Homilies on Philippians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Ὥστε, ἀγαπητοί µου, καθὼς πάντοτε ὑπηκού σατε, µὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον, ἀλλὰ καὶ νῦν πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου µετὰ φόβου καὶτρόµου τὴν ἑαυτῶν σωτηρίαν κατ εργάζεσθε. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑµῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσµῶν καὶ δια λογισµῶν, ἵνα γένησθε ἄµεµπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀµώµητα ἐν µέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραµµένης, ἐν οἷς φαίνεσθε, ὡς φω στῆρες ἐν κόσµῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχηµα ἐµοὶ εἰς ἡµέραν Χριστοῦ.
8.1
Τὰς παραινέσεις µετὰ ἐγκωµίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶµεν τοὺς παραινουµένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησε. Καὶ θέα πῶς συνετῶς· Ὥστε, ἀγαπητοί µου, φησίν. Οὐκ εἶπεν ἁπλῶς, ὅτι Ὑπακούετε, ἀλλὰ πρότερον ἐπαινέσας καὶ εἰπὼν, Καθὼς πάντοτε ὑπηκούσατε· τουτέστι, Μιµεῖσθαι παρακαλῶ οὐχ ἑτέρους, ἀλλ' ὑµᾶς ἑαυτούς. Μὴ ὡς ἐν τῇ παρουσίᾳ µου µόνον, ἀλλὰ πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου.∆ ιὰ τί, Πολλῷ µᾶλλον ἐν τῇ ἀπουσίᾳ µου; Τότε µὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐµὲ τιµὴν καὶ τὴν αἰδὼ πάντα ποιεῖν, νυνὶ δὲ οὐκέτι. Ἐὰν οὖν δειχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυται ὅτι καὶ τότε οὐ δι' ἐµὲ, ἀλλὰ διὰ τὸν Θεόν. Τί βούλει, εἰπέ. Οὐχ ἵνα ἐµοῦ ἀκούσητε, ἀλλ' ἵνα µετὰ φόβου καὶ τρόµου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζησθε· οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γενναῖόν τι καὶ θαυµαστὸν ἐπιδείξασθαι. Καὶ οὐχ ἁπλῶς εἶπε, Φόβου, ἀλλὰ προσέθηκε, Καὶ τρόµου, ὅστις ἐπίτασίς ἐστι τοῦ φόβου, προσεκτικωτέρους ποιῆσαι βουλόµενος. Τοῦτον εἶχε τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγε, Φοβοῦµαι µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πόσῳ µᾶλλον τὰ πνευµατικά; Εἰπὲ γάρ µοι· τίς γράµµατα ἔµαθε φόβου χωρίς; τίς τέχνης ἔµπειρος γέγονε φόβου χωρίς; Εἰ δὲ ἔνθα οὐκ ἐφεδρεύει ὁ διάβολος, ἀλλὰ ῥᾳθυµίᾳ µόνον ἐνοχλεῖ, τοσούτου φόβου ἡµῖν ἐδέησεν, ὥστε ῥᾳθυµίαν ἐπιστρέψαι φυσικὴν µόνον· ἔνθα τοσοῦτος ὁ πόλεµος, τοσαῦτα κωλύµατα, πῶς ἔνι φόβου χωρὶς διασωθῆναί ποτε; Πῶς δ' ἂν οὗτος γένοιτο ὁ φόβος; Ἂν ἐννοήσωµεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεὸς, ὅτι πάντα ἀκούει, ὅτι πάντα ὁρᾷ, οὐ τὰ πραττόµενα µόνον καὶ λεγόµενα, ἀλλὰ καὶ τὰ ἐν καρδίαιςἅπαντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας· Κριτικὸς γάρ ἐστιν ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας. Ἂν οὕτω διαθῶµεν ἑαυτοὺς, οὐδὲν πονηρὸν πράξοµεν, οὐδὲν ἐροῦµεν, οὐδὲν ἐννοήσοµεν. Εἰπὲ γάρ µοι, εἰ διαπαντὸς τοῦ ἄρχοντος πλησίον εἱστήκεις, οὐ µετὰ φόβου ἂν εἱστήκεις; Καὶ πῶς Θεῷ σὺ παρεστὼς γελᾷς καὶ ἀναπίπτεις, καὶ οὐ δέδοικας οὐδὲ φρίσσεις; Μὴ δὴ τῆς ἀνοχῆς αὐτοῦ καταφρόνει· πρὸς γὰρ µετάνοιάν σε ἄγων µακροθυµεῖ· µηδὲ ποιῶν τι, ἄνευ τοῦ νοµίζειν ἐν πᾶσι παρεῖναι τὸν Θεὸν πράττειν ἀνέχου· πάρεστι γάρ. Κἂν τοίνυν ἐσθίῃς, κἂν µέλλῃς καθεύδειν, κἂν ὀργίζῃ, κἂν ἁρπάζῃς, κἂν τρυφᾷς, κἂν ὁτιοῦν ποιῇς, νόµιζε παρεστάναι τὸν Θεὸν, καὶ οὐδέποτε εἰςγέλωτα ἐµπεσῇ, οὐδέποτε εἰς ὀργὴν ἐξαφθήσῃ. Ἂν τοῦτον ἔχῃς διαπαντὸς τὸν λογισµὸν, διαπαντὸς ἐν φόβῳ ἔσῃ καὶ τρόµῳ, ἅτε τοῦ βασιλέως πλησίον ἑστώς. Ὁ οἰκοδόµος, κἂν ἔµπειρος ᾖ, κἂν σφόδρα ᾖ τεχνίτης, µετὰ φόβου καὶ τρόµου ἕστηκε, δεδοικὼς µὴ καταπέσῃ ἐκ τῆς οἰκοδοµῆς. Καὶ σὺ ἐπίστευσας, ἔπραξας ἀγαθὰ πολλὰ, ἀνῆλθες εἰς ὕψος· ἐν ἀσφαλείᾳ κάτεχε σαυτὸν, καὶ φοβοῦ ἑστὼς, καὶ τὸ ὄµµα ἔχε διεγηγερµένον, µὴ καταπέσῃς ἐκεῖθεν· πολλὰ γὰρ τὰ πνευµατικὰ τῆς πονηρίας, τὰ βουλόµενά σε καθελεῖν.∆ ουλεύσατε, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόµῳ. Καὶ πῶς ἔνι ἀγαλλίασις µετὰ τρόµου; Αὕτη µὲν οὖν ἐστι µόνη ἀγαλλίασις. Ὅταν γάρ τι ἀγαθὸν ἐργασώµεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόµῳ τι ποιοῦντας, τότε χαίροµεν µόνον. Μετὰ φόβου καὶ τρόµου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὐκ εἶπεν, Ἐργάζεσθε, ἀλλὰ, Κατεργάζεσθε, τουτέστι, µετὰ πολλῆς τῆς σπουδῆς, µετὰ πολλῆς τῆς ἐπιµελείας. Ἐπειδὴ δὲ εἶπε, Μετὰ φόβου καὶ τρόµου, καὶ ἐναγωνίους ἐποίησεν, ὅρα πῶς παραµυθεῖται τὴν ἀγωνίαν. Τί γάρ φησιν; Ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ὑµῖν. Μὴ φοβοῦ, ὅτι εἶπον· Μετὰ φόβου καὶ τρόµου· οὐ διὰ τοῦτο εἶπον, ἵνα ἀπαγορεύσῃς, ἵνα δυσέφικτόν τι εἶναι νοµίσῃς τὴν ἀρετὴν, ἀλλ' ἵνα προσέχῃς, ἵνα µὴ διαχέῃς σαυτόν. Ἂν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάσεται· σὺ θάρσει· Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑµῖν. Εἰ τοίνυν αὐτὸς ἐνεργεῖ, ἡµᾶς δεῖ τὴν προαίρεσιν παρασχεῖν συγκεκροτηµένην διαπαντὸς, ἐσφιγµένην, ἀδιάχυτον. Ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑµῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν. Εἰ τὸ θέλειν αὐτὸς ἡµῖν ἐνεργεῖ, πῶς ἡµῖν παρακελεύει; Εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιεῖ, εἰκῆ ἡµῖν λέγεις, ὅτι Ὑπηκούσατε· οὐ γὰρ ὑπακούοµεν. Εἰκῆ λέγεις, Ἐν φόβῳ καὶ ἐν τρόµῳ· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. Οὐ διὰ τοῦτο εἶπον, Αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ἀλλ' ἐκλῦσαι τὴν ἀγωνίαν ὑµῶν βουλόµενος. Ἂν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν. Μὴ φοβηθῇς, καὶ οὐδὲν κάµνῃς· καὶ προθυµίαν αὐτὸς ἡµῖν δίδωσι καὶ ἐργασίαν. Ὅταν γὰρ θελήσωµεν, αὔξει τὸ θέλειν ἡµῶν λοιπόν· οἷον, βούλοµαι ἀγαθόν τι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθὸν, ἐνήργησε δι' αὐτοῦ καὶ τὸ θέλειν. Ἢ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν, ὥσπερ ὅταν τὰ κατορθώµατα τὰ ἡµέτερα χαρίσµατα εἶναι λέγῃ.
