Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Philippians
John ChrysostomHom. Phil. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.0
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιµόθεον ταχέως πέµψαι ὑµῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑµῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
9.1
Εἶπεν, ὅτι τὰ κατ' ἐµὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, Ὥστε τοὺς δεσµούς µου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδοµαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑµῶν· ἐστήριξεν αὐτοὺς διὰ τούτων. Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραµυθίας ἕνεκεν εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν; Τιµόθεον πέµπω πρὸς ὑµᾶς, φησί· καὶ γὰρ ἐπόθουν πάντα ἀκοῦσαι τὰ κατ' αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐµοῦ, ἀλλ', Ἵνα γνῶ τὰ ὑµέτερα; Τὰ µὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιµοθέου ἔµελλεν ἀπαγγέλλειν· διὸ προϊών φησιν, Ἀναγκαῖον δὲ ἡγησάµην Ἐπαφρόδιτον τὸν ἀδελφὸν πέµψαι πρὸς ὑµᾶς. Τὰ δὲ ὑµέτερα βούλοµαι, φησὶ, µαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωµατικήν. Ὥστε ἀναγκαίως βούλοµαι, φησὶ, µαθεῖν τὰ καθ' ὑµᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιµοθέου, λέγων, Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευµαρίσει µοι ὁΘεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑµῶν. Ὥσπερ ὑµᾶς, φησὶν, ἀνεκτησάµην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐµοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι, ὅτι δι' ὧνἐνόµιζον βλάπτειν, διὰ τούτων εὔφραναν· οὕτω βούλοµαι καὶ τὰ καθ' ὑµᾶς µαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑµῶν.∆ εικνύει ἐνταῦθα, ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσµοῖς, καὶ τού τοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ, τοῦτό ἐστιν, Ὥσπερ ὑµεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας πόθον! Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ µαρτυρεῖ, ὡς ὅταν λέγῃ, Ἡµεῖς δὲ ἀποφανισθέντες ἀφ' ὑµῶν πρὸς καιρὸν ὥρας. Καὶ ἐνταῦθα, Ἐλπίζω, φησὶ, πέµψαι Τιµόθεον, ἵνα γνῶ τὰ περὶ ὑµῶν· ὃ κηδεµονίας ἦν µεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς µαθητὰς ἔπεµπε, µὴ καρτερῶν µηδὲ ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ' αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύµατι πάντα ἐµάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο. Εἰ γὰρ τοῦτο ἐπείσθησαν οἱ µαθηταὶ, ἀναίσχυντοι ἂν ἐγένοντο· νῦν δὲ προσδοκῶντες λανθάνειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς µάλιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε µὴ ἐλθόντα Τιµόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρηµένος τῷ τρόπῳ, καὶ ἀναβαλλόµενος αὑτοῦ τὴν παρουσίαν, ὥστε µεταβαλέσθαι Κορινθίους.∆ ιὰ τοῦτο καὶ ἔγραφε· Φειδόµενος ὑµῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ µόνον ἡ ἀγάπη δείκνυται, τῷ τὰ οἰκεῖα ἀπαγγέλλειν, ἀλλὰ καὶ τῷ τὰ ἐκείνων ζητεῖν µαθεῖν· µεριµνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισµένης καὶ ἀεὶ ἐναγωνίου οὔσης. Ἅµα δὲ καὶ τιµᾷ αὐτοὺς, Τιµόθεον πέµπων. Τί λέγεις; Τιµόθεον πέµπεις; τί δήποτε; Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, τουτέστι, τῶν ὁµοίως µοι µεριµνώντων, ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν µετ' αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό ἐστιν; Ἀντὶ τοῦ, Ὁµοίως ἐµοὶ κηδόµενον ὑµῶν καὶ φροντίζοντα. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι. Ὁ φιλῶν ὑµᾶς µετ' ἐµοῦ, Τιµόθεός ἐστιν· ἐνῆν µὲν γὰρ καὶ ἄλλους πέµψαι, ἀλλ' οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς µαθητευοµένους αὐτῷ ὁµοίως φιλεῖν. Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιµοθέῳ γράφων λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡµᾶς τοὺς ἀκούοντας µὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων τοὺς ἀκούοντας µὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπωρίαν. Τὴν δὲ δοκιµὴν αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐµοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Καὶ ὅτι οὐχ ἁπλῶς λέγω, ὑµεῖς, φησὶν, αὐτοὶ ἐπίστασθε, ὅτι, ὡς πατρὶ τέκνον, σὺν ἐµοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Παρατίθεται ἐνταῦθα τὸν Τιµόθεον, εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι παρ' αὐτῶν τιµῆς. Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ, λέγων, Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόµενος, ἀλλὰ τῶν δεχοµένων αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν µισθόν. Τοῦτον µὲν οὖν, φησὶν, ἐλπίζω πέµψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐµὲ, ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ' ἐµέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσοµαι πρὸς ὑµᾶς. Οὐ διὰ τοῦτο πέµπω αὐτὸν, ὡς µὴ ἐλευσόµενος, ἀλλ' Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑµῶν, ἵνα µηδὲ τὸν ἐν τῷ µεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται.
