Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.15
Ὥστε εἰ καὶ ἐλύπησα ὑµᾶς ἐν τῇ ἐπιστολῇ, οὐ µεταµέλοµαι, εἰ καὶ µετεµελόµην. αʹ. Ἀπολογεῖται λοιπὸν ὑπὲρ τῆς ἐπιστολῆς, ὅτε ἀκίνδυνον ἦν αὐτοὺς θεραπεύειν, τῆς ἁµαρτίας διορθωθείσης, καὶ δείκνυσι τοῦ πράγµατος τὴν ὠφέλειαν. Ἐποίησε µὲν γὰρ αὐτὸ καὶ ἔµπροσθεν, εἰπὼν, Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑµᾶς. Ποιεῖ δὲ αὐτὸ καὶ νῦν, διὰ πλειόνων οὕτως αὐτὸ κατασκευάζων. Καὶ οὐκ εἶπε, Πρότερον µὲν µετεµελόµην, νῦν δὲ οὐ µεταµέλοµαι· ἀλλὰ πῶς; Οὐ µεταµέλοµαι νῦν, εἰ καὶ µετεµελόµην. Εἰ καὶ τοιαῦτα ἦν, φησὶ, τὰ γεγραµµένα παρ' ἐµοῦ, ὡς ὑπερβαίνειν τὸ µέτριον τῆς ἐπιτιµήσεως, καὶ ποιῆσαί µε µεταµεληθῆναι· ἀλλὰ τὸ πολὺ κέρδος τὸ ἐξ αὐτῶν οὐκ ἐᾷ µε µεταµεληθῆναι. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀµέτρως ἐπιτιµήσας, ἀλλὰ τὰ ἐγκώµια αὐτῶν αὔξων. Τοσαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ καταγνῶναι ἐµαυτοῦ, ἐπαινεῖν µε νῦν ἐµαυτὸνἀπὸ τοῦ τέλους. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν δέξηται θεραπείαν λυποῦσαν, οἱονεὶ τοµὴν, ἢ καῦσιν, ἢ πικρὸν φάρµακον, ἀδεῶς αὐτὰ λοιπὸν κολακεύοµεν· οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑµᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς µετάνοιαν. Εἰπὼν, ὅτι Οὐ µεταµέλοµαι, λέγει καὶ τὴν αἰτίαν, τὸ χρήσιµον τιθεὶς τὸ ἀπὸ τῶν γραµµάτων, καὶ συνετῶς ἀπολογούµενος, καὶ λέγων, Εἰ καὶ πρὸς ὥραν. Τὸ µὲν γὰρ λυπηρὸν βραχὺ, τὸ δὲ ὠφέλιµον διηνεκές. Καὶ τὸ µὲν ἀκόλουθον ἦν εἰπεῖν, Εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑµᾶς, ἀλλὰ διὰ παντὸς ηὔφρανεν ὑµᾶς, καὶ ὠφέλησεν. Ἀλλ' οὐ λέγει τοῦτο· ἀλλὰ πρὶν ἢ τὸ κέρδος εἰπεῖν, µεταβαίνει πάλιν ἐπὶ τὰ ἐγκώµια αὐτῶν, καὶ τὴν ἀπόδειξιν τῆς ἑαυτοῦ κηδεµονίας λέγων, Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε· τί γάρ µοι κέρδος ἀπὸ τοῦ λυπηθῆναι ὑµᾶς; ἀλλ' ὅτι ἐλυπήθητε εἰς µετάνοιαν· ὅτι ἔσχε τι κέρδος ἡ λύπη. Ἐπεὶ καὶ πατὴρ ὅταν ἴδῃ παῖδα τεµνόµενον, οὐχ ὅτι ὀδυνᾶται χαίρει, ἀλλ' ὅτι διορθοῦται· οὕτω καὶ οὗτος. Ὅρα δὲ πῶς ἀπὸ τῶν πραγµάτων ἐπ' αὐτοὺς µεταφέρει τὸ πᾶν κατόρθωµα, καὶ τὸ λυπηρὸν τῇ ἐπιστολῇ λογίζεται, Ὅτι πρὸς ὥραν ἐλύπησεν ὑµᾶς, λέγων, τὸ δὲ ἐξ αὐτῆς χρήσιµον εἶναι αὐτῶν κατόρθωµά φησιν. Οὐ γὰρ εἶπεν, Ὅτι διώρθωσεν ὑµᾶς ἡ ἐπιστολὴ, εἰ καὶ οὕτως εἶχεν, ἀλλ' Ὅτι ἐλυπήθητε εἰς µετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν µηδενὶ ἐξ ἡµῶν ζηµιωθῆτε. Εἶδες σύνεσιν ἄφατον. Εἰ γὰρ µὴ τοῦτο ἐποιήσαµεν, φησὶν, ἐζηµιώσαµεν ἂν ὑµᾶς. Καὶ τὸ µὲν κατόρθωµα αὐτῶν φησιν εἶναι, τὴν δὲ ζηµίαν αὐτοῦ, εἴπερ ἐσιώπησεν. Εἰ γὰρ µέλλουσιν ἐξ ἐπιπλήξεως διορθοῦσθαι, εἰ µὴ ἐπεπλήξαµεν, ἐζηµιώσαµεν ἂν ὑµᾶς· καὶ οὐχὶ παρ' ὑµᾶς µόνον, ἀλλὰ καὶ παρ' ἡµᾶς ἂν ἡ βλάβη γέγονε. Καθάπερ γὰρ ὁ µὴ διδοὺς τῷ ἐµπόρῳ τὰ πρὸς τὴν ναυτιλίαν, αὐτός ἐστιν ὁ τὴν ζηµίαν ποιῶν· οὕτω καὶ ἡµεῖς, εἰ µὴ παρέσχοµεν ὑµῖν τὰς ἀφορµὰς τῆς µετανοίας, ἐζηµιώσαµεν ἂν ὑµᾶς. Ὁρᾷς ὅτι τὸ µὴ ἐπιτιµᾷν τοῖς ἁµαρτάνουσι, ζηµία ἐστὶ καὶ τῷ διδασκάλῳ καὶ τῷ µαθητῇ; Ἡ γὰρ κατὰ Θεὸν λύπη µετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον κατεργάζεται.