Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
28.28
Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑµῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑµᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑµᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑµᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑµᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύµατι περιεπατήσαµεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; αʹ. Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήµατα, ἀλλ' οὐ µάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρηµάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρηµένα. Τί ποτ' οὖν ἐστι τὸ εἰρηµένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιµός εἰµι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ διελέχθη τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέσεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουµένως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ µὲν ὑµᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς µὲν οὐκ ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ' ἐµοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑµῶν, καὶ δι' ἐκείνων αὐτὸς ἐδεξάµην, τοῦ δοκεῖν εἰληφέναι ἐµαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαµβάνων. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ µάρτυρες ὑµεῖς.∆ ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑµᾶς Τίτος; οὐχ ὁµοίως καὶ αὐτὸς ἐµοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ µὴ µόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήµµατος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεµποµένους οὕτω ῥυθµίζειν, ἵνα µηδὲ µικρὰνδῷ πρόφασιν τοῖς ἐπιλαµβάνεσθαι βουλοµένοις. Τοῦτο γὰρ πολλῷ µεῖζον οὗ πεποίηκεν ὁ πατριάρχης. Ἐκεῖνος µὲν γὰρ ἀπὸ τῆς νίκης ἐπαν ελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε τοὺς κοινωνοὺς ἀφῆκε µετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστοµίζων τῶνἀναισχύντων τὰ στόµατα.∆ ιὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ' ὃ πολλῷ τούτου µεῖζον ἦν, αὐτοὺς παράγει µάρτυρας τοὺς Κορινθίους τοῦ µηδὲναὐτοὺς εἰληφέναι, ἵνα µὴ ἐξ οἰκείου προσώπου δοκῇ µαρτυρεῖν, ἀλλ' ἀπὸ τῆς ἐκείνων ψήφου· ὅπερ εἰώθαµεν ἐπὶ τῶν σφόδρα ὡµολογηµένων, καὶ ὑπὲρ ὧν θαῤῥοῦµεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, µή τις τῶν παρ' ὑµῶν ἀποσταλέντων ἐπλεονέκτησεν ὑµᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ' ὑµῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγµα καλεῖ, καθαπτόµενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα µὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικοµένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν, Ἔπεµψα Τίτον, ἀλλὰ, Παρεκάλεσα, δεικνὺς ὅτι καὶ εἰ ἔλαβε, δικαίως ἂν ἔλαβεν, ἀλλ' ὅµως καὶ οὕτω καθαρὸς ἔµεινε.