Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήµατος Θεοῦ, καὶ Τιµόθεος ὁ ἀδελφὸς, τῇ Ἐκ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖςοὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χά ρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ ρίου Ἰησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα τὴρ τῶν οἰκτιρµῶν, καὶ Θεὸς πάσης παρακλή σεως, ὁ παρακαλῶν ἡµᾶς ἐν πάσῃτῇ θλίψει ἡµῶν, εἰς τὸ δύνασθαι ἡµᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς πα ρακαλούµεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. αʹ. Ἄξιον ζητῆσαι πρότερον, τίνος ἕνεκεν δευτέραν προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρµῶν τοῦ Θεοῦ καὶ τῆςπαρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθησιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσοµαι πρὸς ὑµᾶς, καὶ γνώσοµαι, οὐ τὸν λόγον τῶν πεφυσιωµένων, ἀλλὰ τὴν δύναµιν, καὶ πρὸς τῷ τέλειπάλιν προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόµενος· Ἐλεύσοµαι γὰρ, φησὶ, πρὸς ὑµᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχοµαι· πρὸς ὑµᾶς δὲ τυχὸν παραµενῶ, ἢ καὶ παραχειµάσω· πολλοῦ µεταξὺ γενοµένου χρόνου οὐ παρεγένετο, ἀλλὰ καὶ τῆς προθεσµίας παρελθούσης, ἔµελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύµατος αὐτὸν κατέχοντοςἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις.∆ ιὰ τοῦτο ἐπιστολῆς ἐδεήθη δευτέρας, οὐκ ἂν δεηθεὶς εἰ παρὰ µικρὸν ὑστέρησεν. Οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλ' ὅτι καὶ βελτίους ἦσαν ἀπὸ τῆς προτέρας γεγενηµένοι. Καὶ γὰρ τὸν πεπορνευκότα, ὃν πρότερον συνεκρότουν, καὶ ἐφ' ᾧ µέγα ἐφρόνουν, τοῦτον ἐξέκοψαν καὶ ἀφώρισαν παντελῶς. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Εἰ δέ τις λελύπηκεν, οὐκ ἐµὲ λελύπηκεν, ἀλλὰ ἀπὸ µέρους, ἵνα µὴ ἐπιβαρῶ πάντας ὑµᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιµία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Καὶ προϊὼν πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων· Ἰδοὺ γὰρ τὸ κατὰ Θεὸν λυπηθῆναι ὑµᾶς, πόσην κατειργάσατο ἐν ὑµῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγµατι. Καὶ τὴν εὐλογίαν δὲ, ἣν ἐκέλευσε, µετὰ πολλῆς συνήγαγον τῆς σπουδῆς· διὸ καὶ ἔλεγεν· Οἶδα γὰρ τὴν προθυµίαν ὑµῶν, ἣν ὑπὲρ ὑµῶν καυχῶµαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀποπέρυσι. Καὶ τὸν Τίτον, ὃν ἔπεµψε, µετὰ πάσης ἐδέξαντο τῆς εὐνοίας. Καὶ τοῦτο αὐτὸ δεικνὺς πάλιν ἔλεγεν, ὅτι Τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως ἐστὶν εἰς ὑµᾶς, ἀναµιµνησκοµένου τὴν πάντων ὑµῶν ὑπακοὴν, ὥστε µετὰφόβου καὶ τρόµου ἐδέξασθε αὐτόν.∆ ιὰ ταῦτα πάντα γράφει τὴν δευτέραν Ἐπιστολήν. Καὶ γὰρ ἐχρῆν, ὥσπερ ἡνίκα ἡµάρτανον ἐνεκάλει, οὕτω διορθωθέντας ἀποδέξασθαι καὶ ἐπαινέσαι.∆ ιόπερ οὐδὲ καταφορικωτέρα ἐστὶ πᾶσα ἡ Ἐπιστολὴ, ἀλλ' ὀλίγα τοῦ τέλους αὐτῆς µέρη. Καὶ γὰρ ἦσαν καὶ παρ' αὐτοῖς ἐξ Ἰουδαίων µέγα φρονοῦντες, καὶ Παῦλον διαβάλλοντες ὡς ἀλαζόνα καὶ οὐδενὸς ἄξιον λόγου· διὸ καὶ ἔλεγον· Αἱ µὲν ἐπιστολαὶ βαρεῖαι, ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος. Ὃ δὲ ἔλεγον τοῦτο ἦν· Ὅταν µὲν παρῇ, φησὶν, οὐδενὸς ἄξιος φαίνεται· τοῦτο γάρ ἐστιν, Ἡ παρουσία τοῦ σώµατος ἀσθενής· ἀπελθὼν δὲ κοµπάζει µεγάλα, δι' ὧν ἐπιστέλλει· τὸ γὰρ, Αἱ ἐπιστολαὶ βαρεῖαι, τοῦτο σηµαίνει. Καὶ ἵνα δόξωσι τὰ καθ' ἑαυτοὺς σεµνοποιεῖν, ὑπεκρίνοντο µὴ λαµβάνειν. Ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόµενος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡµεῖς. Μετὰ δὲ τούτων καὶ τὴν ἀπὸ τοῦ λόγου δύναµιν ἔχοντες αὐτόθι, σφόδρα ἐπῄροντο.∆ ιὸ καὶ ἰδιώτην ἑαυτὸν καλεῖ, δεικνὺς ὅτι οὐκ αἰσχύνεται τούτῳ, οὐδὲ µέγα τι κτῆµα, τοὐναντίον µὲν οὖν ἡγεῖται. Ἐπεὶ οὖν εἰκὸς ἦν τινας ὑπὸ τούτων παραπείθεσθαι, πρό τερον αὐτοὺς ἐγκωµιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶτοῖς Ἰουδαϊκοῖς καταβαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονείκουν, τότε συµµέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται ἐπίπληξιν. Ἡ µὲν οὖν ὑπόθεσις τῆς Ἐπιστολῆς, ὡς ἄν τις ἐν κεφαλαίῳ καὶ παρατρέχων εἴποι, αὕτη µοι εἶναι δοκεῖ.∆ εῖ δὲ αὐτοῦ τοῦ προοιµίου τῆς Ἐπιστολῆς ἅψασθαι λοιπὸν, καὶ µετὰ τὴν εἰωθυῖαν αὐτοῦ πρόσρησιν εἰπεῖν, τίνος ἕνεκεν οὕτως ἤρξατο ἀπὸ τῶν οἰκτιρµῶντοῦ Θεοῦ. Τέως µέντοι αὐτὴν τὴν ἀρχὴν ἀναγκαῖον εἰπεῖν, καὶ ζητῆσαι πῶς τὸν Τιµόθεον ἐνταῦθα ἑαυτῷ συντάττει. Παῦλος γὰρ, φησὶν, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήµατος Θεοῦ, καὶ Τιµόθεος ὁ ἀδελφός. Καὶ γὰρ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἐπηγγέλλετο αὐτὸν πέµπειν, καὶ παρήγγελλε λέγων· Ἐὰν δὲ ἔλθῃ Τιµόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑµᾶς· πῶς οὖν ἐνταῦθα αὐτὸν ἑαυτῷ ἐν τῷ προοιµίῳ συντάττει; Παραγενόµενος κατὰ τὴν ὑπόσχεσιν τοῦ διδασκάλου( Ἔπεµψα γὰρ ὑµῖν Τιµόθεον, φησὶν, ὃς ὑµᾶς ἀναµνήσει τὰς ὁδούς µου τὰς ἐν Χριστῷ), καὶδιορθώσας ἅπαντα, ἐπανῆλθε. Καὶ γὰρ πέµπων αὐτὸν ἔλεγε· Προπέµψατε αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός µε· ἐκδέχοµαι γὰρ αὐτὸν µετὰ τῶν ἀδελφῶν. βʹ. Ἐπεὶ οὖν ἀπέλαβε τὸν διδάσκαλον, καὶ τὰ ἐν Ἀσίᾳ διορθώσας µετ' αὐτοῦ( Ἐπιµενῶ γὰρ, φησὶν, ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς), πάλιν εἰς Μακεδονίανδιέβη, εἰκότως αὐτὸν ἅτε παρόντα ἑαυτῷ συντάττει λοιπόν. Καὶ γὰρ τότε µὲν ἐξ Ἀσίας, νῦν δὲ ἀπὸ Μακεδονίας ἐπιστέλλει. Συνέταξε δὲ αὐτὸν, ἐκεῖνόν τε σεµνότερον ταύτῃ ποιῶν, καὶ τὴν πολλὴν ἑαυτοῦ ταπεινοφροσύνην ἐνδεικνύµενος· καὶ γὰρ καταδεέστερος αὐτοῦ ἦν, ἀλλ' ἡ ἀγάπη πάντα συνάγει.∆ ιὸ καὶ πανταχοῦ αὐτὸν ἑαυτῷ ἐξισάζει, νῦν µὲν λέγων· Ὡς πατρὶ τέκνον, σὺν ἐµοὶ ἐδούλευσε· νῦν δὲ, Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ· ἐνταῦθα δὲ καὶ ἀδελφὸν καλεῖ, διὰ πάντων αἰδέσιµον αὐτὸν Κορινθίοις καθιστάς. Καὶ γὰρ ἦν παραγεγονὼς, ὥσπερ ἔφην, αὐτόθι, καὶ πεῖραν τῆς αὐτοῦ δεδωκὼς ἀρετῆς. Τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Πάλιν αὐτοὺς Ἐκκλησίαν καλεῖ, συνάγων πάντας εἰς ἓν καὶ συνδέων. Οὐ γὰρ ἂν γένοιτο Ἐκκλησία µία, διεσπασµένων τῶν ἐν αὐτῇ, καὶ κατ' ἀλλήλων ἑστώτων. Σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλη τῇ Ἀχαΐᾳ. Ἅµα καὶ τιµᾷ Κορινθίους, διὰ τῆς τούτων Ἐπιστολῆς πάντας προσαγορεύων, καὶ ὁλόκληρον συνάγει τὸ ἔθνος. Ἁγίους δὲ καλεῖ, δεικνὺς ὅτι εἴ τις ἀκάθαρτος, ἐκτός ἐστι τῆς προσηγορίας ταύτης.