Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
26.26
Καυχᾶσθαι δὴ οὐ συµφέρει µοι. Ἐλεύσοµαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. αʹ. Τί τοῦτο; ὁ τοσαῦτα εἰπὼν, φησὶ, Καυχᾶσθαι δὴ οὐ συµφέρει µοι, φησὶν, ὡς οὐδὲν εἰρηκώς; Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ µέλλει µεταβαίνειν εἰς ἕτερον εἶδος καυχήσεως, ὃ µισθὸν µὲν οὐκ ἔχει τοσοῦτον, λαµπρότερον δὲ δοκεῖ δεικνύναιτοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι· φησὶ, Καυχᾶσθαι δὴ οὐ συµφέρει µοι. Τὰ γὰρ µεγάλα καυχήµατα ταῦτα, ἅπερ ἀπηριθµήσατο, τὰ τῶν πειρασµῶν· ἔχει δὲ καὶ ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων µυστηρίων. Καὶ τίνος ἕνεκέν φησιν, Οὐ συµφέρει µοι; Ἵνα µή µε εἰς ἀπόνοιαν ἐπάρῃ, φησί. Τί λέγεις; ἂν γὰρ µὴ εἴπῃς αὐτὰ, οὐκ οἶδας αὐτά; Ἀλλ' οὐχ ὁµοίως ἐπαιρόµεθα αὐτοὶ εἰδότες αὐτὰ, καὶ εἰς ἄλλους ἐκφέροντες. Οὐ γὰρ ἡ τῶν κατορθωµάτων φύσις ἐπαίρειν εἴωθεν, ἀλλ' ἡ τῶν πολλῶν µαρτυρία καὶ γνῶσις.∆ ιὰ τοῦτο οὖν φησιν, Οὐ συµφέρει µοι, καὶ ἵνα µὴ µείζονα ἐνθῶ περὶ ἐµοῦ ἔννοιαν τοῖς ἀκούουσιν. Ἐκεῖνοι µὲν γὰρ οἱ ψευδαπόστολοι καὶ τὰ οὐκ ὄντα περὶ ἑαυτῶν ἔλεγον· οὗτος δὲ καὶ τὰ ὄντα ἀποκρύπτεται, καὶ ταῦτα ἀνάγκης τοσαύτης ἐπικειµένης καί φησιν, Οὐ συµφέρει µοι, παιδεύων ἅπαντας ἐκ πολλῆς περιουσίαςτὸ τοιοῦτον φεύγειν. Οὐδὲν γὰρ ἔχει τὸ πρᾶγµα κέρδος, ἀλλὰ καὶ βλάβην, πλὴν ἐὰν µὴ ἀναγκαία τις ᾖ πρόφασις καὶ ὠφέλιµος ἡ εἰς τοῦτο ἐνάγουσα. Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασµοὺς, τὰς ἐπιβουλὰς, τὰς ἀθυµίας, τὰ ναυάγια, ἐφ' ἕτερον µεθίσταται καυχήσεως εἶδος, λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων( εἴτε ἐν σώµατι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώµατος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα ὅτι ἡρπάγη εἰς τὸν παράδεισον( εἴτε ἐν σώµατι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώµατος, οὐκ οἶδα), καὶ ἤκουσεν ἄῤῥητα ῥήµατα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι· ὑπὲρ δὲ ἐµαυτοῦ οὐ καυχήσοµαι. Μεγάλη µὲν αὕτη ἡ ἀποκάλυψις. Οὐκ αὐτὴ δὲ γέγονε µόνη, ἀλλὰ καὶ ἕτεραι πλείους· αὐτὸς δὲ µίαν ἐκ πολλῶν τίθησιν. Ὅτι γὰρ πολλαὶ ἦσαν, ἄκουσον τί φησι· Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα µὴ ὑπεραίρωµαι. Καὶ µὴν εἴποι τις ἂν, εἰ κρύψαι ἤθελε, παντελῶς ἔδει µὴ δοῦναι αἴνιγµα, µηδὲ εἰπεῖν τι τοιοῦτον· εἰ δὲ εἰπεῖν ἤθελε, σαφῶς εἰπεῖν. Τίνος οὖν ἕνεκεν οὔτε σαφῶς εἶπεν, οὔτε ἐσίγησεν; Ἵνα κἀνταῦθα δείξῃ, ὅτι ἄκων ἐπὶ τὸ πρᾶγµα ἔρχεται.∆ ιὰ τοῦτο καὶ τὸν χρόνον ἔθηκε τῶν δεκατεσσάρων ἐτῶν. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῦ µέµνηται, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ µὴ πολλὴ ἦν ἡ ἀνάγκη, ἀλλ' ὅµωςἐσίγησεν ἂν, εἰ µὴ τοὺς ἀδελφοὺς ἀπολλυµένους ἑώρα. Εἰ δὲ ἐκ προοιµίων τοιοῦτος ἦν ὁ Παῦλος, ὥστε τοιαύτης καταξιωθῆναι ἀποκαλύψεως, ὅτε οὔπω τοιαῦτα κατορθώµατα εἶχεν· ἐννόησον ἡλίκος ἐν τεσσαρεσκαίδεκα ἔτεσι γέγονεν. Ὅρα δὲ πῶς καὶ ἐν αὐτῷ τούτῳ µετριάζει τῷ τὰ µὲν εἰπεῖν, τὰ δὲ ὁµολογεῖν ἠγνοηκέναι. Ὅτι