Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
22.22
Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡµεῖς. αʹ. Ὃ µάλιστα ἄν τις θαυµάσειε Παύλου µετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς ἀνάγκην ἐµπεσὼν µεγάλην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀµφότερα ἐργάζεται, τοῦτοτε αὐτὸ, καὶ τὸ µὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς διὰ τὴν περιαυτολογίαν ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας µάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐµπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀµφοτέρων ἐπιµελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς δεοµένων συνέσεως· καὶ µετριάζει, καὶ περὶ ἑαυτοῦ µέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα µέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀνταῦθα σύνεσιν. Ἐπιτιµήσας γὰρ τοῖς ἀπατῶσιν αὐτοὺς, οὐ µέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ' ἀπ' ἐκείνων καὶ εἰς τούτους µεταπηδᾷ· καὶ συνεχῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ µόνον τῶν παρακρουοµένων, ἀλλὰ καὶ τῶν ἠπατηµένων καθάπτεται. Εἰ γὰρ καὶ αὐτοὺς ἀφῆκεν ἀνευθύνους, οὐκ ἂν οὕτως εὐκόλως ἐκ τῶν ἑτέροις εἰρηµένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλήµασιν ὑπεύθυνοι.∆ ιὰ τοῦτο καὶ αὐτῶν καθάπτεται. Καὶ οὐ τοῦτο µόνον αὐτοῦ ἐστι τὸ θαυµαστὸν, ἀλλ' ὅτι καὶ καταλλήλως ἑκατέροις ἐπιτιµᾷ. Ἄκουε γοῦν τί τούτοις φησί· Τὰ κατὰ πρόσωπον βλέπετε. Οὐ µικρὸν τὸ ἔγκληµα, ἀλλὰ καὶ σφόδρα µέγα. Πῶς; Ὅτι εὐεξαπάτητον τὸ τῶν ἀνθρώπων γένος, φησίν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῶν φαινοµένων δοκιµάζετε, ἀπὸ τῶν σαρκικῶν, ἀπὸ τῶν σωµατικῶν. Τί ἐστιν, Ἀπὸ τῶν φαινοµένων; Εἴ τις πλουτεῖ, εἴ τις φυσᾶται, εἴ τις πολλοὺς περιβέβληται κόλακας, εἴ τις µεγάλα περὶ ἑαυτοῦ λέγει, εἴ τις κενοδοξεῖ, εἴ τις ὑποκρίνεται ἀρετὴν, οὐκἔχων ἀρετήν· τοῦτο γάρ ἐστι, Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡµεῖς. Οὐ γὰρ βούλεται ἐκ προοιµίων σφοδρὸς γίνεσθαι, ἀλλὰ κατὰ µικρὸν αὔξεται καὶ κορυφοῦται. Σκόπει δὲ ἐνταῦθα τὴν πολλὴν τραχύτητα, καὶ πολὺ τὸ αἴνιγµα ὄν. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτό ἐστιν ἐµφαίνοντος· Μὴ γὰρ ἀναµενέτω, φησὶ, παρ' ἡµῶν µαθεῖν, τουτέστι, διὰ ἐπιτιµήσεως τῆς κατ' αὐτοῦ, ἀλλ' ἄφ' ἑαυτοῦ τοῦτο λογιζέσθω, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτωκαὶ ἡµεῖς· οὐκ ἐπειδὴ οὕτως ἦν τοῦ Χριστοῦ, ὡς ἐκεῖνος, ἀλλ' ὅτι Ὥσπερ ἐκεῖνος Χριστοῦ, οὕτω καὶ ἐγὼ Χριστοῦ. Κατὰ τοῦτο ἡ κοινωνία· οὐ γὰρ δὴ αὐτὸς µὲν Χριστοῦ, ἐγὼ δὲ ἑτέρου τινός. Καὶ θεὶς τοῦτο τὸ ἴσον, προστίθησι καὶ τὴν ὑπεροχὴν, λέγων· Ἐὰν γὰρ καὶ περισσὸν καυχήσωµαι περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ µοι ὁ Κύριος εἰς οἰκοδοµὴν καὶ οὐκ εἰς καθαίρεσιν, οὐκ αἰσχυνθήσοµαι. Ἐπειδὴ γὰρ µέγα τι λέγειν ἔµελλεν, ὅρα πῶς αὐτὸ παραµυθεῖται. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς πολλοῖς τῶν ἀκροατῶν, ὡς τὸ ἑαυτόν τινα ἐγκωµιάζειν.