∆ ιὰ τί δὲ τῇ µητροπόλει γράφων, πᾶσι δι' αὐτῆς ἐπιστέλλει, οὐ πανταχοῦ τοῦτο ποιῶν; Θεσσαλονικεῦσι γοῦν ἐπιστέλλων οὐ δήπου καὶ Μακεδόσιν ἐπέστελλε· καὶ Ἐφεσίοις γράφων, ὁµοίως οὐ περιέλαβε τὴν Ἀσίαν ἅπασαν· καὶ ἡ πρὸς Ῥωµαίους δὲ Ἐπιστολὴ, οὐχὶ καὶ τοῖς τὴν Ἰταλίανοἰκοῦσίν ἐστιν ἐπεσταλµένη. Ἀλλ' ἐνταῦθα αὐτὸ ποιεῖ, καὶ ἐν τῇ πρὸς Γαλάτας. Οὐδὲ γὰρ ἐκεῖ µιᾷ πόλει, καὶ δύο καὶ τρισὶν, ἀλλὰ τοῖς πανταχοῦ διεσπαρµένοις ἐπιστέλλει, λέγων· Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐµοὶπάντες ἀδελφοὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, χάρις ὑµῖν καὶ εἰρήνη. Καὶ Ἑβραίοις δὲ µίαν ἅπασιν ἔγραψεν Ἐπιστολὴν, οὐδὲ τούτους διελὼν κατὰ πόλεις. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Ἐµοὶ δοκεῖ τὸ κοινὰ τὰ νοσήµατα εἶναι ἐνταῦθα· διὸ καὶ κοινὴν ποιεῖται τὴν Ἐπιστολὴν, ἐπειδὴ καὶ κοινῆς ἐδέοντο τῆς διορθώσεως. Καὶ γὰρ Γαλάται πάντες ἐνόσουν, καὶ Ἑβραῖοι· οἶµαι δὲ καὶ οὗτοι. Συναγαγὼν τοίνυν ἅπαν τὸ ἔθνος, καὶ προσειπὼν αὐτοὺς, ὡς πάντας αὐτῷ προσαγορεύειν νόµος ἦν· Χάρις γὰρ ὑµῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· ἄκουσον πῶς καταλλήλως ἄρχεται τῇ προκειµένῃ ὑποθέσει· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρµῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Καὶ ποῦ τοῦτο κατάλληλον τῇ προκειµένῃ ὑποθέσει, φησί; Καὶ σφόδρα µὲν οὖν. Σκόπει δέ· Ἐλύπει λίαν αὐτοὺς καὶ ἐθορύβει τὸ µὴ παραγενέσθαι ἐκεῖ τὸν Ἀπόστολον, καὶ ταῦτα ἐπαγγειλάµενον, ἀλλὰ τὸν ἅπαντα ἐν Μακεδονίᾳ ἀναλῶσαιχρόνον, καὶ δοκεῖν αὐτῶν ἑτέρους προτετιµηκέναι.∆ ιὰ τοῦτο πρὸς τοῦτο ἱστάµενος τὸ θορυβοῦν, λέγει τὴν αἰτίαν δι' ἣν οὐ παρεγένετο· οὐ µὴν ἐξ εὐθείας αὐτὴν τίθησιν, οὐδὲ λέγει, ὅτι Οἶδα µὲν ὑποσχόµενος ἥξειν, ἐπειδὴ δὲ διὰ τὰς θλίψεις ἐνεποδίσθην, σύγγνωτε, καὶ µὴ καταγνῶτέτινα ὑπεροψίαν ἢ ῥᾳθυµίαν ἡµῶν· ἀλλ' ἑτέρως αὐτὸ καὶ µεγαλοπρεπέστερον καὶ ἀξιοπιστότερον κατασκευάζει, ἐπαίρων τῇ παραµυθίᾳ τὸ πρᾶγµα, ἵνα µηδὲ ἐρωτῶσι λοιπὸν τὴν αἰτίαν, δι' ἣν ὑστέρησε. Καὶ ταυτὸν ποιεῖ, οἷον εἴ τις ἐπαγγειλάµενος ἐλθεῖν πρός τινα ποθούµενον, εἶτα µετὰ µυρίους κινδύνους ἐλθὼν λέγοι·∆ όξα σοι, ὁ Θεὸς, ὅτι µοι τὸ ποθούµενον ἔδειξας πρόσωπον· εὐλογητὸς ὁ Θεὸς, οἵων µε κινδύνων ἀπήλλαξας. Ἡ γὰρ δοξολογία αὕτη ἀπολογία γίνεται τῷ µέλλοντι ἐγκαλεῖν, καὶ οὐδὲ ἀφίησι µέµψασθαι τῇ µελλήσει. Ἐρυθριᾷ γὰρ τὸν ἐπὶ τῇ τῶν τοσούτων ἀπαλλαγῇ κακῶν εὐχαριστοῦντα τῷ Θεῷ εἰς δικαστήριον ἕλκειν, καὶ εὐθύνας ἀπαιτεῖν τῆς βραδύτητος.∆ ιὰ τοῦτο καὶ οὕτως ἄρχεται· Εὐλογητὸς ὁ Θεὸς τῶν οἰκτιρµῶν· µεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόµενος. Ἐπειδὴ καὶ ὁ∆ αυῒδ οὐχ ὁµοίως αὐτὸν πανταχοῦ καλεῖ, οὐδὲ ἀπὸ τῶν αὐτῶν· ἀλλ' ὅταν µὲν περὶ πολέµου διαλέγηται καὶ νίκης, Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς µου, φησὶ, Κύριος ὑπερασπιστής µου· ὅταν δὲ περὶ θλίψεως ἀπαλλαγῆς καὶ τοῦ ζόφου τοῦ κατεσχηκότος αὐτὸν, Κύριος φωτισµός µου καὶ Σωτήρ µου· καὶ νῦν µὲν ἀπὸ φιλανθρωπίας, νῦν δὲ ἀπὸ δικαιοσύνης, νῦν δὲ ἀπὸ κρίσεως ἀδεκάστου αὐτὸν ὀνοµάζει καταλλήλως τοῖς ὑποκειµένοις καιροῖς. Οὕτω δὴ καὶ ὁ Παῦλος ἐνταῦθα ἀρχόµενος, ἀπὸ φιλανθρωπίας αὐτὸν καλεῖ, Ὁ Θεὸς τῶν οἰκτιρµῶν, λέγων· τουτέστιν, ὁ οἰκτιρµοὺς τοσούτους ἐπιδειξάµενος, ὡς ἐξ αὐτῶν ἡµᾶς ἀναγαγεῖν τῶν τοῦ θανάτου πυλῶν. γʹ. Τοῦτο γὰρ µάλιστα ἴδιον Θεοῦ καὶ ἐξαίρετον, καὶ τῇ φύσει συγκεκληρωµένον, τὸ οὕτως ἐλεεῖν.∆ ιὰ τοῦτο Θεὸν οἰκτιρµῶν καλεῖ. Σὺ δέ µοι σκόπει κἀντεῦθεν τὴν ταπεινοφροσύνην Παύλου· ὑπὲρ γὰρ τοῦ κηρύγµατος κινδυνεύων, οὔ φησι διὰ τὴν ἀξίαν σώζεσθαι, ἀλλὰ διὰ τοὺς οἰκτιρµοὺς τοῦ Θεοῦ. Ἀλλὰ τοῦτο µὲν ὕστερον σαφέστερόν φησι, νῦν δὲ ἐπάγει λέγων· Ὁ παρακαλῶν ἡµᾶς ἐν πάσῃ θλίψει. Οὐκ εἶπεν, Ὁ µὴ ἐῶν ἡµᾶς θλίβεσθαι, ἀλλ', Ὁ ἐν τῷ θλίβεσθαι παρακαλῶν. Τοῦτο γὰρ καὶ τοῦ Θεοῦ τὴν δύναµιν δείκνυσι, καὶ τῶν θλιβοµένων αὔξει τὴν ὑποµονήν· Ἡ γὰρ θλῖψις, φησὶν, ὑποµονὴν κατεργάζεται. Τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς µε. Οὐκ εἶπεν, ὅτι Οὐκ εἴασάς µε ἐµπεσεῖν εἰς θλῖψιν, οὐδ' ὅτι Παρήγαγες ταχέως τὴν θλῖψιν, ἀλλ' ὅτι Μενούσης αὐτῆς ἐπλάτυνάς µε, τουτέστι, πολλὴντὴν εὐρυχωρίαν καὶ τὴν ἄνεσιν παρέσχες· ὃ δὴ καὶ ἐπὶ τῶν παίδων τῶν τριῶν γέγονεν. Οὔτε γὰρ ἐκώλυσεν αὐτοὺς ἐµπεσεῖν, οὔτε ἐµπεσόντων, τὴν φλόγα ἔσβεσεν, ἀλλὰ καιοµένης τῆς καµίνου, τὴν εὐρυχωρίαν παρέσχε. Τοῦτο καὶ ἀεὶ ποιεῖν εἴωθεν ὁ Θεός· ὅπερ αἰνιττόµενος καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡµᾶς ἐν πάσῃ θλίψει. Καὶ ἕτερον δέ τι διὰ τούτων δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διηνεκῶς τοῦτο ποιεῖ. Οὐδὲ γὰρ νῦν µὲν παρακαλεῖ, νῦν δὲ ἀφίησιν, ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῦτο ἐργάζεται.∆ ιὸ εἶπεν, Ὁ παρακαλῶν, οὐχ, Ὁ παρακαλέσας, καὶ, Ἐν πάσῃ θλίψει, οὐκ, Ἐν τῇδε καὶ τῇδε, ἀλλ', Ἐν πάσῃ· εἰς τὸ δύνασθαι ἡµᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούµεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Εἶδες πῶς προανακρούεται τὴν ἀπολογίαν, καὶ µεγάλης θλίψεως ὑπόνοιαν παρέχει τῷ ἀκροατῇ; Καὶ δι' αὐτῶν πάλιν µετριάζει τούτων λέγων, ὅτι καὶ αὐτὸς ὁ οἰκτιρµὸς οὗτος ἐγένετο, οὐ διὰ τὴν αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τοὺς ὑπ' αὐτῶνὠφεληθῆναι ὀφείλοντας.∆ ιὰ τοῦτο γὰρ παρεκάλεσεν ἡµᾶς, φησὶν, ἵνα ἡµεῖς ἀλλήλους παρακαλῶµεν.∆ ιὰ τούτου δὲ καὶ τὸ ἀξίωµα δείκνυσι τῶν ἀποστόλων, ἐµφαίνων ὅτι παρακληθεὶς καὶ ἀναπνεύσας, οὐκ ἀναπίπτει καθάπερ ἡµεῖς, ἀλλ' εἰς τὸἑτέρους ἀλείφειν πρόεισι καὶ νευροῦν καὶ διεγείρειν. Τινὲς δὲ αὐτὸν καὶ τοῦτο λέγειν φασὶν, ὅτι Ἡ παράκλησις ἡµῶν καὶ ἄλλων παράκλησίς ἐστι.∆ οκεῖ δέ µοι καὶ πρὸς τοὺς ψευδαποστόλους τοὺς εἰκῆ καυχωµένους, καὶ οἴκοι καθηµένους καὶ τρυφῶντας, ἀποτείνεσθαι διὰ τοῦ προοιµίου. Ἀλλὰ τοῦτο µὲν αἰνιγµατωδῶς, καὶ ὡς ἐν παρέργῳ· τὸ δὲ προηγούµενον τοῦτο ἦν, ἀπολογήσασθαι ὑπὲρ τῆς µελλήσεως. Εἰ γὰρ διὰ τοῦτο παρακαλούµεθα, ἵνα καὶ ἄλλους παρακαλῶµεν, µὴ ἐγκαλῆτε ὡς µὴ παραγενοµένοις. Εἰς γὰρ τοῦτο ἅπας ἡµῖν ὁ χρόνος ἐτρίβετο, εἰς τὰς ἐπιβουλὰς, εἰς τὰς ἐπαγωγὰς, εἰς τὸ διαλῦσαι τὰ ἐπιόντα δεινά. Ὅτι καθὼς περισσεύει τὰ παθήµατα τοῦ Χριστοῦ εἰς ἡµᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡµῶν. Ἵνα γὰρ µὴ καταβάλῃ τοὺς µαθητὰς τῷ σφόδρα ἐπαίρειν τὰς συµφορὰς, δείκνυσι πάλιν πολλὴν τὴν περιουσίαν καὶ τῆς παρακλήσεως οὖσαν, καὶἀνίστησιν αὐτῶν τὴν διάνοιαν, οὐ ταύτῃ µόνον, ἀλλὰ καὶ τῷ ἀναµνῆσαι τοῦ Χριστοῦ καὶ αὐτοῦ εἰπεῖν εἶναι τὰ παθήµατα· καὶ πρὸ τῆς παρακλήσεως ἀπ' αὐτῶν τῶν