνωµοσύνην; ὁρᾷς ἄτυφον ἦθος; Ἄκουε καὶ τῶν ἀποστόλων λεγόντων, ποτὲ µὲν, Τί ἡµῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ποτὲ δὲ πάλιν, Ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι. Εἰ δὲ ἐκεῖνοι δεδοµένας τιµὰς οὕτως ἀπεκρούοντο, ἄνθρωποι µείζονα τοῦ Χριστοῦ διὰ τὴν τοῦ Χριστοῦ ταπεινοφροσύνην ἐργαζόµενοι, καὶ διὰ τὴναὐτοῦ δύναµιν( Ὁ γὰρ πιστεύων ἐµοὶ, φησὶ, µείζονα ποιήσει ὧν ἐγὼ ποιῶ)· πῶς οὐκ ἄθλιοι καὶ ταλαίπωροι, οἱ µηδὲ κώνωπας σοβῆσαι δυνάµενοι, µήτι γε δαίµονας; οἱ µηδὲ ἕνα ἄνθρωπον ὠφελῆσαι ἰσχύοντες, µήτι γε τὴν οἰκουµένην ἅπασαν, καὶ τοσοῦτον φρονοῦντες, ὅσον οὐδὲ αὐτὸς ὁ διάβολος;
5.3
Οὐδὲν οὕτω ψυχῆς ἀλλότριον Χριστιανῆς, ὡς ἀπόνοια· ἀπόνοιαν λέγω, οὐ παῤῥησίαν οὐδὲ ἀνδρείαν· ἐκεῖνα γὰρ οἰκεῖα. Ἕτερον γάρ τι τοῦτό ἐστι, καὶ ἕτερον ἐκεῖνο· ὥστε ἕτερον µὲν ταπεινοφροσύνη, ἕτερον δὲ ἀνελευθερία καὶ κολακεία καὶ θωπεία. Καὶ, εἰ βούλεσθε, πάντων τούτων ὑµῖν τὰ ὑποδείγµατα παρέξω.∆ οκεῖ γάρ πως παρυφεστάναι τὰ ἐναντία, ὥσπερ τῷ σίτῳ τὰ ζιζάνια, καὶ τῷ ῥόδῳ αἱ ἄκανθαι. Ἀλλὰ παῖδες µὲν εὐκόλως ἂν ἀπατηθεῖεν, οἱ δὲ ὄντως ἄνδρες, τῆς πνευµατικῆς ὄντες γεωργίας ἔµπειροι ἴσασι τὰ ὄντως ἀγαθὰ ἀποκρίνειν τῶν κακῶν. Φέρε οὖν, ὑµῖν τὰ ὑποδείγµατα αὐτῶν ἀπὸ τῶν Γραφῶν παραστήσωµεν. Τί ποτέ ἐστι κολακεία, καὶ ἀνελευθερία, καὶ θωπεία; Ὁ Σιβᾶ τὸν∆ αυῒδ ἐκολάκευε παρὰ καιρὸν, καὶ τὸν δεσπότην διέβαλε τὸν ἑαυτοῦ· µᾶλλον δὲ ὁ Ἀχιτόφελ τὸν Ἀβεσσαλώµ. Ἀλλ' οὐχ ὁ∆ αυῒδτοιοῦτος, ἀλλὰ ταπεινόφρων. Κόλακες γάρ εἰσιν οἱ ὕπουλοι· οἷον, ὡς ὅταν λέγωσιν οἱ µάγοι, Βασιλεῦ, ζῆθι εἰς τοὺς αἰῶνας. Καὶ ἐπὶ τοῦ Παύλου ἐν ταῖς Πράξεσι πολλὰ τοιαῦτα εὑρήσοµεν, ὅταν Ἰουδαίοις διαλέγηται, οὐ κολακεύων, ἀλλὰ ταπεινοφρονῶν· οἶδε γὰρ καὶ παῤῥησιάζεσθαι· ὡς ὅταν λέγῃ, Ἄνδρες ἀδελφοὶ, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ, ἢ τοῖς πατρῴοις ἔθεσι, δέσµιος ἐξ Ἱερουσαλὴµ παρ εδόθην. Ὅτι γὰρ ταπεινοφροσύνης ἦν τὰ ῥήµατα, ἄκουσον πῶς αὐτοῖς ἐπιτιµᾷ διὰ τῶν ἑξῆς οὕτω λέγων· Καλῶς εἶπε τὸ Πνεῦµα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε, καὶ οὐ µὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ µὴ ἴδητε. Εἶδες ἀνδρείαν; Ὅρα καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν ἀνδρείαν, ᾗ πρὸς τὸν Ἡρώδην ἐχρήσατο λέγων· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Τοῦτο παῤῥησία, τοῦτο ἀνδρεία· ἀλλ' οὐκ ἐκεῖνο τὸ τοῦ Σεµεεὶ, ὅτε ἔλεγεν, Ἔξελθε, ὁ ἀνὴρ τῶν αἱµάτων· καίτοι κἀκεῖνος ἐπαῤῥησιάσατο. Ἀλλ' οὐκ ἔστι τοῦτο ἀνδρεία, ἀλλὰ θρασύτης καὶ ὕβρις καὶ γλῶττα ἀκόλαστος. Ὕβρισε καὶ Ἰεζάβελ τὸν Ἰηοῦ λέγουσα· Ὁ φονεὺτοῦ κυρίου αὐτοῦ· ἀλλὰ θρασύτης ἦν, οὐ παῤῥησία. Ὕβρισε καὶ ὁ Ἠλίας, ἀλλὰ παῤῥησία καὶ ἀνδρεία ἦν· Οὐκ ἐγὼ γὰρ διαστρέφω τὸν λαὸν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἐπαῤῥησιάσατο πάλιν πρὸς ὁλόκληρον δῆµον ὁ Ἠλίας, λέγων· Ἕως πότε χωλανεῖτε ἐπ' ἀµφοτέραις ταῖς ἰγνύαις ὑµῶν; Τοῦτο παῤῥησία καὶ ἀνδρεία, τὸ καθάψασθαι· τοῦτο καὶ οἱ προφῆται ἐποίουν· ἀλλ' ἐκεῖνο θρασύτητος ἦν. Θέλεις ἰδεῖν καὶ ταπεινοφροσύνης καὶ ἐλευθερίας ῥήµατα; ἄκουε Παύλου λέγοντος· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας· ἀλλ' οὐδὲ ἐµαυτὸν ἀνακρίνω. Οὐδὲν γὰρ ἐµαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωµαι. Τοῦτο φρονήµατος Χριστιανῷ πρέποντος. Καὶ πάλιν, Τολµᾷ τις ὑµῶν πρὸς τὸν ἕτερον πρᾶγµα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Βούλει κολακείαν ἰδεῖν τῶν ἀνοήτων Ἰουδαίων; ἄκουε λεγόντων, Ἡµεῖς οὐκ ἔχοµεν βασιλέα, εἰ µὴ Καίσαρα. Βούλει ταπεινοφροσύνην ἰδεῖν; ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν. Βούλει καὶ κολακείαν ἰδεῖν, καὶ θρασύτητα; θρασύτητα µὲν τὴν τοῦ Νάβαλ, κολακείαν δὲ τὴν τῶν Ζιφαίων; καὶ πῶς ὁ µὲν ὠνείδιζεν, οἱ δὲ προδεδώκασι τῇ γνώµῃ τὸν∆ αυΐδ; Βούλει φιλοσοφίαν, καὶ οὐ κολακείαν ἰδεῖν τὴν τοῦ∆ αυΐδ; πῶς εἷλε τὸν Σαοὺλ, καὶ ἐφείσατο; Βούλει κολακείαν ἰδεῖν τῶν ἀποκτεινάντων τὸν Μεµφιβοσθὲ, οὓς καὶ ἀνεῖλεν ὁ∆ αυΐδ; Ἁπλῶς δὲ, καὶ ὡς ἐν ὑποτυπώσει, ἐν κεφαλαίῳ εἰπεῖν, θρασύτης µέν ἐστιν, ὅταν τις ὀργίζηται καὶ ὑβρίζῃ ἐπὶ µηδενὶ προσήκοντι, ἢ ἑαυτὸν ἐκδικῶν, ἢἀδίκως πως θρασυνόµενος· παῤῥησία δὲ καὶ ἀνδρεία, ὅταν κινδύνων καὶ θανάτων κατατολµᾷ, καὶ φιλίας καὶ ἀπεχθείας ὑπερορᾷ ὑπὲρ τῶν δοκούντων τῷ Θεῷ. Πάλιν κολακεία µέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ µηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώµενός τι τῶν βιωτικῶν· ταπεινοφροσύνη δὲ, ὅταν τις ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων τοῦτο ποιῇ, καὶ, ὥστε ἀνύσαι τι µέγα καὶ θαυµαστὸν, ἀπὸ τοῦ ἀξιώµατος καταβῇ τοῦ ἑαυτοῦ. Ἂν ταῦτα εἰδῶµεν, µακάριοί ἐσµεν, ἐὰν ποιῶµεν αὐτά. Οὐ γὰρ ἀρκεῖ τὸ εἰδέναι· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόµου, φησὶν, ἀλλ' οἱ ποιηταὶ τοῦ νόµου δικαιωθήσονται· µᾶλλον δὲ καὶ κατακρίνει τὸ εἰδέναι, ὅταν χωρὶς τῆς πράξεως ᾖ καὶ τῶν κατορθωµάτων. Ἵνα οὖν τὴν κατάκρισιν φύγωµεν, µετέλθωµεν τὴν πρᾶξιν, ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ.

Intertext edge

Open linked passage

Note