9.2
Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται διανοίας. Ἀναγκαῖον δὲ ἡγησάµην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην µου. Καὶ τοῦτον πάλιν µετὰ ἐγκωµίων τῶν αὐτῶν, ὧν καὶ τὸν Τιµόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων συνέστησεν, ὅτι τε αὐτοὺς ἀγαπᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ ηὐδοκίµησε· καὶ τοῦτον ἀπὸ τῶν αὐτῶν πάλιν διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ ἐκεῖνον, ἐπῄνεσε. Πῶς; Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ µὴ µέχρι τούτου µόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦκοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ αὐτῷ µαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ. Τὸ δὲ, Συστρατιώτην, πλέον ἐστὶ τοῦ, Συνεργόν. Ἴσως γάρ τις ἐν µὲν ψιλοῖς πράγµασι συνήργησεν, ἐν δὲ πολέµῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑµῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας µου, πέµψαι πρὸς ὑµᾶς. Τουτέστι, Τὰ ὑµέτερα ὑµῖν χαρίζοµαι. Ἤτοι τὸν ὑµέτερον ὑµῖν πέµποµεν, ἢ τὸν ὑµᾶς διδάσκοντα. Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑµᾶς, καὶ ἀδηµονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ µόνον, ἀλλὰ καὶ ἐµὲ, ἵνα µὴ λύπην ἐπὶ λύπῃ σχῶ. Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶ αὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ' ὑµῶν. Οὐ µικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν ἐπισπάσασθαι. Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλαξεν ὑµᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ· οὐ µὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ' ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑµᾶς. Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούµενος ὅτι διὰ χρόνου πέµπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυµίαν, φησὶν, ἀλλὰ τὸν µὲν Τιµόθεον διὰ τὸ µηδέναἔχειν κατεῖχον· Οὐκ ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι µακρὰ αὕτη γέγονε, καὶ πολὺν χρόνον ἀνάλωσε, φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυµίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν µαθητῶν διανοίας, καὶ µὴ ὑποπτευθῆναι, ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν; Οὐδὲν γὰρ οὕτω τὸν µαθητὴν ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδηµονεῖ ὑπὲρ αὐτοῦ, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν. Ἠκούσατε, φησὶν, ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Καὶ ὅτι οὐ προφασίζοµαι, ἀκούσατε· Ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ὦ αἱρετικέ; Ἐνταῦθα ἔλεόν φησι τοῦ Θεοῦ εἶναι τὸ τὸν µέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν. Καὶ µὴν εἰ πονηρὸν ὁ κόσµος, οὐκ ἔλεος οὗτός ἐστι τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. Ἀλλὰ πρὸς µὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦµεν; Καὶ γὰρ ὁ αὐτὸς ἀµφισβητήσει ἴσως, καὶ ἐρεῖ· Εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ µᾶλλον κρεῖσσον, τίνος ἕνεκέν φησιν αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ µᾶλλον ἐρήσοµαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον εἶναι τὸ ἐπιµεῖναι δι' ὑµᾶς; Ὥσπερ γὰρ αὐτῷ ἀναγκαῖον ἦν ἐκεῖνο, οὕτω καὶ τούτῳ µετὰ πλείονος πλούτου καὶ µείζονος παῤῥησίας µέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο µὲν γὰρ κἂν µὴ νῦν ἐγένετο, ὕστερον ἔµελλε· τὸ δὲ κερδᾶναι ψυχὰς οὐκ ἔνι λοιπὸν ἀπελθόντας ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσµικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον. Εἶτα δείκνυσιν ἐν ὅσῳ λόγῳ ἐστὶν αὐτῷ ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσιµον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω χρησίµην ἑαυτῷ φησινεἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι' ἐκείνου. Ἄλλως δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ µὴ καλὸν, διὰ τί ἐν τάξει τιµωρίας τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ,∆ ιὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιµῶνται ἱκανοί. Ἡ µὲν γὰρ µέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων, ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα µὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενοµένῃ αὐτῷ.∆ ιὰ τού των δείκνυσιν, ὅσου τιµᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεµψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως, χωρὶς µελλήσεως, µετὰ πολλοῦ τοῦ τάχους, κελεύσας πάντα ὑπερθέµενον ἐλθεῖν πρὸς ὑµᾶς, ἵνα τῆς ἀδηµονίας ἀπαλλαγῇ. Οὐ γὰρ οὕτω τοὺς ποθουµένους ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίροµεν, ὡς ὅταν ἴδωµεν, καὶ µάλιστα, ὅταν παρ' ἐλπίδας ἐκβῇ τὸ πρᾶγµα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν, φησὶν, ἔπεµψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν ὑµεῖς χαίρητε, κἀγὼ χαίρω, καὶ οὗτος χαίρει ἐπὶ τοιαύτῃ ἡδονῇ, καὶ ἐγὼ ἀλυπότερος ἔσοµαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ', Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέποτε ἡ ψυχὴ αὐτοῦ ἦν λύπης ἐκτός. Ὁ γὰρ λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι; πότε λύπης ἐκτὸς ἦν; Ὡσεὶ ἔλεγε· Ταύτην ἀποτίθεµαι τὴν ἀθυµίαν. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ µετὰ πάσης χαρᾶς. Ἐν Κυρίῳ, ὅ ἐστι, πνευµατικῶς. Τουτέστι, µετὰ πολλῆς τῆς σπουδῆς· µᾶλλον δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος. Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.
9.3
Ταῦτα πάντα ποιεῖ ὑπὲρ αὐτῶν ἐκείνων, οὐχ ὑπὲρ τῶν πεµποµένων. Μεῖζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ. Καὶ τοὺς τοιούτους ἐντίµους ἔχετε. Τουτέστι, Προσδέχεσθε αὐτὸν ἀξίως τῶν ἁγίων. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ µέχρι θανάτου ἤγγισε, παραβουλευσάµενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑµῶν ὑστέρηµα τῆς πρὸς ἐµὲ λειτουργίας. Οὗτος κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλµένος τῶν Φιλιππησίων, ὥστε τῷ Παύλῳ διακονεῖν, ἢ καὶ ἴσως τι ἀποκοµίζων αὐτῷ ἐληλύθει. Ὅτι γὰρ καὶ χρήµατα ἐκόµισε, δείκνυσι πρὸς τῷ τέλει λέγων·∆ εξάµενος γὰρ παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑµῶν. Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωµαίων, ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς µηδὲ τοὺς πλησιάζοντας αὐτῷµετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν, ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι µάλιστα ἐν τοῖς κινδύνοις τοῖς µεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις. Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσµωτήριον ἐµβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται, ὅπερεἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν.∆ ύο τοίνυν τίθησιν, ἀφ' ὧν ποιεῖ αὐτὸν αἰδέσιµον· ἓν µὲν, ὅτι µέχρι θανάτου ἐκινδύνευσε, φησὶ, δι' ἐµέ· δεύτερον δὲ, ὅτι τὸ πρόσωπον τῆς πόλεως περιθέµενος ταῦτα ἔπαθεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνῳ τοῖς πέµψασι λογίσασθαι τὸν µισθὸν, ὡς ἂν ἡπόλις πρεσβευτὴν ἔπεµψεν. Ὥστε τὸ µετὰ θεραπείας ὑποδέξασθαι, καὶ ὑπὲρ τῶν γεγενηµένων εὐχαριστῆσαι, µᾶλλόν ἐστι κοινωνῆσαι τοῖς τετολµηµένοις. Καὶ οὐκ εἶπε,∆ ι' ἐµὲ, ἀλλ' ἀξιοπιστότερον αὐτὸ ποιεῖ λέγων, ὅτι∆ ιὰ τὸ ἔργον τοῦ Θεοῦ. Οὐδὲ γὰρ δι' ἐµὲ ποιεῖ, ἀλλὰ διὰ τὸν Θεὸν ἤγγισε µέχρι θανάτου. Τί γάρ; εἰ µὴ ἀπέθανε, τοῦ Θεοῦ οἰκονοµήσαντος, ἀλλ' αὐτὸς παρεβουλεύσατο καὶ ἐξέδωκεν ἑαυτὸν, ὡς κἂν ὁτιοῦν δέῃ παθεῖν, οὐκ ἀποστησόµενος τῆς πρόςµε θεραπείας. Εἰ δὲ ὑπὲρ τοῦ Παύλου θεραπεῦσαι εἰς θάνατον ἑαυτὸν ἐξέδωκε, πολλῷ µᾶλλον ὑπὲρ τοῦ κηρύγµατος τοῦτο ἂν ἔπαθε· µᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ τοῦ κηρύγµατος ἦν, τὸ ὑπὲρ ἐκείνου ἀποθανεῖν. Οὐ γὰρ µόνον ὑπὲρ τοῦ µὴ θῦσαι µαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις µαρτύριον ποιοῦσι· καὶ εἰ δεῖ τι θαυµαστὸν εἰπεῖν, πολλῷ µᾶλλον αἱ τοιαῦται, ἢ ἐκεῖναι. Ὁ γὰρ ὑπὲρ τοῦ ἐλάττονος κατατολµῶν τοῦ θανάτου, πολλῷ µᾶλλον ὑπὲρ τοῦ µείζονος. Ὥστε καὶ ἡµεῖς, ὅταν ἴδωµεν ἁγίους ἐν κινδύνοις, παραβουλευώµεθα. Οὐ γὰρ ἔνι µὴ τολµῶντα, γενναῖόν τι πρᾶξαί ποτε, ἀλλὰ ἀνάγκη τὸ[ ν] τῆς ἐνταῦθα ἀσφαλείας προνοούµενον ἐκπεσεῖν τῆς µελλούσης· Ἵνα ἀναπληρώσῃ, φησὶ, τὸ ὑµῶν ὑστέρηµα τῆς πρός µε λειτουργίας. Τί ἐστι τοῦτο; Οὐ παρῆν ἡ πόλις, ἀλλ' ἐλειτούργησέ µοι δι' ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέµψαι. Τὸ οὖν ὑστέρηµα τῆς ὑµετέρας λειτουργίας αὐτὸς ἐνεπλήρωσεν, ὥστε καὶ κατὰ τοῦτο δίκαιος ἂν εἴη ἀπολαῦσαι τιµῆς πολλῆς, ὅτι ὅπερ ἐχρῆν πάνταςποιῆσαι, τοῦτο ἔπραξεν αὐτὸς ὑπὲρ ὑµῶν. Καὶ δείκνυσι καὶ πρώτην οὖσαν λειτουργίαν παρὰ τῶν ἐν ἀσφαλείᾳ τοῖς κινδυνεύουσι· Τὸ γὰρ ὑστέρηµα τῆς λειτουργίας