∆ ιὰ τοῦτο, φησὶν, εἰ καὶ µετεµελόµην, πρὶν ἢ τὸν καρπὸν ἰδεῖν καὶ τὸ κέρδος ὅσον, οὐ µεταµέλοµαι νῦν. Τοιοῦτον γὰρ ἡ κατὰ Θεὸν λύπη. Καὶ λοιπὸν περὶ αὐτῆς φιλοσοφεῖ, δεικνὺς ὅτι οὐ πανταχοῦ χαλεπὸν λύπη, ἀλλ' ὅταν κατὰ κόσµον γίνηται. Τί δέ ἐστι, κατὰ κόσµον; Ἐὰν λυπηθῇς διὰ χρήµατα, διὰ δόξαν, διὰ τὸν ἀπελθόντα, πάντα ἐκεῖνα κατὰ κόσµον.∆ ιὸ καὶ θάνατον ποιεῖ. Ὁ γὰρ διὰ δόξαν λυπούµενος, φθονεῖ, καὶ ἀναγκάζεται πολλάκις ἀπολέσθαι· οἵαν καὶ ὁ Κάϊν ἐλυπήθη λύπην, οἵαν ὁ Ἡσαῦ. Τὴν οὖν κατὰ κόσµον λύπην λέγει ταύτην τὴν ἐπὶ βλάβῃ τῶν λυπουµένων. Καὶ γὰρ εἰς ἁµαρτίας µόνον ἡ λύπη χρήσιµον· καὶ τοῦτο δῆλον ἐντεῦθεν. Ὁ λυπούµενος ὑπὲρ χρηµάτων ἀπωλείας, τὴν ζηµίαν οὐ λύει· ὁ λυπούµενος ὑπὲρ τετελευτηκότος, τὸν κείµενον οὐκ ἀνίστησιν· ὁ λυπούµενος ἐπὶ νόσῳ, οὐ µόνον οὐ διορθοῦται, ἀλλὰ καὶ ἐπιτρίβει τὸ νόσηµα· ὁ λυπούµενος ἐφ' ἁµαρτίαις, οὗτος µόνος ἀνύει τι πλέον ἀπὸ τῆς λύπης· δαπανᾷ γὰρ καὶ ἀφανίζει τὰς ἁµαρτίας. Ἐπειδὴ γὰρ πρὸς τοῦτο κατεσκεύασται τὸ φάρµακον, ἐνταῦθα ἰσχύει µόνον καὶ τὴν ὠφέλειαν ἐπιδείκνυται, ἐπὶ δὲ τῶν ἄλλων καὶ βλάπτει. βʹ. Καὶ µὴν ὁ Κάϊν, φησὶ, διὰ τὸ µὴ παρὰ τῷ Θεῷ εὐδοκιµεῖν, ἐλυπεῖτο. Οὐ διὰ τοῦτο, ἀλλ' ἐπειδὴ τὸν ἀδελφὸν εἶδε λάµποντα· ἐπεὶ, εἰ διὰ τοῦτο ἤλγει, ζηλοῦν ἔδει, καὶ συγχαίρειν ἐκείνῳ· νυνὶ δὲ ἀλγῶν, ἐδείκνυ κατὰ κόσµον λυπούµενος. Ἀλλ' οὐχ ὁ∆ αυῒδ οὕτως, οὐδὲ ὁ Πέτρος, οὐδὲ τῶν δικαίων ἕκαστος.∆ ιὸ ηὐδοκίµουν, ἢ ὑπὲρ οἰκείων, ἢ ὑπὲρ ἀλλοτρίων ἀλγοῦντες ἁµαρτηµάτων. Καίτοι τί λύπης φορτικώτερον; Ἀλλ' ὅταν κατὰ Θεὸν γίνηται, τῆς ἐν τῷ κόσµῳ χαρᾶς βελτίων ἐστίν. Αὕτη µὲν γὰρ εἰς οὐδὲν τελευτᾷ, ἐκείνη δὲ µετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον ἐργάζεται. Καὶ γὰρ τὸ θαυµαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι οὐδ' ἂν µετανοήσειέ τις ἀλγήσας οὕτως· ὃ µάλιστα τῆς κοσµικῆς λύπης ἴδιόν ἐστι. Τί γὰρ παιδὸς ποθεινότερον γνησίου; τί δὲ ἀλγεινότερον τῆς τοιαύτης τελευτῆς; Ἀλλ' ὅµως οἱ ἐν ἀκµῇ τοῦ πένθους µηδενὸς ἀνεχόµενοι πατέρες, καὶ κατακόπτοντες ἑαυτοὺς, οὗτοι µετὰ χρόνον µετανοοῦσιν, ἐπειδὴ ἀµέτρως ἤλγησαν, ὡς οὐδὲν ὀνήσαντες ἐντεῦθεν, ἀλλὰ καὶ µειζόνως ἑαυτοὺς ἐπιτρίψαντες. Ἀλλὰ οὐχ ἡ κατὰ Θεὸν λύπη τοιαύτη· ἀλλ' ἔχει δύο πλεονεκτήµατα, τὸ µὴ καταγινώσκεσθαι ἐφ' οἷς ἀλγεῖ τις, καὶ τὸ τὴν λύπην ταύτην εἰς σωτηρίαν τελευτᾷν· ὧν ἑκατέρων ἐκείνη ἐστέρηται. Καὶ γὰρ εἰς βλάβην ἀλγοῦσι, καὶ µετὰ τὸ ἀλγῆσαι σφόδρα, καταγινώσκουσιν ἑαυτῶν, µέγιστον τοῦτο σηµεῖον ἐκφέροντες τοῦ ἐπὶ βλάβῃ τοῦτο ποιῆσαι. Ἡ δὲ κατὰ Θεὸν τοὐναντίον· διὸ καὶ ἔλεγε, Μετάνοιαν εἰς σωτηρίαν ἀµεταµέλητον κατεργάζεται. Οὐδεὶς γὰρ ἑαυτοῦ καταγνώσεται, ἐὰν λυπηθῇ ἐφ' ἁµαρτίᾳ, ἐὰν πενθήσῃ, καὶ ἑαυτὸν συντρίψῃ. Ὅπερ καὶ ὁ µακάριος Παῦλος εἰπὼν, οὐ δεῖται ἑτέρωθεν τὸ ὑπόδειγµα παραγαγεῖν ὧν εἶπεν, οὐδὲ τοὺς ἐν ταῖς παλαιαῖς ἱστορίαις λυπηθένταςπαρενεγκεῖν