8.2
Ὥσπερ οὖν λέγων αὐτὰ χαρίσµατα, οὐκ ἐξωθεῖ ἡµᾶς τοῦ αὐτεξουσίου, ἀλλ' ἀφίησιν ἐν ἡµῖν τὸ αὐτεξούσιον· οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡµῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡµᾶς τὸ αὐτεξούσιον, ἀλλὰ δείκνυσιν, ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλεινλαµβάνοµεν προθυµίαν. Καθάπερ γὰρ τὸ ποιεῖν ἐκ τοῦ ποιεῖν γίνεται· οὕτως ἐκ τοῦ µὴ ποιεῖν τὸ µὴ ποιεῖν. Ἔδωκας ἐλεηµοσύνην; µᾶλλον προετράπης δοῦναι. Οὐκ ἔδωκας δέ; µᾶλλον ἤργησας. Ἐσωφρόνησας µίαν ἡµέραν; ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν. Ἐῤῥᾳθύµησας; ἐπέτεινας τὴν ῥᾳθυµίαν· Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ. Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ· οὕτως ὅταν ἔλθῃ εἰς βάθος ἀγαθῶν, σπουδάζει. Καθάπερ γὰρ ἐκεῖνος ἀπογνοὺς ῥᾳθυµότερος γίνεται· οὕτως οὗτος ἐννοῶν τὸ πλῆθος τῶν ἀγαθῶν, σπουδαιότερος γίνεται, δεδοικὼς µὴ τὸ πᾶν ἀπολέσῃ. Ὑπὲρ τῆς εὐδοκίας, φησί· τουτέστι, διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται, ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ. Ἐνταῦθα δείκνυσι, καὶ ποιεῖ θαῤῥεῖν, ὅτι πάντως ἐνεργεῖ. Θέλει γὰρ ἡµᾶς, ὡς αὐτὸς βούλεται, ζῇν. Εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει· θέλει γὰρ ἡµᾶς ὀρθῶς ζῇν. Ὁρᾷς πῶς οὐκ ἀφαιρεῖται τὸ αὐτεξούσιον; Ταῦτα πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσµῶν καὶ διαλογισµῶν. Ὁ διάβολος ἐπειδὰν µὴ δυνηθῇ ἡµᾶς ἀπαγαγεῖν τοῦ καλῶς ποιεῖν, ἑτέρως τεχνάζεται ἡµῶν κενῶσαι τὸν µισθόν. Ἢ γὰρ κενοδοξίαν, ἢ ἀπόνοιαν ἐπεισήγαγεν, ἢ, εἰ µὴ τοῦτο, γογγυσµὸν, ἢ, εἰ µηδὲν τούτων, διάκρισιν. Ὅρα τοίνυν πῶς αὐτὰ ἐκκαθαίρει ὁ Παῦλος. Εἶπε περὶ τῆς ταπεινοφροσύνης ὅσαπερ εἶπεν, ἀναιρῶν ἀπόνοιαν· εἶπε περὶ τῆς κενοδοξίας, κατασπῶν τὸ φύσηµα· καὶ ἀλλαχοῦ µὲν, Μὴ ἐν τῇ παρουσίᾳ µου µόνον· λέγει δὲ ἐνταῦθα περὶ τοῦ γογγυσµοῦ καὶ τοῦ διακριτικοῦ. Τί δήποτε δὲ ἐπὶ µὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν, ἐµνηµόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ' ἁπλῶς ἐπέταξεν; Ὅτι ἐκεῖ µὲν γενόµενον ἤδη τοῦτο ἦν· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς, καὶ µείζονος τῆς ἐπιτιµήσεως· ἐνταῦθα δὲ, ὥστε µὴ γενέσθαι, παραινεῖ. Τοὺς οὖν οὐδέπω ἡµαρτηκότας περιττὸν ἦν πληκτικώτερον ἀσφαλίζεσθαι· ἐπεὶ καὶ εἰς ταπεινοφροσύνην ἐνάγων οὐ παρέθηκεν ὑπόδειγµα τὸ ἐν τῷ Εὐαγγελίῳ, ἔνθα οἱ ἀλαζόνες ἐκολάσθησαν, ἀλλ' ἀπὸ τοῦ Θεοῦ τὴνπαραίνεσιν εἰσήγαγε, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται, ὡς τέκνοις γνησίοις, οὐχ ὡς οἰκέταις. Ἐν γὰρ τοῖς ἀγαθοῖς ὁ µὲν εὐγνώµων καὶ εὐγενὴς ἀπὸ τῶν κατορθούντων ἐνάγεται, ὁ δὲ ἀγνώµων οὐκ ἀπὸ τούτων, ἀλλ' ἀπὸ τῶν τιµωρουµένων· ἐκεῖνος ἀπὸ τῆς τιµῆς, οὗτος ἀπὸ τῆς κολάσεως.