Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
Τοῦτο γὰρ φρονείσθω ἐν ὑµῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ παγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, µορφὴν δούλου λαβὼν, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος, καὶ σχήµατι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόµενος ὑπήκοος µέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
6.1
Ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς πρὸς τὰ µεγάλα προτρέπων τοὺς ἑαυτοῦ µαθητὰς, ἑαυτὸν ὑπόδειγµα τίθησι, καὶ τὸν Πατέρα, καὶ τοὺς προφήτας, ὡςὅταν λέγῃ· Οὕτω γὰρ ἐποίησαν τοῖς προφήταις τοῖς πρὸ ὑµῶν· καὶ πάλιν, Εἰ ἐµὲ ἐδίωξαν, καὶ ὑµᾶς διώξουσι· καὶ, Μάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾶός εἰµι· καὶ πάλιν, Οἰκτίρµονες γίνεσθε, ὡς ὁ Πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο καὶ ὁ µακάριος Παῦλος ποιεῖ. Προτρέπων γὰρ αὐτοὺς εἰς ταπεινοφροσύνην, τὸν Χριστὸν εἰς µέσον παρήγαγε· καὶ οὐκ ἐνταῦθα µόνον, ἀλλὰ καὶ ὅτε περὶ φιλοπτωχίας διαλέγεται, οὕτω πώς φησι· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡµᾶς ἐπτώχευσε πλούσιος ὤν. Οὐδὲν γὰρ οὕτω τὴν µεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ µαθεῖν, ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁµοιοῦται. Τί γὰρ ἴσον τούτου εἰς προτροπήν; Οὐδέν. Ὃ δὴ καὶ Παῦλος εἰδὼς, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, πρῶτον µὲν παρεκάλεσεν, ἱκετηρίαν ἔθηκεν· εἶτα καὶ ἐντρεπτικῶς εἶπεν, Ὅτι ἐν ἑνὶ πνεύµατι στήκετε· εἶπεν, Ὅτι ἐκείνοις ἔνδειξις ἀπωλείας, ὑµῖν δὲ σωτηρίας. Καὶ τοῦτο λοιπὸν τίθησι· Τοῦτο γὰρ φρονείσθω ἐν ὑµῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, µορφὴν δούλου λαβών. Προσέχετε, παρακαλῶ, καὶ διανάστητε. Καθάπερ γάρ τις µάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονηµένη, ὅπουπερ ἂν ἐµπέσῃ κἂν εἰς µυρίας φάλαγγας, εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷπάντοθεν ὀξεῖαν εἶναι, καὶ µηδὲν τὴν ἀκµὴν αὐτῆς φέρειν· οὕτω δὴ καὶ τὰ τοῦ Πνεύµατος ῥήµατα.∆ ιὰ γὰρ τούτων τῶν ῥηµάτων καὶ τοὺς Ἀρείου τοῦ Ἀλεξανδρέως, καὶ τοὺς Παύλου τοῦ Σαµοσατέως, καὶ τοὺς Μαρκέλλου τοῦ Γαλάτου, καὶ τοὺςΣαβελλίου τοῦ Λίβυος, καὶ τοὺς Μαρκίωνος τοῦ Ποντικοῦ, καὶ τοὺς Οὐαλεντίνου, καὶ τοὺς τοῦ Μάνεντος καὶ τοὺς τοῦ Λαοδικέως Ἀπολλιναρίου, καὶ Φωτεινοῦ, καὶ Σωφρονίου, καὶ πάσας ἁπλῶς τὰς αἱρέσεις κατέβαλεν. Ὡς οὖν τοιαύτην ὀψόµενοι θέαν, καὶ µιᾷ πληγῇ τοσαύτας φάλαγγας πιπτούσας, διεγέρθητε, ὥστε µὴ τοῦ θεάµατος παραδραµεῖν ὑµᾶς τὴν τέρψιν. Εἰ γὰρ ἐπὶ τῶν ἁµιλλητηρίων ἁρµάτων ἐν ταῖς τῶν ἵππων ἁµίλλαις οὐδὲν οὕτως ἐστὶ τερπνὸν, ὡς ὅταν ὁλόκληρα ἅρµατα µετὰ τῶν ἡνιόχων κρούσαςτις καταβάλῃ, καὶ πολλὰ τέθριππα ὕπτια ῥίψας µετὰ τῶν ἐφεστώτων ἡνιόχων παρελάσῃ µόνος πρὸς τὴν νύσσαν καὶ τὸ τέρµα τοῦ ἀγῶνος, καὶ πολὺς πάντοθενὁ κρότος καὶ ἡ κραυγὴ πρὸς οὐρανὸν ἀνίῃ· ὁ δὲ, ὥσπερ πτηνὸς ὑπὸ τῆς χαρᾶς ἐκείνης καὶ τῶν κρότων, οὕτω τὸ στάδιον ἅπαν διατρέχῃ µετὰ τῶν ἵππων· πόσῳ µᾶλλον ἐνταῦθα οὐχὶ πλείων ἔσται ἡ ἡδονὴ, ὅταν ὁλοκλήρων αἱρέσεων συστήµατα καὶ διαβολικὰ ἐργαστήρια µετὰ τῶν ἡνιόχων αὐτῶνκαταβάλωµεν τῇ τοῦ Θεοῦ χάριτι πάντα ἀθρόον καὶ ὁµοῦ; Καὶ, εἰ δοκεῖ, πρότερον στήσωµεν τὰς αἱρέσεις αὐτὰς κατὰ τάξιν. Βούλεσθε τὴν τῆς ἀσεβείας, ἢ τὴν τῶν χρόνων; Ἀλλ' ἴδωµεν τὴν τῶν χρόνων· τὴν γὰρ τῆς ἀσεβείας δύσκολον συνιδεῖν. Οὐκοῦν πρῶτος Σαβέλλιος ὁ Λίβυς παρήχθω. Τί οὖν οὗτός φησιν; Ὅτι τὸ Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦµα, ὀνόµατά ἐστι ψιλὰ καθ' ἑνὸς προσώπου κείµενα. Μαρκίων δὲ ὁ Ποντικός φησιν, ὅτι ὁ Θεὸς ὁ πάντα συστησάµενος οὐκ ἔστιν ἀγαθὸς, οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ' ἕτερός τις δίκαιος, καὶ σάρκαοὐκ ἀνέλαβεν ὑπὲρ ἡµῶν ὁ Υἱός. Μάρκελλος δὲ καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν εἶναί φασι, τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρµατος∆ αυῒδ, οὐκοὐσίαν ἐνυπόστατον. Ἄρειος Υἱὸν µὲν ὁµολογεῖ, ῥήµατι δὲ µόνῳ· κτίσµα γὰρ αὐτὸν εἶναί φησι, καὶ τοῦ Πατρὸς ἐλάττονα