∆ ιὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπλεονέκτησεν ὑµᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύµατι περιεπατήσαµεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύµατι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώµιον τοῦτο, οὐ τῶν ἡµετέρων πόνων, ἀλλὰ τῆς τοῦ Πνεύµατος δωρεᾶς κατόρθωµα ἦν, καὶτῆς χάριτος. Καὶ γὰρ χάρις ἦν µεγίστη, τὸ καὶ ὑστεροῦντας καὶ λιµώττοντας µὴ λαµβάνειν διὰ τὴν τῶν µαθητευοµένων οἰκοδοµήν. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Τουτέστιν, οὐδὲ µικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρί βειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖτε, ὅτι ὑµῖν ἀπολογούµεθα; Εἶδες πῶς πανταχοῦ δέδοικε µὴ κολακείας δόξαν λάβῃ; εἶδες φρόνησιν ἀποστολικὴν, πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔµπροσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνοµεν, ἀλλ' ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος· καὶ ἐν προοιµίοις τῆς Ἐπιστολῆς, Μὴ χρῄζοµεν συστατικῶν ἐπιστολῶν; Τὰ δὲ πάντα ὑπὲρ τῆς οἰκοδοµῆς ὑµῶν. Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐνταῦθα σαφῶς φησιν, ὅτι∆ ιὰ τοῦτο οὐ λαµβάνοµεν, διὰ τὴν ἀσθένειαν ὑµῶν, ἀλλ' ἵνα οἰκοδοµήσωµεν ὑµᾶς· σαφέστερον µὲν ἢ πρότερον εἰπὼν, καὶ ἐκκαλύψας ὅπερ ὤδινεν, οὐ µὴν πληκτικῶς. Οὐ γὰρ εἶπε,∆ ιὰ τὴν ἀσθένειαν ὑµῶν, ἀλλ', Ἵνα οἰκοδοµηθῆτε. Φοβοῦµαι γὰρ µή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑµᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑµῖν οἷον οὐ θέλετε. Μέλλει µέγα τι καὶ φορτικὸν λέγειν.∆ ιὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑµῶν οἰκοδοµῆς, καὶ τῷ προσθεῖναι, ὅτι Φοβοῦµαι, τὸ τραχὺ καταστέλλωντῶν µελλόντων λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεµονίας πατρικῆς, ὅταν τῶν ἡµαρτηκότων µᾶλλον φοβῆται, καὶ τρέµῃ τὸµέλλον αὐτοὺς διορθοῦν. Ἀλλ' οὐδὲ οὕτως αὐτῶν κατατρέχει, οὐδὲ ἀποφαίνεται, ἀλλ' ἐνδοιάζων φησὶ, Μή πως ἐλθὼν οὐχ οἵους θέλω. Οὐκ εἶπεν, ἐναρέτους, ἀλλ', Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύµενος ὀνόµατα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑρεθῶ ὑµῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγµα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑµῶν λαµβανούσης.∆ ιό φησιν, Εὑρεθῶ οἷον οὐ θέλετε. Ἐνταῦθα οὐκ εἶπεν, Οἷον οὐ θέλω· ἀλλὰ πληκτικώτερον, Οἷον οὐ βούλεσθε. Λοιπὸν γὰρ αὐτοῦ βούληµα ἦν, οὐχὶ προηγούµενον µὲν, βούληµα δ' οὖν ὅµως. Ἠδύνατο µὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω, καὶ οὕτω δεῖξαι τὴν ἀγάπην· ἀλλ' οὐ βούλεται ἐκλῦσαι τὸν ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε µειζόνως, καὶ ἡµερώτερον ἑαυτὸν ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέµνοντα, ἡµερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυµοὶ, καταλαλιαὶ, ψιθυρισµοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔµελλε τιθέναι, τοῦτο ὕστερον τίθησι· κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν µὴ δόξῃ προηγουµένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. βʹ. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις ῥίζα µονηρὰ ἡ βασκανία τὸν θυµὸν, τὴν κατηγορίαν, τὴν ἀπόνοιαν, τὰ ἄλλα πάντα ἔτικτε, καὶ παρ' αὐτῶν ηὔξετο µειζόνως. Μὴ πάλιν ἐλθόντα µε ταπεινώσῃ ὁ Θεός µου πρὸς ὑµᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ ἀρχόµενος ἔλεγεν, ὅτι Φειδόµενος ὑµῶν οὐκ ἦλθον εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ µὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιµωρεῖσθαι, τὸ εὐ θύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ' ὅµως ταπείνωσιν αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώµατος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐντούτῳ εἶναι, καὶ τοὐναντίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν σαφέστερον, καὶ ταπείνωσιν τοῦτο µάλιστα ἡγεῖται, τὸ εἰς τοιαύτην ἐµπεσεῖν ἀνάγκην τοῦ κολάζειν, τοῦ τιµωρεῖσθαι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινωθῶ, ἀλλὰ, Μὴ ἐλθόντα µε ταπεινώσῃ ὁ Θεός µου; Ὅτι εἰ µὴ δι' αὐτὸν, οὐκ ἂν ἐπεστράφην, οὐκ ἂν ἐφρόντισα. Οὐδὲ γὰρ ὡς ἐξουσίαν ἔχων καὶ αὐθαδιζόµενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγµα. Ἀνωτέρω µὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡµερώτερον καὶ πραότερον φθέγγεται λέγων, Πενθήσω πολλοὺς τῶν ἡµαρτηκότων. Οὐχ ἁπλῶς ἡµαρτηκότων, ἀλλὰ τῶν µὴ µετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν µετάνοιαν ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύναται µετάνοια τὰ πεπληµµεληµένα διορθῶσαι, τοὺς µὴ µετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷτραύµατι µένοντας. Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν µηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροιςπεπληµµεληµένων ταπεινῶται. Τοῦτο γὰρ µάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν µαθητῶν συµφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν ἐπὶ τοῖς τραύµασι τῶν ἀρχοµένων. Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁµαρτίας· Ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς µὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁµαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόµατι. Εἰ γὰρ καὶ κατ' ἐξοχὴν ὁ πόρνος καὶ ὁ µοιχὸς λέγεται ἀκάθαρτος, ἀλλ' ὅµως καὶ τὰ ἄλλα ἁµαρτήµατα ἀκαθαρσίαν ἐµποιεῖ τῇ ψυχῇ.∆ ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν µόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν.∆ ιὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόµενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόµενα· καὶ ἀλλαχοῦ εἴρηται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ εἰκότως. Οὐδὲν γὰρ ἀρετῆς καθαρώτερον, οὐδὲν κακίας ἀκαθαρτότερον· ἡ µὲν γὰρ ἡλίου λαµπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα µαρτυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούµενοι, καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν µικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως µὲν γὰρ ἂν καθ' ἑαυτοὺς ὦσι, καὶ µεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχηµόνως κεῖνται µετὰ πολλῆς τῆς αἰσχρότητος, αἰσθανόµενοι µὲν καὶ τότε ἔνθα εἰσὶν, οὐκ ἀκριβῶς δέ· ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φανέντα µόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχηµοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ µὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ µὲν βασιλεὺς, ὁδὲ ἀρχόµενος. Οὕτω ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ µηδέπω µηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ µόνης ἁλούς· καὶ σιγῶντος τοῦ κατηγόρου, τὴν καταδικάζουσαν αὐτὸν ἔφερε ψῆφον, τὰ τῶν ἑαλωκότων φθεγγόµενος, καὶ λέγων, Εὕρηκάς µε ὁ ἐχθρός µου. Οὕτως αὐτὸς ὁ Ἠλίας τῷ τυράννῳ τότε ἐκείνῳ µετὰ πολλῆς διελέγετο τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην( καὶ γὰρ ἔδειξε σαφέστερον, λάµψασα µέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττηςφωνὴ), ἐνέβαλεν εἰς τὸ δεσµωτήριον τὸν Ἰωάννην· καθάπερ γυµνὸς ὢν, καὶ τὸν λύχνον σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς µὲν οὐκ ἐτόλµησε σβέσαι, ἀλλ' ὥσπερ ὑπὸ τὸν µόδιον εἰς τὸ οἴκηµα τέθεικεν· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη τοῦτο γενέσθαι κατηνάγκασεν. Ἀλλ' οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ µειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶντες, διὰ τί Ἰωάννης εἰς τὸ δεσµωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐµάνθανον, οἵ τε µετὰ ταῦτα γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, οἵ τετότε γενόµενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόµενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράµατα, τά τε τῆς ἀσελγείας, τά τε τῆς µιαιφονίας αὐτῶν, καὶ χρόνος οὐδεὶς τὴν µνήµην τούτων ἐξαλεῖψαι δυνήσεται. γʹ. Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν µνήµην, οὕτω καὶ ἀπὸ ῥηµάτων µόνων καταπλήττει τοὺς ἀντικειµένους αὐτῇ. Τίνος γὰρ ἕνεκεν ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσµωτήριον; διὰ τί µὴ κατεφρόνησε; µὴ γὰρ εἰς δικαστήριον αὐτὸν ἔµελλεν ἕλκειν; µὴ γὰρ δίκην ἀπῄτησε τῆς µοιχείας; οὐχὶ ἔλεγχος ἦν τέως τὰ λεγόµενα µόνον; Τί τοίνυν δέδοικε καὶ τρέµει; οὐχὶ ῥήµατα ἦν καὶ λόγος ψιλός; Ἀλλὰ µᾶλλον πραγµάτων ἔδακνεν. Οὐκ ἤγαγεν εἰς δικαστήριον, ἀλλ' εἰς ἕτερον τοῦ συνειδότος εἷλκεν αὐτὸν κριτήριον, καὶ πάντας ἐκάθισεν αὐτῷ δικαστὰς τοὺς µετ' ἐξουσίας κατὰδιάνοιαν τότε τὰς ψήφους φέροντας.