εἰς µέσον, ἀλλ' αὐτοὺς Κορινθίους παράγει, καὶ ἀφ' ὧν ἐποίησαν, ἀπὸ τούτων τὴν ἀπόδειξιν παρέχεται, ἵνα καὶ µετ' ἐγκωµίων αὐτοὺς παιδεύσῃ, καὶ µᾶλλον αὐτοὺς ἐπισπάσηται. Ἰδοὺ γὰρ, φησὶν, αὐτὸ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑµᾶς, πόσην κατειργάσατο ἐν ὑµῖν σπουδήν; Οὐ µόνον γὰρ, φησὶν, οὐκ ἐνέβαλεν ὑµᾶς εἰς τὸ καταγνῶναι ἑαυτῶν ἡ ἀθυµία, ὡς εἰκῆ τοῦτο πεποιηκότων, ἀλλὰ καὶ σπουδαιοτέρους ἐποίησεν. Εἶτα λέγει τῆς σπουδῆς τὰ τεκµήρια. Ἀλλὰ ἀπολογίαν· πρὸς ἐµέ. Ἀλλὰ ἀγανάκτησιν· πρὸς ἐκεῖνον τὸν ἡµαρτηκότα. Ἀλλὰ φόβον· καὶ γὰρ σφόδρα δεδοικότων ἦν ἡ τοσαύτη σπουδὴ καὶ ἡ ταχίστη διόρθωσις. Καὶ ἵνα µὴ δόξῃ ἐπαίρειν ἑαυτὸν, ὅρα πῶς ταχέως αὐτὸ παρεµυθήσατο εἰπὼν, Ἀλλ' ἐπιπόθησιν· τὴν εἰς ἐµέ· ἀλλὰ ζῆλον· τὸν ὑπὲρ τοῦ Θεοῦ· ἀλλ' ἐκδίκησιν· καὶ γὰρ ἐξηδικήσατε τοὺς τοῦ Θεοῦ νόµους ὑβρισθέντας. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγµατι. Οὐχὶ τῷ µὴ τολµῆσαι µόνον· τοῦτο γὰρ πρόδηλον ἦν· ἀλλὰ καὶ τῷ µὴ συνήδεσθαι. Ἐπειδὴ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγε, Καὶ ὑµεῖς πεφυσιωµένοι ἐστὲ, ἐνταῦθά φησι, Καὶ ταύτης ἑαυτοὺς ἀπηλλάξατε τῆς ὑποψίας, οὐχὶ τῷ µὴἐπαινέσαι µόνον, ἀλλὰ καὶ τῷ ἐπιτιµῆσαι καὶ ἀγανακτῆσαι. Ἄρα εἰ καὶ ἔγραψα ὑµῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος. Ἵνα γὰρ µὴ λέγωσι, Τί οὖν ἡµῖν ἐπιτιµᾷς, εἰ ἁγνοὶ ἦµεν ἐπὶ τῷ πράγµατι; πρὸς τοῦτο ἱστάµενος καὶ ἀνωτέρω, καὶ προδιοικούµενος αὐτὸ, ἔλεγεν ἅπερ ἔλεγεν, οἷον, Οὐ µεταµέλοµαι, εἰ καὶ µετεµελόµην. Τοσοῦτον γὰρ ἀπέχω τοῦ µετανοεῖν νῦν ἐφ' οἷς ἔγραψα τότε, φησὶν, ὅτι τότε µᾶλλον µετενόησα ἢ νῦν, ὅτε ἑαυτοὺς συνεστήσατε. Εἶδες πάλιν αὐτοῦ τὸ βίαιον καὶ φιλόνεικον, πῶς εἰς τοὐναντίον τὸν λόγον περιέτρεψεν; Ἐξ ὧν γὰρ ἐνόµιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιµήσαντα, διὰ τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δείκνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον. Οὐδὲ γὰρ παραιτεῖται λοιπὸν χαρίζεσθαι ἀδεῶς, ὅταν ἐξῇ τοῦτο ποιεῖν. Ὁ γὰρ τοιαῦτα λέγων ἀνωτέρω, ὅτι Ὁ κολλώµενος τῇ πόρνῃ, ἓν σῶµά ἐστι· καὶ, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· καὶ, Πᾶν ἁµάρτηµα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώµατός ἐστι· καὶ ὅσα τοιαῦτα, πῶς ἐνταῦθά φησιν, Οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος; Οὐκ ἐναντιούµενος ἑαυτῷ, ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Πῶς ἑαυτῷ ἀκολουθῶν; Ὅτι περισπούδαστον ἦν αὐτῷ, δεῖξαι τὸ φίλτρον ὃ περὶ αὐτοὺς εἶχεν. Οὐ τοίνυν ἀναιρεῖ τὸ κήδεσθαι ἐκείνου, ἀλλ' ἐνδείκνυται καὶ τὴν ἀγάπην τὴν περὶ αὐτοὺς, ὅπερ ἔφην, καὶ ὅτι µείζων αὐτὸν κατέσεισε φόβος περὶ πάσηςτῆς Ἐκκλησίας. Ἐδεδοίκει γὰρ µὴ ἐπὶ πλέον νεµηθῇ τὸ κακὸν, καὶ ὁδῷ βαδίζον, ὅλην καταλάβῃ τὴν Ἐκκλησίαν.