πολύ. Ἕτεροι δὲ οὔ φασιν αὐτὸν ἔχειν ψυχήν. Εἶδες τὰ ἅρµατα ἑστῶτα; θεώρει τοίνυν αὐτῶν καὶ τὰ πτώµατα, πῶς ὁµοῦ πάντας κατακρούων βάλλει, καὶ µιᾷ πληγῇ καὶ ἀθρόον. Πῶς οὖν καταβάλλει; Τοῦτο γὰρ φρονείσθω ἐν ὑµῖν, φησὶν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐντεῦθεν καὶ Παῦλος ὁ Σαµοσατεὺς ἔπεσε καὶ Μάρκελλος καὶ Σαβέλλιος· Ἐν µορφῇ γὰρ, φησὶ, Θεοῦ ὑπάρχων. Εἰ ἐν µορφῇ, πῶς οὖν λέγεις, ὅτι ἀπὸ Μαρίας, ὦ µιαρὲ, ἤρξατο, καὶ πρὸ τούτου οὐκ ἦν; πῶς δὲ πάλιν, ὅτι ἐνέργεια ἦν; Ἐν µορφῇ γὰρ Θεοῦ, φησὶ, µορφὴν δούλου ἔλαβεν. Εἰπὲ γάρ µοι, ἡ µορφὴ τοῦ δούλου ἐνέργεια δούλου ἐστὶν, ἢ φύσις δούλου; Πάντως δήπου, Φύσις, ἐρεῖς, δούλου. Οὐκοῦν καὶ ἡ µορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις· οὐκ ἄρα ἐνέργεια. Ἰδοὺ καὶ ὁ Μάρκελλος ὁ Γαλάτης καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον.
6.2
Ἰδοὺ καὶ Σαβέλλιος. Οὐχ ἁρπαγµὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται προσώπου· τὸ γὰρ ἴσον, τινί ἐστιν ἴσον. Ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόµατα ψιλὰ χωρὶς πραγµάτων λεγόµενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς; Ἀλλὰ ταῦτα µὲν πρὸς ἐκείνους· τί οὖν πρὸς Ἄρειον εἴποιµεν λοιπὸν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν Υἱόν; Εἰπὲ δή µοι, τὸ, Μορφὴν δούλου ἔλαβε, τί ἐστιν; Ἄνθρωπος ἐγένετο, φησίν. Οὐκοῦν καὶ ἐν µορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν· µορφὴ γὰρ, καὶ µορφὴ κεῖται. Εἰ τοῦτο ἀληθὲς, κἀκεῖνο. Φύσει ἄνθρωπος, ἡ µορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, καὶ ἡ µορφὴ τοῦ Θεοῦ. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ µαρτυρεῖ, ὥσπερ οὖν καὶ Ἰωάννης, καὶ ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατρός· Οὐχ ἁρπαγµὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Καὶ µὴν τοὐναντίον δείκνυσι, φησίν· εἶπε γὰρ, ὅτι ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ µὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; Καὶ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεῖνα ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστὶν ἁρπάσειεν; Οὒ, φησίν· ἀλλ' ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα τῷ Θεῷ τῷ µεγάλῳ καὶ µείζονι. Καὶ µικρὸς καὶ µέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς Ἐκκλησίας δόγµασιν ἐπεισάγετε; Μέγας µὲν γὰρ καὶ µικρὸς παρ' αὐτοῖς θεός· εἰ δὲ καὶ παρ' ὑµῖν, οὐκ οἶδα. Παρὰ µὲν γὰρ ταῖς Γραφαῖς οὐδαµοῦ εὑρήσεις, ἀλλὰ µέγαν µὲν πανταχοῦ, µικρὸν δὲ οὐδαµοῦ. Εἰ γὰρ µικρὸς, πῶς καὶ Θεός; Εἰ µικρὸς οὐκ ἔστιν ἄνθρωπος καὶ µέγας, ἀλλὰ µία φύσις, καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης µιᾶς, οὐκ ἄνθρωπος, πῶς ἂν εἴη µικρὸς Θεὸς καὶ µέγας ὁ µὴὢν ἐκείνης τῆς φύσεως; Ὁ µικρὸς ὢν, οὐ Θεός· πανταχοῦ γὰρ µέγας λέγεται παρὰ τῇ Γραφῇ· Μέγας Κύριος, φησὶν ὁ∆ αυῒδ, καὶ αἰνετὸς σφόδρα. Ἰδοὺ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· καὶ πάλιν, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυµάσια· σὺ εἶ ὁ Θεὸς µόνος· καὶ πάλιν, Μέγας ὁ Κύριος ἡµῶν, καὶ µεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς µεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, µικρός. Ἀλλὰ σὺ τοῦτο λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον· ὥσπερ περὶ τοῦ Πατρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν. Ἄκουε γὰρ Παύλου λέγοντος, Προσδεχόµενοι τὴν µακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ µεγάλου Θεοῦ. Ἀλλ' ἆρα µὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν εἶπεν; Ἵνα δὲ καὶ µᾶλλον ὑµᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ µεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν µὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαµῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπιφάνειαν τοῦ µεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς µέγας. Πῶς οὖν λέγεις µικρὸν, καὶ µέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος αὐτὸν µεγάλης βουλῆς Ἄγγελον. Ὁ µεγάλης βουλῆς Ἄγγελος οὐ µέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ µέγας, ἀλλὰ µικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰταµοὶ, ὅτι µικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα µᾶλλον αὐτοὺς φύγητε· µικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν µέγαν. Τί γὰρ, εἰπέ µοι( ἀλλὰ µὴ νοµίσητε ἡµῶν εἶναι τὰ ῥήµατα); εἰ µικρὸς ἦν κατ' αὐτοὺς, καὶ πολὺ τῆς δυνάµεως ἀποδέων τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ µεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἂν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγµατος; Εἰς ταπεινοφροσύνην, πάντως ἐρεῖς, ἐναγαγεῖν τοὺς Φιλιππησίους. Τί οὖν, εἰπέ µοι, τοῦτο ἂν παρήνεγκεν εἰς µέσον; Οὐδεὶς γὰρ βουλόµενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτό φησιν· Ἔσο ταπεινὸς, καὶ ἔλαττον φρόνει τῶν ὁµοτίµων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος οὐκ ἐπανέστη τῷ∆ εσπότῃ· µιµοῦ τοίνυν ἐκεῖνον. Καὶ µὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τις ἂν, ἀλλ' ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη ὑµεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη; Τὸ ταπεινὰ φρονεῖν· ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὢν ταπεινὸς, ἀλλ' ὁ ἑαυτὸν ταπεινῶν. Οἷόν τι λέγω( προσέχετε δέ)· Ὅταν τις ὑψηλὰ δυνάµενος φρονῆσαι ταπεινοφρονῇ, οὗτος ταπεινόφρων ἐστίν· ὅταν δὲ παρὰ τὸ µὴ δύνασθαι ταπεινοφρονῇ, οὐκέτι ταπεινόφρων ἐστίν· οἷον ὁ βασιλεὺς τῷ ὑπάρχῳ ἂν ὑποτάττηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ µέντοι ὕπαρχος ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλλως ταπεινοφρονῆσαι, εἰ µὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωµα οὐδὲ τοῦ βουλήµατος, ἀλλὰ τῆς ἀνάγκης· ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήµατός ἐστι ταπείνωσις.
6.3
Εἰπέ µοι, εἴ τις µὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν, µένοι τὰ ἑαυτοῦ κεκτηµένος, τοῦτον ἐπαινεσόµεθα ἐπὶ δικαιοσύνῃ; Οὐδαµῶς.∆ ιὰ τί; Τῇ γὰρ ἀνάγκῃ τὸ τῆς προαιρέσεως ἐγκώµιον ἀφῄρηται. Εἰπέ µοι, εἴ τις µὴ δυνάµενος τυραννεῖν καὶ βασιλεύειν, µένοι ἰδιωτεύων, τοῦτον ἐπαινεσόµεθα, ὡς ἀπράγµονα; Οὐδαµῶς. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Ὁ γὰρ ἔπαινος, ὦ πάντων ὑµεῖς ἀµαθέστατοι, οὐκ ἐν τῇ τούτων ἀποχῇ, ἀλλ' ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται. Ἐκεῖνο µὲν γὰρ ψόγου ἀπήλλακται, οὔπω δὲ καὶ ἐπαίνου µετέχει· τὸ δὲ, ἐγκωµίων ἄξιόν ἐστιν. Ὅρα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ µοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ µε. Οὐκ εἶπεν, Ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐδὲ, Ἐπειδὴ οὐχ ἡρπάσατε[ µικρὰ γὰρ ταῦτα] ἀλλ' Ἐπειδὴ πεινῶντά µε εἴδετε, καὶ ἐθρέψατε. Καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους, ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον. Τί λέγω Παῦλον; οὐδὲ τὸν τυχόντα τις ἄνδρα, ὡς σὺ τὸν Χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν, ὅτι µὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε. Τὸ γὰρ ἐπὶ τούτοις θαυµάζειν, πολλήν ἐστι κακίαν µαρτυρούντων. Πῶς; Ὅτι ἐπ' ἐκείνων τὸ τοιοῦτον ἔπαινός ἐστιν, οἷον ὁ κλέπτων, ἐὰν µηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι· οὐ γὰρ, ὅτι οὐχ ἥρπασε µὴ προσήκουσαν ἀρχὴν καὶ τι µὴν, ἐπαινετός. Καὶ ποίας ταῦτα ἀνοίας! Ἄλλως δὲ( ἀλλὰ προσέχετε, παρακαλῶ· µακρὸς γὰρ ὁ λόγος), τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; Τὰ γὰρ ὑποδείγµατα πολλῷ µείζονα δεῖ εἶναι τῆς ὑποθέσεως, εἰς ἣν παρακαλοῦµεν· οὐ γὰρ ἄν τις ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς· ἤνεγκε παράδειγµα µέγα, τὸ τοῦ Πατρὸς, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· προέτρεψεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγµα ἑαυτόν· Μάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾶός εἰµι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν, Εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ µᾶλλον ὑµεῖς; Ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγµατα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡµεῖς οὕτω ποιοῦµεν. Ἄλλως δὲ καὶ ἐνταῦθα οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγµα. Πῶς; Ὅτι εἰ δοῦλός ἐστι, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκοος τῷ µείζονι. Τοῦτο δὲ οὐ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι, µείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ' ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ, µείζονα λέγω καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. Εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ ἱκανὸν εἰς ταπεινοφροσύνην προτρέψαι.∆ ιὰ τί; Ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα µὴ ἐπαναστῆναι τῷ µείζονι, τὸ µὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι µέχρι θανάτου. Ἄλλως δὲ, ὅρα καὶ µετὰ τὸ ὑπόδειγµα τί φησι· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν. Ἡγούµενοι, φησίν. Ἐπειδὴ γὰρ καὶ κατὰ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιµὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγµα. Ἐπὶ δὲ τῶν µειζόνων καὶ ἐλαττόνων οὐκ ἂν τοῦτο εἶπεν, ὅτι Ἡγούµενοι, ἀλλὰ, Τιµᾶτε τοὺς ὑπερέχοντας ὑµῶν· καθὼς καὶ ἀλλαχοῦ φησι, Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε. Ἐκεῖ τῆς φύσεως τοῦ πράγµατός ἐστιν ἡ ὑποταγή· ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡµετέρας. Τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ τὰ µὲν ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡµέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα, ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἂν τὸν ἐλάττονα ὄντα καὶ τῷµείζονι ὑπακούσαντα παρήγαγεν. Εἰ µὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τί τοῦ δούλου πρὸς τὸν δεσπότην ὑποταγὴν ἔφερε; τί τοῦ ἐλάττονος πρὸς τὸν µείζονα; Μὴ γὰρ εἶπεν, Οἱ ἐλάττονες τοῖς µείζοσιν ὑπακουέτωσαν, ἀλλ' Ἰσότιµοι ἀλλήλων ὄντες, ὑπακούετε, Ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν.∆ ιὰ τί δὲ µὴ παρήγαγε κἂν τὸ τῆς γυναικὸς, ὅτι Ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑµεῖς ὑπακούετε; Εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως µικρά τις ἦν ὑποταγὴ, πόσῳ µᾶλλον τὸ τοῦ δούλου οὐκ ἂν παρήγαγεν; Εἶπον φθάσας, ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ τινα ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς, οὐδὲ ὅλως αὐτοῦ µέµνηται· οὐδὲ σώφρονα βουλόµενος ἐπαινέσαι τις οὕτως ἐρεῖ, ὅτι οὐκ ἐµοίχευσεν, ἀλλ' ὅτι καὶ τῆς ἰδίας ἀπέστη γυναικός. Οὐδαµοῦ γὰρ τὴν τῶν κακῶν ἀποχὴν τίθεµεν· γέλως γὰρ τοῦτο. Εἶπον ὅτι ἡ µορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲ ἐλάττων· οὐκοῦν καὶ ἡ µορφὴ τοῦ Θεοῦ τελεία, καὶ οὐκ ἐλάττων.∆ ιὰ τί µὴ εἶπεν, Ἐν µορφῇ Θεοῦ γενόµενος, ἀλλ', Ὑπάρχων; Ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν, Ἐγώ εἰµι ὁ ὤν. Τὸ ἀπαράλλακτον ἡ µορφὴ δείκνυσι, καθώς ἐστι µορφή. Οὐκ ἔστι δὲ, ἄλλης οὐσίας ὄντα, τὴν ἄλλης µορφὴν ἔχειν· οἷον οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει µορφὴν, οὐδὲ ἄλογον ἀνθρώπου ἔχει µορφήν· πῶς οὖν ὁ Υἱός;
6.4
Εἶτα ἐπὶ µὲν ἡµῶν, ἐπειδὴ σύνθετοί ἐσµεν, ἡ µορφὴ τοῦ σώµατός ἐστιν· ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, πάντως τῆς οὐσίας. Εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι λέγεις ὅτι οὐ δείκνυσι τὸν Πατέρα, πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρηµένον. Καὶ τί λέγω πολλαχοῦ; ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, Οὐχ ἁρπαγµὸν, φησὶν, ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ οὐκ εἶπε µετὰ τοῦ ἄρθρου, περὶ τοῦ Θεοῦ τοῦ Πατρὸς λέγων. Βούλοµαι καὶ τὰ ἡµέτερα προσθεῖναι, ἀλλὰ δέδοικα µὴ καταχώσωµεν ὑµῶν τὰς διανοίας. Τέως δὲ τὰ εἰρηµένα µέµνησθε πρὸς ἀνατροπὴν ἐκείνων· τέως τὰς ἀκάνθας ἐκτέµωµεν, καὶ τότε τὸν σπόρον καταβαλοῦµεν τὸν καλὸν µετὰ τὸ τὰς ἀκάνθας ἐκτµηθῆναι, καὶ µικρὸν ἀναπνεῦσαι τὴν γῆν, ἵναπᾶσαν τὴν ἐκεῖθεν ἀποθεµένη κακίαν, µετὰ πολλῆς τῆς ἀρετῆς δέχηται τὰ θεῖα σπέρµατα. Εὐχαριστήσωµεν ὑπὲρ τῶν εἰρηµένων τῷ Θεῷ· ἀξιώσωµεν αὐτὸν