θλίψεων τὴν παραµυθίαν εἰσάγει. Τί γὰρ ἥδιον τοῦ τῷ Χριστῷ µε γίνεσθαι κοινωνὸν, καὶ δι' αὐτὸν ταῦτα πάσχειν; τί ταύτης ἴσον τῆς παρακλήσεως; Οὐκ ἐντεῦθεν δὲ µόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐπαίρει τὰ φρονήµατα τῶν θλιβοµένων. Πόθεν ἑτέρωθεν; Ἀπὸ τοῦ εἰπεῖν, ὅτι Περισσεύει. Οὐ γὰρ εἶπεν, ὅτι Καθὼς ἔπεισιν ἡµῖν τὰ παθήµατα τοῦ Χριστοῦ, ἀλλὰ, Καθὼς περισσεύει· δεικνὺς ὅτι οὐ µόνον τὰ ἐκείνου, ἀλλὰ καὶ πλείονα τούτων ὑποµένουσι πάθη. Οὐ γὰρ ὅσα ἔπαθε, φησὶν, ἐπάθοµεν πάθη, ἀλλὰ καὶ περισσά. Σκόπει δέ· Ἠλάθη, ἐδιώχθη ὁ Χριστὸς, ἐµαστιγώθη, ἀπέθανεν. Ἀλλ' ἡµεῖς πλέον τούτων, φησίν· ὅπερ καὶ µόνον ἱκανὸν εἰς παραµυθίαν ἀρκέσειε. Ἀλλὰ µηδεὶς τόλµαν καταγινωσκέτω τοῦ λόγου· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Νῦν χαίρω ἐν τοῖς παθήµασί µου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήµατα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί µου. Ἀλλ' οὐδέτερον τόλµης οὐδὲ ἀπονοίας τινός. Καθάπερ γὰρ µείζονα αὐτοῦ εἰργάσαντο σηµεῖα( Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐµὲ, µείζονα τούτων ποιήσει), τὸ δὲ πᾶν αὐτοῦ γίνεται τοῦ ἐνεργοῦντοςἐν αὐτοῖς· οὕτω καὶ πλείονα αὐτοῦ ἔπαθον· τὸ δὲ πᾶν αὐτοῦ πάλιν ἐστὶ τοῦ παρακαλοῦντος αὐτοὺς, καὶ παρασκευάζοντος φέρειν τὰ συµπίπτοντα δεινά. δʹ.∆ ιὸ δὴ καὶ ὁ Παῦλος αἰσθόµενος ἡλίκον ἐφθέγξατο, ὅρα πῶς αὐτὸ συστέλλει πάλιν λέγων· Οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡµῶν· καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς, καὶ ἀνακηρύττων αὐτοῦ καὶ ἐντεῦθεν τὴν φιλανθρωπίαν. Οὐ γὰρ ὅσον θλιβόµεθα, τοσοῦτον παρακαλούµεθα, φησὶν, ἀλλὰ πολλῷ πλέον. Οὐ γὰρ εἶπεν, Ἀντίῤῥοπος ἡ παράκλησις τῶν παθηµάτων, ἀλλὰ, Περισσεύει ἡ παράκλησις· ὡς τὸν καιρὸν τῶν ἀγώνων, ἑτέρων στεφάνων πάλιν εἶναι καιρόν. Τί γὰρ ἴσον, εἰπέ µοι, τοῦ διὰ τὸν Χριστὸν µαστίζεσθαι, καὶ Θεῷ διαλέγεσθαι, καὶ πάντων εἶναι δυνατώτερον, καὶ τῶν ἐλαυνόντων περιγίνεσθαι, καὶτῇ οἰκουµένῃ ἀχείρωτον εἶναι, καὶ τοιαῦτα προσδοκᾷν ἐντεῦθεν ἀγαθὰ, ἃ µήτε ὀφθαλµὸς εἶδε, µήτε οὖς ἤκουσε, µήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ µυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁµαρτηµάτων ἀπηλλάχθαι τοσούτων, καὶΠνεύµατος καταξιοῦσθαι καὶ ἁγιασµοῦ καὶ δικαιοσύνης, καὶ µηδένα δεδοικέναι καὶ τρέµειν, καὶ πάντων λαµπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν; Μὴ δὴ καταπίπτωµεν ἐν τοῖς πειρασµοῖς. Οὐδεὶς γὰρ κοινωνεῖ τῷ Χριστῷ τρυφῶν καὶ καθεύδων καὶ ἀναπίπτων, οὐδεὶς τῶν τὸν ὑγρὸν τοῦτον καὶ διαλελυµένον ζώντων βίον· ἀλλ' ὁ ἐν θλίψει καὶ πειρασµῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων ὁδόν. Καὶ γὰρ καὶ αὐτὸς ταύτην ἐβάδισε· διὸ καὶ ἔλεγεν· Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Μὴ τοίνυν ἄλγει θλιβόµενος, ἐννοῶν τίνι κοινωνεῖς, καὶ πῶς ἐκκαθαίρῃ διὰ τῶν πειρασµῶν, καὶ ὅσα κερδαίνεις. Οὐδὲν γάρ ἐστιν ἀνιαρὸν, ἀλλ' ἢ τὸ τῷ Θεῷ προσκρούειν. Τούτου δὲ οὐκ ὄντος, οὐ θλίψεις, οὐκ ἐπιβουλαὶ, οὐκ ἄλλο οὐδὲν δυνατὸν λυπῆσαι τὴν εὖ φρονοῦσαν ψυχήν· ἀλλὰ καθάπερ σπινθῆρα µικρὸν εἰς ἄβυσσον πολλὴν ἐµβαλὼν εὐθέως κατέσβεσας· οὕτω καὶ ἀθυµίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐµπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζεται ῥᾳδίως.