οὕτως εἴρηται, ὡς πρὸς ἐκείνην. Ὁρᾷς φρόνηµα ἀποστολικόν; Τοῦτο οὐκ ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεµονίας. Ἵνα γὰρ µὴ ἐπαίρωνται, ἀλλὰ µετριάζωσι, µηδὲ µέγα τι παρεσχηκέναι νοµίζωσιν, ἀλλὰ ταπεινῶνται, λειτουργίαν τὸ πρᾶγµα καλεῖ καὶ ὑστέρηµα. Μὴ τοίνυν µηδὲ ἡµεῖς µέγα φρονῶµεν, τοῖς ἁγίοις παρέχοντες, µηδὲ χαρίζεσθαι αὐτοῖς ἐν τούτῳ νοµίζωµεν· καὶ γὰρ ὀφείλεται τοῖς ἁγίοις παρ' ἡµῶν τὸ πρᾶγµα, καὶ οὐδὲν αὐτοῖς χαριζόµεθα. Ὥσπερ γὰρ τοῖς ἐν στρατοπέδῳ ἑστῶσι καὶ πολεµοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ µὴ πολεµούντων ὀφείλεται τὰ τελέσµατα( ὑπὲρ γὰρ ἐκείνωνἑστήκασιν οὗτοι), οὕτω καὶ ἐνταῦθα. Εἰ µὴ γὰρ ἐδίδασκεν ὁ Παῦλος, τίς ἂν αὐτὸν τότε ἐνέβαλεν εἰς δεσµωτήριον; Ὥστε λειτουργεῖν χρὴ τοῖς ἁγίοις. Πῶς γὰρ οὐκ ἄτοπον τῷ µὲν στρατευοµένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέρειν, καὶ ἐνδύµατα καὶ τροφὰς, οὐ κατὰ τὴν χρείαν µόνον, ἀλλὰ καὶ κατὰτὴν περιουσίαν, τῷ δὲ στρατευοµένῳ βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ παραταττοµένῳ πρὸς πολλῷ χαλεπωτέρους( Ἡ πάλη γὰρ, φησὶν, οὐ πρὸς αἷµα καὶ σάρκα), µηδὲτὴν ἀναγκαίαν χρείαν χορηγεῖν; πόσης ἀγνωµοσύνης, πόσης τοῦτο ἀχαριστίας, πόσης µικρολογίας;
9.4
Ἀλλ', ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων ἰσχύει φόβος παρ' ἡµῖν τῆς γεέννης καὶ τῶν µελλουσῶν κολάσεων.∆ ιὰ δὴ τοῦτο πάντα ἀνατέτραπται, ὅτι τὰ µὲν πολιτικὰ πράγµατα µετὰ πολλῆς τῆς ἐντρεχείας καθ' ἑκάστην ἡµέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευµατικῶν οὐδεὶς οὐδαµοῦ λόγος· ἀλλὰ τὰ µὲν µετ' ἀνάγκης ἀπαιτούµενα καὶ βασάνων, καὶ ὡς παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται µετὰ πολλῆςτῆς εὐγνωµοσύνης· τὰ δὲ παρὰ ἑκόντων, καὶ ὡς παρὰ ἐλευθέρων, πάντα ἐλλιµπάνεται. Οὐ κατὰ πάντων λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσµατα ταῦτα ἐγκαταλιµπανόντων. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ἀνάγκῃ ταῦτα ποιεῖν; Ἀλλ' οὐ βούλεται· ὑµῶν γὰρ φείδεται µᾶλλον, ἢ τῶν τρεφοµένων.∆ ιὰ τοῦτο ὑµᾶς οὐκ ἀνάγκη βούλεται κατατιθέναι, ἐπειδὴ οὐκ ἔστι µισθός. Καὶ ὅµως πολλοὶ τῶν ἐνταῦθα, τῶν Ἰουδαίων εἰσὶ ταπεινότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείονα λάβωσι, τοσούτῳ καὶ πλείων ὁ µισθός. Οὐκ ἔλεγον, Πολλὰ λαµβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω λεγόντων τινῶν. Καὶ οἱ µὲν οἰκοδοµοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούµενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν ἱερέων λαµπρότερον ἱµάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούµενον ἔχῃ, ἵνα µὴ ἀναγκάζηται αὐτὸςἀσχηµονεῖν, πλοῦτον τὸ πρᾶγµα τίθενται. Ὄντως πλουτοῦµεν καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁµολογοῦσιν. Ἡµεῖς µὲν γὰρ κἂν µικρὰ ἔχωµεν, πλουτοῦµεν· ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται, πένονται. Μέχρι τίνος ἀνοηταίνοµεν; οὐκ ἀρκεῖ τὸ µηδὲν ποιεῖν εἰς κόλασιν ὑµῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ τῆς κακηγορίας προστιθέναι ζηµίαν; Εἰ µὲν γὰρ αὐτὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν µισθὸν ἀπώλεσας, ὑπὲρ ὧν ἔδωκας ἐγκαλῶν· ὅλως δὲ εἰ σὺ ἔδωκας, τί ἐγκαλεῖς; Πρότερον µὲν οὖν αὐτῷ πενίαν ἐµαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοίνυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔµελλες ἐγκαλεῖν. Ἀλλ' ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγµα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας µισθὸν ἔχειν;∆ ιὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέξασθαι βίον, εἰ καὶ µὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν λεγόντων ἰταµῶς, ὅταν εἴπωµεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο, φησὶν, ἠδύνατο πλουτεῖν· εἶτα ὑβριστικῶς, Ὁ προγόνος αὐτοῦ, καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ µοι, γυµνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ µὲν οὖν ὑπὲρ τούτων ἀκριβολογῇ· ὅρα δὲ µὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ' ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγούσης, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε. Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐµπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν· ἀλλ' οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα κερδαίνει, εἰπέ µοι; σηρικὰ ἱµάτια περίκειται; πλῆθος ἀκολούθων ἔχων σοβεῖ κατὰ τὴν ἀγοράν; ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδοµεῖ, ἔχων ὅπου καταµείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδοµαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φηµί. Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν µὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι µὴ δυνάµενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐτὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ µοι, ὁ µαθητής; Ἀλλ' ὁ µὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγµα ἡγῇ· ἂν δὲ ὁ πνευµατικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκαλύψῃ; µᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδοξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιµῷ φθείρεσθαι ἔδει; Ἀλλ' οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωµεν πρὸς αὐτοὺς ταῦτα, εὐθέως φιλοσοφοῦσι· Γέγραπται, φησὶ, Μὴ κτήσησθε χρυσὸν, µηδὲ ἄργυρον, µηδὲ δύο χιτῶνας, µηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑµῶν, µὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱµάτια ἔχουσι, καὶ κλίνας ἐστρωµένας. Ἐπῆλθέ µοι στενάξαι πικρὸν νῦν· εἰ δὲ µὴ ἀσχηµονεῖν ἔµελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ µὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσµὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλµοῖς οὐδὲ αἰσθανόµεθα. Εἰπέ µοι, διὰ τί γὰρ σαυτῷ τοῦτο µὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται µόνον, φησίν· ὅταν οὖν ὁ Παῦλος λέγῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα, πρὸς τοὺς διδασκάλους λέγει µόνους; Οὐδαµῶς, ἀλλὰ πρὸς πάντας ἀνθρώπους. Καὶ δῆλον ἄνωθεν τὸ χωρίον διεξιοῦσιν· εἰπὼν γὰρ, Πορισµὸς µέγας ἐστὶν ἡ εὐσέβεια µετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαµεν εἰς τὸν κόσµον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάµεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. Οἱ δὲ βουλόµενοι πλουτεῖν, ἐµπίπτουσιν εἰς πειρασµὸν καὶ παγίδα, καὶ ἐπιθυµίας πολλὰς ἀνοήτους καὶ βλαβεράς.
9.5
Εἶδες ὅτι πρὸς πάντας ὁ λόγος εἴρηται; Τί δέ; ὅταν λέγῃ πάλιν, Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώµατα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώµασιν· ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόµενος; µὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ φύσις· τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν, ἔνθα καὶ ἡ ἡλικία καὶ ἡ φύσις κώλυµα, οὐκ ἀφίεται αὐτὴν σπαταλᾷν, ἀλλὰ καὶ τεθνηκέναι αὐτήν φησιν( οὐ γὰρ ἁπλῶς εἶπε µὴ σπαταλᾷν, ἀλλ', Ἡ σπαταλῶσα, ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνηκυῖα ἐκκέκοπται)· ποίαν ἕξει συγγνώµην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ' οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζεται; Ἀλλὰ ταῦτα οὐδεὶς οὐδὲ εἰς ἔννοιαν λαµβάνει, ταῦτα οὐδεὶς ἐξετάζει. Ἐγὼ δὲ νῦν ταῦτα εἰπεῖν ἠναγκάσθην, οὐχὶ τοὺς ἱερέας ἀπαλλάξαι ἐγκληµάτων βουλόµενος, ἀλλ' ὑµῶν φειδόµενος. Ἐκεῖνοι µὲν οὖν, ἂν µὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηµατιζόµενοι, οὐδὲν παρ' ὑµῶν βλάπτονται· ἀλλ' ἄν τε εἴπητε, ἄν τε µὴ εἴπητε, λόγον τῷ δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑµέτερα βλάπτει ῥήµατα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ' ὑµῶν λεγόµενα, ἐκεῖνοι µὲν οὖν ἐκέρδανον συκοφαντούµενοι εἰκῆ, ὑµεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ δὲ ὑµῶν οὐχ οὕτως ἐστίν· ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τε ψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες· εἰ γὰρ ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ µᾶλλον διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιµωρία· παντὸς γὰρ ῥήµατος ἀργοῦ δώσετε λόγον. Ὥστε ὑµῶν ἕνεκεν πάντα ποιοῦµεν καὶ κάµνοµεν. Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγµονεῖ, οὐδεὶς λέγει πρὸς ἑαυτὸν τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν µή τις ἀποτάξηται, φησὶν ὁ Χριστὸς, πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι µου ἄξιος. Τί ὅταν λέγῃ,∆ ύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ ὑµῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑµῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ, οὐδεὶς πρὸς ἑαυτὸν διαλέγεται, ἀλλ' ἐν τοῖς ἑτέρων σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο µέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκληµάτων. Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι' ὑµᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόµον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωµεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, µηδὲ ἄργυρον, µηδὲ δύο χιτῶνας, µηδὲ ὑποδήµατα, µὴ ζώνην, µὴ ῥάβδον. Τί οὖν, εἰπέ µοι; Πέτρος παρὰ τὸ πρόσταγµα ἐποίει; πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱµάτιον καὶ ὑποδήµατα; ὅτι γὰρ εἶχεν, ἄκουε τοῦ ἀγγέλου λέγοντος πρὸς αὐτὸν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδηµάτων ἦν· ἔνεστι γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειµῶνί ἐστιν· ἀλλ' ὅµως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιµοθέῳ γράφων, Σπούδασον πρὸ χειµῶνος ἐλθεῖν· εἶτα παραγγέλλει καὶ λέγει· Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόµενος φέρε, καὶ τὰ βιβλία, µάλιστα τὰς µεµβράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ µὲν γὰρ µηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν µὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ µισθώµατι ἔµενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐµοὶ Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐµαρτύρησε λέγων, ὅτι Σκεῦος ἐκλογῆς µοί ἐστιν οὗτος; Ἔδει ταύτην ἀφεῖναι τὴν ἀµφιβολίαν παρ' ὑµῖν, καὶ µηδεµίαν ἐπαγαγεῖν τῷ ζητήµατι λύσιν, ἀλλὰ ταύτην ὑµᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰςΓραφὰς ὀλιγωρίας· πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται.∆ ιὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁµαρτήµασίν ἐσµεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡµετέρων οὐδένα λόγον ποιούµεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσµεν, ὅτι τοὺς θείουςοὐ παιδευόµεθα νόµους. Ἔδει µὲν οὖν ταύτην ὑµᾶς εἰσπράξασθαι τὴν δίκην· ἀλλὰ τί πάθω; πατήρ εἰµι· πολλὰ καὶ πέρα τοῦ δέοντος οἱ πατέρες χαρίζονται τοῖς παισὶ, τῶν σπλάγχνων αὐτοῖς διαθερµαινοµένων[ ἐκεῖνοι] τῶν πατρικῶν· κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόµενον, αὐτοὶ µᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύον ται, ἕως ἂν τῆς ἀθυµίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ µὴ λαβεῖν, ἵνα λάβητε καλῶς.