∆ ιόπερ ὑποτεµνόµενος τὸ βαρὺ, τοῦτό φησιν· Ἐὰν γὰρ καὶ περισσόν τι καυχήσωµαι. Καὶ οὐκ εἶπεν, ὅτι Εἴ τις πέποιθεν εἶναι Χριστοῦ, λογιζέσθω ὅτι πολὺ ἡµῶν ἀπέχει· ἐγὼ γὰρ ἐξουσίαν ἔχω παρ' αὐτοῦ πολλὴν, ὥστε οὓς ἂν ἐθέλω, κολάζειν καὶ ἀποκτιννύναι· ἀλλὰ τί; Ἐὰν γὰρ καὶ περισσόν τι. Καίτοι ἄφατον εἶχεν, ἀλλ' ὅµως συστέλλει τῷ λόγῳ. Καὶ οὐκ εἶπεν, ὅτι Καυχῶµαι, ἀλλ', Ἐὰν καυχήσωµαι, ἐὰν βουληθῶ· ἅµα καὶ µετριάζων, καὶ τὴν ὑπεροχὴν δεικνύς. Ἐὰν οὖν καυχήσωµαι, φησὶ, περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ µοι ὁ Κύριος. Πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι, καὶ κοινὸν ποιεῖ τὸ δῶρον. Εἰς οἰκοδοµὴν, καὶ οὐκ εἰς καθαίρεσιν. Εἶδες πῶς πάλιν παραµυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωµίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι' ἣν ἔλαβε; Καὶ πῶς φησι, Λογισµοὺς καθαιροῦντες; Ὅτι αὐτὸ τοῦτο µάλιστα οἰκοδοµῆς εἶδός ἐστι, τὸ τὰ κωλύµατα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ τὰ ἀληθῆ συντιθέναι. Ἐν οἰκοδοµῇ. Εἰς τοῦτο µὲν οὖν ἐλάβοµεν, ἵνα οἰκοδοµῶµεν. Ἐὰν δέ τις πυκτεύῃ καὶ πολεµῇ καὶ ἀνίατος ᾖ, καὶ τῇ ἑτέρᾳ χρησόµεθα ἐνεργείᾳ, καθαιροῦντες αὐτὸν καὶ καταβάλλοντες.∆ ιὸ καὶ, Οὐκ αἰσχυνθήσοµαι, φησί· τουτέστιν, Οὐ δειχθήσοµαι ψευδόµενος, οὐδὲ ἀλαζονευόµενος. Ἵνα δὲ µὴ δόξω, ὡς ἂν ἐκφοβεῖν ὑµᾶς, ὅτι αἱ µὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος· τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσµεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἠδυνάµην µὲν καυχήσασθαι· ἵνα δὲ µὴ τὰ αὐτὰ πάλιν λέγωσιν, ὅτι κοµπάζω ἐπιστέλλων, καὶ εὐκαταφρόνητός εἰµι παρὼν, οὐδὲν µέγα ἐρῶ. Καὶ µὴν ὕστερον ἐφθέγξατο, ἀλλ' οὐ περὶ τῆς δυνάµεως ταύτης δι' ἧς ἦν φοβερὸς, ἀλλὰ περὶ ἀποκαλύψεων, καὶ τὸ πλέον περὶ πειρασµῶν. Ἵν' οὖν µὴ δόξω φοβεῖν ὑµᾶς, Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσµεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἐπιστέλλει µεγάλα περὶ ἑαυτοῦ, παρὼν δὲ οὐδενὸς λόγου ἐστὶν ἄξιος· διὰ τοῦτο ταῦτά φησι, καὶ αὐτὰ πάλιν συνεσταλµένως. Οὐ γὰρ εἶπεν, ὅτι Ὡς µεγάλα ἐπιστέλλοµεν, µεγάλα καὶ πράττοµεν παρόντες· ἀλλ' ὑφειµένως µᾶλλον. Ὅτε µὲν γὰρ πρὸς ἐκείνους διελέγετο, µετὰ σφοδρότητος αὐτὸ τέθεικε λέγων,∆ έοµαι δὲ τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζοµαι τολµῆσαι, ἐπί τινας· ὅτε δὲ πρὸς τούτους, καθυφῆκε.∆ ιὸ καὶ λέγει, Ὁποῖοί ἐσµεν παρόντες, καὶ ἀπόντες· τουτέστι, ταπεινοὶ, συνεσταλµένοι, οὐδαµοῦ κοµπάζοντες. Καὶ δῆλον ἐκ τῶν ἑξῆς· Οὐ γὰρ τολµῶµεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων. βʹ. Ἐνταῦθα καὶ ἀλαζόνας δείκνυσιν ὄντας ἐκείνους, καὶ µεγάλα περὶ ἑαυτῶν φθεγγοµένους· καὶ κωµῳ δεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ' ἡµεῖς οὐδὲν τοιοῦτον· ἀλλ' εἴ τινα καὶ µεγάλα εἰργασάµεθα, ἐπὶ τὸν Θεὸν ἅπαντα ἀναφέροµεν, καὶ ἀλλήλοις ἑαυτοὺς παραβάλλοµεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς µετροῦντες, καὶ συγκρίνοντες ἑαυτοῖς ἑαυτοὺς οὐ συνιοῦσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ πρὸς ἐκείνους ἑαυτοὺς παραβάλλοµεν, ἀλλὰ πρὸς ἀλλήλους. Καὶ γὰρ προϊὼν ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ πάλιν, Τὰ µὲν σηµεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑµῖν ἐν πάσῃ ὑποµονῇ. Ὥστε ἑαυτοῖς συγκρίνοµεν ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκείνων, ὅτι Οὐ τολµῶµεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους ἁµιλλωµένοις καὶ µεγάλα κοµπάζουσι, καὶ µὴ συνιοῦσι, τουτέστι, µὴ αἰσθανοµένοις πῶς εἰσι καταγέλαστοι τοιαῦτα ἀλαζονευόµενοι, καὶ µεταξὺ ἀλλήλων ἑαυτοὺς ἐπαίροντες. Ἡµεῖς δὲ οὐκ εἰς τὰ ἄµετρα καυχησόµεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κοµπάζοντας λέγειν, ὅτι τὴν οἰκουµένην ἐπεστρέψαµεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόµεθα, καὶ πολλὰ ἕτερατοιαῦτα