∆ ιὸ καὶ ἔλεγε, Μικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ. Ἀλλὰ τοῦτο µὲν τότε· νῦν δὲ, ἐπειδὴ κατώρθωσαν, οὐκέτι αὐτὸ οὕτω τίθησιν, ἀλλ' ἑτέρως· καὶ τὸ αὐτὸ µὲν αἰνίττεται, γλυκύτερον δὲ µεταχειρίζει τὸν λόγον, λέγων, Ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ἡµῶν τὴν ὑπὲρ ὑµῶν πρὸς ὑµᾶς, τουτέστιν, Ἵνα εἰδῆτε πῶς ὑµᾶς φιλῶ. Τοῦτο δὲ τὸ αὐτὸ µὲν ἔστι τῷ προτέρῳ, ἑτέρως δὲ ἑρµηνευθὲν, ἑτέραν ἔδοξεν ἔµφασιν παρέχειν. Ἐπεὶ ὅτι τὸ αὐτό ἐστιν, ἀνάπτυξον αὐτοῦ τὴν ἔννοιαν, καὶ οὐδὲν ὄψει τὸ µέσον. Ἐπειδὴ γὰρ σφόδρα φιλῶ ὑµᾶς, φησὶν, ἐδεδοίκειν µή τι πάθητε ἐκεῖθεν ἀηδὲς, µὴ αὐτοὶ δέξησθε τὴν λύπην. Ὥσπερ οὖν ὅταν λέγῃ, Μὴ τῶν βοῶν µέλει τῷ Θεῷ; οὐ τοῦτο λέγει, ὅτι οὐ µέλει· οὐδὲ γὰρ ἔνι τι συστῆναι τῶν ὄντων τῆς προνοίας ἀποστερηθὲν τοῦ Θεοῦ· ἀλλ' ὅτι οὐ προηγουµένως διὰ τοὺς βόας ἐνοµοθέτει· οὕτω καὶ ἐνταῦθα, Πρῶτον µὲν δι' ὑµᾶς ἔγραφον, δεύτερον δὲ καὶ δι' ἐκεῖνον, Καὶ εἶχον µὲν τὴν ἀγάπην ἐν ἑαυτῷ, καὶ χωρὶς τῆς ἐπιστολῆς, φησίν. Ἐβουλόµην δὲ αὐτὴν καὶ ὑµῖν δεῖξαι καὶ πᾶσιν ἁπλῶς διὰ τῶν γραµµάτων ἐκείνων.∆ ιὰ τοῦτο παρακεκλήµεθα· ἐπειδὴ καὶ τὴν σπουδὴν ἐδείξαµεν τὴν περὶ ὑµᾶς, καὶ τὸ πᾶν ἡµῖν κατώρθωται. Καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε, Νῦν ζῶµεν, ἐὰν ὑµεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν Τίς γὰρ ἡµῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑµεῖς; Τοῦτο γὰρ ζωὴ, τοῦτο παράκλησις, τοῦτο παραµυθία διδασκάλῳ νοῦν ἔχοντι, ἡ ἐπίδοσις τῶν µαθητευοµένων. γʹ. Οὐδὲν γὰρ οὕτω δείκνυσι τὸν τὴν ἀρχὴν ἔχοντα, ὡς ἡ φιλοστοργία ἡ περὶ τοὺς ἀρχοµένους. Καὶ γὰρ πατέρα οὐ τὸ γεννῆσαι µόνον ποιεῖ, ἀλλὰ καὶ τὸ φιλεῖν µετὰ τὸ γεννῆσαι. Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ µᾶλλον ἔνθα ἡ χάρις. Οὕτως οἱ παλαιοὶ πάντες ἔλαµψαν. Ὅσοι γοῦν τῶν παρ' Ἑβραίοις εὐδοκίµησαν, ἐντεῦθεν ἐφάνησαν. Οὕτω Σαµουὴλ µέγας ἐδείχθη λέγων, Ἐµοὶ δὲ µὴ γένοιτο ἁµαρτεῖν τῷ Θεῷ τοῦ διαλιπεῖν προσευχόµενον ὑπὲρ ὑµῶν· οὕτως ὁ∆ αυῒδ, οὕτως ὁ Ἀβραὰµ, οὕτως ὁ Ἠλίας, οὕτως ἕκαστος τῶν δικαίων, τῶν ἐν τῇ Καινῆ, τῶν ἐν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς διὰ τοὺς ἀρχοµένους πλοῦτον τοσοῦτον καὶ θησαυροὺς ἀφάτους κατέλιπεν, ἑλόµενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· καὶ πρὸ τῆς χειροτονίας δηµαγωγὸς ἦν διὰ τῶν ἔργων.∆ ιὸ καὶ σφόδρα ἀνοήτως ἔλεγε πρὸς αὐτὸν ὁ Ἑβραῖος ἐκεῖνος, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς; Τί λέγεις; τὰ ἔργα ὁρᾷς, καὶ περὶ τῆς προσηγορίας ἀµφιβάλλεις; Ὥσπερ ἂν εἴ τις ἰδὼν τέµνοντα ἰατρὸν ἄριστα, καὶ τῷ πεπονηκότι µέλει τοῦ σώµατος βοηθοῦντα, λέγοι, Τίς σε κατέστησεν ἰατρὸν, καὶ τέµνειν ἐκέλευσεν; Ἡ τέχνη, ὦ βέλτιστε, καὶ ἡ νόσος ἡ σή· οὕτω καὶ τοῦτον ἡ ἐπιστήµη τοιοῦτον ἐποίησε. Καὶ γὰρ τέχνη τὸ ἄρχειν ἐστὶν, οὐκ ἀξίωµα µόνον, καὶ τέχνη τεχνῶν ἁπασῶν ἀνωτέρα. Εἰ γὰρ ἡ τῶν ἔξωθεν ἀρχὴ, τέχνη καὶ ἐπιστήµη πασῶν βελτίων ἐστὶ, πολλῷ µᾶλλον αὕτη. Καὶ γὰρ τοσούτῳ ἀµείνων ἐκείνης αὕτη ἡ ἀρχὴ, ὅσῳ τῶν ἄλλων δὲ ἐκείνη· µᾶλλον δὲ καὶ πολλῷ πλέον. Καὶ, εἰ βούλεσθε, τὸν λόγον τοῦτον ἀκριβέστερον ἐξετάσωµεν. Ἔστι τέχνη γεωργικὴ, ἔστιν ὑφαντικὴ, οἰκοδοµική· αἳ καὶ ἀναγκαῖαι σφόδρα εἰσὶ, καὶ µάλιστα