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ἔχαιρεν ἀεὶ, ἐπειδὴ ἐν τοῖς κατὰ Θεὸν ἐθάῤῥει, καὶ οὐδὲ αἴσθησιν τῶν τοσούτων κακῶν ἐλάµβανεν· ἀλλ' ἤλγει µὲν ὡς ἄνθρωπος, οὐ µὴν κατέπιπτεν. Οὕτω καὶ ὁ πατριάρχης ἐκεῖνος ἐν ἡδονῇ ἦν, πολλὰ παθὼν ὀδυνηρά. Σκόπει δέ· Πατρίδος ἐξέπεσεν, ὁδοιπορίας ὑπέστη µακρὰς καὶ χαλεπὰς, ἐπὶ τῆς ἀλλοτρίας ἐλθὼν οὐδὲ βῆµα εἶχε ποδός. Ἐντεῦθεν πάλιν λιµὸς αὐτὸν διεδέξατο καὶ µετανάστην ἐποίησε, καὶ τὸν λιµὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδίακαὶ πόλεµος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ µονογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος. Μὴ δὴ γὰρ, ἐπειδὴ εὐκόλως ὑπήκουσε, νοµίσῃς αὐτὸν καὶ ἀπαθῶς πάντα ἐκεῖνα ὑφεστηκέναι. Εἰ γὰρ καὶ µυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ' ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν. Ἀλλ' ὅµως οὐδὲν αὐτὸν τούτων κατέβαλεν, ἀλλ' εἱστήκει καθάπερ ἀθλητὴς γενναῖος, καὶ στεφανίτης ἐφ' ἑκάστῳ τούτων ἀνακηρυττόµενος. Οὕτω καὶ ὁ µακάριος Παῦλος νιφάδας πειρασµῶν ὁρῶν καθ' ἑκάστην ἐπιούσας ἡµέραν, ὡς ἐν µέσῳ παραδείσῳ τρυφῶν, οὕτως ἔχαιρε καὶ ἠγάλλετο. Ὥσπερ οὖν ὁ ταύτην χαίρων τὴν χαρὰν οὐκ ἔστιν ἁλώσιµος ἀθυµίᾳ, οὕτως ὁ µὴ ταύτην ἑλόµενος πᾶσίν ἐστιν εὐχείρωτος, καὶ πάσχει ταυτὸν, οἷον εἴ τιςὅπλα ἔχων σαθρὰ, καὶ ὑπὸ τῆς τυχούσης τιτρώσκοιτο πληγῆς. Ἀλλ' οὐχ ὁ καλῶς πάντοθεν περιπεφραγµένος, ἀλλ' ἅπαν ἀκόντιον ἐπιὸν διακρούεται. Καὶ γὰρ ὅπλου παντὸς ἰσχυρότερον ἡ κατὰ Θεὸν ἡδονή· καὶ οὐδὲν τὸν τοιοῦτον ποιῆσαι κατηφῆ καὶ σκυθρωπὸν δύναιτ' ἂν, ἀλλὰ πάντα φέρει γενναίως. Τί γὰρ πυρὸς χεῖρον; τί βασάνων διηνεκῶν ὀδυνηρότερον; Κἂν γὰρ µυρία τις ἀπολέσῃ κτήµατα, κἂν παῖδας, κἂν ὁτιοῦν, τοῦτο πάντων τυραννικώτερον εἰς ὀδύνης λόγον ἐστί.∆ έρµα γὰρ, φησὶν, ὑπὲρ δέρµατος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Καὶ οὐδὲν ἂν γένοιτο ὀδυνῶν χαλεπώτερον. Ἀλλ' ὅµως καὶ τὰ τῇ ἀκοῇ ἀφόρητα, ταῦτα φορητὰ καὶ ποθεινὰ διὰ τὴν κατὰ Θεὸν ἡδονὴν γίνεται. Κἂν ἀγάγῃς τὸν µάρτυρα ἔτι ἐµπνέοντα µικρὸν ἀπὸ τοῦ ξύλου, ἢ ἀπὸ τῶν τηγάνων, τοσαύτην εὑρήσεις τὴν ἀποκειµένην αὐτῷ χαρὰν, ὅσην οὐδὲ εἰπεῖν ἔνι. Καὶ τί πάθω, φησὶν, ὅτι µαρτυρίου καιρὸς οὐ πάρεστι νῦν; Τί φής; οὐ πάρεστι µαρτυρίου καιρός; Οὐδέποτε µὲν οὖν οὗτος ἄπεστιν, ἀλλ' ἀεὶ πρὸ τῶν ὀφθαλµῶν ἐστι τῶν ἡµετέρων, ἐὰν νήφωµεν. Οὐδὲ γὰρ τὸ ἐπὶ ξύλου κρέµασθαι µόνον, τοῦτο ποιεῖ µάρτυρα· ἐπεὶ εἰ τοῦτο ἦν, ἐκτὸς τῶν στεφάνων τούτων ὁ Ἰὼβ ἦν. Οὔτε γὰρ δικαστηρίῳ παρέστη, οὔτε δικαστοῦ φωνῆς ἤκουσεν, οὐ δήµιον εἶδεν· οὐ γὰρ ἀνηρτηµένος ἐπὶ ξύλου καὶ µετέωρος ὢν, κατεξαίνετο τὰς πλευράς· ἀλλ' ὅµως πολλῶν µαρτύρων χαλεπώτερα ἔπαθε, καὶ αἱ φωναὶ τῶν ἐπαλλήλων ἀγγέλων ἐκείνων πάσης πληγῆς δριµύτερον ἔπληττον καὶἐκέντουν πάντοθεν αὐτὸν, καὶ µυρίων δηµίων πικρότερον τῶν σκωλήκων ἐκείνων τὰ στόµατα πάντοθεν αὐτὸν κατήσθιε. εʹ. Τίνος οὖν οὐκ ἂν ἀντάξιος µάρτυρος οὗτος; Μυρίων µὲν οὖν. Καὶ γὰρ διὰ πάντων καὶ ἐπάλαιε καὶ ἐστεφανοῦτο, διὰ χρηµάτων, διὰ παίδων, διὰ σώµατος, διὰ γυναικὸς, διὰ φίλων, δι' ἐχθρῶν, δι' οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον· διὰ λιµοῦ, δι' ὀνειράτων, δι' ὀδυνῶν, διὰ δυσωδίας.