µεγαληγορεῖν. Ἀλλ' ἡµεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ µέτρον οὗ ἐµέρισεν ἡµῖν ὁ Θεὸς µέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑµῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπεινοφροσύνη αὐτοῦ κατάδηλος, καὶ ὅτι οὐδὲν πλεῖον ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ Θεῷ ἀνατίθησι. Κατὰ γὰρ τὸ µέτρον, φησὶν, τοῦ κανόνος οὗ ἐµέρισεν ἡµῖν ὁ Θεὸς µέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑµῶν. Καθάπερ γεωργοῖς ἄµπελον διανέµων, οὕτως ἡµῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατηξιώθηµεν φθάσαι, µέχρι τούτου καυχώµεθα. Οὐ γὰρ µὴ ὡς ἐφικόµενοι εἰς ὑµᾶς, ὑπερεκτείνοµεν ἑαυτούς· µέχρι γὰρ καὶ ὑµῶν ἐφθάσαµεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐχ ἁπλῶς παρεγενόµεθα, ἀλλὰ κατηγγείλαµεν, ἐκηρύξαµεν, ἐπείσαµεν, κατωρθώσαµεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παραγινοµένους τοῖς τῶν ἀποστόλων µαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδηµίας. Ἀλλ' οὐχ ἡµεῖς οὕτως· οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ µέχρις ὑµῶν ἰσχύσαµεν ἐλθεῖν, καὶ τῷ λόγῳ µόνον ἐκτείνοµεν τὴν µέχρις ἡµῶν καύχησιν· καὶ γὰρ καὶ ὑµῖν τὸν λόγον ἐκηρύξαµεν. Οὐκ εἰς τὰ ἄµετρα καυχώµενοι, ἀλλ' ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανοµένης τῆς πίστεως, ἐν ὑµῖν µεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡµῶνεἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑµῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιµα καυχήσασθαι. Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄµετρα ἐκαυχῶντο, καὶ ὅτι εἰς τὰ ἀλλότρια, καὶ ὅτι τῶν µὲν ἀποστόλων ὁ ἱδρὼς ἦνἅπας, ἐκεῖνοι δὲ ἐκαλλωπίζοντο τοῖς ἐκείνων κόποις. Ἡµεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα ἐπεδείξαµεν. Οὐ τοίνυν ἐκείνους µιµησόµεθα, ἀλλ' ἔνθα ἡµῖν µαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦµεν. Καὶ τί λέγω, φησὶν, ὑµᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανοµένης τῆς πίστεως ὑµῶν· οὐ γὰρ ἀποφαίνεται ἁπλῶς, τὸ οἰκεῖον ἦθος µιµούµενος, ἀλλ', Ἐλπίζω, φησὶν, ὑµῶν ἐπιδιδόντων, ὅτι καὶ περαιτέρω ὁ κανὼν, ἡµῶν ἐπεκταθήσεται, εἰςτὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόµεθα γὰρ καὶ περαιτέρω, φησὶν, ὥστε κηρῦξαι καὶ καµεῖν, οὐχ ὥστε λόγοις κοµπάζειν ὑπὲρ ὧν ἔκαµνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ µέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουµένης ἐλθὼν καὶ κληρονοµίαν ἀρίστην, καὶ δεικνὺς τὸ ἔργον τοῦ Θεοῦ ὅλον. Ἔχοντες οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ µείζονα προσδοκῶντες, οὐ κοµπάζοµεν, ὡς ἐκεῖνοι µηδὲν ἔχοντες, οὐδὲ ἑαυτοῖς τι λογιζόµεθα, ἀλλὰ τῷ Θεῷ τὸ πᾶν.∆ ιὸ καὶ ἐπάγει, Ὁ καυχώµενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡµῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιµος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν, Ἡµεῖς ἐσµεν, ἀλλ', Ὃν ὁ Κύριος συνίστησιν. Εἶδες πῶς συνεσταλµένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, µὴ θαυµάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔµελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν οὕτως, οὐδ' ἂν τοὺς µαθητὰς τῆς πλάνης ἀπήλλαξεν. Ἔστι γὰρ καὶ µετριάζοντα ἀκαίρως, βλάψαι, καὶ λέγοντά τι περὶ ἑαυτοῦ θαυµαστὸν εὐκαίρως, ὠφελῆσαι. Ὥσπερ οὖν καὶ αὐτὸς ἐποίησε. Καὶ γὰρ κίνδυνος ἦν οὐ µικρὸς, περὶ Παύλου τι πεισθῆναι φαῦλον τοὺς µαθητὰς, οὐκ ἐπειδὴ Παῦλος ἐζήτει τὴν παρ' ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ µεγάλα ἐκεῖνα καὶ θαυµαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν ἂν ἐσίγησε χρόνον τοσοῦτον· οὐδ' ἂν, ἀνάγκης ἐπικειµένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν.∆ ῆλον δὲ, ὅτι οὐδ' ἂν τότε εἶπεν, εἰ µὴ σφόδρα κατηναγκάσθη. Οὐκοῦν οὐ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητῶν, ταῦτα ἔλεγεν, ἀλλὰ τῶν µαθητῶν κηδόµενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κοµπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάµενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰςἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάµενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅµως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ µάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ µετὰ ταῦτα.∆ ιὰ τοῦτο γοῦν καὶ ἀθρόον µετέστη, καὶ µεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ' αὐτῶν τιµὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶὁ προστάτης αὐτὸς ἦν. Ἀλλ' οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν ἀλήθειαν εὗρεν, ἀλλ' ὕβρεις καὶ ἀτιµίας αὐτῶν ἀντηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούµενος. Ὁ γὰρ µήτε γέενναν, µήτε βασιλείαν ἡγούµενός τι εἶναι, µήτε κόσµους µυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς ἂν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐθήρευεν; Οὐδαµῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν πρότερον αὐτοῦ στηλιτεύει βίον, ἅτε βλάσφηµον καὶ διώκτην καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ µα θητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ' αὐτοῦ µαθὼν, ἐκποµπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷµετὰ ταῦτα. γʹ. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωµεν µόνον, ἀλλ' ἵνα καὶ µανθάνωµεν. Εἰ γὰρ ἐκεῖνος τῶν πρὸ τοῦ λουτροῦ πληµµεληµάτων ἐµέµνητο, καίτοι πάντων ἀφανισθέντων, τίνα ἂν σχοίηµεν συγγνώµην οἱ τῶν µετὰ τὸλουτρὸν ἀµνηµονοῦντες ἡµεῖς; Τί λέγεις, ἄνθρωπε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ;∆ ευτέρα αὕτη πρόσκρουσις, δευτέρα ἀπέχθεια. Ποίων οὖν ἁµαρτηµάτων αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ µεριµνᾷς καὶ φροντίζεις πῶς λόγον δώσεις, ὁ µηδὲ µεµνῆσθαι αὐτῶν σπουδάζων, ἀλλὰ παίζων ἐν οὐ παικτοῖς. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡµῖν. Καὶ γὰρ δεῖ ἡµᾶς πάντως ἀποθανεῖν( διὰ γὰρ τὴν πολλὴν ἀναισθησίαν τῶν πολλῶν καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι δεῖ), καὶ ἀναστῆναι πάντως, καὶ κριθῆναι πάντως, καὶ κολασθῆναι· µᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλωµεν. Ἐκείνων µὲν γὰρ οὐχ ἡµεῖς κύριοι, οὔτε τῆς τελευτῆς ἡµῶν, οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ∆ εσπότης ὁ ἡµέτερος· τοῦ µέντοι διδόναι δίκην, ἢ µὴ, ἡµεῖς κύριοι· τοῦτο γὰρ τῶν ἐνδεχοµένων ἐστίν. Ἀλλ' ἐὰν θέλωµεν, τῶν ἀδυνάτων αὐτὸ ποιήσοµεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες· καὶ γὰρ ἐκείνους κολασθῆναι ἀδύνατον. Ἂν τοίνυν ἐθέλωµεν, καὶ ἡµᾶς ὁµοίως ἀδύνατόν τι παθεῖν. Κἂν γὰρ µυρία πεπληµµεληκότες ὦµεν, δυνατὸν ἀνακτήσασθαι, ἕως ἂν ἐνταῦθα ὦµεν. Ἀνακτησώµεθα τοίνυν ἑαυτούς· καὶ ὁ µὲν γέρων ἐννοείτω, ὅτι µικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ( καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς τὴν ἐκείνου δόξαν τοῦτό φηµι)· ἐννοείτω µετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων µενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. Ἵνα γὰρ µὴ πραγµατευώµεθα τὴν τελευτὴν ἡµῶν, διὰ τοῦτο ἐν ἀδήλῳ κεῖται.