µὲν γὰρ ἡρπάγη, εἶπεν, εἴτε δὲ ἐν σώµατι, εἴτε οὐκ ἐν σώµατι, οὐκέτι φησὶν εἰδέναι. Καίτοι γε ἐξήρκει τὴν ἁρπαγὴν εἰπόντι, σιγῆσαι· νυνὶ δὲ µετριάζων καὶ τοῦτο προστίθησι. Τί οὖν; ὁ νοῦς ἡρπάγη καὶ ἡ ψυχὴ, τὸ δὲ σῶµα νεκρὸν ἔµεινεν; ἀλλὰ τὸ σῶµα ἡρπάγη; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν. Εἰ γὰρ ὁ Παῦλος ἠγνόει ὁ ἁρπαγεὶς, καὶ τοιούτων καὶ τοσούτων τυχὼν ἀποῤῥήτων, πολλῷ µᾶλλον ἡµεῖς. Ὅτι µὲν γὰρ ἐν παραδείσῳ ἦν ᾔδει, καὶ ὅτι ἐν τῷ τρίτῳ ἦν οὐρανῷ, οὐκ ἠγνόει, τὸν δὲ τρόπον οὐκ ᾔδει σαφῶς. Σκόπει δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὸ ἄτυφον. Ἐπὶ µὲν γὰρ τῆς∆ αµασκηνῶν πόλεως πιστοῦται τὸν λόγον, ἐνταῦθα δὲ οὐκέτι· οὐδὲ γὰρ σφόδρα αὐτὸ κατασκευάσαι ἠβούλετο, ἀλλ' εἰπεῖν καὶ αἰνίξασθαι µόνον.∆ ιὸ καὶ ἐπάγει λέγων· Ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι· οὐ τοῦτο δηλῶν, ὅτι ἕτερός τις ἦν ὁ ἁρπαγείς· ἀλλ' ὡς ἐνεχώρει καὶ δυνατὸν ἦν καὶ εἰπεῖν, καὶ διακρούσασθαι τὸ περὶ ἑαυτοῦ εἰπεῖν φανερῶς, οὕτω σχηµατίζει τὸν λόγον. Ποία γὰρ ἀκολουθία ἦν, περὶ ἑαυτοῦ διαλεγόµενον, ἄλλον παράγειν εἰς µέσον; Τίνος οὖν ἕνεκεν οὕτως αὐτὸ τέθεικεν; Οὐκ ἦν ἴσον εἰπεῖν, Ἡρπάγην, καὶ, Οἶδα ἁρπαγέντα· καὶ, Καυχῶµαι ὑπὲρ ἐµαυτοῦ, καὶ, Ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἔνι χωρὶς σώµατος ἁρπαγῆναι; ἐρήσοµαι αὐτὸν, Πῶς δὲ ἔνι µετὰ σώµατος ἁρπαγῆναι; καὶ γὰρ καὶ τοῦτο ἐκείνου ἀπορώτερον, ἐὰν λογισµοῖς ἐξετάζῃς, καὶ µὴ τῇ πίστει παραχωρῇς. Τίνος δὲ ἕνεκεν καὶ ἡρπάγη; Ὑπὲρ τοῦ δοκεῖν αὐτὸν, ὡς ἔγωγε οἶµαι, ἔλαττον ἔχειν τῶν λοιπῶν ἀποστόλων. Ἐπειδὴ γὰρ ἐκεῖνοι συνεγένοντο τῷ Χριστῷ, οὗτος δὲ οὐδαµῶς, διὰ τοῦτο εἰς δόξαν ἥρπασε καὶ τοῦτον εἰς τὸν παράδεισον. Πολὺ γὰρ ὄνοµα τοῦ χωρίου τούτου, καὶ πανταχοῦ ᾔδετο. βʹ.∆ ιὸ καὶ ὁ Χριστὸς ἔλεγε, Σήµερον µετ' ἐµοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὑπὲρ τοῦ τοιούτου καυχήσοµαι. Τίνος ἕνεκεν; εἰ γὰρ ἄλλος ἡρπάγη, σὺ τί καυχᾷ; Ὅθεν δῆλον, ὅτι περὶ ἑαυτοῦ ταῦτα ἔλεγεν. Εἰ δὲ ἐπήγαγεν, Ὑπὲρ δὲ ἐµαυτοῦ οὐ καυχήσοµαι· οὐδὲν ἄλλο λέγει, ἢ ὅτι, Ἀνάγκης οὐκ οὔσης, οὐδὲν ἐρῶ τοιοῦτον ἁπλῶς καὶ εἰκῆ· ἢ συσκιάζων πάλιν τὸ εἰρηµένον, ὡς ἐνεχώρει. Ὅτι γὰρ περὶ ἑαυτοῦ πᾶς ὁ λόγος ἦν, καὶ τὰ ἑξῆς δηλοῖ· ἐπήγαγε γὰρ λέγων, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσοµαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Πῶς οὖν ἔµπροσθεν ἔλεγες, Ὄφελον ἠνείχεσθέ µου µικρὸν τῇ ἀφροσύνῃ, καὶ Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· ἐνταῦθα δὲ, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσοµαι ἄφρων; Οὐ κατὰ τὸ καυχάσθαι, ἀλλὰ κατὰ τὸ ψεύδεσθαι· εἰ γὰρ τὸ καυχᾶσθαι ἀφροσύνης, πόσῳ µᾶλλον τὸ ψεύδεσθαι; Κατὰ τοῦτο οὖν φησιν, Οὐκ ἔσοµαι ἄφρων.∆ ιὸ καὶ ἐπήγαγεν, Ἀλήθειαν γὰρ ἐρῶ, Φείδοµαι δὲ, µή τις εἰς ἐµὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐµοῦ. Αὕτη ἐστὶν ἡ ὡµολογηµένη αἰτία· καὶ γὰρ καὶ θεοὺς αὐτοὺς ἐνόµισαν διὰ τὸ µέγεθος τῶν σηµείων. Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀµφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαµπρὰ κατασκευάσας, τὸ µὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναµιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην· οὕτω δὴ καὶ ἐνταῦθα καὶ θαυµαστοὶ ἦσαν καὶ ἀσθενεῖς, ὥστε δι' αὐτῶν τῶν ἔργων παιδεύεσθαι τοὺς ἀπίστους. Εἰ γὰρ µένοντες θαυµαστοὶ µόνον, καὶ µηδὲν ἀσθενείας δεῖγµα φέροντες, λόγῳ τοὺς πολλοὺς ἀπῆγον τοῦ µείζονα περὶ αὐτῶν ὑποπτεύειν τῆς ἀληθείας· οὐ µόνον οὐδὲν ἂν ἤνυσαν, ἀλλὰ καὶ τοὐναντίον ἂν κατεσκεύασαν. Αἱ γὰρ διὰ τῶν λόγων γινόµεναι παραιτήσεις, ταπεινοφροσύνης ἂν ἔδοξαν εἶναι µᾶλλον, καὶ πλέον αὐτοὺς θαυµασθῆναι παρεσκεύασαν.∆ ιὰ τοῦτο ἔργῳ καὶ πράγµασιν ἡ ἀσθένεια αὐτῶν ἐξεκαλύπτετο. Καὶ τοῦτο ἴδοι τις ἂν ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ γενοµένων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἠλίας θαυµαστὸς ἦν, ἀλλ' ἠλέγχθη ποτὲ ὑπὸ δειλίας· καὶ ὁ Μωϋσῆς µέγας, ἀλλὰ καὶ οὗτος δι' αὐτὸ τοῦτο τὸ πάθος ἐδραπέτευσε. Ταῦτα δὲ ἔπασχον, τοῦ Θεοῦ ἀφιστῶντος, καὶ συγχωροῦντος ἐλεγχθῆναι τὴν ἀνθρωπίνην φύσιν. Εἰ γὰρ, ἐπειδὴ ἐξήγαγεν αὐτοὺς, λέγουσι, Ποῦ ἔστι Μωϋσῆς; εἰ καὶ εἰσήγαγε, τί οὐκ ἂν εἶπον;∆ ιὰ τοῦτο καὶ αὐτός φησι, Φείδοµαι µή τις εἰς ἐµὲ λογίσηται. Οὐκ εἶπεν, Εἴπῃ, ἀλλ', Ἵνα µηδὲ λογίσηταί τι µεῖζον τῆς ἀξίας τῆς ἐµῆς. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ αὐτοῦ πᾶς ὁ λόγος.∆ ιὸ καὶ ἀρχόµενος ἔλεγε, Καυχᾶσθαι δὴ οὐ συµφέρει µοι. Οὐκ ἂν, εἰ περὶ ἑτέρου ἔµελλεν ἐρεῖν ἅπερ εἶπε, τοῦτο εἶπε· τίνος γὰρ ἕνεκεν οὐ συµφέρει περὶ ἑτέρου καυχᾶσθαι; Ἀλλ' αὐτὸς ἦν ὁ τούτων ἀξιωθείς· διὸ καὶ ἐπάγει λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα µὴ ὑπεραίρωµαι, ἐδόθη µοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα µε κολαφίζῃ. Τί λέγεις; ὁ τὴν βασιλείαν οὐδὲν εἶναι νοµίζων, οὐδὲ τὴν γέενναν πρὸς τὸν πόθον τοῦ Χριστοῦ, τὴν παρὰ τῶν πολλῶν ἐνόµιζέ τι εἶναι τιµὴν, ὥστε καὶ ἐπαρθῆναι, καὶ διηνεκοῦς δεῖσθαι τοῦ χαλινοῦ; οὐ γὰρ εἶπεν, Ἵνα κολαφίσῃ, ἀλλ' Ἵνα κολαφίζῃ. Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόµενον; Ὅταν ἀνακαλύψωµεν τίς ποτέ ἐστιν ὁ σκόλοψ, καὶ τίς ὁ ἄγγελος τοῦ σατᾶν, τότε καὶ τοῦτο ἐροῦµεν. Τινὲς µὲν οὖν κεφαλαλγίαν τινὰ ἔφασαν αὐτὸν λέγειν ὑπὸ τοῦ διαβόλου γινοµένην· ἀλλὰ µὴ γένοιτο. Οὐ γὰρ ἂν τὸ σῶµα τοῦ Παύλου ταῖς τοῦ διαβόλου χερσὶν ἐξεδόθη, ὅπου γε αὐτὸς ὁ διάβολος ἐπιτάγµατι µόνον εἶκεν αὐτῷ τῷ Παύλῳ· καὶ νόµους αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύοντα παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκός· καὶ ὑπερβῆναι τούτους οὐκ ἐτόλµησεν ἐκεῖνος. Τί οὖν ἐστι τὸ λεγόµενον; Σατᾶν ὁ ἀντικείµενος λέγεται τῇ τῶν Ἑβραίων φωνῇ· καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοὺς ἀντικειµένους οὕτως ἐκάλεσεν ἡ Γραφὴ, καὶ περὶ τοῦ Σολοµῶντος διηγουµένη φησὶν, Οὐκ ἦν σατᾶν ἐν ταῖς ἡµέραις αὐτοῦ· τουτέστιν, ἀντικείµενος, πολεµῶν, ἢ ἐνοχλῶν. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς προχωρῆσαι τὸ κήρυγµα, τὸ φρόνηµα καταστέλλων ἡµῶν, ἀλλὰ συνεχώρησε τοῖς ἀντικειµένοις ἐπιτίθεσθαι ἡµῖν. Τοῦτο µὲν γὰρ ἱκανὸν ἦν κατασπάσαι τὸ φρόνηµα, ἐκεῖνο δὲ οὐκέτι, τὸ τῆς κεφαλαλγίας. Ἄγγελον τοίνυν σατᾶν λέγει Ἀλέξανδρον τὸν χαλκέα, τοὺς περὶ Ὑµέναιον καὶ Φιλητὸν, πάντας τοὺς ἀντικειµένους τῷ λόγῳ, τοὺς φιλονεικοῦντας αὐτῷκαὶ πολεµοῦντας, τοὺς ἐµβάλλοντας εἰς δεσµωτήριον, τοὺς δέροντας, τοὺς ἀπάγοντας· ἐπειδὴ τὰ τοῦ σατανᾶ ἔπραττον. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἄγγελον σατᾶν ἅπαντα τὸν ἀντιπίπτοντα. Τοῦτο οὖν φησιν, Ἐδόθη µοι σκόλοψ, ἵνα µε κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος, µὴ γένοιτο, οὐ κολάζοντος οὐδὲ τιµωρουµένου, ἀλλὰ συγχωροῦντος καὶ ἀφιέντος τέως. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· τουτέστι, πολλάκις. γʹ. Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ µὴ κρύψαι ὅτι οὐκ ἔφερε τὰς ἐπιβουλὰς, ὅτι ἔκαµνε, καὶ δεήσεως ἐδεῖτο ὑπὲρ ἀπαλλαγῆς. Καὶ εἶπέ µοι· Ἀρκεῖ σοι ἡ χάρις µου ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι τὰ ἄλλα θαυµατουργεῖς· µὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ τὸ ἀδεὲς καὶ τὸ χωρὶς πραγµάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς, καὶ ἀθυµεῖς; Μὴ δόξῃ τοῦτο ἀσθενείας εἶναι ἐµῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ µαστίζοντας· τοῦτο µὲν αὐτὸ δείκνυσί µου τὴν δύναµιν· Ἡ γὰρ δύναµίς µου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται· ὅταν διωκόµενοι τῶν διωκόντων περιγίνησθε, ὅταν ἐλαυνόµενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσµούµενοι τοὺς δεσµοῦντας τρέπησθε. Μὴ τοίνυν ζήτει τὰ περιττά. Ὁρᾷς πῶς ἄλλην µὲν αἰτίαν αὐτὸς τίθησιν, ἄλλην δὲ ὁ Θεός; Αὐτὸς µὲν γὰρ λέγει, Ἵνα µὴ ὑπεραίρωµαι, ἐδόθη µοι σκόλοψ τῇ σαρκί· τὸν δὲ Θεὸν εἰρηκέναι φησὶν, ὑπὲρ τοῦ δεῖξαι τὴν δύναµιν αὐτοῦ, τοῦτο συγχωρεῖ. Οὐ τοίνυν περιττὸν µόνον ζητεῖς, ἀλλὰ καὶ ἐπισκοτοῦν τῇ τῆς δυνάµεώς µου δόξῃ πρᾶγµα. Τὸ γὰρ, Ἀρκεῖ σοι, τοῦτο δηλοῦντός ἐστιν, ὡς οὐκ ὀφείλοντος προστεθῆναι ἑτέρου τινὸς, ἀλλ' ὡς τοῦ παντὸς ἀπηρτισµένου. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ κεφαλαλγίαν φησίν. Οὐ γὰρ δὴ νοσοῦντες ἐκήρυττον( οὐ γὰρ ἠδύναντο κηρύττειν ἀσθενοῦντες), ἀλλ' ὅτι ἐλαυνόµενοι, διωκόµενοι, πάντων περιεγένοντο. Ἐπειδὴ οὖν ταῦτα ἤκουσα, φησὶν, ἥδιστα οὖν καυχήσοµαι ἐν ἀσθενείαις µου. Ἵνα γὰρ µὴ καταπέσωσιν, ἐκείνων τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωµένων, καὶ τούτων ὄντων ἐν διωγµοῖς, δείκνυσιν, ὅτι διὰ τοῦτολαµπρότερος γίνεται, καὶ οὕτω µᾶλλον ἡ δύναµις τοῦ Θεοῦ διαλάµπει, καὶ καυχήσεως ἄξια τὰ γινόµενα.∆ ιό φησιν, Ἥδιστα οὖν καυχήσοµαι. Οὐχὶ λυπούµενος ταῦτα εἶπον ἅπερ ἀπηριθµησάµην, ἢ τοῦτο ὅπερ εἴρηκα νῦν, ὅτι Ἐδόθη µοι σκόλοψ, ἀλλ' ἐγκαλλωπιζόµενος καὶ πλείοναδύναµιν ἐφελκόµενος.∆ ιὸ καὶ ἐπάγει, Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐµὲ ἡ δύναµις τοῦ Χριστοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασµῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔξετο καὶ ἐπέµενε.