Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
7.0
Τοῦτο γὰρ φρονείσθω ἐν ὑµῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν µορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, µορφὴν δούλου λαβὼν, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος, καὶ σχήµατι εὑρεθεὶς, ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόµενος ὑπήκοος µέχρι θανάτου, θανάτου δὲ σταυροῦ.∆ ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα, ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ πᾶν γόνυ κάµψῃ ἐπουρανίων καὶ ἐπιγείωνκαὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξοµολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
7.1
Εἴρηται ἡµῖν τὰ περὶ τῶν αἱρετικῶν· εὔκαιρον δὴ λοιπὸν καὶ τὰ ἡµέτερα εἰπεῖν. Ἐκεῖνοι λέγουσιν, ὅτι τὸ, Οὐχ ἁρπαγµὸν ἡγήσατο, ἁρπάσαι ἐστίν· ἡµεῖς ἐδείξαµεν, ὅτι πάντη ἕωλον καὶ ἄτοπον τοῦτο, ὅτι οὔτε εἰς ταπεινοφροσύνην τις ἐντεῦθεν παρακαλεῖ, οὔτε τὸν Θεὸν οὕτω θαυµάζει, ἀλλ' οὐδὲ ἄνθρωπον. Τί οὖν ἐστιν, ἀγαπητοί; Προσέχετε τοῖς λεγοµένοις νῦν· Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων νοµίζουσιν, ὅταν ταπεινόφρονες ὦσιν, ἀποστερεῖσθαι τοῦ οἰκείου ἀξιώµατος καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι, τοῦτον ἐξαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, περὶ τοῦ Θεοῦ φησιν, ὅτι ὁ Θεὸς, ὁ µονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὁ ἐν µορφῇ Θεοῦ ὢν, ὁµηδὲν ἔλαττον ἔχων τοῦ Πατρὸς, ὁ ἴσος αὐτῷ, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί δὲ τοῦτό ἐστι, µάνθανε· Ὅπερ ἂν ἁρπάσῃ τις, καὶ παρὰ τὸ προσῆκον λάβῃ, τοῦτο ἀποθέσθαι οὐ τολµᾷ, δεδοικὼς µὴ ἀπόληται, µὴ ἐκπέσῃ, ἀλλὰ διαπαντὸς αὐτὸ κατέχει· ὁ µέντοι φυσικόν τι ἔχων ἀξίωµα, οὐ δέδοικε καὶ καταβῆναι ἀπ' ἐκείνου τοῦ ἀξιώµατος, εἰδὼς ὅτι οὐδὲν τοιοῦτον πείσεται. Οἷον ὡς ἐπὶ ὑποδείγµατος ἵνα εἴπω, ὁ Ἀβεσσαλὼµ ἥρπασε τὴν τυραννίδα, καὶ ἀποθέσθαι ταύτην οὐκ ἐτόλµα λοιπόν. Καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόµεθα ὑπόδειγµα. Ἂν δὲ µὴ ἰσχύῃ τὰ ὑποδείγµατα τὸ πᾶν παραστῆσαι, µὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγµατα τοιαῦτά ἐστι· τὸ πλέον ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. Ἐπανέστη τις βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγµα οὐ τολµᾷ· ἂν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπόλωλεν. Ἢ καὶ ἐπὶ ἄλλου τινὸς ἔλθωµεν ὑποδείγµατος· οἷον, ἥρπασέ τίς τι, τοῦτο κατέχει διαπαντός· ἂν γὰρ ἀπόθηται, εὐθέως ἀπώλεσε. Καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ µὴ διαπαντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσιν. Ἀλλ' οὐχ οἱ µὴ ἐξ ἁρπαγῆς ἔχοντες· οἷον, ὁ ἄνθρωπος ἀξίωµα ἔχει τὸ εἶναι λογικός. Οὐχ εὑρίσκω παράδειγµα. Οὐ γὰρ ἔστι παρ' ἡµῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικὸν, ἐπειδὴ τοῦ Θεοῦ τῇ φύσει πάντα συγκεκλήρωται. Τί οὖν φαµεν; Ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη καταβῆναι ἀπὸ τοῦ ἀξιώµατος· οὐ γὰρ ἁρπαγµὸν ἡγήσατο τὴν θεότητα, οὐκ ἐδεδοίκει µή τις αὐτὸν ἀφέληται τὴν φύσιν, ἢ τὸ ἀξίωµα.∆ ιὸ καὶ ἀπέθετο αὐτὸ, θαῤῥῶν ὅτι αὐτὸ ἀναλήψεται· καὶ ἔκρυψεν, ἡγούµενος οὐδὲν ἐλαττοῦσθαι ἀπὸ τούτου.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Οὐχ ἥρπασεν, ἀλλ', Οὐχ ἁρπαγµὸν ἡγήσατο· ὅτι οὐχ ἁρπάσας εἶχε τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν, οὐ δεδοµένην, ἀλλὰ µόνιµον καὶ ἀσφαλῆ.∆ ιὸ οὐ παραιτεῖται καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆµα. Ὁ τύραννος δέδοικεν ἐν πολέµῳ ἀποθέσθαι τὴν ἁλουργίδα, ὁ δὲ βασιλεὺς µετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας.∆ ιὰ τί; ὅτι οὐχ ἁρπαγµὸν ἔχει τὴν ἀρχήν. Οὐχ ὡς ἁρπάσας οὖν οὐκ ἀπετίθετο, ἀλλ' ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι δυναµένην, ἔκρυψε. Τοῦτο τὸ εἶναι ἴσα Θεῷ οὐχ ὡς ἁρπαγµὸν εἶχεν, ἀλλὰ φυσικόν· διὸ ἐκένωσεν ἑαυτόν. Ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη, ὅτι ὑπετάγη; Ἑαυτὸν, φησὶν, ἐκένωσεν, ἑαυτὸν ἐταπείνωσεν, ὑπήκοος γενόµενος µέχρι θανάτου. Πῶς ἐκένωσε; Μορφὴν δούλου λαβὼν, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος, καὶ σχήµατι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐνταῦθα πρὸς τὸ, Ἀλλήλους ἡγούµενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπε, τὸ, Ἑαυτὸν ἐκένωσεν· ἐπεὶ εἰ ὑπετάγη, οὐδὲ ταπεινοφροσύνης ἦν τὸ πρᾶγµα, εἰ µὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ µὴ παρ' ἑαυτοῦ. Εἰ γὰρ οὐκ ᾔδει, ὅτι δεῖ τοῦτο γενέσθαι, ἔσται ἀτελής· εἰ µὴ εἰδὼς περιέµενε τὸν καιρὸν τοῦ προστάγµατος, ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι, καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ὑποταγῆναι ὑπέµενεν; Ἵνα δείξῃ τὴν τοῦ Πατρὸς ὑπεροχήν. Τοῦτο οὐ Πατρός ἐστι δεῖξαι τὴν ὑπεροχὴν, ἀλλ' οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατρὸς ὄνοµα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατρός; Χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστι τῷ Παιδί. Ἄλλως δὲ, οὐδὲ ἱκανὴ αὕτη ἡ τιµὴ ἀπὸ τοῦ Πατρὸς διαβῆναι πρὸς τὸν Υἱόν. Χωρὶς δὲ τούτου, πάντα τὰ τοῦ Πατρὸς κοινά ἐστι τῷ Παιδί.