συνέχουσιν ἡµῶν τὸν βίον. Αἱ γὰρ δὴ ἄλλαι διάκονοι τούτων εἰσὶν, ἡ χαλκευτικὴ, ἡ τεκτονική, ἡ ποιµαντική. Ἀλλὰ καὶ τούτων αὐτῶν τῶν τεχνῶν ἀναγκαιοτέρα πασῶν ἡ γεωργικὴ, ἣν καὶ πρώτην εἰσήγαγεν ὁ Θεὸς, τὸν ἄνθρωπον πλάσας. Ὑποδηµάτων µὲν γὰρ ἄνευ καὶ ἱµατίων δυνατὸν ζῇν, γεωργικῆς δὲ χωρὶς, ἀµήχανον. Τοιούτους τοὺς ἁµαξοβίους εἶναί φασι, τοὺς παρὰ Σκύθαις νοµάδας, τοὺς γυµνοσοφιστὰς τοὺς τῶν Ἰνδῶν. Οὗτοι γὰρ καὶ οἰκοδοµικὴν καὶ ὑφαντικὴν καὶ τὴν τῶν ὑποδηµάτων εἴασαν τέχνην, µόνης δὲ τῆς γεωργικῆς δέονται. Αἰσχύνθητε οἱ τῶν περιττῶν χρῄζοντες τεχνῶν, καὶ µαγείρων καὶ πλακουντοποιῶν καὶ ποικιλτῶν καὶ µυρίων ἑτέρων τοιούτων, ἵνα ζῆτε· αἰσχύνθητε οἱ τὰς µαταιοτεχνίας εἰσαγαγόντες τῷ βίῳ· αἰσχύνθητε ἐκείνους τοὺς βαρβάρους ὑµεῖς οἱ πιστοὶ, τοὺς µὴ δεοµένους τέχνης. Καὶ γὰρ σφόδρα αὐτάρκη τὴν φύσιν ἐξ ὀλίγων ἐποίησεν ὁ Θεός. Πλὴν οὐκ ἀναγκάζω, οὐδὲ νοµοθετῶ οὕτω ζῇν· ἀλλ' ὡς ὁ Ἰακὼβ ᾔτησε. Τί δὲ ᾔτησεν ἐκεῖνος; Ἐὰν δῷ µοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱµάτιον περιβαλέσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἔχοντες δὲ τροφὴν καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα. Πρώτη µὲν οὖν ἡ γεωργικὴ, δευτέρα δὲ ἡ ὑφαντικὴ, καὶ τρίτη µετ' ἐκείνην ἡ οἰκοδοµική· ἡ δὲ τῶν ὑποδηµάτων πασῶν ἐσχάτη. Παρὰ γοῦν ἡµῖν εἰσι πολλοὶ καὶ οἰκέται καὶ γεωργοὶ χωρὶς ὑποδηµάτων ζῶντες. Οὐκοῦν αἱ χρήσιµοι καὶ ἀναγκαῖαι αὗται. Φέρε οὖν, παραβάλωµεν αὐτὰς τῇ ἀρχικῇ.∆ ιὰ γὰρ τοῦτο τὰς πασῶν κυριωτέρας παρήγαγον, ἵν' ὅταν φανῇ αὕτη βελτίων ἐκείνων, ἀναµφισβήτητος ἡ κατὰ τῶν ἄλλων αὐτῇ νίκη ᾖ. Πόθεν οὖν αὐτὴν δείξοµεν ἀναγκαιοτέραν οὖσαν πασῶν; Ὅτι ταύτης ἄνευ οὐδὲν ἐκείνων ὄφελος. Καὶ, εἰ δοκεῖ, τὰς ἄλλας ἀφέντες, τὴν πασῶν ἀνωτέρω καὶ κυριωτέραν εἰς µέσον ἀγάγωµεν, τὴν γεωργικήν. Τί οὖν ἔσται πλέον τῆς τῶν γεωργῶν πολυχειρίας, ὅταν ἀλλήλοις πολεµῶσι, καὶ τὰ ἀλλήλων ἁρπάζωσι; Νῦν µὲν γὰρ ὁ τοῦ ἄρχοντος φόβος κατέχει, καὶ τὰ ὑπ' ἐκείνων γινόµενα φυλάττει· ἐὰν δὲ ταύτην ἀνέλῃς, περιττὸς ὁ πόνος ἐκεῖνος. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἑτέραν ἀρχὴν εὑρήσει µητέρα ταύτης καὶ σύνδεσµον οὖσαν. Ποίαν δὴ ταύτην; Καθ' ἢν ἕκαστον αὐτόν τινα ἑαυτοῦ κρατεῖν καὶ ἄρχειν δεῖ, τὰ µὲν ἀνελεύθερα κολάζοντα πάθη, πάντα δὲ τὰ τῆς ἀρετῆς βλαστήµατα ἐκτρέφοντά τεκαὶ αὔξοντα µετὰ ἀκριβείας ἁπάσης. Ἔστι γὰρ ἀρχῆς εἴδη, ἓν µὲν, καθ' ὃ δήµων καὶ πόλεων ἄρχουσιν ἄνθρωποι, τὸν πολιτικὸν τοῦτον διορθοῦντες βίον· ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγε· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία, εἰ µὴ ὑπὸ Θεοῦ. Εἶτα δεικνὺς αὐτῆς τὸ κέρδος, ἐπήγαγε λέγων, ὅτι Ὁ ἄρχων Θεοῦ διάκονός ἐστιν εἰς τὸ ἀγαθόν· καὶ πάλιν, Θεοῦ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Ἕτερον δὲ, καθ' ὃ ἑαυτοῦ τις ἕκαστος ὁ νοῦν ἔχων ἄρχει· ὃ καὶ αὐτὸ παρεδήλωσεν εἰπὼν, Εἰ δὲ θέλεις µὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει· τὸν ἑαυτοῦ ἄρχοντα λέγων. δʹ. Ἐνταῦθα δέ ἐστι καὶ ἑτέρα ἀρχὴ τῆς πολιτικῆς ἀρχῆς ἀνωτέρα. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἐν τῇ Ἐκκλησίᾳ· ἧς καὶ αὐτῆς ὁ Παῦλος µέµνηται λέγων, Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες. Αὕτη γὰρ ἡ ἀρχὴ τοσοῦτον τῆς πολιτικῆς ἀµείνων, ὅσον τῆς γῆς ὁ οὐρανός· µᾶλλον δὲ καὶ πολλῷ πλέον. Πρῶτον µὲν γὰρ οὐχ ὅπως γενόµενα κολάσειεν ἁµαρτήµατα σκοπεῖ προ ηγουµένως, ἀλλ' ὅπως µὴ γένοιτο τὴν ἀρχήν· ἔπειτα γενόµενα, οὐχ ὅπως ἀπενέγκοι τὸν κάµνοντα, ἀλλ' ὅπως ἀφανισθείη. Καὶ βιωτικῶν µὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγµάτων χρηµατίζει· Ἡµῶν γὰρ τὸ πολίτευµα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ἡ ζωὴ ἡµῶν ἐκεῖ. Κέκρυπται γὰρ, φησὶ, σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Καὶ τὰ ἔπαθλα ἐκεῖ, καὶ οἱ δρόµοι περὶ τῶν ἐκεῖ στεφάνων. Οὐδὲ γὰρ καταλύεται µετὰ τὴν τελευτὴν αὕτη ἡ ζωὴ, ἀλλὰ τότε διαλάµπει µειζόνως.∆ ιὰ δὴ τοῦτο, οὐχ ὑπάρχων µόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὰ διαδήµατα περικειµένων µείζονά εἰσιν ἐγκεχειρισµένοι τιµὴν οἱ ταύτην ἔχοντες τὴν ἀρχὴν, ἅτεἐν µείζοσι καὶ ἐπὶ µείζοσι πλάττοντες τοὺς ἀνθρώπους. Ἀλλ' οὔτε ὁ τὴν πολιτικὴν ἀρχὴν µετιὼν, οὔτε ὁ τὴν πνευµατικὴν, δυνήσονται καλῶς ταύτας µεταχειρίζειν, εἰ µὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶτοὺς ἑκατέρους νόµους τῆς πολιτείας φυλάξαιεν µετὰ ἀκριβείας ἁπάσης. Ὥσπερ γὰρ ἡ τῶν πολλῶν ἀρχὴ διπλῆ τίς ἐστιν, οὕτω καὶ ἣν ἑαυτοῦ τις ἕκαστος ἄρχει. Καὶ πάλιν κἀνταῦθα ἀµείνων τῆς πολιτικῆς ἡ πνευµατικὴ, ὥσπερ ὁ λόγος ἀπέδειξεν. Ἴδοι δ' ἄν τις καὶ τῶν τεχνῶν ἐνίας ἀρχὴν µιµουµένας, καὶ µάλιστα τὴν γεωργικήν. Καθάπερ γὰρ ἄρχων τίς ἐστι τῶν φυτῶν ὁ γηπόνος, τὰ µὲν περικόπτων καὶ κωλύων[ κολούων], τὰ δὲ αὔξων καὶ θεραπεύων· καθάπερ καὶ οἱ τῶν ἀρχόντων ἄριστοι τοὺς µὲν πονηροὺς, καὶ τοῖς πλείοσι λυµαινοµένους, τιµωροῦνται καὶ ἐκκόπτουσι, τοὺς δὲ χρηστοὺς καὶ ἐπιεικεῖςἐπὶ µεῖζον ἄγουσι.∆ ιὰ τοῦτο καὶ ἡ Γραφὴ τοὺς ἄρχοντας ἀµπελουργοῖς ἀπεικάζει. Τί γὰρ, εἰ µὴ φωνὴν ἀφιᾶσι τὰ φυτὰ, καθάπερ ἐπὶ τῶν πόλεων οἱ κακῶς πάσχοντες; ἀλλ' ὅµως διὰ τῆς ὄψεως δεικνύουσι τὴν ἀδικίαν, µαραινόµενα, στενοχωρούµενα ὑπὸ τῶν πονηρῶν βοτανῶν. Καὶ καθάπερ νόµοις κολάζεται ἡ πονηρία, οὕτω δὴ καὶ ἐνταῦθα τῇ τέχνῃ ταύτῃ καὶ γῆς κακία, καὶ φυτοῦ δυσγένεια καὶ ἀγριότης διορθοῦται. Καὶ γὰρ ὅσα ἐν τοῖς ἤθεσίν ἐστι τοῖς ἀνθρωπίνοις, εὑρήσοµεν καὶ ἐκεῖ, τραχύτητα, µαλακότητα, δειλίαν, προπέτειαν, ἀστάθειαν, καὶ τὰ µὲν αὐτῶνπλούτῳ κοµῶντα ἀκαίρως καὶ ἐπὶ κακῷ τῶν πλησίον, τὰ δὲ πενόµενα καὶ ἀδικούµενα· οἷον ὅταν οἱ φραγµοὶ κοµῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήµερα εἰς ὕψος ἀναδραµόντα τὴν αὔξησιντῶν ὑποκειµένων κωλύῃ. Καὶ καθάπερ οἱ ἄρχοντες καὶ οἱ βασιλεῖς ἔχουσι τοὺς λυµαινοµένους αὐτῶν τῇ ἀρχῇ καὶ πολεµοῦντας· οὕτω καὶ ὁ γηπόνος θηρίων ἔφοδον, ἀνωµαλίαν ἀέρων, χάλαζαν, ἐρυσίβην, ἐποµβρίας, αὐχµοὺς, καὶ ὅσα τοιαῦτα. Ταῦτα δὲ γίνεται, ἵνα πρὸς τὴν τοῦ Θεοῦ διηνεκῶς ἐλπίδα βλέπῃς. Αἱ µὲν γὰρ ἄλλαι τέχναι καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων συνίστανται σπουδῆς· αὕτη δὲ τὸ πλέον ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ ἔχει, καὶ ὅλη διόλου σχεδὸν ἐκεῖθεν ἤρτηται· καὶ δεῖ µὲν τῶν ἄνωθεν ὑετῶν, δεῖ δὲ τῆς ὡρῶν κράσεως, καὶ πρὸ πάντων τῆς αὐτοῦ προνοίας. Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων τί ἐστιν, ἀλλ' ὁ αὐξάνων Θεός. Ἔστι καὶ θάνατος ἐνταῦθα καὶ ζωὴ, καὶ ὠδῖνες καὶ τόκοι, καθάπερ ἐπ' ἀνθρώπων. Ἔστι γὰρ καὶ ἀποτµηθῆναι, καὶ καρπὸν ἐνεγκεῖν, καὶ ἀποθανεῖν, καὶ γενέσθαι τὸ τεθνηκὸς αὐτὸ πάλιν ἄνωθεν· ἔνθα καὶ ποικίλως ἡµῖν καὶ σαφῶς διαλέγεται περὶ ἀναστάσεως ἡ γῆ. Ὅταν γὰρ ἡ ῥίζα ἐνέγκῃ καρπὸν, ὅταν τὸ σπέρµα φυῇ, οὐκ ἀνάστασις τὸ πρᾶγµά ἐστι; Καὶ πολλὴν ἄν τις ἴδοι τῇ ἀρχῇ ταύτῃ τὴν παρὰ τοῦ Θεοῦ πρόνοιαν ἐγκειµένην καὶ σοφίαν, εἰ καθ' ἕκαστον ἐπεξίοι. Ἀλλ' ὅπερ ἐβουλόµην εἰπεῖν, ὅτι αὕτη µὲν περὶ γῆν ἐστι καὶ φυτὰ, ἡ δὲ ἡµετέρα περὶ ψυχῶν θεραπείαν. Ὅσον δὲ φυτῶν καὶ ψυχῶν τὸ µέσον, τοσοῦτον αὕτη βελτίων ἐκείνης. Οἱ δὲ τοῦ βίου τοῦ παρόντος ἄρχοντες, τοσοῦτον αὐτῆς ἐλάττους πάλιν, ὅσον τὸ ἑκόντος τοῦ ἄκοντος κρατεῖν βέλτιον. Αὕτη γάρ ἐστι καὶ ἡ φύσει ἀρχή. Ἐκεῖ µὲν γὰρ τὸ πᾶν τῷ φόβῳ γίνεται καὶ τῇ ἀνάγκῃ· ἐνταῦθα δὲ τῆς προαιρέσεως καὶ τῆς γνώµης ἐστὶ κατόρθωµα. Καὶ οὐ ταύτῃ µόνον αὕτη βελτίων ἐκείνης, ἀλλ' ὅτι οὐκ ἀρχὴ µόνον ἐστὶν, ἀλλὰ καὶ πατρότης, ὡς ἄν τις εἴποι· καὶ γὰρ πατρὸς ἔχει τὸ ἥµερον, καὶ µείζονα ἐπιτάττουσα πείθει. Ὁ µὲν γὰρ ἔξωθεν ἄρχων φησὶν, Ἐὰν µοιχεύσῃς, ἀπέθανες· οὗτος δὲ κἂν ἀκολάστοις ὀφθαλµοῖς ἴδῃς, τὰ µέγιστα ἀπειλεῖ. Καὶ γὰρ σεµνὸν τοῦτο τὸ δικαστήριον, καὶ ψυχῆς, οὐχὶ σώµατος µόνον διορθωτικόν. εʹ. Ὅσον οὖν ψυχῆς καὶ σώµατος τὸ µέσον, τοσοῦτον πάλιν αὕτη διέστηκεν ἐκείνης ἡ ἀρχή. Κἀκεῖνος µὲν τῶν φανερῶν κάθηται κριτής· µᾶλλον δὲ οὐδὲ τούτων ἁπάντων, ἀλλὰ τῶν ἐλεγχοµένων· πολλάκις δὲ καὶ τούτων προδότης γίνεται· τὸ δὲ κριτήριον τοῦτο παιδεύει τοὺς εἰσιόντας, ὅτι ὁ παρ' ἡµῖν δικάζων, πάντα γυµνὰ καὶ τετραχηλισµένα εἰς µέσον ἄξει ἐπὶ τοῦ κοινοῦ τῆςοἰκουµένης θεάτρου, καὶ λαθεῖν ἀµήχανον. Ὥστε πολλῷ µᾶλλον τῶν ἔξωθεν νόµων ὁ χριστιανισµὸς τὸν ἡµέτερον συνέχει βίον. Εἰ γὰρ καὶ τὸ περὶ τῶν κεκρυµµένων τρέµειν τοῦ περὶ τῶν φανερῶν µόνον δεδοικέναι ἀσφαλέστερον ποιεῖ τὸν ἄνθρωπον, καὶ τοῦ τὰ µείζω κολάζειν τὸκαὶ τῶν ἐλαττόνων ἀπαιτεῖν εὐθύνας µᾶλλον αὐτὸν διανίστησι πρὸς ἀρετήν· εὔδηλον ὅτι πάντων µάλιστα αὕτη ἡ ἀρχὴ τὴν ἡµετέραν συγκροτεῖ ζωήν. Εἰ δὲ βούλει, καὶ τὰς χειροτονίας τῶν ἀρχόντων ἴδωµεν· καὶ γὰρ ἐνταῦθα πολὺ τὸ µέσον ὄψει. Οὐ γὰρ χρήµατα δόντας ἔστι λαβεῖν τὴν ἀρχὴν ταύτην, ἀλλὰ τρόπον ἐπιδειξάµενον ἄριστον· οὐδὲ ὡς ἐπὶ δόξαν ἀνθρωπίνην καὶ ἄνεσιν οἰκείαν, ἀλλ' ὡς εἰς πόνους καὶ ἱδρῶτας καὶ τὸ τῶν πολλῶν συµφέρον, οὕτως ἐπὶ τὴν ἀρχὴν ἄγεται ταύτηνὁ χειροτονηθείς.