δοῦναι φυλακὴν καὶ διατήρησιν αὐτῶν, ἵνα καὶ ἡµεῖς καὶ ὑµεῖς εὐφραινώµεθα, καὶ οἱ αἱρετικοὶ καταισχύνωνται. Παρακαλέσωµεν αὐτὸν καὶ εἰς τὸ ἑξῆς ἡµῖν ἀνοῖξαι στόµα, ὥστε καὶ τὰ ἡµέτερα µετὰ τῆς αὐτῆς πάλιν σπουδῆς παρακαταθέσθαι· δεηθῶµεν αὐτοῦ, ὥστε καὶ τῆς πίστεως βίον ἄξιον ἡµῖν παρασχεῖν, ἵνα εἰς δόξαν αὐτοῦ ζῶµεν, ἵνα µὴ τὸ ὄνοµα αὐτοῦ βλασφηµῆται δι' ἡµᾶς. Οὐαὶ γὰρ ὑµῖν, φησὶ, δι' οὓς τὸ ὄνοµα τοῦ Θεοῦ βλασφηµεῖται. Εἰ γὰρ υἱὸν ἔχοντες· καίτοι τί υἱοῦ γνησιώτερον; εἰ υἱὸν τοίνυν ἡµεῖς ἔχοντες, ὅταν δι' αὐτὸν βλασφηµώµεθα, ἀποκηρύττοµεν αὐτὸν, ἀποστρεφόµεθα, οὐ προσιέµεθα· πόσῳ µᾶλλον ὁ Θεὸς δούλους ἔχων ἀγνώµονας, βλασφηµοῦντας αὐτὸν καὶ ὑβρίζοντας, οὐκ ἀποστραφήσεται καὶ µισήσει; Ὃν δ' ἂν ὁ Θεὸς µισήσῃ καὶ ἀποστραφῇ, τίς προσλήψεται; Οὐδεὶς, ἀλλ' ἢ ὁ διάβολος, ἀλλ' ἢ οἱ δαίµονες. Ὃν δ' ἂν οἱ δαίµονες λάβωσι, ποίαν ἕξει σωτηρίας ἐλπίδα; ποίαν παραµυθίαν ζωῆς; Ἕως ἂν ἐν τῇ χειρὶ ὦµεν τοῦ Θεοῦ, οὐδεὶς ἡµᾶς ἁρπάζειν δύναται· ἰσχυρὰ γάρ ἐστιν· ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωµεν καὶ τῆς βοηθείας, ἀπολώλαµεν, πᾶσιν ἕτοιµοι προκείµεθα εἰς ἁρπαγὴν, πᾶσιν εἰς καταπάτηµα, ὡς τοῖχος κεκλιµένος καὶ φραγµὸς ὠσµένος. Ὅταν γὰρ ᾖ ἀσθενὴς ὁ τοῖχος, εὐεπίβατος ἔσται πᾶσι. Μὴ γὰρ ἐπὶ τῆς Ἱερουσαλὴµ οἴεσθε τοῦτο λέγεσθαι µόνον, ὃ µέλλω λέγειν, ἀλλὰ καὶ ἐπὶ παντὸς ἀνθρώπου. Τί δὲ ἐπὶ τῆς Ἱερουσαλὴµ ἐλέγετο; Ἄσω δὴ τῷ ἠγαπηµένῳ ᾆσµα τοῦ ἀγαπητοῦ µου, τῷ ἀµπελῶνί µου. Ἀµπελὼν ἐγενήθη τῷ ἠγαπηµένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγµὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄµπελον Σωρὴκ, καὶ ᾠκοδόµησα πύργον ἐν µέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔµεινατοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Καὶ νῦν ἄνθρωποι τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴµ, κρίνατε ἐν ἐµοὶ καὶ ἀνὰ µέσον τοῦ ἀµπελῶνός µου. Τί ἔδει ποιῆσαι τῷ ἀµπελῶνί µου, καὶ οὐκ ἐποίησα αὐτῷ,∆ ιότι ἔµεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ ὑµῖν τί ποιήσω τῷ ἀµπελῶνί µου· ἀφελῶ τὸν φραγµὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτηµα· καὶ ἀνήσω τὸν ἀµπελῶνά µου, καὶ οὐ µὴ τµηθῇ, οὐδ' οὐ µὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦµαι τοῦ µὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀµπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπηµένον. Ἔµεινα ἵνα ποιήσῃ κρίσιν· ἐποίησε δὲ ἀνοµίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Τοῦτο καὶ ἐφ' ἑκάστης λέγεται ψυχῆς. Ὅταν γὰρ πάντα πληρώσῃ, ἃ ἐχρῆν, ὁ φιλάνθρωπος Θεὸς, εἶτα ποιήσῃ ἀκάνθας ἀντὶ σταφυλῆς, ἀφελεῖ τὸν φραγµὸν, καὶ καθαιρεῖ τὸν τοῖχον, καὶἐσόµεθα εἰς ἁρπαγήν. Ἄκουε γὰρ πῶς καὶ ἕτερος προφήτης ὀδυρόµενος ἔλεγεν· Ἵνα τί καθεῖλες τὸν φραγµὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόµενοι τὴν ὁδόν; Ἐλυµήνατο αὐτὴν ὗς ἐκ δρυµοῦ, καὶ µονιὸς ἄγριος κατενεµήσατο αὐτήν. Ἐκεῖ µὲν οὖν περὶ τοῦ Μήδου καὶ τοῦ Βαβυλωνίου φησίν· ἐνταῦθα δὲ περὶ τούτου οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ ὗς καὶ µονιὸς ὁ διάβολός ἐστι, καὶ πᾶσα αὐτοῦ ἡ δύναµις. Μονιὸν δὲ αὐτὸν εἴρηκε, τὸ ἄγριον καὶ ἀκάθαρτον αὐτοῦ παραστῆσαι βουλόµενος. Ὅταν µὲν γὰρ αὐτοῦ τὸ ἁρπακτικὸν ἡ Γραφὴ βούληται δηλῶσαι, φησίν· Ὡς λέων ὠρυόµενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ὅταν δὲ τὸ ἰοβόλον καὶ θανάσιµον καὶ ὀλέθριον, ὄφιν αὐτὸν καλεῖ καὶ σκορπιόν· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναµιν τοῦ ἀντικειµένου· ὅταν δὲ τὸ ἰσχυρὸν ὁµοῦ καὶ ἰοβόλον, δράκοντα αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ·∆ ράκων οὗτος, ὃν ἔπλασας ἐµπαίζειν αὐτῷ. Καὶ δράκοντα καὶ ὄφιν σκολιὸν καὶ ἀσπίδα αὐτὸν καλεῖ πανταχοῦ. Πολύπλοκον γὰρ τὸ θηρίον καὶ ποικίλον, καὶ πολλὴν ἔχει τὴν ἰσχύν· πάντα κινεῖ, πάντα θορυβεῖ, πάντα ἄνω καὶ κάτω στρέφει. Ἀλλὰ µὴ φοβηθῆτε, ἀλλὰ µὴ δείσητε· γρηγορεῖτε µόνον, καὶ ὡς στρουθίον ἔσται· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων Καταπάτηµα αὐτὸν τῶν ἡµετέρων ἐποίησε ποδῶν, ἂν βουλώµεθα.