∆ ιὰ τοῦτο καὶ Ἑβραίοις γράφων ἔλεγε, τὸν Ἡσαῦ εἰς µέσον παραγαγὼν, ὃς ἀντὶ βρώσεως µιᾶς ἀπέδοτο τὰ πρωτοτόκια· καὶ πάλιν, Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή µου ἐν αὐτῷ. Καὶ ἐν τοῖς Κορινθίοις δὲ πολλοὶ ἦσαν οἱ πορνεύσαντες· διὰ τοῦτο ἔλεγε, Μὴ πάλιν ἐλθόντα µε πρὸς ὑµᾶς ταπεινώσῃ ὁ Θεός µου, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων καὶ µὴ µετανοησάντων ἐπὶτῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν. Ἵνα γένησθε, φησὶν, ἄµεµπτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ µικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσµός. Τί δέ ἐστι, Χωρὶς διαλογισµῶν; ἆρα καλὸν, ἆρα οὐ καλόν; Μὴ διαλογίζεσθε φησὶ, κἂν πόνος ᾖ, κἂν κάµατος ᾖ, κἂν ὁτιοῦν. Οὐκ εἶπεν, Ἵνα µὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγµατι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν Ἐπιστολῇ· ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ', Ἵνα γένησθε, φησὶν, ἄµεµπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀµώµητα ἐν µέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραµµένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσµῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχηµα ἐµοὶ εἰς ἡµέραν Χριστοῦ. Ὁρᾷς ὅτι παιδεύει τούτους µὴ γογγύζειν; Ὥστε δούλων ἀγνωµόνων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ µοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς πονῶν, καὶ ἑαυτῷ πονῶν γογγύζει; Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν ἐστὶν, ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάµνωσιν. Ὁ δὲ ἑαυτῷ συλλέγων, τίνος ἕνεκεν γογγύζει; ὅτι ὁ πλοῦτος αὐτοῦ οὐκ αὔξεται; Ἀλλ' οὐκ ἔστι τοῦτο. Ὁ ἑκοντὶ καὶ µὴ κατ' ἀνάγκην ποιῶν, τίνος ἕνεκεν γογγύζει; Βέλτιον µηδὲν ἐργάσασθαι, ἢ µετὰ γογ γυσµοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόµενον. Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις ταῖς ἡµετέραις ταῦτα λέγοµεν ἀεὶ, Βέλτιον ταῦτα µὴ γίνεσθαι, ἢ µετὰ γογγυσµοῦ; καὶ πολλάκις εἱλόµεθα τῆς διακονίας ἀποστερηθῆναι τῆς ἡµετέρας, ἢ γογγύζοντος ἀνασχέσθαι;∆ εινὸν γὰρ, δεινὸν ὁ γογγυσµός· ἐγγὺς βλασφηµίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖνοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγµά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ Θεῷ, ἄρα βλάσφηµος. Μάλιστα µὲν γὰρ τότε πειρασµοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεµία ἀνάπαυσις, οὐδεµία ἄνεσις, µυρία πάντοθεν ἐπέῤῥει δεινά· νῦν δὲ εἰρήνη βαθεῖα, νῦν εὐµάρεια.