∆ ιὰ τοῦτο ἔτρεµεν ὁ τύραννος, τῆς ἀρετῆς τὴν λαµπηδόνα οὐ φέρων. Εἶδες ἡλίκον φιλοσοφία; δεσµώτην τυράννου λαµπρότερον ἐποίησε, καὶ τοῦτον ἐκεῖνος δέδοικε καὶ τρέµει. Ἀλλ' αὐτὸς µὲν ἔδησε µόνον· ἡ δὲ µιαρὰ ἐκείνη καὶ ἐπὶ τὴν σφαγὴν ὥρµησε. Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκληµα µᾶλλον ἐφέρετο. Οὐδὲ γὰρ ἐκείνῃ τότε ἀπαντήσας εἶπε, Τί συνοικεῖς τῷ τυράννῳ; οὐκ ἐπειδὴ ἀνεύθυνος ἦν· πῶς γάρ; ἀλλ' ἐντεῦθεν τὸ πᾶν διορθῶσαι ἐβούλετο.∆ ιὸ τοῦτον ἐµέµψατο· καὶ οὐδὲ τοῦτον σφοδρῶς. Οὐδὲ γὰρ εἶπεν, Ὦ µιαρὲ καὶ παµµίαρε, καὶ παράνοµε, καὶ βέβηλε, κατεπάτησας τοῦ Θεοῦ τὸν νόµον, κατεφρόνησας τῶν ἐπιταχθέντων, τὴν ἰσχὺν τὴνσὴν νόµον ἐποίησας. Οὐδὲν τούτων, ἀλλὰ καὶ ἐν τοῖς ἐλέγχοις πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, πολλὴ ἡ πραότης· Οὐκ ἔξεστί σοι γὰρ ἔχειν, φησὶ, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.∆ ιδάσκοντος µᾶλλον τὸ ῥῆµα ἢ ἐλέγχοντος, παιδεύοντος ἢ κολάζοντος, ῥυθµίζοντος ἢ ἐκποµπεύοντος, δι ορθοῦντος ἢ ἐπεµβαίνοντος. Ἀλλ', ὅπερ ἔφην, ἐχθρὸν τῷ κλέπτῃ τὸ φῶς, ἐπαχθὴς ὁ δίκαιος τοῖς ἁµαρτάνουσι καὶ φαινόµενος ἁπλῶς· Βαρὺς γὰρ ἡµῖν καὶ βλεπόµενος. Οὐ γὰρ φέρουσιν αὐτοῦ τὰς ἀκτῖνας, καθάπερ οἱ τοὺς ὀφθαλµοὺς νοσοῦντες, τὰς ἡλιακάς. Πολλοῖς δὲ τῶν πονηρῶν οὐ φαινόµενος µόνον, ἀλλὰ καὶ ἀκουόµενος, βαρύς.∆ ιά τοι τοῦτο καὶ ἡ µιαρὰ καὶ παµµίαρος ἐκείνη, ἡ προαγωγὸς τοῦ θυγατρίου, µᾶλλον δὲ ἡ παιδοκτόνος, καίτοι οὐδὲ ἰδοῦσα αὐτὸν, οὐδὲ ἀκούσασα αὐτοῦτῆς φωνῆς, ἐπὶ τὴν σφαγὴν ὥρµησε· καὶ παρασκευάζει ἣν ἀσελγῶς ἔθρεψε, ταύτην καὶ εἰς φόνον ἐλθεῖν· οὕτως ἐκ περιουσίας αὐτὸν ἐδεδοίκει. Καὶ τί φησι;∆ ός µοι ἐπὶ πίνακι ὧδε τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ποῖ φέρῃ κατὰ κρηµνῶν, ἀθλία καὶ ταλαίπωρε; µὴ γὰρ πάρεστιν ὁ κατήγορος; µὴ γὰρ ὁρᾶται καὶ ἐνοχλεῖ; Ἕτεροι ἔλεγον, Βαρὺς ἡµῖν ἐστι καὶ βλεπόµενος· ταύτῃ δὲ, ὅπερ εἶπον, καὶ ἀκουόµενος· διό φησι,∆ ός µοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ µὴν δεσµωτήριον οἰκεῖ διὰ σὲ, καὶ ἁλύσει περίκειται, καὶ ἔξεστί σοι νεανιεύεσθαι ἐπὶ τῷ ἔρωτι, καὶ λέγειν οὕτως· Ἐκράτησα τοῦ βασιλέως, ὅτι οὐδὲ δηµοσίᾳ ἐγκληθεὶς καθυφῆκεν, οὐδὲ ἀπέστη τοῦ ἔρωτος, οὐδὲ διέσπασέ µου τὴν µοιχείαν, ἀλλὰ καὶ τὸνἐγκαλέσαντα ἔδησε. Τί µαίνῃ καὶ λυσσᾷς, ἔχουσα καὶ µετὰ τὸν ἔλεγχον τῆς ἁµαρτίας τὸν νυµφίον; τί τράπεζαν ἐριννύων ἐπιζητεῖς, καὶ δαιµόνων ἀλαστόρων συµπόσιον κατασκευάζεις; Εἶδες πῶς οὐδαµινὸν, πῶς δειλὸν, πῶς ἄνανδρον ἡ κακία, πῶς ὅτε µάλιστα κρατήσει, τότε γίνεται ἀσθενεστέρα; Καὶ γὰρ αὕτη οὐχ οὕτως ἐθορυβεῖτο πρὶν εἰς δεσµωτήριον ἐµβαλεῖν τὸν Ἰωάννην, ὡς ταράττεται δεθέντος αὐτοῦ, καὶ ἐπείγει λέγουσα,∆ ός µοι ὧδε ἐπὶπίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ διὰ τί ὧδε;∆ έδοικα µὴ συσκιασθῇ, φησὶν, ὁ φόνος, µὴ ἐξέλωσιν αὐτόν τινες τοῦ κινδύνου. Καὶ διὰ τί µὴ ὅλον τὸν νεκρὸν ἐπιζητεῖς, ἀλλὰ τὴν κεφαλήν; Τὴν λυπήσασαν, φησὶ, γλῶτταν, ταύτην ἐπιθυµῶ σιγῶσαν ἰδεῖν. Ἀλλὰ τοὐναντίον ἐστὶν, ὅπερ οὖν καὶ γέγονεν, ἀθλία καὶ ταλαίπωρε, λαµπρότερον βοήσεται, µετὰ ταῦτα ἀποτµηθεῖσα. Τότε µὲν γὰρ ἐν Ἰουδαίᾳ µόνον ἐβόα, νῦν δὲ πρὸς τὰ πέρατα τῆς οἰκουµένης ἀφίξεται· καὶ ὅπουπερ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλ' οὐδὲν εἰδυῖα αὕτη φιλοσοφεῖν κατεπείγει καὶ ἄγχει καὶ ὠθεῖ τὸν ἀνόητον τύραννον ἐπὶ τὸν φόνον, δεδοικυῖα µή ποτε µεταβάληται. Σὺ δὲ µάθε πάλιν κἀντεῦθεν τῆς ἀρετῆς τὴν ἰσχύν. Οὐδὲ ἐγκεκλεισµένον, οὐδὲ δεδεµένον καὶ σιγῶντα φέρει τὸν δίκαιον. Εἶδες πῶς ἀσθενὲς ἡ κακία, πῶς ἀκάθαρτον; Ἀντὶ γὰρ ἐδεσµάτων ἀνθρωπίνην κεφαλὴν ἐπὶ πίνακι εἰσάγει. Τί µιαρώτερον, τί δὲ ἐναγέστερον, τί δὲ ἀναιδέστερον τῆς κόρης ἐκείνης; οἵαν ἀφῆκε φωνὴν ἐν τῷ θεάτρῳ τοῦ διαβόλου, καὶ τῷ συµποσίῳ τῶν δαιµόνων; Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν µὲν φάρµακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν γινοµένην ἑστιάσεως διαβολικῆς; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐκέλευσεν ἔνδον ἐν τῷ συµποσίῳ αὐτὸν κατασφαγῆναι, ἔνθα πλείων ἦν αὐτῇ ἡδονή; Ἐδεδοίκει µὴ παραγενόµενος καὶ ὀφθεὶς, ἅπαντας µεταβάλῃ διὰ τῆς ὄψεως, διὰ τῆς παῤῥησίας.∆ ιά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορνείας λαµπρὸν στῆσαι βουλοµένη· καὶ ἔδωκε τῇ µητρὶ αὐτῆς. δʹ. Εἶδες τῆς ὀρχήσεως τὰ ἐπίχειρα, εἶδες τὰ λάφυρα τῆς διαβολικῆς ἐπιβουλῆς; οὐ τὴν κεφαλὴν Ἰωάννου λέγω, ἀλλ' αὐτὸν τὸν συνοικοῦντα. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρόπαιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτµηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ µετὰτὴν τελευτὴν σφοδρότερον κατασείων τῶν ἡµαρτηκότων τὴν διάνοιαν. Καὶ ὅτι οὐ κόµπος τὰ εἰρηµένα, αὐτὸν ἐρώτησον τὸν Ἡρώδην· ὃς, ἐπειδὴ τοῦ Χριστοῦ τὰ σηµεῖα ἤκουσεν, ἔλεγεν· Οὗτός ἐστιν Ἰωάννης· αὐτὸς ἐγέρθη ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάµεις ἐν αὐτῷ. Οὕτως ἀκµάζοντα εἶχε τὸν φόβον καὶ διηνεκῆ τὴν ἀγωνίαν· καὶ οὐδεὶς ἀποβαλεῖν τὸ δέος τοῦ συνειδότος ἴσχυσεν, ἀλλ' ἔµεινεν ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος ἄγχων αὐτὸν, καὶ καθ' ἡµέραν δίκην ἀπαιτῶν τῆς σφαγῆς. Ταῦτ' οὖν εἰδότες, µὴ φοβώµεθα τὸ κακῶς παθεῖν, ἀλλὰ τὸ δρᾶσαι κακῶς· τοῦτο µὲν γὰρ νίκη, ἐκεῖνο δὲ ἧττα.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγε,∆ ιὰ τί οὐ µᾶλλον ἀδικεῖσθε; Ἀλλ' ὑµεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἐν γὰρ τῷ πάσχειν κακῶς οἱ στέφανοι καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις. Καὶ τοῦτο ἐπὶ πάντων ἔστι τῶν ἁγίων ἰδεῖν. Ἐπεὶ οὖν ἅπαντες ἐστεφανώθησαν οὕτως, ἀνεκηρύχθησαν οὕτω, καὶ ἡµεῖς ταύτην ὁδεύωµεν τὴν ὁδόν· καὶ εὐχώµεθα µὲν µὴ εἰσελθεῖν εἰς πειρασµόν· εἰ δὲ παραγένοιτο, µετὰ πολλῆς ἱστάµενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώµεθα προθυµίαν· ἵνα τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.