6.5
Ὅρα τοίνυν πόσος γέλως, πόση ἀθλιότης, ὃν ἐλάβοµεν πατεῖν, τοῦτον ὁρᾷν ὑπὲρ κεφαλῆς ἑστῶτα τῆς ἡµετέρας. Πῶς δὲ τοῦτο γίνεται; Παρ' ἡµῶν· ἂν ἡµεῖς βουλώµεθα, µέγας ἐστίν· ἂν ἡµεῖς βουλώµεθα, γίνεται µικρός. Ἐὰν προσέχωµεν ἑαυτοῖς, καὶ µετὰ τοῦ βασιλέως ὦµεν τοῦ ἡµετέρου, συστέλλεται καὶ παιδίου µικροῦ οὐδὲν ἄµεινον διακείσεται ἐν τῇ πρὸς ἡµᾶς µάχῃ· ὅταν ἀποστῶµεν αὐτοῦ, µεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήµους ἡµᾶς τῆς µεγάλης συµµαχίας λαβών· οὐ γὰρ πρόσεισιν, ἐὰν µὴ συγχωρήσῃ ὁ Θεός. Εἰ γὰρ χοίρων ἀγέλαις οὐ κατετόλµησεν ἐπεµβῆναι, µὴ τοῦ Θεοῦ συγχωρήσαντος, πολλῷ µᾶλλον ψυχαῖς ἀνθρώπων. Συγχωρεῖ δὲ Θεὸς, ἢ παιδεύων, ἢ δίκην ἀπαιτῶν, ἢ δοκιµωτέρους ποιῶν, ὡς τὸν Ἰώβ. Ὁρᾷς αὐτὸν µὴ προσερχόµενον, µηδὲ τολµῶντα γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέµοντα; Καὶ τί λέγω περὶ τοῦ Ἰώβ; τῷ γὰρ Ἰούδᾳ ἐφαλλόµενος, οὐκ ἐτόλµησεν, ἕως αὐτὸν τοῦ ἱεροῦ χοροῦ ἀπέσχισεν ὁ Χριστὸς, λαβεῖν ὁλόκληρον, καὶ εἰσελθεῖν εἰς αὐτόν. Τότε µὲν οὖν ἔξωθεν προσέβαλλεν, ἔνδον δὲ εἰσελθεῖν οὐκ ἐτόλµα· ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν. Ταῦτα πρὸς νουθεσίαν ἡµῶν γέγραπται. Ἐπεὶ ποῖον κέρδος τὸ γνῶναι, ὅτι εἷς τῶν δώδεκα προέδωκε; ποία ὄνησις; ποία ὠφέλεια; Μεγάλη. Ὅταν γὰρ µάθωµεν πόθεν ἐκεῖνος ἐπὶ τὴν ὀλέθριον ἦλθε βουλὴν ταύτην, φυλαξόµεθα ἀπὸ ταύτης καὶ αὐτοὶ µὴ τὰ αὐτὰ παθεῖν. Πόθεν οὖν ἦλθεν ἐπὶ τοῦτο; Ἀπὸ φιλαργυρίας· κλέπτης ἦν· ἀπὸ ταύτης οὕτως ἐµέθυε τῷ πάθει, ὅτι τὸν τῆς οἰκουµένης∆ εσπότην τριάκοντα ἀργυρίων προέδωκε. Τί τῆς µανίας ταύτης χεῖρον; Οὗ οὐδὲν ἀντάξιον οὐδὲ ἴσον, ᾧ τὰ ἔθνη εἰς οὐδὲν ἐλογίσθη, τοῦτον τριάκοντα ἀργυρίων προέδωκε. Χαλεπὴ γὰρ τῆς φιλαργυρίας ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι. Οὐχ οὕτω τις ὑπὸ τῆς µέθης παραπλὴξ γίνεται, ὡς ὑπὸ φιλαργυρίας· οὐχ οὕτως ὑπὸ µανίας καὶ παραπληξίας, ὡς ὑπὸ φιλαργυρίας.∆ ιὰ τί γὰρ, εἰπέ µοι, προδίδως; Ἄσηµον ὄντα σε καὶ ἀγνῶτα ἐκάλεσε, καὶ ἕνα τῶν δώδεκα ἐποίησε, διδασκαλίας σοι µετέδωκεν, ὑπέσχετο µυρία ἀγαθὰ, θαύµατά σε ἐργάζεσθαιπεποίηκε, τραπέζης, ὁδῶν, ὁµιλίας, συνουσίας, πάντων ἐκοινώνησας, ὧν καὶ οἱ λοιποί. Ταῦτα οὐκ ἦν ἱκανὰ κατασχεῖν; τίνος οὖν ἕνεκεν προέδωκας; τί ἔχων ἐγκαλεῖν, ὦ µιαρέ; τί δὲ οὐκ εὖ παθών; Ἤδει σου τὴν διάνοιαν, οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων· πολλάκις εἶπεν, ὅτι Εἷς ἐξ ὑµῶν παραδώσει µε· πολλάκις ἔστιξε, καὶ ἐφείσατό σου, καὶ εἰδώς σε τοιοῦτον, οὐκ ἐξέβαλέ σε τοῦ χοροῦ· ἔτι διεβάσταζεν, ἔτι ὡς γνήσιον καὶ ἕνα τῶν δώδεκα, οὕτως ἐτίµα, οὕτως ἐφίλει. Τὸ τελευταῖον, ὢ τῆς µιαρίας! καὶ λέντιον λαβὼν ἔνιψε ταῖς ἀχράντοις ἐκείναις χερσὶ τοὺς µιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατέσχεν. Ἔκλεπτες τὰ τῶν πενήτων· καὶ ἵνα µὴ προέλθῃς εἰς µεῖζον κακὸν, καὶ τοῦτο ἔφερεν· ἀλλ' οὐδέν σε ἔπεισεν. Εἰ γὰρ θηρίον ἦς, εἰ γὰρ λίθος, οὐ ταῖς εὐεργεσίαις ταῖς εἰς σὲ, οὐ τοῖς θαύµασιν, οὐ ταῖς διδασκαλίαις ἔδει µεταβληθῆναι; Ἀλλὰ καὶ οὕτως ἐκτεθηριωµένον ἐκάλει, καὶ διὰ τῶν θαυµασίων ἔργων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον. Σὺ δὲ οὐ δενὶ τούτων γέγονας βελτίων. Θαυµάζετε ἴσως τὴν τοσαύτην ἄνοιαν τοῦ προδότου. Οὐκοῦν φοβήθητε τὸ ἐκείνου τραῦµα· ἀπὸ φιλαργυρίας τοιοῦτος ἐγένετο, ἀπὸ τοῦ τῶν χρηµάτων ἔρωτος. Ἔκκοψον τὸ πάθος· τοιαῦτα γὰρ τίκτει νοσήµατα· ἀσεβεῖς ποιεῖ, καὶ τὸν Θεὸν ἀγνοεῖν παρασκευάζει, κἂν µυριάκις εὐεργετηθῶµεν. Ἔκκοψον, παρακαλῶ· οὐκ ἔστι τῶν τυχόντων, θανάτους οἶδε τίκτειν ὀλεθρίους µυρίους. Εἴδοµεν τὸ ἐκείνου πάθος· φοβηθῶµεν µὴ τοῖς αὐτοῖς αὐτοὶ περιπέσωµεν.