∆ ιὸ εὐδοκῶ ἐν ἀσθενείαις πολλαῖς. Ποίαις, εἰπέ µοι; Ἐν ὕβρεσιν, ἐν διωγµοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες πῶς αὐτὸ νῦν ἀπεκάλυψε σαφέστατα; Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωµατικὴν, ἀλλὰ ὕβρεις, διωγµοὺς, στενοχωρίας. Εἶδες ψυχὴν εὐγνώµονα; Ἐπεθύµει ἀπαλλαγῆναι τῶν δεινῶν· ὅτε δὲ ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ µόνον οὐκ ἠθύµησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐφράνθη.∆ ιὸ ἔλεγεν, Εὐδοκῶ, χαίρω, ἐπιθυµῶ, ὑβρίζεσθαι, διώκεσθαι, στενοχωρεῖσθαι ὑπὲρ Χριστοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκείνους καταστέλλων, καὶ τούτων ἐπαίρων τὰ φρονήµατα, ἵνα µὴ αἰσχύνωνται τοῖς Παύλου παθήµασιν. Ἀρκεῖ γὰρ ἡ ὑπόθεσις πάντων ποιῆσαι λαµπροτέρους. Εἶτα καὶ ἄλλην αἰτίαν τίθησιν· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰµι. Τί θαυµάζεις, εἰ τοῦ Θεοῦ ἡ δύναµις τότε διαδείκνυται; καὶ ἐγὼ τότε δυνατός εἰµι· τότε γὰρ µάλιστα ἡ χάρις ἐπῄει. Καθὼς γὰρ περισσεύει τὰ παθήµατα αὐτοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡµῶν. Ὅπου θλίψις, ἐκεῖ καὶ παράκλησις· ὅπου παράκλησις, ἐκεῖ καὶ χάρις. Ὅτε γοῦν ἐνέπεσεν εἰς τὸ δεσµωτήριον, τότε τὰ θαυµαστὰ ἐποίησεν ἐκεῖνα· ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε µάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεµένος, τότε καὶ τοῦ δικαστοῦ περιγέγονεν. Οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνέβαινεν· ἐν τοῖς πειρασµοῖς ἤνθουν οἱ δίκαιοι· οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ∆ ανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ· πάντες ἐντεῦθεν λαµπροὶ, καὶ µεγάλων κατηξιώθησαν στεφάνων. Τότε γὰρ καὶ ἡ ψυχὴ καθαίρεται, ὅτε διὰ τὸν Θεὸν θλίβεται· τότε µείζονος ἀπολαύει βοηθείας, πλείονος δεοµένη συµµαχίας, καὶ πλείονος ἀξία χάριτος. Καὶ πρὸ τοῦ µισθοῦ δὲ τοῦ παρὰ τοῦ Θεοῦ κειµένου, µεγάλα καρποῦται ἀγαθὰ φιλόσοφος γινοµένη. Καὶ γὰρ τὸν τῦφον περισπᾷ, καὶ τὴν ῥᾳθυµίαν ἐκκόπτει πᾶσαν ἡ θλῖψις, καὶ πρὸς ὑποµονὴν ἀλείφει· ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγµάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν. Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυµία, δυναστεία, χρηµάτων ἔρως καὶ σωµάτων, ἀλαζονεία, τῦφος, θυµὸς, ἅπας ὁ λοιπὸςτῶν νοσηµάτων τούτων ἐσµός. Καὶ εἰ βούλει ἐπ' αὐτῶν τῶν πραγµάτων ἰδεῖν, καὶ ἄνδρα ἰδίᾳ καὶ δῆµον ὁλόκληρον, δυνήσοµαί σοι δεῖξαι, καὶ ἐν θλίψει γενοµένους, καὶ ἐν ἀνέσει, καὶδιδάξαι πόσον ἐντεῦθεν τὸ κέρδος, καὶ πόση ἐκεῖθεν ἡ ῥᾳθυµία. δʹ. Καὶ γὰρ ὁ τῶν Ἑβραίων δῆµος, ὅτε µὲν ἐκακοῦντο καὶ ἠλαύνοντο, ἔστενον καὶ τὸν Θεὸν παρεκάλουν, καὶ πολλὴν ἄνωθεν ἐπεσπῶντο τὴν ῥοπήν· ὅτε δὲ ἐλιπάνθησαν, ἀπεσκίρτησαν. Οἱ Νινευῗται πάλιν, ὅτε µὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνασπᾷν· ὅτε δὲ ὑπὸ τοῦ κηρύγµατος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν. Εἰ δὲ καὶ ἄνδρα καθ' ἑαυτὸν ἰδεῖν ἐθέλοις, ἐννόησον τὸν Σολοµῶντα. Καὶ γὰρ οὗτος ὅτε µὲν ἦν ἐν φροντίσι καὶ ταραχῇ περὶ τῆς ἀρχῆς τοῦ ἔθνους ἐκείνου βουλευόµενος, τῆς ὄψεως ἠξιώθη ἐκείνης· ὅτε δὲ ἐν τρυφῇ γέγονεν, εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἐξωλίσθησε. Τί δὲ ὁ τούτου πατήρ; πότε θαυµαστὸς ἦν καὶ παράδοξος; οὐχ ὅτε ἐν πειρασµοῖς ἦν; Ὁ δὲ Ἀβεσσαλὼµ, οὐχ ἕως µὲν ἔφευγεν, ἐσωφρόνει, ἐπειδὴ δὲ ἐπανῆλθε, καὶ τυραννικὸς καὶ πατραλοίας ἐγένετο; Τί δὲ ὁ Ἰώβ; Οὗτος γὰρ λαµπρὸς µὲν ἦν καὶ ἐν ἀνέσει, λαµπρότερος δὲ µετὰ τὴν θλῖψιν ἐφάνη. Καὶ τί δεῖ λέγειν τὰ ἀρχαῖα καὶ παλαιά; ἂν γὰρ τὰ ἡµέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος. Νῦν µὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαµεν, καὶ διεῤῥύηµεν, καὶ µυρίων τὴν Ἐκκλησίαν ἐνεπλήσαµεν κακῶν· ὅτε δὲ ἠλαυνόµεθα, καὶ σωφρονέστεροι καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦµεν προθυµότεροι, καὶ περὶ τὴν ἀκρόασιν. Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσµήχουσα, καθαροὺς ἐργαζοµένη, λαµπροὺς κατασκευάζουσα καὶ φαιδρούς. Αὕτη εἰς βασιλείαν εἰσάγει, ἐκείνη δὲ εἰς γέενναν.∆ ιὸ ἡ µὲν ἔστιν εὐρύχωρος, ἡ δὲ στενή.∆ ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν, Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε· ὡς µέγα τι καταβάλλων ἡµῖν ἀγαθόν. Εἰ τοίνυν µαθητὴς εἶ, τὴν στενὴν καὶ τεθλιµµένην ὅδευε, µηδὲ δυσχέραινε µηδὲ ἀποδυσπέτει. Κἂν γὰρ οὕτω µὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς. Καὶ γὰρ ὁ βάσκανος, καὶ ὁ χρηµάτων ἐρῶν, καὶ ὁ πόρνης περικαιόµενος, καὶ ὁ κενόδοξος, καὶ τῶν ἄλλων ἕκαστος τῶν τὰ πονηρὰ ἐπιόντων πολλὰςἀθυµίας ὑποµένει καὶ θλίψεις, καὶ τῶν πενθούντων οὐκ ἐλάττω θλίβεται. Εἰ δὲ µὴ δακρύει µηδὲ πενθεῖ, δι' αἰσχύνην καὶ ἀναισθησίαν· ὡς εἴ γε τὴν ψυχὴν αὐτοῦ καταµάθοις, µυρίων ὄψει κυµάτων γέµουσαν. Ὅταν οὖν καὶ τοῦτον καὶ ἐκεῖνον µετιόντας τὸν βίον ἀνάγκη θλίβεσθαι, διὰ τί µὴ τοῦτον αἱρούµεθα τὸν µετὰ θλίψεως µυρίους φέροντα στεφάνους; Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στενοχωρίας, ὁµοῦ µὲν ἐκείνους ὠφελῶν, ὁµοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόµενος, ὥστεµὴ µείζονα τῆς ἀξίας περὶ αὐτῶν δόξαν ἔχειν. Οὕτω γὰρ καὶ εἰδωλολατρεῖαι τὴν ἀρχὴν ἐκράτησαν, τῶν ἀνθρώπων ὑπὲρ τὴν ἀξίαν θαυµαζοµένων· οὕτως Ἀλέξανδρον τρισκαιδέκατον ἐνόµισεν εἶναι θεὸν ἡ σύγκλητος Ῥωµαίων. Καὶ γὰρ αὕτη ταύτην εἶχε τὴν ἀξίαν χειροτονεῖν καὶ ἐγκρίνειν θεούς. Ὅτε γοῦν τὰ κατὰ Χριστὸν ἀπηγγέλη πάντα, ἔπεµψεν ὁ τοῦ ἔθνους ἄρχων πυνθανόµενος, εἰ δοκεῖ αὐτοῖς καὶ αὐτὸν χειροτονῆσαι θεόν. Οἱ δὲ οὐκ ἐπένευσαν, ὀργιζόµενοι καὶ ἀγανακτοῦντες, ὅτι πρὸ τῆς αὐτῶν ψήφου καὶ γνώµης, ἡ δύναµις τοῦ σταυρωθέντος ἐκλάµψασα, εἰς τὸοἰκεῖον ἐπεσπάσατο σέβας τὴν οἰκουµένην ἅπασαν. Τοῦτο δὲ ᾠκονοµεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε µὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, µηδὲ ἕνα τῶν πολλῶν αὐτὸνεἶναι νοµισθῆναι τῶν ὑπ' ἐκείνων χειροτονηθέντων. Καὶ γὰρ καὶ πύκτας θεοὺς ἐνόµισαν, καὶ τὰ παιδικὰ τὰ Ἀδριανοῦ· ὅθεν καὶ ἡ πόλις Ἀντίνοος λέγεται. Ἐπειδὴ γὰρ θάνατος καταµαρτυρεῖ τῆς θνητῆς φύσεως, ἐφεῦρεν ὁ διάβολος ἑτέραν ὁδὸν, τὴν τῆς ψυχῆς ἀθανασίαν, ᾗ τὴν ὑπερβάλλουσανκολακείαν ἀναµίξας, εἰς ἀσέβειαν πολλοὺς ἐξήγαγε. Καὶ θέα κακουργίαν· ὅταν µὲν ἡµεῖς εἰς δέον αὐτὴν παράγωµεν, ἀνατρέπει τὸν λόγον· ὅταν δὲ εἰς βλάβην αὐτὸς κατασκευάζειν βούληται, µετὰ πολλῆς αὐτὴν ἵστησι τῆς σπουδῆς. Κἂν εἴπῃ τις, Πόθεν θεὸς Ἀλέξανδρος; οὐχὶ τέθνηκε, καὶ ἀθλίως; Ἀλλ' ἀθάνατος ἡ ψυχὴ, φησί. Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ· ὅταν δὲ ἡµεῖς λέγωµεν τοῦτο µέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαµαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄµεινον διακειµένους, ὡςἠπατηµένους πείθεις. Κἂν εἴπωµεν, ὅτι ὁ ἐσταυρωµένος ζῇ, γέλως εὐθέως, καίτοι τῆς οἰκουµένης βοώσης ἁπάσης, καὶ πάλαι καὶ νῦν· τότε µὲν ἀπὸ τῶν σηµείων, νῦν δὲ ἀπὸ τῶν ἐπιστρεψάντων· οὐ γὰρ δὴ νεκροῦ ταῦτα τὰ κατορθώµατα. Ἂν δὲ εἴπῃ τις, ὅτι Ἀλέξανδρος ζῇ, πιστεύεις, καίτοι γε οὐδὲν ἔχων σηµεῖον εἰπεῖν. Ναὶ, φησί· πολλὰ γὰρ καὶ µεγάλα κατώρθωσε ζῶν· καὶ γὰρ καὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέµους πολλοὺς καὶ µάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν. εʹ. Ἐὰν οὖν ἐγὼ δείξω, ὅπερ ἐκεῖνος ζῶν οὐκ ἐνενόησεν, οὐκ αὐτὸς, οὐκ ἄλλος τις τῶν ποτε γενοµένων ἀνθρώπων, ποίαν ἑτέραν ζητεῖς ἀναστάσεως ἀπόδειξιν; Τὸ µὲν γὰρ ζῶντα κατορθοῦν πολέµους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυµαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν· τὸ δὲ µετὰ σταυρὸν καὶ τάφον τοσαῦτα ἐργάσασθαι πανταχοῦ γῆς καὶ θαλάττης, τοῦτό ἐστι τὸ µάλιστα πολλῆς ἐκπλήξεως γέµον, καὶ τὴν θείανκαὶ ἀπόῤῥητον ἀνακηρῦττον δύναµιν. Καὶ ὁ µὲν Ἀλέξανδρος µετὰ τὴν τελευτὴν αὐτοῦ, διασπασθεῖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τέλεον ἀφανισθεῖσαν οὐκ ἐπανήγαγε· πῶς δὲ ἔµελλεν ὁ νεκρός; ὁ δὲ Χριστὸς τότε αὐτὴν µάλιστα ἔστησεν, ὅτε ἐτελεύτησε. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ, ὅπου γε καὶ τοῖς µαθηταῖς αὐτοῦ, µετὰ τὸ τελευτῆσαι, λάµψαι ἔδωκε; Ποῦ γὰρ, εἰπέ µοι, τὸ σῆµα Ἀλεξάνδρου; δεῖξόν µοι, καὶ εἰπὲ τὴν ἡµέραν καθ' ἣν ἐτελεύτησε. Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήµατα λαµπρὰ, τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡµέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουµένῃ ποιοῦσαι. Καὶ τὸ µὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται. Καὶ οἱ τάφοι τῶν δούλων τοῦ σταυρωθέντος λαµπρότεροι τῶν βασιλικῶν εἰσιν αὐλῶν, οὐ τῷ µεγέθει καὶ τῷ κάλλει τῶν οἰκοδοµηµάτων µόνον· καὶ τούτῳ µὲν γὰρ κρατοῦσιν· ἀλλ', ὃ πολλῷ πλέον ἐστὶ, τῇ σπουδῇ τῶν συνιόντων. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείµενος ἀπέρχεται τὰ σήµατα ἐκεῖνα περιπτυξόµενος, καὶ τὸν τῦφον ἀποθέµενος ἕστηκε δεόµενος τῶν ἁγίων, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως προστατῶν καὶ τετελευτηκότων δεῖται ὁ τὸ διάδηµα ἔχων. Τολµήσεις οὖν, εἰπέ µοι, τὸν τούτων∆ εσπότην νεκρὸν εἰπεῖν, οὗ οἱ οἰκέται καὶ τετελευτηκότες, προστάται τῶν τῆς οἰκουµένης βασιλέων εἰσί; Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώµῃ ἴδοι τις ἂν γινόµενον µόνον, ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν µέγαν µεγάλῃ τιµῇ τιµᾷν ἐνόµισεν ὁ παῖς, εἰ τοῖς προθύροις κατάθοιτο τοῦ ἁλιέως· καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήµατι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι. Καὶ οἱ µὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὔλειον αὐτοῖς ἀφορισθῆναι θύραν, ἀπὸτῶν ἐνταῦθα καὶ τοῖς ἀπίστοις ἐπιδεικνύντες, ὅτι πλείων ἐν τῇ ἀναστάσει ἡ ὑπεροχὴ ἔσται τοῖς ἁλιεῦσιν. Εἰ γὰρ ἐνταῦθα οὕτως ἐν τοῖς τάφοις, πολλῷ µᾶλλον ἐν τῇ ἀναστάσει. Καὶ ἀντήλλακται ἡ τάξις· οἱ µὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόµενοι βασιλέων τὴν ἀξίαν περίκεινται, µᾶλλον δὲ καὶ λαµπροτέραν. Καὶ ὅτι οὐ κολακεία τὸ πρᾶγµα, αὕτη δείκνυσιν ἡ ἀλήθεια· ἀπὸ γὰρ ἐκείνων καὶ οὗτοι λαµπρότεροι γεγόνασι. Πολὺ γὰρ τῶν ἄλλων τάφων τῶν βασιλικῶν τὰ σήµατα ταῦτα σεµνότερα· ἐκεῖ µὲν γὰρ πολλὴ ἡ ἐρηµία, ἐνταῦθα δὲ πολλὴ ἡ πανήγυρις. Εἰ δὲ βούλει καὶ ταῖς βασιλικαῖς παραβαλεῖν αὐλαῖς τοὺς τάφους τούτους, πάλιν ἐνταῦθα τὰ νικητήρια. Ἐκεῖ µὲν γὰρ πολλοὶ οἱ σοβοῦντες, ἐνταῦθα δὲ πολλοὶ οἱ καλοῦντες καὶ ἐπισπώµενοι πλουσίους, πένητας, ἄνδρας, γυναῖκας, δούλους, ἐλευθέρους· ἐκεῖ πολὺς ὁ φόβος, ἐνταῦθα ἄφατος ἡ ἡδονή. Ἀλλὰ γλυκὺ θέαµα χρυσοφοροῦντα βασιλέα καὶ ἐστεφανωµένον ἰδεῖν, καὶ παρεστῶτας στρατηγοὺς, ἄρχοντας, ταξιάρχους, φυλάρχους, ὑπάρχους. Ἀλλὰ τὰ ἐνταῦθα τοσούτῳ σεµνότερα καὶ φρικωδέστερα, ὡς ἐκεῖνα σκηνὴν εἶναι καὶ παιδιὰν νοµίσαι πρὸς ταῦτα. Ἅµα γὰρ ἐπέβης τῶν οὐδῶν, καὶ πρὸς τὸν οὐρανὸν ὁ τόπος τὴν διάνοιαν παρέπεµψε, πρὸς τὸν ἄνω βασιλέα, πρὸς τὸ στρατόπεδον τὸ τῶν ἀγγέλων, πρὸςτὸν θρόνον τὸν ὑψηλὸν, πρὸς τὴν δόξαν τὴν ἀπρόσιτον. Καὶ ἐνταῦθα µὲν ὑπέταξεν ἄρχοντι τῶν ὑποκειµένων τὸν µὲν λῦσαι, τὸν δὲ δῆσαι· τὰ δὲ ὀστᾶ τῶν ἁγίων οὐ ταύτην ἔχει τὴν ἐξουσίαν τὴν οἰκτρὰν καὶ ταπεινὴν, ἀλλ' ἐκείνην τὴν πολλῷ µείζονα.∆ αίµονας γὰρ παρίστησι καὶ βασανίζει, καὶ τῶν δεσµῶν ἐκείνων τῶν πικροτάτων ἀπολύει τοὺς δεδεµένους. Τί φοβερώτερον τοῦ δικαστηρίου τούτου; Οὐδενὸς ὁρωµένου, οὐδενὸς ἐπικειµένου ταῖς πλευραῖς τοῦ δαίµονος, φωναὶ καὶ σπαραγµοὶ, µάστιγες, βάσανοι, γλῶσσαι ἐµπιπράµεναι, τοῦ δαίµονοςοὐ φέροντος τὴν θαυµαστὴν δύναµιν ἐκείνην. Καὶ οἱ τὰ σώµατα φορέσαντες, τῶν ἀσωµάτων κρατοῦσι δυνάµεων· ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις.∆ ιὰ δὴ τοῦτο ὑπὲρ µὲν τοῦ βασιλικὰς ἰδεῖν αὐλὰς οὐδεὶς ἄν ποτε ἀποδηµήσειε· βασιλεῖς δὲ πολλοὶ πολλάκις ἀποδεδηµήκασι ταύτης ἕνεκεν τῆς θεωρίας. Τῆς γὰρ µελλούσης κρίσεως ἴχνη καὶ σύµβολα τὰ µαρτύρια τῶν ἁγίων παρέχεται, δαιµόνων µαστιζοµένων, ἀνθρώπων κολαζοµένωνκαὶ ἐλευθερουµένων. Εἶδες τῶν ἁγίων τὴν δύναµιν καὶ τετελευτηκότων; εἶδες τῶν ἁµαρτωλῶν τὴν ἀσθένειαν καὶ ζώντων; Φύγε τοίνυν τὴν κακίαν, ἵνα κρατῇς τῶν τοιούτων, καὶ δίωκε µετὰ σπουδῆς ἁπάσης τὴν ἀρετήν. Εἰ γὰρ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον ἡλίκα τὰ µέλλοντα. Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόµενος, ἐπιλαµβάνου τῆς αἰωνίου ζωῆς· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.