7.2
Ἐνταῦθα ἐπιλαβόµενοι τοῦ ῥητοῦ οἱ ἀπὸ Μαρκίωνος, Ἰδοὺ, φασὶν, οὐκ ἐγένετο ἄνθρωπος, ἀλλ', Ἐν ὁµοιώµατι ἀνθρώπου γενόµενος. Πῶς δὲ ἔστιν ἐν ὁµοιώµατι ἀνθρώπων γενέσθαι; σκιὰν περιβαλλόµε νον; Οὐκοῦν εἴδωλον τοῦτό ἐστι, καὶ οὐκ ἔστιν ἀνθρώπου ὁµοίωµα· ἀνθρώπου γὰρ ὁµοίωµα, ἄνθρωπος ἕτερος. Τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, Ὁ Λόγος σὰρξ ἐγένετο; Ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ µακάριος ἀλλαχοῦ, Ἐν ὁµοιώµατι σαρκὸς ἁµαρτίας. Καὶ σχήµατι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἰδοὺ, φησὶ, Καὶ σχήµατι, καὶ, Ὡς ἄνθρωπος. Τοῦτο δὲ οὐκ ἔστιν ἄνθρωπος ἀληθῶς, τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τὸ σχήµατι εἶναι ἄνθρωπον· τὸ γὰρ σχήµατι εἶναι ἄνθρωπον, οὐκ ἔστι φύσει ἄνθρωπον εἶναι. Ὁρᾶτε µεθ' ὅσης ἐγὼ εὐγνωµοσύνης τὰ παρὰ τῶν ἐχθρῶν τίθηµι; Ἡ γὰρ λαµπρὰ νίκη καὶ ἐκ περιουσίας γινοµένη αὕτη ἐστὶν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι οὐκ ἀποκρύπτωµεν· τὸ γὰρ ἀποκρύπτειν ἀπάτη ἐστὶ µᾶλλον, ἢ νίκη. Τί οὖν φασι( πάλιν γὰρ αὐτὰ ἀναλάβωµεν); Τὸ, Σχήµατι, οὐκ ἔστι φύσει, καὶ τὸ, ὡς ἄνθρωπον εἶναι, καὶ τὸ, ἐν ὁµοιώµατι ἀνθρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι. Ἄρα καὶ τὸ µορφὴν δούλου λαβεῖν, οὐκ ἔστι µορφὴν δούλου λαβεῖν. Οὐκοῦν µάχη ἐνταῦθα· καὶ διὰ τί µὴ ἐκεῖνο σὺ πρότερος λύεις; Ὥσπερ γὰρ ταῦτα νοµίζεις ἡµῖν ἀντικεῖσθαι, οὕτω καὶ ἡµεῖς φαµεν ἐκεῖνό σοι ἀντικεῖσθαι. Οὐ γὰρ εἶπεν, Ὡς µορφὴ δούλου, οὐδὲ, Ἐν ὁµοιώµατι µορφῆς δούλου, οὐδὲ, Ἐν σχήµατι µορφῆς δούλου, ἀλλὰ, Μορφὴν δούλου ἔλαβε. Τί οὖν ἐστι; καὶ γὰρ µάχη ἐστίν. Οὐδεµία µάχη, µὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέλαστος; Μορφὴν δούλου, φασὶν, ἔλαβεν, ὅτι τὸ λέντιον περιζωσάµενος ἔνιψε τοὺς πόδας τῶν µαθητῶν. Τοῦτο µορφὴ δούλου ἐστίν; Ἀλλ' οὐκ ἔστι τοῦτο µορφὴ δούλου, ἀλλ' ἔργον δούλου. Ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ ἕτερον µορφὴν δούλου λαβεῖν.∆ ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι Ἔργον ἐποίησε δούλου, ὃ σαφέστερον ἦν; Οὐδαµοῦ δὲ ἐν τῇ Γραφῇ µορφὴ ἀντὶ ἔργου εἴρηται. Πολὺ γὰρ τὸ µέσον· τὸ µὲν γὰρ φύσεώς ἐστι, τὸ δὲ ἐνεργείας. Καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαµοῦ τὴν µορφὴν ἀντὶ ἔργου λέγοντες λαµβάνοµεν. Ἄλλως δὲ, οὐδὲ τὸ ἔργον ἐποίησε κατ' ἐκείνους, οὐδὲ µὴν διεζώσατο. Εἰ γὰρ φαντασία τὸ πρᾶγµα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ µὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ µὴ ὀσφὺν εἶχε, πῶς λέντιον περιεζώσατο; ποῖα δὲ καὶ ἱµάτια ἔλαβεν; Ἔλαβε γὰρ τὰ ἱµάτια αὑτοῦ, φησίν. Ὥσπερ οὖν οὐδὲ τὸ ἔργον ἐνταῦθα εὑρίσκεται γεγονὸς, ἀλλὰ ἀπάτη ἐστὶ µόνον, οὕτως οὐδὲ ἔνιψε τοὺς πόδας τῶν µαθητῶν. Εἰ γὰρ ἡ ἀσώµατος φύσις οὐκ ἐφάνη, ἐν σώµατι οὐκ ἦν. Τίς οὖν τοὺς µαθητὰς ἔνιψε; Τί οὖν πάλιν πρὸς Παῦλον τὸν Σαµοσατέα ἐροῦµεν; Καὶ τί ἐκεῖνος εἶπε, φησίν; Αὐτὸς τὸ αὐτό φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο κένωσις, τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁµοδούλους. Ἃ γὰρ εἴποµεν πρὸς Ἀρειανοὺς, ταῦτα καὶ πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ' ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ καὶ οὗτοι κἀκεῖνοι κτίσµα τὸν Υἱὸν τοῦ Θεοῦ φασι. Τί οὖν ἐροῦµεν πρὸς αὐτούς; Εἰ ἄνθρωπος ἀνθρώπους ἔνιψεν, οὐκ ἐκένωσεν, οὐκ ἐταπείνωσεν ἑαυτόν· εἰ ἄνθρωποςὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός. Τὸ µὲν Θεὸν ὄντα ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, ἄφατος, ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποία ταπείνωσις; Ποῦ δὲ µορφὴ Θεοῦ, ἔργον Θεοῦ λέγεται; Εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται µορφὴ Θεοῦ, διὰ τί µὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ λέγοµεν; µείζονα γὰρ αὐτοῦ εἰργάσατο.