∆ ιὸ καὶ πολλῆς ἀπολαύει τῆς ἄνωθεν βοηθείας παρὰ τοῦ Πνεύµατος. Κἀκεῖ µὲν µέχρι τοῦ διαγορεῦσαι τὰ πρακτέα µόνον ἕστηκεν ἡ ἀρχή· ἐνταῦθα δὲ καὶ τὴν ἀπὸ τῶν εὐχῶν, καὶ τὴν ἀπὸ τῆς χάριτος προστίθησι συµµαχίαν. Μᾶλλον δὲ ἐκεῖ µὲν οὐδὲ λόγος ὑπὲρ φιλοσοφίας οὐδεὶς, οὐδὲ κάθηταί τις διδάσκων τί ψυχὴ, καὶ τί ποτε κόσµος, καὶ τί µέλλοµεν εἶναι µετὰ ταῦτα, καὶἐπὶ τίσιν ἀπελευσόµεθα ἐντεῦθεν, καὶ πῶς ἀρετῆς περιεσόµεθα, ἀλλὰ περὶ µὲν συναλλαγµάτων καὶ συµβολαίων καὶ χρηµάτων πολὺς ὁ λόγος, τούτων δὲοὐδεµία φροντίς· ἐν δὲ τῇ Ἐκκλησίᾳ πάντας ὑπὲρ τούτων τοὺς λόγους ἴδοι τις ἂν γινοµένους· διὸ καὶ δικαίως πάντα ἄν τις αὐτὴν καλέσειε, καὶ δικαστήριον, καὶ ἰατρεῖον, καὶ φιλοσοφίας διδασκαλεῖον, καὶ ψυχῆς παιδευτήριον, καὶ γυµνάσιονδρόµων τῶν εἰς οὐρανοὺς φερόντων. Ὅτι δὲ καὶ ἡµερωτάτη πασῶν ἡ ἀρχὴ, καίτοι µείζονα ἀκρίβειαν ἀπαιτοῦσα, δῆλον ἐντεῦθεν. Ὁ µὲν γὰρ ἔξωθεν ἄρχων, ἂν λάβῃ µοιχὸν, εὐθέως ἐκόλασε. Καίτοι τί τὸ κέρδος; τοῦτο γὰρ οὐχὶ τὸ πάθος ἐστὶν ἀνελεῖν, ἀλλὰ τὸ τραῦµα ἔχουσαν ἀποπέµψαι τὴν ψυχήν. Ὁ δὲ ἐνταῦθα ἄρχων εὑρὼν, οὐχ ὅπως τιµωρήσηται, ἀλλ' ὅπως ἐξέλῃ τὸ πάθος, σπεύδει. Σὺ µὲν γὰρ ταὐτὸν ποιεῖς, ὥσπερ ἂν, περὶ τὴν κεφαλὴν νοσήµατος γενοµένου, µὴ τὸ νόσηµα παύσῃς, ἀλλὰ τὴν κεφαλὴν ἀποτέµοις· ἐγὼ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ νόσηµα ἀποτέµνω· καὶ εἴργω µὲν αὐτὸν µυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάµενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀµείνω τῇ µετανοίᾳγενόµενον ἀναλαµβάνω πάλιν. Καὶ πῶς ἔστιν ἐξελεῖν µοιχείαν; φησίν. Ἔστι, καὶ σφόδρα ἔστιν ὑπὸ τοῖς νόµοις γενόµενον τούτοις. Βαλανεῖον γάρ ἐστιν ἡ Ἐκκλησία πνευµατικὸν, οὐ ῥύπον σώµατος, ἀλλὰ ψυχῆς ἀποσµῆχον κηλῖδα τοῖς πολλοῖς τῆς µετανοίας τρόποις. Σὺ µὲν γὰρ ἄν τε ἀφῇς ἀτιµώρητον, χείρονα εἰργάσω· ἄν τε κολάσῃς, ἀνίατον εἴασας· ἐγὼ δὲ οὔτε ἀφίηµι ἀτιµώρητον, οὔτε κολάζω, ὡς σὺ, ἀλλὰ καὶ δίκην ἀπαιτῶ τὴν ἐµοὶ πρέπουσαν, καὶ διορθοῦµαι τὸ γεγενηµένον. Βούλει καὶ ἑτέρως µαθεῖν, πῶς σὺ µὲν ξίφη γυµνῶν, καὶ φλόγα δεικνὺς τοῖς ἁµαρτάνουσιν, οὐ πολλὴν ἐργάζῃ τὴν ἰατρείαν, ἐγὼ δὲ τούτων χωρὶςπρὸς καθαρὰν ἐχειραγώγησα τὴν ὑγίειαν; Οὐ δεῖ δέ µοι λόγων οὐδὲ ῥηµάτων, ἀλλὰ γῆν καὶ θάλατταν εἰς µέσον ἄγω, καὶ αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐξέτασον, πρὶν ἢ τὸ δικαστήριον τοῦτο καθίσαι, πῶς τὰ ἀνθρώπινα διέκειτο πράγµατα, πῶς οὐδὲν τῶν νῦν κατορθωθέντων οὐδὲ µέχρις ὀνόµατοςἦν ἀκοῦσαί ποτε. Τίς γὰρ θανάτου κατετόλµησε; τίς χρηµάτων κατεφρόνησε; τίς δόξης ὑπερεῖδε; τίς τοὺς ἐν µέσῳ θορύβους φυγὼν, ὄρη καὶ ἐρηµίαν, τὴν µητέρα τῆς φιλοσοφίας, ἠσπάσατο; ποῦ παρθενίας ὄνοµά ποτε ἦν; Ταῦτα γὰρ πάντα, καὶ τὰ τούτων πλείονα, τούτου τοῦ δικαστηρίου κατόρθωµα γέγονε, ταύτης τῆς ἀρχῆς ἔργα. Ταῦτ' οὖν εἰδότες καὶ καταµαθόντες, ὡς ἐντεῦθεν πᾶσα ὠφέλεια τοῦ βίου, καὶ ἡ τῆς οἰκουµένης διόρθωσις, θαµινὰ βαδίζετε παρὰ τὴν τῶν θείωνλόγων ἀκρόασιν, καὶ τὰς συνόδους τὰς ἐνταῦθα, καὶ τὰς εὐχάς. Ἂν γὰρ οὕτως ἑαυτοὺς ῥυθµίζητε, δυνήσεσθε τῶν οὐρανῶν ἀξίαν ἐπιδειξάµενοι πολιτείαν, τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note