∆ ιὰ δὴ τοῦτο ἔφην, ὅτι οὐχ ἑνὸς καὶ δύο καὶ τριῶν, ἀλλὰ µυρίων ἀντάξιος ἂν εἴη µαρτύρων. Μετὰ γὰρ τῶν εἰρηµένων καὶ ὁ χρόνος πολλὴν δίδωσιν αὐτοῦ τοῖς στεφάνοις προσθήκην· οἷον τὸ πρὸ τοῦ νόµου, πρὸ τῆς χάριτος ταῦτα παθεῖν, καὶ µῆνας πολλοὺς, καὶ πάντα µεθ' ὑπερβολῆς, καὶ τὸ πάντα ὁµοῦ ἐπιθέσθαι αὐτῷ τὰ δεινά· καίτοι καὶ καθ' ἑαυτὸ ἕκαστον αὐτῶν ἀφόρητον, καὶ τὸ δοκοῦν φορητότερον εἶναι, ἡ τῶν χρηµάτων ζηµία. Πολλοὶ γοῦν πληγὰς µὲν ἤνεγκαν, ζηµίαν δὲ χρηµάτων οὐκ ἤνεγκαν, ἀλλὰ καὶ µαστίζεσθαι ὑπὲρ αὐτῶν εἵλοντο, καὶ µυρία πάσχειν δεινὰ µᾶλλον ἢἐκείνων τι προέσθαι· καὶ µείζων αὐτοῖς ἐφάνη ἡ πληγὴ αὕτη, ἡ τῆς ζηµίας τῶν χρηµάτων. Ὥστε καὶ οὗτος ἕτερος πάλιν µαρτυρίου τρόπος τῷ φέροντι γενναίως τὴν τούτων ἀπώλειαν. Καὶ πῶς οἴσοµεν γενναίως, φησίν; Ὅταν µάθῃς ὅτι πλείονα κερδανεῖς ὧν ἀπώλεσας δι' ἑνὸς ῥήµατος τοῦ τῆς εὐχαριστίας. Ἂν γὰρ ἀκούσαντες τὴν ἀπώλειαν µὴ ταραχθῶµεν, ἀλλ' εἴπωµεν, Εὐλογητὸς ὁ Θεός· πολλῷ πλείονα πλοῦτον εὑρήκαµεν. Οὐ γὰρ δὴ τοσαῦτα καρπώσῃ, τὸν πλοῦτον ἀναλίσκων εἰς τοὺς δεοµένους, καὶ περιιὼν, καὶ πένητας ἐπιζητῶν, καὶ σκορπίζων τὰ ὄντα τοῖς πεινῶσιν· ὅσα διὰ τούτου τοῦ ῥήµατος κερδανεῖς. Ἐπεὶ καὶ τὸν Ἰὼβ οὐχ οὕτω θαυµάζω τὴν οἰκίαν ἀνοίγοντα τοῖς δεοµένοις, ὡς ἐκπλήττοµαι, καὶ ἀνακηρύττω τὴν ἁρπαγὴν τῶν χρηµάτωνεὐχαρίστως φέροντα. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ παίδων ἀποβολῆς ἔστι συµβαῖνον ἰδεῖν. Οὐδὲ γὰρ ἐνταῦθα ἐλάττονα λήψῃ µισθὸν τοῦ τὸν υἱὸν ἀναγαγόντος καὶ καταθύσαντος, εἰ τελευτῶντα ἰδὼν ηὐχαρίστησας τῷ φιλανθρώπῳ Θεῷ. Τί γὰρ ὁ τοιοῦτος τοῦ Ἀβραὰµ ἔσται χείρων; Ἐκεῖνος γὰρ οὐκ εἶδε κείµενον νεκρὸν, ἀλλὰ προσεδόκησε µόνον· ὥστε εἰ πλεονεκτεῖ τῷ µέλλειν καταθύειν, καὶ τὴν χεῖρα ἐκτείνας τὴν µάχαιραν ἁρπάσαι, πλεονεκτεῖται τῷ κεῖσθαι τὸ παιδίον νεκρὸν ἐνταῦθα. Καὶ ἄλλως δὲ, ἐκείνῳ µὲν ἡ τοῦ κατορθώµατος ἐλπὶς ἔφερε παραµυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆςἄνωθεν φεροµένης ἀκοῦσαι προθυµότερον ἐποίει· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὅθεν ἀδαµαντίνης δεῖ ψυχῆς τῷ µονογενῆ παῖδα, καὶ ἐν πλούτῳ τραφέντα, καὶ χρηστὰς ὑποφαίνοντα ἐλπίδας, ἐπὶ τοῦ βόθρου κείµενον ὁρῶντικαὶ τεταµένον, ὥστε πράως ἐνεγκεῖν τὸ συµβάν. Ὁ τοιοῦτος ἂν δυνηθῇ, τῆς φύσεως τὰ κύµατα κατευνάσας, εἰπεῖν τὸ τοῦ Ἰὼβ ἀδακρυτὶ, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, µετὰ τοῦ Ἀβραὰµαὐτοῦ στήσεται, µετὰ τοῦ Ἰὼβ ἀνακηρυχθήσεται ἀπὸ τοῦ ῥήµατος τούτου µόνον. Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, µυρία ἄνωθεν, µυρίακάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυµαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος. ϛ ʹ. Καὶ πῶς δυνατὸν µὴ πενθεῖν ἄνθρωπον ὄντα, φησίν; Ἂν ἐννοήσῃς πῶς ὁ πατριάρχης, πῶς ὁ Ἰὼβ, ἄνθρωποι ὄντες οἱ ἀµφότεροι, οὐδὲν τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόµου καὶ χάριτος καὶ τῆς τοσαύτηςτῶν νόµων φιλοσοφίας ἑκάτερος αὐτῶν γενόµενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα χώραν µετέστη, καὶ πρὸς ἀµείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκἀπώλεσας τὸν υἱὸν, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ. Μὴ τοίνυν λέγε, ὅτι Οὐκέτι καλοῦµαι πατήρ.∆ ιὰ τί γὰρ οὐκέτι καλῇ τοῦ υἱοῦ µένοντος; µὴ γὰρ ἀπέβαλες τὸ παιδίον; µὴ γὰρ ἀπώλεσας τὸν υἱόν; Μᾶλλον ἐκτήσω, καὶ ἀσφαλέστερον ἔσχες.∆ ιὰ τοῦτο οὐκέτι ἐνταῦθα µόνον καλῇ πατὴρ, ἀλλὰ καὶ ἐν τῷ οὐρανῷ· ὥστε οὐ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ µειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου λοιπὸν, ἀλλ' ἀθανάτου κληθήσῃ πατὴρ, στρατιώτου γενναίου, καὶ ἔνδον ἑστῶτος διηνεκῶς. Μὴ γὰρ, ἐπειδὴ µὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόµιζε. Οὐδὲ γὰρ, εἰ ἀποδηµῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνοµα τῆς συγγενείας µετὰ τοῦ σώµατος. Μὴ δὴ τῇ ὄψει τοῦ κειµένου πρόσεχε, ἐπεὶ ἀναῤῥιπίζεις τὸ πάθος, ἀλλ' ἄπαγε τὴν διάνοιαν ἀπὸ τοῦ κειµένου πρὸς τὸν οὐρανόν. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείµενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραµὼν εἰς ὕψος ἄπειρον. Ὅταν τοίνυν ἴδῃς τοὺς ὀφθαλµοὺς καθηρηµένους, καὶ τὸ στόµα συνῃρηµένον, καὶ τὸ σῶµα ἀκίνητον, µὴ τοῦτο ἐννόει, ὅτι τοῦτο τὸ στόµα οὐκέτιφθέγγεται, οὗτοι οἱ ὀφθαλµοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν, ἀλλ' εἰς φθορὰν πάντα οἴχεται· µὴ ταῦτα λέγε, ἀλλὰ τἀναντία τούτων, ὅτι Τοῦτο µὲν τὸ στόµα ἄµεινον φθέγξεται, καὶ οἱ ὀφθαλ µοὶ µείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶνεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόµενον τοῦτο σῶµα ἀθανασίαν ἐνδύσεται, καὶ λαµπρότερον τὸν υἱὸν ἀπολήψοµαι. Εἰ δὲ λυπεῖ σε τὰ ὁρώµενα, τέως εἰπὲ πρὸς ἑαυτόν· Ἱµάτιον τοῦτό ἐστι, καὶ ἀπεδύσατο, ὥστε αὐτὸ πολυτελέστερον ἀπολαβεῖν· οἰκία αὕτη ἐστὶ, καὶ καθηρέθη, ὥστε γενέσθαι αὐτὴν φαιδροτέραν. Καθάπερ γὰρ ἡµεῖς, ἐπειδὰν µέλλωµεν καθαιρεῖν οἰκίας, οὐκ ἀφίεµεν τοὺς ἔνδον οἰκοῦντας µένειν, ἀλλ' ὥστε ἀπαλλαγῆναι τῆς κόνεως καὶ τοῦθορύβου,[ ἀλλὰ] κελεύσαντες πρὸς βραχὺ µεταστῆναι, ἐπειδὰν κατασκευάσωµεν ἀσφαλὲς τὸ δωµάτιον, τότε αὐτοὺς µετὰ ἀδείας εἰσάγοµεν· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, καθελὼν αὐτοῦ τὴν σαθρὰν σκηνὴν, τέως εἰς τὴν πατρικὴν αὐτὸν ἔλαβεν οἰκίαν καὶ πρὸς ἑαυτὸν, ἵν' ὅταν καθαιρεθῇ αὕτηκαὶ οἰκοδοµηθῇ, λαµπροτέραν αὐτὴν τότε αὐτῷ ἀποδῷ. Μὴ τοίνυν εἴπῃς, ὅτι Ἀπόλωλε καὶ οὐκέτι ἔσται· καὶ γὰρ ἀπίστων τὰ ῥήµατα ταῦτα· ἀλλ' εἰπὲ, Καθεύδει καὶ ἀναστήσεται, ἀπεδήµησε καὶ ἥξει µετὰ τοῦ Βασιλέως. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Εἰ γὰρ πι στεύοµεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιµηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Εἰ τοίνυν ζητεῖς τὸν υἱὸν, ἐκεῖ ζήτει ἔνθα ὁ Βασιλεὺς, ἔνθα τὸ τῶν ἀγγέλων στρατόπεδον· µὴ ἐν τῷ τάφῳ µηδὲ ἐν τῇ γῇ, ἵνα µὴ, ἐκείνου τοσοῦτον ὑψωθέντος, αὐτὸς µένῃς ἐπὶ τῆς γῆς συρόµενος. Ἂν τοίνυν οὕτω φιλοσοφῶµεν, πᾶσαν τοιαύτην ὀδύνην εὐκόλως διακρουσόµεθα. Ὁ δὲ Θεὸς τῶν οἰκτιρµῶν καὶ Πατὴρ πάσης παρακλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡµῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωµένων, καὶ τῶν ἑτέρᾳλύπῃ κατεχοµένων, καὶ ἀθυµίας ἀπαλλαγῆναι δῴη πάσης, καὶ πνευµατικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν µελλόντων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note