∆ ιὰ τί µὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι µορφὴν Θεοῦ εἶχε; διὰ τί µὴ καὶ παρ' ἑαυτοῦ τὸ παράδειγµα εἰσήνεγκε Παῦλος, ὁ µυρία πράξας δουλικὰ, καὶ µηδὲν παραιτησάµενος; λέγει γάρ· Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν. Γέλως ταῦτα καὶ φλυαρία. Ἐκένωσεν ἑαυτὸν, φησί. Πῶς ἐκένωσεν, εἰπὲ, καὶ τί ἡ κένωσις; καὶ τί ἡ ταπείνωσις; ἢ ἐπειδὴ θαύµατα εἰργάσατο; Ἀλλὰ τοῦτο ἐποίησε καὶ Παῦλος, καὶ Πέτρος, ὥστε οὐ τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον. Τί οὖν ἐστιν ὅ φησιν, Ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος; Πολλὰ µὲν εἶχεν ἡµέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, οἷον ἁµαρτίαν οὐκ ἐποίησε. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ µηδενὶ τῶν ἀνθρώπων. Οὐκ ἦν τὸ φαινόµενον µόνον, ἀλλὰ καὶ Θεός. Ἐφαίνετο µὲν γὰρ ἄνθρωπος, οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅµοιος, εἰ καὶ τὴν σάρκα ὅµοιος ἦν. Τοῦτο οὖν λέγει, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρωπος· διὰ τοῦτό φησιν, Ἐν ὁµοιώµατι ἀνθρώπων. Ἡµεῖς µὲν ψυχὴ καὶ σῶµά ἐσµεν· ἐκεῖνος δὲ Θεὸς, καὶ ψυχὴ, καὶ σῶµα.∆ ιὰ τοῦτό φησιν, Ἐν ὁµοιώµατι. Ἵνα γὰρ µὴ ἀκούσας, ὅτι Ἐκένωσεν ἑαυτὸν, µεταβολὴν νοµίσῃς καὶ µετάπτωσιν καὶ ἀφανισµόν τινα, Μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν, καὶσὰρξ γενόµενος ἔµενε Θεὸς Λόγος ὤν.
7.3
Ὥστε κατὰ τοῦτο ὅµοιος ἀνθρώπῳ, καὶ διὰ τοῦτό φησι, Καὶ σχήµατι· οὐ τοῦτο λέγων, ὅτι ἡ φύσις µετέπεσεν, οὐδὲ σύγχυσίς τις ἐγένετο, ἀλλὰ σχήµατι ἐγένετο. Εἰπὼν γὰρ, ὅτι Μορφὴν δούλου ἔλαβεν, ἐθάρσησε λοιπὸν καὶ τοῦτο εἰπεῖν, ὡς ἐκείνου πάντας ἐπιστοµίζοντος. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ἐν ὁµοιώµατι σαρκὸς ἁµαρτίας, οὐ τοῦτό φησιν, ὅτι σάρκα οὐκ εἶχεν, ἀλλ' ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥµαρτεν, ἀλλ' ὁµοία ἦν τῇ ἁµαρτωλῷ. Κατὰ τί ὁµοία; Κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁµοία ἁµαρτωλοῦ ψυχῆς. Ὥσπερ οὖν ἐκεῖ τὸ ὅµοιον διὰ τὸ µὴ πάντα εἶναι ἴσον, οὕτω καὶ ἐνταῦθα ὁµοίωµα διὰ τὸ µὴ πάντα εἶναι ἴσα· οἷον τὸ µὴ ἐκ συνουσίας τὸ χωρὶς ἁµαρτίας, τὸ µὴ ψιλὸν ἄνθρωπον. Καὶ καλῶς εἶπεν, Ὡς ἄνθρωπος· οὐ γὰρ ἦν εἷς τῶν πολλῶν, ἀλλ' ὡς εἷς τῶν πολλῶν. Οὐ γὰρ εἰς ἄνθρωπον µετέπεσεν ὁ Θεὸς Λόγος, οὐδὲ οὐσία µετεβλήθη, ἀλλ' ὡς ἄνθρωπος ἐφάνη, οὐ φαντασιοκοπῶν ἡµᾶς, ἀλλὰ παιδεύωνεἰς ταπεινοφροσύνην. Ὅταν οὖν εἴπῃ, Ὡς ἄνθρωπος, τοῦτό φησιν· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν αὐτὸν ἄνθρωπον, ὅταν λέγῃ· Εἷς Θεὸς, καὶ εἷς µεσίτης ἄνθρωπος Χριστὸς Ἰησοῦς. Εἴρηται ἡµῖν καὶ τὰ πρὸς τούτους· καὶ πρὸς τοὺς µὴ λέγοντας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν· Εἰ ἡ µορφὴ τοῦ Θεοῦ τέλειος Θεὸς, καὶ ἡ µορφὴ τοῦ δούλου τέλειος δοῦλος. Πάλιν πρὸς Ἀρειανοὺς ὁ λόγος. Μορφὴ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐνταῦθα περὶ τῆς θεότητος, οὐδαµοῦ τὸ, Ἐγένετο, οὐδαµοῦ τὸ, Ἔλαβεν· ἀλλ', Ἑαυτὸν ἐκένωσε, µορφὴν δούλου λαβὼν, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος. Ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος, τὸ, Ἔλαβε, καὶ, Ἐγένετο. Τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχε. Μὴ δὴ συγχέωµεν, µηδὲ διιστῶµεν. Εἷς Θεὸς, εἷς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ, εἷς, ὅταν εἴπω, ἕνωσιν λέγω, οὐ σύγχυσιν, τῆς φύσεως ταύτης εἰς ἐκείνην µεταπεσούσης, ἀλλὰ ἡνωµένης. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόµενος µέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν, οὐκ ἴσος ὢν ᾧ ὑπήκουσεν. Οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ὦ ἀγνώµονες καὶ ἀνόητοι· ἐπεὶ καὶ φίλοις πολλάκις ὑπακούοµεν ἡµεῖς, καὶ οὐδὲν τοῦτο ἡµᾶς ἐλάττους ποιεῖ. Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δουλικὸν ἀξίωµα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ µάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦµα, τῇ πολλῇ περὶτὸν Πατέρα τιµῇ. Ἐτίµησε τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν ἀτιµάσῃς, ἀλλ' ἵνα µᾶλλον θαυµάσῃς, ἵνα καὶ ἀπὸ τούτου µάθῃς, ὅτι γνήσιος Υἱὸς, τῷ µάλιστα πάντων τὸνΠατέρα τετιµηκέναι. Οὐδεὶς οὕτως ἐτίµησε τὸν Θεόν. Ὅσον εἶχε τὸ ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίῤῥοπον. Ὥσπερ πάντων ἐστὶ µείζων, καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιµῇ πάντας ἐνίκησεν, οὐκ ἀναγκασθεὶς, οὐδὲ ἄκων. Καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἢ οὐκ ἔχω πῶς εἴπω. Βαβαί! µέγα καὶ τὸ δοῦλον γενέσθαι, καὶ σφόδρα ἄῤῥητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι, πάλιν πολλῷ πλέον. Ἀλλ' ἔστι καὶ ἕτερόν τι τούτου µεῖζον καὶ παραδοξότερον. Ποῖον δὲ τοῦτο; ὅτι οὐχ ἅπας θάνατος ὅµοιος. Οὗτος γὰρ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει, οὗτος ὁ αἰσχύνης γέµων οὗτος ὁ ἐπάρατος· Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ κρεµάµενος ἐπὶ ξύλου.∆ ιὰ τοῦτο καὶ Ἰουδαῖοι τούτῳ ἐσπούδασαν αὐτὸν ἀνελεῖν, ὥστε καὶ ἐπονείδιστον ἐργάσασθαι, ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι µηδεὶς ἀπέχηται αὐτοῦ, ἀλλὰτῷ οὕτως ἀναιρεθῆναι,∆ ιὰ τοῦτο καὶ λῃσταὶ δύο µεταξὺ αὐτοῦ ἐσταυρώθησαν, ἵνα κοινωνήσῃ τῆς δόξης αὐτοῖς, καὶ πληρωθῇ τὸ εἰρηµένον, Καὶ µετὰἀνόµων ἐλογίσθη. Ἀλλὰ τοσούτῳ µᾶλλον ἡ ἀλήθεια λάµπει, τοσούτῳ φαιδροτέρα γίνεται. Ὅταν γὰρ τοσαῦτα ᾖ µηχανήµατα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόµενα, διαλάµπῃ δὲ, µᾶλλον τὸ θαῦµα µεῖζον δείκνυται. Οὐ γὰρ τῷ ἁπλῶς ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτότερον· καὶ οὐδὲν ἴσχυσαν. Οὕτω δὲ µιαροί τινες ἦσαν ἀµφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς µετεβάλετο, ὅτι καὶ ἐν σταυρῷ ὄντες, ὠνείδιζον αὐτῷ· καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁµαρτηµάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν, κατεῖχεν αὐτῶν τὴν µανίαν. Ὅπερ οὖν καὶ ὁ εἷς τῷ ἑνὶ εἶπε, καὶ ἐπεστόµισε λέγων· Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίµατί ἐσµεν; Τοσαύτην εἶχον τὴν κακίαν. Ἀλλ' οὐδὲν πρὸς τὴν οἰκείαν δόξαν παρεβλάβη ἐντεῦθεν.∆ ιό φησι· Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα.
7.4
Ὅταν τῆς σαρκὸς ἐπιλάβηται ὁ µακάριος Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ µετὰ ἀδείας φθέγγεται. Ἕως µὲν γὰρ οὐκ ἔλεγεν, ὅτι µορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο, ὅρα πῶς ὑψηλῶς· ὑψηλῶς λέγω κατὰ τὴν δύναµιν· κατὰ γὰρ τὴν αὐτοῦ ἀξίαν οὐ φθέγγεται· οὐδὲ γὰρ δύναται· Ἐν µορφῇ, φησὶ, Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγµὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησεν, ἀδεῶς λοιπὸν τὰ ταπεινὰ φθέγγεται, θαῤῥῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸςαὐτοῦ δεχοµένης ταῦτα.