∆ ιὰ τοῦτο γέγραπται, ἵνα µὴ τὰ αὐτὰ πάθωµεν καὶ ἡµεῖς· διὰ τοῦτο πάντες οἱ εὐαγγελισταὶ τοῦτο διηγήσαντο, ἵνα ἡµᾶς σωφρονίσωσι. Πόῤῥωθεν φεῦγε· οὐκ ἔστι τοῦτο µόνον φιλαργυρία, τὸ πολλῶν ἐρᾷν, ἀλλὰ τὸ ὅλως χρηµάτων ἐρᾷν. Φιλαργυρία δεινὴ, τὸ πλέον τῆς χρείας αἰτεῖν. Μὴ γὰρ τάλαντα χρυσοῦ ἦν τότε τὰ πείσαντα τὸν προδότην; Τριάκοντα ἦσαν ἀργύρια· τριάκοντα ἀργυρίων προέδωκε τὸν∆ εσπότην. Ἆρα µέµνησθε, ὅτε ἔλεγον πρὸ τούτου, ὅτι οὐκ ἐν τῷ λαµβάνειν πολλὰ ἡ πλεονεξία δείκνυται, ἀλλὰ πολλῷ µᾶλλον ἐν τῷ ὀλίγα; Ἰδοὺ ὅσον κακὸν οὗτος εἰργάσατο δι' ὀλίγον χρυσίον· µᾶλλον δὲ οὐ διὰ χρυσίον, ἀλλὰ δι' ἀργύρια. Οὐκ ἔστιν, οὐκ ἔστιν ἄνδρα φιλάργυρον ἰδεῖν ποτε τοῦ Χριστοῦ τὸ πρόσωπον· ἓν τῶν ἀδυνάτων τοῦτο. Ῥίζα ἐστὶ τῶν κακῶν. Εἰ δὲ ἕν τις ἔχων κακὸν, ἐκπίπτει τῆς δόξης ἐκείνης, ὁ τὴν ῥίζαν ἐπιφερόµενος ποῦ στήσεται; Οὐκ ἔστι τὸν χρηµάτων ὄντα δοῦλον, δοῦλον εἶναι Χριστοῦ γνήσιον. Αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, ὅτι τὸ πρᾶγµα ἀδύνατον· Οὐ δύνασθε, φησὶ, Θεῷ δουλεύειν καὶ µαµωνᾷ· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἐναντία γὰρ ἐπιτάττουσιν. Ὁ Χριστὸς λέγει, Φείδου τῶν πενοµένων· ὁ µαµωνᾶς λέγει, Ἀπόδυσον καὶ αὐτὰ ἃ ἔχουσιν· ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ µαµωνᾶς λέγει, Λάβε καὶ ἅπερ ἔχουσιν.
6.6
Εἶδες ἐναντίωσιν, εἶδες πόλεµον; Βούλεσθε δείξωµεν πῶς οὐ δύναταί τις ἀµφοτέρων ῥᾳδίως ὑπακούειν, ἀλλ' ἑνὸς δεῖ καταφρονῆσαι; ἢ οὐ δεῖ λόγου; Πῶς; Ἐν τοῖς ἔργοις οὐχ ὁρῶµεν τοῦτο, τὸν Χριστὸν µὲν καταφρονούµενον, τὸν δὲ µαµωνᾶν τιµώµενον; Ὁρᾶτε πῶς καὶ τὰ ῥήµατα φορτικά; πόσῳ µᾶλλον τὰ πράγµατα; Ἀλλ' ἐπὶ τῶν πραγµάτων οὐ φαίνεται φορτικὰ ὁµοίως, ἐπειδὴ τῷ πάθει κατεχόµεθα. Νῦν µὲν γὰρ κἂν ὀλίγον ᾖ καθαρεύουσα τοῦ πάθους ἡ ψυχὴ, ἕως ἂν ἐνταῦθα ἑστήκῃ, δύναται κρίνειν ὀρθῶς· ἐκεῖ δὲ ἀπελθοῦσα, καὶ κατασχεθεῖσα τῷ πυρετῷ, καὶ ἐν τῇ ἡδονῇ τοῦ πράγµατος γενοµένη, οὐκ ἔχει καθαρὸν τὸ κριτήριον, οὐκ ἔχει τὸδικαστήριον ἀδέκαστον· ὁ Χριστός φησιν, Ἐὰν µή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι µου µαθητής· ὁ µαµωνᾶς φησι, Λάβε ἀπὸ τοῦ πεινῶντος τὸν ἄρτον· ὁ Χριστὸς λέγει, Περίβαλε τὸν γυµνόν· οὗτος λέγει, Τὸν γυµνὸν ἀπόδυσον· ὁ Χριστὸς λέγει, Τοῦ σπέρµατός σου τοὺς οἰκείους οὐχ ὑπερόψει· ὁ µαµωνᾶς λέγει, Οὐκ ἐλεήσεις τοὺς οἰκείους τοῦ σπέρµατός σου, ἀλλὰ κἂν µητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει. Καὶ τί λέγω πατέρα καὶ µητέρα; καὶ τὴν σαυτοῦ ψυχὴν, καὶ ταύτην ἀπόλλυε· ἀλλ' ὅµως ἀκούεται. Οἴµοι! ὅτι ὠµὰ καὶ ἀπηνῆ καὶ θηριώδη προστάττων ἀκούεται µᾶλλον τοῦ τὰ ἐπιεικῆ καὶ σωτήρια ἡµῖν κελεύοντος.∆ ιὰ τοῦτο γέεννα, διὰ τοῦτο πῦρ, διὰ τοῦτο ποταµὸς πυρὸς, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Οἶδα ὅτι πολλοὶ ταῦτα οὐχ ἡδέως ἀκούουσιν ἡµῶν λεγόντων. Οὐδὲ γὰρ ἐγὼ ἡδέως αὐτὰ λέγω· τίς γὰρ χρεία ταῦτα λέγειν; Ἐβουλόµην τὰ περὶ βασιλείας ὑµῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνάπαυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης. Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξέθρεψέ µε, καὶ εἰς τόπον χλόης ἐκεῖ µε κατεσκήνωσεν. Ἐβουλόµην ἐπὶ τοῦ τόπου λέγειν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγµός· ἐβουλόµην διηγεῖσθαι τῆς τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονήν· καίτοι γε πάντα ὑπερβαίνει λόγον, καὶ πάντα νοῦν· ἀλλ' ὅµως κατὰ δύναµιν ἐβουλόµην ταῦτα λέγειν. Ἀλλὰ τί πάθω; Οὐκ ἔνι τῷ πυρέττοντι καὶ κακῶς διακειµένῳ περὶ βασιλείας λέγειν· τέως γὰρ περὶ ὑγείας χρὴ διαλέγεσθαι. Οὐκ ἔνι τῷ δίκης ὑπευθύνῳ περὶ τιµῆς διαλέγεσθαι· τέως γὰρ τὸ ζητούµενον, δίκης ἀπαλλαγῆναι, καὶ τῆς κολάσεως καὶ τῆς τιµωρίας· ἂν µὴ τοῦτο γένηται, πῶς ἐκεῖνο ἔσται;∆ ιὰ τοῦτο ταῦτα λέγω συνεχῶς, ἵνα ἐπ' ἐκεῖνα ἔλθωµεν ταχέως. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο γέενναν ἠπείλησεν, ἵνα µηδεὶς εἰς γέενναν ἐµπέσῃ, ἵνα πάντες βασιλείας ἐπιτύχωµεν. Καὶ ἡµεῖς διὰ τοῦτο συνεχῶς γεέννης µεµνήµεθα, ἵνα πρὸς τὴν βασιλείαν ὑµᾶς ὠθήσωµεν, ἵνα τῷ φόβῳ µαλάξαντες ὑµῶν τὴν διάνοιαν, παρασκευάσωµεν ἄξια τῆς βασιλείας ποιεῖν. Μὴ τοίνυν δυσχεραίνετε πρὸς τὸ τῶν ῥηµάτων βαρύ· τὸ γὰρ βαρὺ τῶν ῥηµάτων κούφας ἡµῖν ἐργάζεται ἀπὸ τῶν ἁµαρτηµάτων ψυχάς. Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔχρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραµµένα ὀρθοῖ· ὡς εἰ µὴ βαρεῖα ἦν, οὐκ ἂν ἴσχυσε διορθῶσαι τὴν διεστραµµένην ὕλην. Οὕτω καὶ ὁ λόγος ἡµῶν ὁ βαρὺς ῥυθµίσαι τὴν ψυχὴν ἰσχύει. Μὴ τοίνυν φεύγωµεν τὴν βαρύτητα τῶν ῥηµάτων, µηδὲ τὰς ἀπὸ τούτων πληγάς. Οὐχ ἵνα διακλάσῃ, οὐδ' ἵνα διαθρύψῃ τὴν ψυχὴν, καταφέρεται ἡ πληγὴ, ἀλλ' ἵνα διορθώσηται. Οἴδαµεν πῶς πλήττοµεν, πῶς ἐπάγοµεν τὴν πληγὴν τῇ τοῦ Θεοῦ χάριτι, ὥστε µὴ συντρίψαι τὸ σκεῦος, ἀλλ' ὥστε λεᾶναι, ὥστε ὀρθῶσαι, ὥστεποιῆσαι εὔχρηστον τῷ∆ εσπότῃ, ὥστε αὐτὸ προσενεγκεῖν ἀποστίλβον τὴν ὑγείαν, καὶ καλῶς ἐκτετορευµένον κατ' ἐκείνην τὴν ἡµέραν, καθ' ἣν ὁ ποταµὸς τοῦπυρὸς, ὥστε προσενεγκεῖν µὴ δεόµενον τῆς ἐκεῖ πυρᾶς. Ἂν γὰρ µὴ πυρώσωµεν ὑµᾶς ἐνταῦθα, ἀνάγκη πάντως πυρωθῆναι ἐκεῖ, καὶ οὐκ ἔνι ἄλλως· Ἡ γὰρ ἡµέρα Κυρίου ἐν πυρὶ ἀποκαλύπτεται. Κρεῖσσον τοῖς ἡµετέροις λόγοις ὑµᾶς κατακαυθῆναι πρὸς βραχὺ, ἢ διαπαντὸς ἐκείνῃ τῇ φλογί. Πάντως γὰρ ὅτι τοῦτο ἔσται, δῆλον, καὶ πολλάκις ὑµῖν εἶπον λογισµοὺς ἀναντιῤῥήτους. Ἔδει µὲν γὰρ ἀπὸ τῶν Γραφῶν πείθεσθαι µόνον· ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν λογισµῶν ἐκινήσαµεν πολλά. Οὐδὲν δὲ κωλύει καὶ νῦν τοὺς αὐτοὺς εἰπεῖν. Τίνες δὲ ἦσαν;∆ ίκαιός ἐστιν ὁ Θεός· πάντες ὁµολογοῦµεν τοῦτο, καὶ Ἕλληνες καὶ Ἰουδαῖοι καὶ αἱρετικοὶ καὶ Χριστιανοί. Ἀλλ' ἐνταῦθα πολλοὶ µὲν τῶν ἡµαρτηκότων ἀπῆλθον µὴ κολασθέντες· πολλοὶ δὲ καὶ τῶν κατορθωσάντων ἀπῆλθον µυρία παθόντες δεινά. Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, ποῦ τούτοις τὰ ἀγαθὰ ἀποδώσει, ποῦ ἐκείνοις τὰς τιµωρίας, εἰ γέεννα µὴ ἔστιν, εἰ ἀνάστασις µὴ ἔστι; Τοῦτο[ ν] οὖν ἀεὶ καὶ ἐκείνοις καὶ ἑαυτοῖς τὸν λόγον κατεπᾴδετε, καὶ οὐκ ἀφήσει ὑµᾶς διαπιστῆσαι τῇ ἀναστάσει. Ὁ δὲ µὴ ἀπιστῶν τῇ ἀναστάσει, σπουδάσει µετὰ πολλῆς ζῇν τῆς προσοχῆς· ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.