8.3
Τίνος οὖν ἕνεκεν γογγύζεις; ὅτι πένῃ; Ἀλλ' ἐννόει τὸν Ἰώβ. Ἀλλ' ὅτι νοσεῖς; Τί οὖν, εἰ τοσαῦτα συνειδὼς ἀγαθὰ σαυτῷ καὶ κατορθώµατα, ὅσα ὁ ἅγιος ἐκεῖνος, ἐνόσησας; Ἐννόει πάλιν ἐκεῖνον, ὅτι ἐκεῖνος ἐπὶ πολὺν χρόνον σκώληκας βρύων, καὶ ἐπὶ τῆς κοπρίας καθήµενος, καὶ τὸν ἰχῶρα ξέων διετέλει· Χρόνου γὰρ, φησὶ, πολλοῦ παρῳχηκότος, εἶπε πρὸς αὐτὸν ἡ γυνή· Μέχρι τίνος καρτερήσεις λέγων, Ἀναµένω χρόνον ἔτι µικρόν; εἰπόν τι ῥῆµα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ παῖς σου ἀπέθανε; Τί οὖν, εἰ πάντας ἀπέβαλες, καὶ θανάτῳ πονηρῷ, ὥσπερ ἐκεῖνος; Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει παραµυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συµβαλεῖν στόµα, τὸ µύσαι ὀφθαλµοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰτελευταῖα ἀκοῦσαι ῥήµατα. Ἀλλ' οὐδενὸς τούτων ἠξιώθη ὁ δίκαιος, ἀλλὰ πάντες ὁµοῦ κατεχώσθησαν. Καὶ τί ταῦτα λέγω; εἰ προσετάγης αὐτὸς σφάξαι τὸν υἱόν σου καὶ καταθῦσαι καὶ καυθέντα ἰδεῖν, καθάπερ ὁ µακάριος ἐκεῖνος ὁ πατριάρχης, τί ἂν ἐποίησας; Ἐκεῖνος δὲ τίς ἄρα ἦν τὸ θυσιαστήριον οἰκοδοµῶν, τὰ ξύλα ἐπιτιθεὶς, συµποδίζων τὸ παιδίον; Ἀλλ' ὀνειδίζουσί σέ τινες; Τίς ἂν οὖν ἦς, εἰ παρὰ φίλων ἐπὶ παραµυθίαν ἡκόντων ἤκουες ταῦτα; Νῦν µὲν γὰρ ἁµαρτήµατα ἔχοµεν πολλὰ, καὶ ὀνειδιζόµεθα εἰκότως· τότε δὲ ἐκεῖνος ὁ ἀληθινὸς, ὁ δίκαιος, ὁ θεοσεβὴς, ὁ ἀπεχόµενος ἀπὸ παντὸς πονηροῦ πράγµατος, τἀναντία τούτων ἤκουε παρὰ τῶν φίλων. Τί δὲ, εἰπέ µοι, εἰ τῆς γυναικὸς ὀνειδιζούσης ἤκουες λεγούσης, Ἐγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχοµένη, προσδεχοµένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσοµαι τῶν περιεχουσῶν µε ὀδυνῶν; Τίνος ἕνεκεν ταῦτα λέγεις, ὦ ἀνόητε; µὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος; Οὐχ οὗτος, ἀλλ' ὁ διάβολος. Εἰπόν τι ῥῆµα πρὸς Κύριον, φησὶ, καὶ τελεύτα. Εἶτα, ἂν ὁ κείµενος εἴπῃ καὶ τελευτήσῃ, σὺ ῥᾴων γέγονας; Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν µυριάκις εἴπῃς. Τοιαύτη ἦν, ὡς µηδὲ ἐν οἰκίᾳ καὶ ὑπωρόφιον εἶναι δύνασθαι· τοιαύτη ἦν, ὡς πάντας ἀπαγορεύειν. Οὐ γὰρ ἂν, εἰ µὴ ἀνίατα ἐνόσησεν, ἔξω τῆς πόλεως ἐκάθητο, τῶν ἐλέφαντι κατεχοµένων χείρων ὤν. Οὗτοι µὲν γὰρ καὶ εἰς οἰκίας εἰσίασι, καὶ συναγελάζονται ἀλλήλοις· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἐπὶ τῆς κοπρίας γυµνὸς, οὐδὲ ἱµάτιον περιβαλέσθαι ἠδύνατο. Πῶς γάρ; ἴσως ἂν καὶ προσετέθη ἄλγος ταῖς ἀλγηδόσι. Τήκω γὰρ βώλακας γῆς, φησὶν, ἀπὸ ἰχῶρος ξέων. Ἰχῶρας αὐτῷ αἱ σάρκες καὶ σκώληκας ἔτικτον, καὶ τοῦτο διηνεκῶς. Ὁρᾷς πῶς ἕκαστος ἡµῶν ναρκᾷ ταῦτα