∆ ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα· ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ πᾶν γόνυ κάµψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξοµολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸςεἰς δόξαν Θεοῦ Πατρός. Εἴπωµεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ µὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν; ὡς πλεῖόν τι δεδωκώς; Οὐκοῦν ἀτελὴς ἦν κατὰ τοῦτο, καὶ δι' ἡµᾶς ἐγένετο τέλειος. Εἰ γὰρ µὴ ἡµᾶς εὐεργέτησεν, οὐκ ἂν ἔτυχε τῆς τιµῆς. Καὶ ἐχαρίσατο, φησὶν, ὄνοµα. Ἰδοὺ, οὐδὲ ὄνοµα εἶχε καθ' ὑµᾶς. Πῶς δὲ, εἰ ὀφειλὴν ἔλαβεν, εὑρίσκεται χάριτι καὶ δωρεᾷ λαβὼν, καὶ Ὄνοµα τὸ ὑπὲρ πᾶν ὄνοµα; Ποῖον δὲ ἴδωµεν καὶ ὄνοµα· Ἵνα ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ, φησὶ, πᾶν γόνυ κάµψῃ. Ὄνοµα αὐτοὶ τὴν δόξαν λέγουσιν. Αὕτη γοῦν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστί· δόξα δὲ ὅλως ἐστὶ, τὸ προσκυνεῖν αὐτῷ. Πόῤῥω ἀπέχετε τῆς τοῦ Θεοῦ µεγαλειότητος ὑµεῖς, οἱ νοµίζοντες εἰδέναι Θεὸν, ὡς αὐτὸς οἶδεν ἑαυτόν. Καὶ ἀπὸ τούτου µὲν δῆλον, ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ καὶ ἐκ τούτου. Αὕτη δόξα ἐστὶν, εἰπέ µοι; Οὐκοῦν πρὶν ἢ τοὺς ἀνθρώπους γενέσθαι, πρὶν ἢ τοὺς ἀγγέλους, πρὶν ἢ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν δόξῃ. Εἰ γὰρ αὕτη ἐστὶν ἡ δόξα, ἡ ὑπὲρ πᾶσαν δόξαν( τοῦτο γάρ ἐστιν, Ὑπὲρ πᾶν ὄνοµα)· εἰ καὶ ἐν δόξῃ ἦν, ἀλλ' ἐν ἐλάττονι ταύτης. Οὐκοῦν τοῦτο τὰ ὄντα ἐποίησε, καὶ διὰ τοῦτο, ἵνα ἐν δόξῃ γένηται, οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόµενος τῆς παρ' ἡµῶν δόξης. Ὁρᾶτε τὴν ἄνοιαν; ὁρᾶτε τὴν ἀσέβειαν; Ἂν µὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγον, εἶχε λόγον· ἀνέχεται γὰρ ὁ Θεοῦ Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονοµίαν τὸ πᾶν ἵσταται· νῦν δὲ περὶ τὴν θεότητα ταῦτα λεγόµενα, οὐδεµία συγγνώµη τοῖς κακουργοῦσι καταλιµπάνεται. Ὥστε ὅταν εἴπωµεν, Ἐποίησεν ἄνθρωπον ἀθάνατον ὁ Θεὸς, κἂν περὶ τοῦ ὅλου εἴπω, οἶδα ὃ λέγω. Τί δέ ἐστιν, Ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων; Τουτέστιν, ὁ κόσµος πᾶς, καὶ ἄγγελοι καὶ ἄνθρωποι καὶ δαίµονες· ἢ ὅτι καὶ οἱ δίκαιοι καὶ οἱ ἁµαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξοµολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Τουτέστιν, ἵνα πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός. Ὁρᾷς πανταχοῦ, ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόµενον; Οὕτω καὶ ὅταν ἀτιµάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιµάζεται. Εἰ γὰρ ἐφ' ἡµῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ µέσον, πολλῷ µᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα µέσον οὐδὲν, ἐπ' αὐτὸν διαβαίνει καὶ ἡ τιµὴ καὶἡ ἀτιµία. Ἂν γὰρ ἡ οἰκουµένη ὑποταγῇ τῷ Υἱῷ, φησὶ, τοῦτο Πατρός ἐστι δόξα. Οὐκοῦν καὶ ὅταν λέγωµεν, ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, ὅτι οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρός. Τοῦτο καὶ τῆς δυνάµεως αὐτοῦ τεκµήριον µέγα καὶ τῆς ἀγαθότητος καὶ τῆς σοφίας, ὅτι Υἱὸν τοιοῦτον ἐγέννησεν, ὅτι οὐδὲν ἐλάττονα, οὐδὲ κατὰτὴν ἀγαθότητα, οὔτε κατὰ τὴν σοφίαν. Ὅταν εἴπω, ὅτι σοφός ἐστιν, ὡς ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων, τοῦτο τῆς πολλῆς τοῦ Πατρὸς σοφίας τεκµήριον· ὅταν εἴπω, ὅτι δυνατός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάµεως αὐτοῦ τεκµήριον· ὅταν εἴπω, ὅτι ἀγαθός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς ἀγαθότητος αὐτοῦ δεῖγµα µέγιστον, ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν αὐτοῦ λειπόµενον οὐδὲ ἀποδέοντα· ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυµάζω, καὶ τὴν δύναµιν αὐτοῦ καὶτὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡµῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι. Ὥστε ὅσα ἂν εἴπω µεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει. Εἰ γὰρ τὸ µικρὸν τοῦτο καὶ εὐτελὲς( µικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν τὸ τὴν οἰκουµένην αὐτῷ προσκυνῆσαι) εἰς δόξαν Θεοῦ γίνεται, πόσῳ µᾶλλοντὰ ἄλλα πάντα;