∆ ιὸ καὶ σοφός τις παραινεῖ λέγων, Μὴ ἀνάµενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ µὴ ἀναβάλλου ἡµέραν ἐξ ἡµέρας· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ µὲν γὰρ τοῦ ἀναβάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ µὴ ἀναβάλλεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, µετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακίας τε ἀπεχόµενος, καὶ ἀρετῆς ἐπειληµµένος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· ταῦτα γὰρ τὰ ῥήµατα σφόδρα παροργίζει τὸν Θεόν. Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνοςκαὶ ἄνανδρος, ὡς καὶ αὐτῆς ταύτης βραχυτέραν ἐπιζητεῖν. Οὐχ οἱ αὐτοὶ κῶµοι καθ' ἡµέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ τὰ αὐτὰ χρήµατα; Μέχρι τίνος ὡς ἐκείνων ὄντων ἐρᾷς; µέχρι τίνος τὴν ἀκόρεστον ἔχεις τῆς κακίας ἐπιθυµίαν; Ἐννόησον ὅτι ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ. Καὶ γὰρ τοιοῦτον ἡ ἁµαρτία· ἅµα γέγονε, καὶ τὴν ψῆφον ἤνεγκεν ὁ δικαστής. Ἐµεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁµολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν µέσοις ἀνήρπασε τοῖς ἁµαρτήµασι· µὴ καὶ ἑτέραν ζήτει προθεσµίαν εἰς τὸ κακῶς ἐργάζεσθαι. Πολλοὶ µεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην. Φοβήθητι µὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολόγητος. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσµίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξοµολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν µὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; Ἔδωκε µὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν µὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε µὴ λάβῃς προθεσµίαν· ἐὰν δὲ ἀεὶ µέλλῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς µὲν πόλεµον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάµου βουλευόµενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδοµούµενος, Καταβάλω θεµελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόµενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολλάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φησὶν, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους οὓς εἶπον ἀνήρπασε. Τί δὲ, ἂν καὶ χρόνον λαβὼν ὅµοιος µένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυµος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισµὸς οὗτος καὶ µετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα ἐπιζητεῖ, καὶ µετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ µετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται µάτην, καὶ συµβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρηµένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν µαταιότητι αἱ ἡµέραι αὐτῶν. Καὶ εἴθε ἐν µαταιότητι µόνον, ἀλλὰ µὴ καὶ ἐπὶ κακῷ. Ὅταν γὰρ ἀπέλθωµεν ἐκεῖ τὸ βαρὺ τῶν ἁµαρτηµάτων φορτίον φέροντες( τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσοµεν τῷ πυρὶ, καὶ πολλὴν τῷσκώληκι τράπεζαν.∆ ιὸ δέοµαι καὶ ἀντιβολῶ στῆναί ποτε γενναίως, καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελµένων τύχωµεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.