9.6
Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἠναντιώθησαν, µὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγµασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγµατα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διαπαντός. Καὶ τοῦτο οὐ στοχαζόµενος λέγω, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Πῶς; Φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς µαθηταῖς, Ὅτε ἀπέστειλα ὑµᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώνης καὶ ὑποδηµάτων, µήτι ὑστέρησεν ὑµῖν; Λέγουσιν αὐτῷ· Οὔ. Οὐκοῦν λοιπὸν κτήσασθε. Ἀλλὰ τί ἔδει, εἰπέ µοι; ἕνα χιτῶνα ἔχειν; Τί οὖν; εἰ πλύνεσθαι τοῦτον ἔδει, γυµνὸν ἐχρῆν οἴκοι καθέζεσθαι; ἢ γυµνὸν περιιέναι καὶ ἀσχηµονεῖν, χρείας καλούσης; Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώµασι περιιόντα τὴν οἰκουµένην διὰ ἱµατίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοιςπράγµασιν ἐµποδίζειν. Τί δέ; εἰ κρυµὸς ἐπετέθη σφοδρὸς, καὶ κατέβρεξεν, ἢ καὶ ἐπάγωσε, πῶς ξηραίνεσθαι ἐνῆν; πάλιν γυµνὸν ἐχρῆν καθῆσθαι; τί δέ; εἰ ψῦχος κατέτεινε τὸ σῶµα, τήκεσθαι ἔδει, καὶ µὴ φθέγγεσθαι; Ὅτι γὰρ οὐκ ἀδαµάντινα σώµατα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι περὶ Τιµοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου, Ἀναγκαῖον ἡγησάµην ἀποστεῖλαι ὑµῖν τὸν ὑµῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας µου. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ µόνον, ἀλλὰ καὶ ἐµέ. Ὥστε ἁλώσιµοι πᾶσιν ἦσαν τοῖς πάθεσι. Τί οὖν; ἀπόλλυσθαι ἐχρῆν; Οὐδαµῶς. Τίνος οὖν ἕνεκεν τότε τοῦτο ἐπέταξε; Τὴν δύναµιν αὐτοῦ θέλων δεῖξαι, ὅτι καὶ µετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ' οὐκ ἐποίησε. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησε; Πολλῷ τῶν Ἰσραηλιτῶν ἦσαν οὗτοι θαυµασιώτεροι, ὧν τὰ ὑποδήµατα οὐ κατετρίβετο, οὐδὲ τὰ ἱµάτια, καὶ ταῦτα ἐκείνην τὴν ἔρηµον διοδευόντων, ἔνθα θερµοτέρα ἐπιπίπτουσα ἡ ἀκτὶς ἡ ἡλιακὴ καὶ λίθους αὐτοὺς καταφρύγειν δύναται. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε;∆ ιὰ σέ. Ἐπειδὴ γὰρ οὐκ ἔµελλες ὑγιαίνειν, ἀλλὰ τραυµατίζεσθαι, τῶν φαρµάκων σοι τὴν ὑπόθεσιν παρέσχε· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ µοι, οὐκ ἠδύνατο αὐτὸς αὐτοὺς θρέψαι; εἰ σοὶ τῷ προσκεκρουκότι ἔδωκεν, οὐ πολλῷ µᾶλλον Παύλῳ ἂν ἔδωκεν; ὁ τοῖς Ἰσραηλίταις διδοὺς τοῖς γογγυσταῖς, τοῖς πόρνοις, τοῖς εἰδωλολάτραις, οὐ πολλῷ µᾶλλον ἂν Πέτρῳ τῷ καταλείψαντι ἅπαντα δι' αὐτὸν ἀφῆκεν; ὁ µιαροὺς ἀφεὶς ἔχειν ἄνδρας, οὐ πολλῷ µᾶλλον ἂν Ἰωάννῃ ἐχαρίσατο, τῷ καὶ τὸν πατέρα δι' αὐτὸν καταλείποντι; Ἀλλ' οὐκ ἠθέλησεν· ἀλλὰ διὰ σοῦ αὐτοὺς τρέφει, ἵνα σὺ ἁγιασθῇς. Καὶ θέα µοι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. Εἵλετο τοὺς αὑτοῦ µαθητὰς ἐλαττωθῆναι, ἵνα σὺ µικρὸν ἀναπνεύσῃς. Ἀλλ' εἰ ἐποίησεν αὐτοὺς ἀνενδεεῖς, φησὶ, πολλῷ θαυµαστότεροι ἂν ἦσαν, πολλῷ ἐπιδοξότεροι. Ἀλλὰ σοῦ ἡ σωτηρία ἐξεκέκοπτο. Οὐχ εἵλετο τοίνυν ἐκείνους γενέσθαι θαυµαστοὺς, ἀλλ' ἐλαττοῦσθαι µᾶλλον, ἵνα σὺ σωθῇς· καὶ ἐλαττωθῆναι ἐκείνους συνεχώρησεν, ἵνα σὺ δυνηθῇς σωθῆναι. Οὐ γὰρ ὁµοίως αἰδέσιµός ἐστι διδάσκαλος λαµβάνων, ἀλλ' ἐκεῖνος µάλιστα τιµᾶται ὁ µὴ λαµβάνων· ἀλλ' ὁ µαθητὴς οὐκ ὠφελεῖται, ἀλλὰ τὸν καρπὸν ἐγκόπτεται. Ὁρᾷς τὴν σοφίαν τοῦ φιλανθρώπου Θεοῦ; Ὥσπερ γὰρ αὐτὸς οὐχὶ τὴν ἰδίαν δόξαν ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ ἐν δόξῃ ὢν εἵλετο ἀτιµασθῆναι διὰ σὲ, οὕτω καὶ ἐπὶ τῶν διδασκάλων· δυνάµενος αὐτοὺς ποιῆσαι αἰδεσίµους, εἵλετο εἶναι εὐκαταφρονήτους διὰ σὲ, ἵνα σὺ ἔχῃς κερδαίνειν, ἵνα σὺ ἔχῃς πλουτεῖν. Ἵνα γὰρ σὺ εὐπορῇς ἐν τοῖς πνευµατικοῖς, διὰ τοῦτο ἐκεῖνος ἀπορεῖ ἐν τοῖς βιωτικοῖς. Ὅτι τοίνυν ἐδύνατο ποιῆσαι αὐτοὺς ἀνενδεεῖς, ἔδειξε διὰ πολλῶν· ὅτι δὲ διὰ σὲ ἀφίησιν αὐτοὺς ἐν ἐνδείᾳ εἶναι, καὶ τοῦτο δείκνυται ὁµοίως. Ταῦτα οὖν εἰδότες, µὴ πρὸς κατηγορίας, ἀλλὰ πρὸς εὐποιίας τραπῶµεν· µὴ τὰ ἑτέρων κακὰ περιεργαζώµεθα, ἀλλὰ τὰ ἡµέτερα αὐτῶν ἀναλογιζώµεθα· τὰ ἑτέρων κατορθώµατα ἐννοῶµεν, τὰ δὲ ἡµέτερα ἁµαρτήµατα ἀναλογιζώµεθα· καὶ οὕτως εὐαρεστήσοµεν τῷ Θεῷ. Ὁ µὲν γὰρ τὰ ἑτέρων ἁµαρτήµατα ὁρῶν, καὶ τὰ αὑτοῦ κατορθώµατα, διπλῇ βλάπτεται· ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυµίαν ἐµπίπτει. Ὅταν γὰρ ἐννοήσῃ, ὅτι ὁ δεῖνα ἥµαρτεν, εὐκόλως ἁµαρτήσει καὶ αὐτός· ὅταν ἐννοήσῃ, ὅτι αὐτὸς κατώρθωσεν, εὐκόλως ἀπονοεῖται. Ὁ δὲ τὰ µὲν αὐτοῦ κατορθώµατα λήθῃ παραδιδοὺς, τὰ δὲ ἁµαρτήµατα βλέπων µόνα, καὶ τὰ ἑτέρων ἁµαρτήµατα µὴ περιεργαζόµενος, ἀλλὰτὰ κατορθώµατα, πολλὰ κερδανεῖ. Πῶς, ἄκουε· Ὅταν ἴδῃ, ὅτι ὁ δεῖνα κατώρθωσε, πρὸς τὸν ἴσον αἴρεται ζῆλον· ὅταν ἴδῃ, ὅτι αὐτὸς ἥµαρτε, ταπεινοφρονήσει καὶ µετριάσει. Ἂν οὕτω ποιῶµεν, καὶ οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονοµῶµεν, δυνησόµεθα τῶν ἐπηγγελµένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note