7.5
Πιστεύωµεν τοίνυν εἰς δόξαν αὐτοῦ, καὶ βιῶµεν εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν ὄφελος θατέρου. Ὥστε ὅταν δοξάζωµεν καλῶς, µὴ βιῶµεν δὲ καλῶς, τότε µάλιστα ὑβρίζοµεν αὐτὸν, ὅτι ἐπιγραφόµενοι αὐτὸν∆ εσπότην καὶ∆ ιδάσκαλον, καταφρονοῦµεν αὐτοῦ, καὶ οὐ δεδοίκαµεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ µὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν, θαυµαστὸν οὐδὲν, οὐδὲ τοσαύτης καταγνώσεως ἄξιον· τὸ δὲ Χριστιανοὺς τοσούτων µετέχοντας µυστηρίων, τοσαύτης ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον. Εἰπὲ γάρ µοι· ὑπήκουσε τὴν ἐσχάτην ὑπακοὴν, διὰ τοῦτο ἔλαβε τὴν ἄνω τιµήν· δοῦλος ἐγένετο, διὰ τοῦτο∆ εσπότης ἐστὶ πάντων, καὶ ἀγγέλων καὶ τῶν ἄλλων ἁπάντων. Ὥστε καὶ ἡµεῖς µὴ νοµίζωµεν κατέρχεσθαι ἀπὸ τοῦ ἀξιώµατος, ὅταν ταπεινώσωµεν ἑαυτούς. Τότε γὰρ µᾶλλόν ἐστιν ὑψωθῆναι εἰκότως· τότε µάλιστά ἐστι θαυµασθῆναι. Ὅτι γὰρ ὁ ὑψηλὸς ταπεινός ἐστιν, ὁ δὲ ταπεινὸς ὑψηλὸς, ἀρκεῖ µὲν καὶ ἡ τοῦ Χριστοῦ ἀπόφασις τοῦτο λέγουσα· πλὴν ἀλλὰ καὶ αὐτὸ τὸ πρᾶγµα ἐξετάσωµεν· Τί ἐστι ταπεινωθῆναι; οὐ τὸ ψέγεσθαι, οὐ τὸ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Τί δὲ ὑψωθῆναι; οὐ τὸ τιµᾶσθαι, τὸ ἐπαινεῖσθαι, τὸ δοξάζεσθαι; Καλῶς. Ἴδωµεν οὖν πῶς τοῦτο γίνεται. Ἄγγελος ἦν ὁ Σατανᾶς, ὕψωσεν ἑαυτόν· τί οὖν, οὐχὶ πάντων µᾶλλον ἐταπεινώθη; οὐχὶ χωρίον ἔχει τὴν γῆν; οὐχὶ ὑπὸ πάντων κατηγορεῖται καὶ διαβάλλεται; Ἄνθρωπος ὢν ὁ Παῦλος, ἐταπείνωσεν ἑαυτόν· τί οὖν; οὐχὶ θαυµάζεται; οὐχὶ ἐπαινεῖται; οὐχὶ ἐγκωµιάζεται; οὐχὶ φίλος ἐστὶ τοῦ Χριστοῦ; οὐχὶ µείζονα εἰργάσατο ὧν ὁ Χριστὸς ἐποίησεν; οὐχ ὡς ἀνδραπόδῳ πολλάκις ἐπέταξε τῷ διαβόλῳ; οὐχὶ ὡς δήµιον περιέφερεν; οὐχὶ ἔπαιξεν ἐν αὐτῷ; οὐχὶ συντετριµµένην αὐτοῦ τὴν κεφαλὴν εἶχεν ὑπὸ τοὺς πόδας τοὺς αὑτοῦ; οὐχὶ καὶ ἑτέροις µετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο ἐπηύχετο; Τί λέγω ταῦτα; Ἐπῆρεν ἑαυτὸν ὁ Ἀβεσσαλὼµ, ἐταπείνωσεν ἑαυτὸν ὁ∆ αυΐδ· ποῖος οὖν ὑψηλὸς ἐγένετο; τίς ἐπίδοξος; Τί γὰρ ταπεινότερον τῶν ῥηµάτων τούτων ὧν ἐπὶ τοῦ Σεµεεῖ ἐφθέγγετο ὁ µακάριος οὗτος προφήτης, λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαί µε· Κύριος γὰρ ἐνετείλατο αὐτῷ; Καὶ ἐπ' αὐτῶν δὲ τῶν πραγµάτων ἐξετάσωµεν, εἰ δοκεῖ· Ἐταπείνωσεν ἑαυτὸν ὁ τελώνης, καίτοι γε οὐδὲ ταπεινοφροσύνη τὸ πρᾶγµα ἦν, ἀλλὰ εὐγνωµόνως πως ἔλεγεν, ἅπερ ἔλεγεν. Ὕψωσεν ἑαυτὸν ὁ Φαρισαῖος. Ἀλλ' εἰ δοκεῖ, ἀφέντες τὰ πρόσωπα, ἐξετάσωµεν τὰ πράγµατα· Ἔστωσαν δύο τινὲς, ἀµφότεροι καὶ πλουτοῦντες, καὶ µετέχοντες πολλῆς τιµῆς, καὶ ἐπὶ σοφίᾳ καὶ δυναστείᾳ, καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κοσµικοῖςπλεονεκτήµασι µεγαλοφρονοῦντες· εἶτα ὁ µὲν αὐτῶν ζητείτω τὰς παρὰ πάντων τιµὰς, καὶ µὴ λαµβάνων ὀργιζέσθω, καὶ πλέον ἢ δεῖ ἀπαιτείτω, καὶ ὑψούτω ἑαυτόν· ὁ δὲ καταφρονείτω τοῦ πράγµατος, καὶ πρὸς µηδένα ὑπὲρ τούτου δυσχεραινέτω, καὶ διδοµένην τὴν τιµὴν διακρουέσθω. Τίς οὖν µείζων; ὁ µὴ λαµβάνων καὶ ζητῶν, ἢ ὁ καὶ διδόντων καταφρονῶν; Εὔδηλον ὅτι οὗτος· εἰκότως.