ἀκούων; Εἰ δὲ ἀκοῦσαι οὐκ ἀνεκτὰ ταῦτα, ἰδεῖν ἀνεκτά; Εἰ δὲ ἰδεῖν οὐκ ἀνεκτὰ, πολλῷ µᾶλλον παθεῖν. Ἀλλ' ὅµως ἔπαθεν ὁ δίκαιος, καὶ οὐκ ἐπὶ δύο ἡµέρας ἢ τρεῖς, ἀλλ' ἐπὶ χρόνῳ πολλῷ, καὶ οὐχ ἥµαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. Ποίαν ἔχεις µοι τοιαύτην νόσον εἰπεῖν, ὀδύνας ἔχουσαν πολλάς; πηρώσεως γὰρ οὐ χεῖρον τοῦτο ἦν; Βρόµον γὰρ ὁρῶ, φησὶ, τὰ σῖτά µου. Καὶ οὐδὲ τοῦτο µόνον, ἀλλ' οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραµυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλεπωτέρα ἦνπάσης βασάνου. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Ἵνα τί µε φοβεῖς ἐνυπνίοις, καὶ ἐν ὁράµασί µε καταπλήσσεις; Ἐὰν γένηται πρωῒ, λέγω, Πότε ἑσπέρα; Καὶ τοιαῦτα πάσχων οὐκ ἐγόγγυσεν. Οὐ τοῦτο δὲ µόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἡ παρὰ τῶν πολλῶν πονηρὰ δόξα· ὡς γὰρ µυρίων ἔνοχον κακῶν εἶχον λοιπὸν, ἀφ' ὧν ἔπασχε. Τοῦτο γοῦν καὶ οἱ φίλοι αὐτῷ ἔλεγον· Οὐκ ἄξια ὧν ἡµάρτηκας µεµαστίγωσαι.∆ ιὸ καὶ αὐτὸς ἔλεγε· Καὶ νουθετοῦσί µε ἐλάχιστοι, οὓς οὐκ ἀξίους ἡγησάµην κυνῶν τῶν ἐµῶν νοµάδων. Πόσων τοῦτο θανάτων οὐ χεῖρον; Ἀλλὰ τοσούτῳ κλύδωνι πάντοθεν βαλλόµενος, καὶ πάντοθεν αἰροµένου τοῦ χειµῶνος χαλεποῦ, συννεφείας, ζάλης, σκηπτῶν, ἰλίγγων, στροβίλων, ἔµενεν αὐτὸς ἀκλινὴς, καθάπερ ἐν γαλήνῃ καθήµενος τῷ κλύδωνι τῷ τοσούτῳ, τῷ οὕτω χαλεπῷ, καὶ οὐκ ἐγόγγυσε· καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὶν ἢ περὶ ἀναστάσεώς τι λεχθῆναι, πρὶν ἢ περὶ γεέννης καὶ κολάσεως καὶ τιµωρίας. Ἡµεῖς δὲ καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν ἀκούοντες, καὶ µυρία ὁρῶντες παραδείγµατα, καὶ τοὺς περὶ ἀναστάσεως µαθόντεςλόγους, ἀσχάλλοµεν ἔτι, καίτοι οὐδεὶς ἂν ἔχοι λέγειν ἑαυτῷ τοσαῦτα συµπεπτωκότα. Εἰ γὰρ καὶ χρήµατά τις ἀπώλεσεν, ἀλλ' οὐ παῖδας καὶ θυγατέρας τοσαύτας, καὶ εἰ ἀπώλεσεν, ἴσως ἁµαρτών· ἐκεῖνος δὲ ἐξαίφνης ἐν µέσαις ταῖς θυσίαις, ἐν µέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν· καὶ εἰ παῖδας καὶ χρήµατα ὁµοῦ τοσαῦτα, ὅπερ ἀδύνατον, ἀλλ' οὐχὶ καὶ ἥλκωτο διαπαντὸς, καὶ ἰχῶρας ἔξεεν· εἰ δὲ καὶ τοῦτο, ἀλλ' οὐχὶ τοὺς ἐπεµβαίνοντας εἶχε καὶ ὀνειδίζοντας· ὅπερ µάλιστα πάντων δάκνειν ἡµᾶς εἴωθεν, ἢ αἱ συµφοραί. Εἰ γὰρ τοὺς παρακαλοῦντας ἔχοντες ἐν τοῖς κακοῖς καὶ παραµυθουµένους καὶ ἐλπίδας ἡµῖν ὑποτείνοντας χρηστὰς, οὕτως ἀλύοµεν, ἐννόησον τίἦν ὀνειδίζοντας ἔχειν. Εἰ τὸ, Ὑπέµεινα συλλυπούµενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον, δεινὸν καὶ ἀφόρητον, τὸ ἀντὶ τῶν παρακαλούντων ὀνειδίζονταςεὑρεῖν πόσον κακόν; Παρακλήτορες, φησὶ, κακῶν πάντες.