∆ όξης γὰρ οὐκ ἔστιν ἄλλως ἐπιτυχεῖν, ἀλλ' ἢ ἐν τῷ δόξαν φεύγειν. Ἕως µὲν γὰρ αὐτὴν διώκωµεν, φεύγει ἡµᾶς· ὅταν δὲ αὐτὴν φεύγωµεν, διώκει ἡµᾶς. Εἰ βούλει ἔνδοξος εἶναι, µὴ ἐπιθύµει δόξης· εἰ βούλει ὑψηλὸς εἶναι, µὴ γίνου ὑψηλός. Καὶ ἄλλως δὲ, τὸν µὲν µὴ ἐφιέµενον τιµῆς πάντες τιµῶσι, τὸν δὲ ἐπιζητοῦντα διαπτύουσι· πέφυκε γάρ πως φιλόνεικον εἶναι τὸ τῶν ἀνθρώπων γένος καὶ ἀντιπαθές. Καταφρονῶµεν τοίνυν δόξης· οὕτω γὰρ δυνησόµεθα γενέσθαι ταπεινοὶ, µᾶλλον δὲ ὑψηλοί. Μὴ ὕψου σαυτὸν, ἵνα παρ' ἑτέρου ὑψωθῇς. Ὁ παρ' ἑαυτοῦ ὑψούµενος, παρ' ἑτέρων οὐχ ὑψοῦται· ὁ παρ' ἑαυτοῦ ταπεινούµενος, παρ' ἑτέρων οὐ ταπεινοῦται. Μέγα ἀπόνοια κακόν· µωρὸν εἶναι κρεῖττον, ἢ ἀπονενοηµένον· ἐκεῖ µὲν γὰρ ἡ µωρία µόνον παρανοίας ἐστὶν, ἐνταῦθα δὲ χείρων· µωρία γάρ ἐστι µετὰ µανίας. Ὁ ἀνόητος ἑαυτῷ κακὸν, ὁ δὲ ἀπονενοηµένος καὶ ἑτέροις λύµη. Ἀπὸ ἀνοίας τοῦτο τὸ πάθος τίκτεται. Οὐκ ἔστιν ὑψηλόφρονα εἶναι µὴ ὄντα µωρόν· ὁ δὲ µωρίας ἔµπλεως, ἐστὶν ἀπονενοηµένος. Ἄκουε σοφοῦ τινος λέγοντος· Εἶδον ἄνθρωπον δοκοῦντα φρόνιµον εἶναι παρ' ἑαυτῷ· ἐλπίδα δὲ ἔχει µᾶλλον ὁ ἄφρων αὐτοῦ. Ὁρᾷς ὅτι οὐκ εἰκῆ ἔλεγον, ὅτι χεῖρον µωρίας τὸ κακόν; Ἐλπίδα γὰρ, φησὶ, µᾶλλον ἔχει ἄφρων αὐτοῦ.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε, Μὴ γίνεσθε φρόνιµοι παρ' ἑαυτοῖς. Ἐπὶ τῶν σωµάτων εἰπέ µοι, ποῖά φαµεν ὑγιαίνειν; τὰ ὄγκον ἔχοντα πολὺν, καὶ πολλοῦ πνεύµατος ἔνδοθεν γέµοντα καὶ ὕδατος, ἢ τὰ κατεσταλµένα, καὶ τεταπεινωµένην ἔχοντα τὴν ἐπιφάνειαν;∆ ῆλον ὅτι ταῦτα. Οὐκοῦν καὶ ἐπὶ τῆς ψυχῆς, ἡ µὲν φλεγµαίνουσα ὑδέρου χεῖρον ἔχει νόσηµα· ἡ δὲ κατεσταλµένη παντὸς ἀπήλλακται πάθους. Πόσα οὖν τίκτει ἡµῖν ἀγαθὰ ἡ ταπεινοφροσύνη! Τί βούλει; τὸ ἀνεξίκακον, τὸ ἀόργητον, τὸ φιλάνθρωπον, τὸ νηπτικὸν, τὸ προσεκτικόν; Πάντα ταῦτα ἀπὸ ταπεινοφροσύνης τὰ καλὰ, καὶ τὰ ἐναντία ἀπὸ τῆς ἀπονοίας. Ἀνάγκη γὰρ τὸν τοιοῦτον καὶ ὑβριστὴν εἶναι, καὶ πλήκτην καὶ ὀργίλον, καὶ πικρὸν, καὶ ἀµειδῆ, καὶ θηρίον µᾶλλον, ἢ ἄνθρωπον. Ἰσχυρὸς εἶ, καὶ µέγα φρονεῖς; Οὐκοῦν, διὰ τοῦτο µᾶλλον ὀφείλεις ταπεινοῦσθαι· διὰ τί ἐπὶ πράγµατι µέγα φρονεῖς οὐδαµινῷ; Καὶ γὰρ καὶ λέων σοῦ θρασύτερος, καὶ ὗς ἰσχυρότερος, καὶ οὐδὲ κώνωψ εἶ πρὸς αὐτούς· καὶ λῃσταὶ δὲ καὶ τυµβωρύχοι καὶ µονοµάχοι καὶ οἱ οἰκέται οἱ σοὶ, καὶ ἴσως οἱ ἀγνωµονέστεροι, ἰσχυρότεροί σου. Τοῦτο οὖν ἄξιον ἐπαίνου; Καὶ οὐ κατορύττεις σαυτὸν, ἐπὶ τούτῳ µέγα φρονῶν; Ἀλλὰ καλὸς εἶ καὶ ὡραῖος; Κορωνῶν τὸ καύχηµα· οὐκ εἶ τοῦ ταῶ καλλίων, οὐδὲ ἄνθους ἕνεκεν οὐδὲ πτερῶν· ἐν τοῖς τοῦ ὄρνιθος ἡ νίκη· πολύ σε παρελαύνει τῇ κόµῃ, τῷ ἄνθει. Καὶ ὁ κύκνος δὲ σφόδρα ἐστὶ καλὸς, καὶ πολλοὶ τῶν ὀρνίθων ἕτεροι, πρὸς οὓς εἰ παραβληθείης, οὐδὲν ὄψει σαυτόν. Πολλάκις δὲ καὶ παιδία εὐτελῆ, καὶ κόραι ἀπειρόγαµοι, καὶ πόρναι γυναῖκες, καὶ ἄνδρες µαλακοὶ τοῦτο ἔσχον τὸ καύχηµα. Τοῦτο οὖν ἄξιον ἀπονοίας;
7.6
Ἀλλὰ πλουτεῖς; πόθεν; τί κεκτηµένος; χρυσὸν, ἄργυρον, λίθους τιµίους; Τοῦτο καὶ λῃστῶν ἐστι, καὶ ἀνδροφόνων τὸ καύχηµα, καὶ τῶν τὰ µέταλλα ἐργαζοµένων. Ὁ τῶν καταδίκων πόνος, τουτί σοι καύχηµα. Ἀλλὰ κοσµῇ καὶ καλλωπίζῃ; Καὶ ἵππους ἔστιν ἰδεῖν καλλωπιζοµένους· παρὰ δὲ τοῖς Πέρσαις καὶ καµήλους ἴδοι τις ἂν καλλωπιζοµένας· ἐπὶ δὲ τῶν ἀνθρώπων, τοὺς ἐπὶ σκηνῆς ἅπαντας. Οὐκ αἰσχύνῃ οὖν ἐπὶ τούτοις µέγα φρονῶν, ἐν οἷς τὰ ἄλογά σοι κοινωνεῖ καὶ δοῦλοι καὶ ἀνδροφόνοι καὶ µαλακοὶ καὶ λῃσταὶ καὶ τυµβωρύχοι; Ἀλλ' οἰκίας οἰκοδοµεῖς λαµπράς; Καὶ τί τοῦτο; πολλοὶ κολοιοὶ λαµπροτέρας οἰκοῦσι, καὶ σεµνότερα ἔχουσι καταγώγια. Ἢ οὐχ ὁρᾷς τούτους τοὺς περὶ τὰ χρήµατα µαινοµένους, οἳ ἐν ἀγροῖς καὶ ἐν ἐρήµοις τόποις ᾠκοδόµησαν οἴκους, κολοιῶν καταγώγια; Ἀλλὰ φωνῆς ἕνεκα µέγα φρονεῖς; Τοῦ κύκνου καὶ τῆς ἀηδόνος οὐδέποτε σὺ δυνήσῃ ᾆσαι λιγυρώτερον. Ἀλλ' ἐπὶ ποικιλίᾳ τέχνης; Καὶ τί τῆς µελίττης ἐν τούτῳ σοφώτερον; ποῖος ποικιλ τὴς, τίς ζωγράφος, τίς γεωµέτρης τὰ ταύτης ἔργα µιµήσασθαι δυνήσεται; Ἀλλ' ἐπὶ λεπτότητι ἐσθῆτος; Ἀλλ' ἐνταῦθά σε ἀράχναι νικῶσιν. Ἀλλ' ἐπὶ ταχύτητι ποδῶν; Πάλιν τὰ πρωτεῖα παρὰ τοῖς ἀλόγοις, λαγωῷ καὶ δορκάδι, καὶ ὅσα τῶν κτηνῶν οὐκ ἀπολείπεται τῇ ταχύτητι τῶν ποδῶν. Ἀλλ' ἀποδηµεῖς; Ἀλλ' οὐ µᾶλλον τῶν πτηνῶν· ταῦτα γὰρ εὐκολώτερον τὴν ἀποδηµίαν