8.4
Εἰ ταῦτα διαπαντὸς ἐστρέφοµεν, εἰ ταῦτα ἐλογιζόµεθα, οὐκ ἂν ἡµᾶς ἐλύπησέ τι τῶν παρόντων, εἰς ἐκεῖνον ὁρῶντας τὸν ἀθλητὴν, εἰς τὴν ἀδαµαντίνηνψυχὴν, εἰς τὴν ἀῤῥαγῆ καὶ χάλκεον διάνοιαν· ὥσπερ γὰρ χαλκοῦν ἢ λίθινον περικείµενος σῶµα, αὐτὸς ἅπαντα ἔφερε γενναίως καὶ καρτερικῶς. Ταῦτα ἐννοοῦντες, πάντα ποιῶµεν χωρὶς γογγυσµῶν καὶ διαλογισµῶν. Ποιεῖς τι ἀγαθὸν, καὶ γογγύζεις; διὰ τί; ἀνάγκη γάρ σοι ἐπίκειται; Οἶδα, φησὶν, ὅτι πολλοὶ πλησίον ἀναγκάζουσιν ὑµᾶς γογγύζειν( τοῦτο γὰρ ᾐνίξατο, εἰπὼν τὸ, Ἐν µέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραµµένης)· ἀλλὰ τοῦτό ἐστι τὸ θαυµαστὸν, τὸ καὶ παρακνιζόµενον µηδὲν πάσχειν τοιοῦτον. Καὶ γὰρ οἱ ἀστέρες ἐν νυκτὶ λάµπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαµπρότεροι φαίνονται· ὅταν δὲ φῶς ᾖ, οὐχ οὕτω φαίνονται. Οὕτω καὶ σὺ, ὅταν µετὰ σκολιῶν ὢν, εὐθὺς µένῃς, µᾶλλον ἀπολάµπεις· τὸ θαυµαστὸν τοῦτό ἐστι, τὸ ἀµέµπτους γενέσθαι. Ἵνα γὰρ µὴ τοῦτο λέγωσι, προλαβὼν αὐτὸς τοῦτο τέθεικε. Τί ἐστι, Λόγον ζωῆς ἐπέχοντες; Τουτέστι, µέλλοντες ζήσεσθαι, τῶν σωζοµένων ὄντες. Ὅρα πῶς εὐθέως τίθησι τὰ ἔπαθλα· Οἱ φωστῆρες, φησὶ, λόγον φωτὸς ἐπέχουσιν· ὑµεῖς λόγον ζωῆς. Τί ἐστι, Λόγον ζωῆς; Σπέρµα ζωῆς ἔχοντες, τουτέστιν, ἐνέχυρα ζωῆς ἔχοντες, αὐτὴν κατέχοντες τὴν ζωὴν, τουτέστι, σπέρµα ζωῆς ἐν ὑµῖν ἔχοντες· τοῦτο λέγει, Λόγον ζωῆς. Ἄρα οὖν οἱ ἄλλοι πάντες νεκροί· τοῦτο γὰρ εἰπὼν οὕτως ἐδήλωσεν· ἢ γὰρ ἂν καὶ οἱ ἄλλοι λόγον ζωῆς ἐπεῖχον. Εἰς καύχηµα ἐµοὶ, φησί. Τί ἐστι τοῦτο; Καὶ ἐγὼ κοινωνῶ, φησὶ, τῶν ὑµετέρων ἀγαθῶν. Τοσαύτη ὑµῶν ἡ ἀρετὴ, ὡς µὴ ὑµᾶς σώζειν µόνον, ἀλλὰ καὶ ἐµὲ λαµπρὸν ποιεῖν. Ποῖον καύχηµα, ὦ µακάριε Παῦλε; Μαστίζῃ, ἐλαύνῃ, ὑβρίζῃ δι' ἡµᾶς· διὰ τοῦτό φησιν, Εἰς ἡµέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν, φησὶν, ἔδραµον, οὐδὲ εἰς κενὸν ἐκοπίασα· ἀλλ' ἀεὶ ἔχω καυχᾶσθαι, φησὶν, ὅτι οὐ µάτην ἔδραµον. Ἀλλ' εἰ καὶ σπένδοµαι. Οὐκ εἶπεν, Ἀλλ' εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιµοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδοµαι· καὶ παραµυθούµενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ παιδεύων ἀσµένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνοµαι. Ὢ µακαρίας ψυχῆς! θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτῶν. Ἄρα πολλῷ βέλτιον τοῦ βοῦς προσενεγκεῖν τὸ ψυχὴν προσενεγκεῖν. Ἂν τοίνυν πρὸς τῇ προσφορᾷ ταύτῃ καὶ ἐµαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν, χαίρω, φησὶ, τῷ θανάτῳ τῷ ἐµῷ· τοῦτο γὰρ αἰνίττεται λέγων· Ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως χαίρω, καὶ συγχαίρω πᾶσιν ὑµῖν· τὸ αὐτὸ δὲ καὶ ὑµεῖς χαίρετε καὶ συγχαίρετέ µοι. Τί συγχαίρεις; Ὁρᾷς πῶς δείκνυσιν ὅτι δεῖ χαίρειν αὐτούς; Χαίρω µὲν οὖν, φησὶν, ὅτι σπονδὴ γίνοµαι· συγχαίρω δὲ, ὅτι θυσίαν προσενεγκών. Τὸ δὲ αὐτὸ καὶ ὑµεῖς χαίρετε καὶ συγχαίρετε, ὅτι προσηνέχθην. Συγχάρητέ µοι, φησὶ, χαίροντι ἐπὶ τῷ ἐµῷ θανάτῳ. Οὐκ ἄρα δακρύων ἀξία ἡ τελευτὴ τῶν δικαίων, ἀλλὰ χαρᾶς. Εἰ αὐτοὶ χαίρουσιν, συγχαίρειν αὐτοῖς δεῖ· καὶ γὰρ ἄτοπον, ἐκείνων χαιρόντων, κλαίειν ἡµᾶς. Ἀλλὰ τὴν συνήθειαν ἐπιζητοῦµεν, φησί. Σκῆψις ταῦτα, πρόφασις. Ὅρα γοῦν τί παραγγέλλει Φιλιππησίοις, Συγχαίρετέ µοι καὶ χαίρετε· καὶ σὺ συνήθειαν ἐπιζητεῖς; Εἰ µὲν ἔµελλες αὐτὸς ἐνταῦθα µένειν, εἰκότως λέγεις· εἰ δὲ µικρὸν ὕστερον καταλήψῃ τὸν ἀπελθόντα, ποίαν συνήθειαν ζητεῖς; Συνήθειαν γὰρ ἐπιζητεῖ τις, ὅταν διαπαντὸς ᾖ τις διεσπασµένος· εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς; Τοὺς ἐν ἀποδηµίαις ὄντας διὰ τί µὴ δακρύοµεν; οὐχὶ µικρὸν δακρύσαντες, εὐθέως µετὰ τὴν πρώτην ἢ δευτέραν παυόµεθα; Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον µόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν· τὸ δὲ µετὰ τοῦτο χαῖρε, καθάπερ λέγων ὁ Παῦλος, Οὐδὲν πάσχω δεινὸν, ἀλλὰ καὶ χαίρω πρὸς τὸν Χριστὸν ἀπερχόµενος· Καὶ ὑµεῖς χαίρετε, συγχάρητέ µοι, φησί. Χαίρωµεν τοιγαροῦν καὶ ἡµεῖς, ὅταν ἴδωµεν δίκαιον τελευτῶντα, µᾶλλον δὲ καὶ ὅταν τινὰ τῶν ἀπεγνωσµένων. Ὁ µὲν γὰρ ἄπεισι µισθὸν ἀποληψόµενος τῶν πόνων, ὁ δὲ ἐνέκοψέ τι τῶν ἁµαρτηµάτων αὐτοῦ. Ἀλλ' ἴσως ἂν, φησὶ, µετεβάλετο ζῶν. Ἀλλ' οὐκ ἂν αὐτὸν ἔλαβεν ὁ Θεὸς, εἴ γε µεταβαλέσθαι ἔµελλεν. Ὁ γὰρ πάντα ὑπὲρ σωτηρίας ἡµῶν οἰκονοµῶν, τίνος ἕνεκεν αὐτὸν οὐκ εἴασε µέλλοντα εὐαρεστεῖν; εἰ τοὺς µὴ µεταβαλλοµένους ἀφίησι, πολλῷ µᾶλλον τοὺς µεταβαλλοµένους. Πάντοθεν οὖν ἡµῖν ὁ κοπετὸς ἐκκεκόφθω, πάντοθεν ὁ θρῆνος λυέσθω· ἐπὶ πᾶσιν εὐχαριστῶµεν τῷ Θεῷ, χωρὶς γογγυσµῶν πάντα πράττωµεν· εὐφραινώµεθα, εὐάρεστοι ἐν πᾶσιν αὐτῷ γινώµεθα, ἵνα καὶ τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ, Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.