ποιεῖται· οὐκ ἐφοδίων δεῖται, οὐδ' ὑποζυγίων, ἀλλ' ἀρκεῖ πρὸς πάντα αὐτοῖς τὸ πτερόν. Τοῦτο καὶ ναῦς, τοῦτο καὶ ὑποζύγιον, τοῦτο καὶ ὄχηµα, τοῦτο καὶ ἄνεµος, καὶ πᾶν ὅ τι ἂν εἴποι τις. Ἀλλ' ὀξὺ βλέπεις; ἀλλ' οὐχ ὡς δορκὰς οὐδ' ὡς ἀετός. Ἀλλ' ὀξὺ ἀκούεις; ἀλλ' ὁ ὄνος ὀξύτερον. Ἀλλ' ὀσφραίνῃ; ἀλλ' ὁ κύων οὐκ ἀφίησί σε αὐτὸν παρελθεῖν. Ἀλλὰ ποριστικὸς εἶ; ἀλλὰ τοῦ µύρµηκος ἀπολείπῃ. Ἀλλὰ χρυσοφορεῖς; ἀλλ' οὐχ οὕτως, ὡς οἱ Ἰνδικοὶ µύρµηκες. Ὑγείας δὲ ἕνεκεν; πολλῷ βελτίω ἡµῶν τὰ ἄλογα, καὶ εὐεξίας καὶ τοῦ εὐπορεῖν· οὐ δέδοικεν ἐκεῖνα πενίαν. Ἐµβλέψατε γὰρ, φησὶν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας. Οὐκοῦν, φησὶν, ἡµῶν τὰ ἄλογα κρείττονα ἐδηµιούργησεν ὁ Θεός. Ὁρᾷς πόσον ἐστὶ τὸ ἀπερίσκεπτον; ὁρᾷς τὸ ἀνεξέταστον; ὁρᾷς, ἡ τῶν πραγµάτων ἐξέτασις ὅσον ἡµῖν χαρίζεται; Ὁ πάντων ἀνθρώπων µείζω φρονῶν, εὑρέθη καὶ τῶν ἀλόγων ταπεινότερος. Ἀλλὰ φεισώµεθα αὐτοῦ, καὶ οὐ µιµησώµεθα αὐτὸν, οὐδὲ ἐπειδὴ τῆς ἡµετέρας φύσεως µεῖζον ἐφρόνησε, καταγαγόντες αὐτὸν ἐπὶ τὴν τῶν ἀλόγωντάξιν, ἀφήσωµεν, ἀλλ' ἀναστήσωµεν αὐτὸν ἐκεῖθεν, οὐ δι' αὐτὸν( αὐτὸς µὲν γὰρ ἄξιος τοιαῦτα παθεῖν), ἀλλ' ἵνα ἡ τοῦ Θεοῦ φιλανθρωπία καὶ ἡ εἰς ἡµᾶς δειχθῇ τιµή. Ἔστι γὰρ, ἔστιν ἐν οἷς οὐδὲν ἡµῖν κοινωνεῖ τὰ ἄλογα. Ποῖα δὴ ταῦτα; Εὐσέβεια, καὶ ὁ κατ' ἀρετὴν βίος. Ἐνταῦθα οὐκ ἔχεις πόρνους εἰπεῖν, οὐδὲ µαλακοὺς, οὐδὲ ἀνδροφόνους· ἀπεσχίσµεθα γὰρ αὐτῶν. Τί δὴ τοῦτό ἐστι; Τὸν Θεὸν ἴσµεν, τὴν πρόνοιαν ἐπιγινώσκοµεν τὴν αὐτοῦ, περὶ ἀθανασίας φιλοσοφοῦµεν· παραχωρείτω ἐνταῦθα τὰ ἄλογα. Οὐκ ἀµφισβητήσει περὶ τούτων σωφρονοῦµεν· ἐνταῦθα οὐδὲν τὰ ἄλογα κοινὸν ἔχει. Πάντων γὰρ αὐτῶν λειπόµενοι, κρατοῦµεν αὐτῶν. Ἐν τούτῳ γὰρ µείζων ἡ ἀρχὴ, ὅτι λειπόµενοι αὐτῶν, βασιλεύοµεν αὐτῶν· ἵνα µάθῃς, ὅτι οὐ σὺ τούτων αἴτιος, ἀλλ' ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάµενος.∆ ίκτυα, θήρατρα αὐτοῖς τίθεµεν, καὶ ἐµβάλλοµεν αὐτὰ, καὶ χειρούµεθα. Σωφροσύνη παρ' ἡµῖν, ἐπιείκεια, πραότης, χρηµάτων ὑπεροψία. Ἀλλ' ἐπειδὴ σὺ τῶν ἀπονενοηµένων τις ὢν οὐδὲν τούτων ἔχεις, εἰκότως ἢ τῶν ἀνθρώπων µεῖζον φρονεῖς, ἢ καὶ τῶν ἀλόγων ταπεινότερον. Τοιαύτη γὰρ ἡ ἀπόνοια καὶ ἡ θρασύτης· ἢ ἐπαίρεται πέρα τοῦ δέοντος, ἢ ταπεινοῦται πάλιν ὁµοίως, οὐδαµοῦ τὴν συµµετρίαν φυλάττουσα. Ἀγγέλων ἐσµὲν ἴσοι κατὰ τοῦτο· βασιλεία ἡµῖν ἐπήγγελται, ἡ µετὰ Χριστοῦ χορεία. Ἄνθρωπος µαστίζεται, καὶ οὐχ ὑποπίπτει· ἄνθρωπος θανάτου καταφρονεῖ, οὐ τρέµει, οὐ δέδοικεν, οὐκ ἐφίεται τοῦ πλείονος. Ὥστε ὅσοι µὴ τοιοῦτοί εἰσι, τῶν ἀλόγων εἰσὶ χείρους. Ὅταν γὰρ ἐν µὲν τοῖς σωµατικοῖς πλεονεκτῇ[ ς], τὰ δὲ ψυχικὰ πλεονεκτήµατα µὴ ἔχῃς, πῶς οὐχὶ τῶν ἀλόγων εἶ χείρων; Ἄγε γὰρ εἰς µέσον τινὰ τῶν ἐν κακίᾳ ἀλογωτέρων, τῶν ἐν τρυφῇ ζώντων καὶ πλεονεξίᾳ· ὁ ἵππος αὐτοῦ πολεµικώτερος, ὁ ὗς ἰσχυρότερος, ὁ λαγωὸς ταχύτερος, ὁ ταὼς ὡραιότερος, ὁ κύκνος εὐφωνότερος, ὁ ἐλέφας µείζων, ὁ ἀετὸςὀξυδερκέστερος, πάντες ὄρνιθες πλουσιώτεροι. Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων; ἀπὸ τοῦ λόγου; Ἀλλ' οὐκ ἔστιν. Ὅταν γὰρ µὴ εἰς δέον αὐτῷ κέχρησαι, πάλιν ἐκείνων χείρων εἶ· ὅταν γὰρ λόγον ἔχων ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν εἰ µηδὲ τὴν ἀρχὴν ἐγένου λογικός. Οὐ γάρ ἐστιν ἴσον, λαβόντα ἀρχὴν προδοῦναι, καὶ παρὰ καιρὸν µὴ λαβεῖν. Ὁ βασιλεύων καὶ τῶν δορυφόρων χείρων ὢν, κρεῖττον ἦν εἰ µηδὲ τὴν ἁλουργίδα περιέκειτο. Οὕτω δὴ καὶ ἐνταῦθα. Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων χείρους ἐσµὲν τῆς ἀρετῆς χωρὶς, ταύτην ἀσκῶµεν, ἵνα ἄνθρωποι γενώµεθα, µᾶλλον δὲ ἄγγελοι, καὶ τῶνἐπηγγελµένων ἀγαθῶν ἀπολαύσωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.