Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
29.29
Τρίτον τοῦτο ἔρχοµαι πρὸς ὑµᾶς, ἐπὶ στόµα τος δύο µαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆµα. αʹ. Πολλαχόθεν µὲν καὶ ἄλλοθεν, µάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν· πῶς πολὺς µὲν ἐν ταῖς παραγγελίαις καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ µελλητὴς ἐν ταῖς τιµωρίαις. Οὐ γὰρ εὐθέως ἁµαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιµωρεῖται, ἀλλὰ πάλιν παραγγέλλει λέγων, Τρίτον ἔρχοµαι τοῦτο πρὸς ὑµᾶς, καὶ πρὶν ἢ παραγένωµαι, γράφω πάλιν. Εἶτα ἵνα µὴ ἡ µέλλησις ῥᾳθυµίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπανατεινόµενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰνἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι· καὶ, Μή πως ἐλθὼν πενθήσω πολλούς. Ταῦτα δὲ ποιεῖ καὶ λέγει, καὶ ταύτῃ τὸν∆ εσπότην τῶν ἁπάντων µιµούµενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς µὲν ἀπειλεῖ καὶ πολλάκις παραγγέλλει, οὐ πολλάκις δὲ κολάζει καὶ τιµωρεῖται. Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔµπροσθεν ἔλεγεν, ὅτι Φειδόµενος ὑµῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόµενος ὑµῶν; Ἵνα µὴ εὑρὼν ἡµαρτηκότας καὶ ἀδιορθώτους µείναντας, ἐπάγω κόλασιν καὶ τιµωρίαν. Καὶ ἐνταῦθα, Τρίτον τοῦτο ἔρχοµαι πρὸς ὑµᾶς· ἐπὶ στόµατος δύο µαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆµα. Ἄγραφον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰπὼν, ὅτι Ὁ κολλώµενος τῇ πόρνῃ, ἓν σῶµά ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα µίαν. Καίτοι γε ἐπὶ νοµίµου τοῦτο εἴρηται γάµου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συµφερόντως, ὥστε φοβῆσαι µειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ µαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παραγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ δεύτερον, ὅτε παρεγενόµην· λέγω καὶ νῦν διὰ γραµµάτων. Καὶ µὴν ἐὰν ἀκούσητέ µου, ὅπερ ἐπεθύµουν γέγονεν· ἐὰν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρηµένα, καὶ ἐπαγαγεῖν τὴν τιµωρίαν.∆ ιό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προηµαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι. Εἰ γὰρ ἐπὶ στόµατος δύο µαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆµα, παρεγενόµην δεύτερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστολῆς· ἀνάγκη µε λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νοµίσητε ἔλαττον ἔχειν τὰ γράµµατα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γράφω. Εἶδες κηδεµονίαν πατρικήν; εἶδες διδασκαλίαν καὶ πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε ἐκόλασεν, ἀλλὰ καὶ προλέγει πολλάκις, καὶ µένει διηνεκῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιµωρίαν· καὶ εἰ µένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγαγεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γράφεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι.∆ είξας πρότερον ὅτι οὐ δύναται, ἂν µὴ ἀναγκασθῇ, τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγµα καλέσας καὶταπείνωσιν· Μή πως γὰρ, φησὶν, ἐλθόντα µε ὁ Θεός µου ταπεινώσῃ πρὸς ὑµᾶς, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων, καὶ µὴ µετανοησάντων· καὶ ἀπολογησάµενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ µηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιµωρίαν, καὶτῷ φόβῳ τῶν ῥηµάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι. Οὐκ εἶπε, Τιµωρήσοµαι καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ πάλιν πατρικοῖς ῥήµασι καὶ αὐτὴν τὴν τιµωρίαν τίθησι, δεικνὺς αὐτοῦ τὰ σπλάγχνα καὶτὴν συναλγοῦσαν αὐτοῖς διάνοιαν, διότι ἀεὶ φειδόµενος ἀνεβάλλετο. Εἶτα, ἵνα µὴ καὶ νῦν νοµίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς ἀπειλὴ ῥηµάτων, διὰ τοῦτο καὶ ἔµπροσθεν εἴρηκεν· Ἐπὶ στόµατος δύο καὶ τριῶν µαρτύρων σταθήσεται πᾶν ῥῆµα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀναβαλοῦµαι, εἰ ἀδιορθώτους εὕροιµι, ὃ µὴ γένοιτο, ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα µετὰ πολλοῦ τοῦ θυµοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτήσεως πρὸς τοὺς κωµῳδοῦντας αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενηµένος, ὡς πρὸς τούτους γοῦν ἀποτεινόµενος, φησίν· Ἐπεὶ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ; Τοῦτο γὰρ ὁµοῦ µὲν πλήττων, ὁµοῦ δὲ κἀκείνων καθαπτόµενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιµάζειν εἰ ἐν ἐµοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό µε κωµῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρηµονὄντα τῆς δυνάµεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσµὲν ἔρηµοι, εἰ παράσχοιτε πρόφασιν, ὃ µὴ γένοιτο. Τί οὖν; εἰπέ µοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ δοκιµὴν ζητοῦσιν; Οὐχὶ, φησίν· εἰ γὰρ τοῦτο ἐζήτουν, ἐκ πρώτης ἂν ἐκόλασα ἁµαρτόντας, καὶ οὐκ ἀνεβαλόµην. Ὅτι δὲ οὐ τοῦτο ζητεῖ, προϊὼν τοῦτο σαφέστερον ἔδειξεν εἰπὼν, Εὔχοµαι δὲ µηδὲν ποιῆσαι ὑµᾶς κακὸν, οὐχ ἵνα µὴ ἡµεῖς δόκιµοι φανῶµεν, ἀλλὰ ὑµεῖςδόκιµοι ἦτε, ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν. βʹ. Οὐ τοίνυν αἰτιολογικῶς αὐτὸ τίθησιν, ἀλλὰ µᾶλλον ἀγανακτῶν, µᾶλλον καθαπτόµενος τῶν καταφρονούντων αὐτοῦ. Ἐγὼ µὲν οὐ βούλοµαι, φησὶ, δοῦναι πεῖραν ὑµῖν τοιαύτην· εἰ δὲ αὐτοὶ παρέχετε τὴν αἰτίαν, καὶ βουληθείητέ µε ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λόγον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιµὴν ζητεῖτε ἐµοῦ, ἀλλὰ, Τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι εἰς ἐκεῖνον ἡµάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐνοικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευµατικὰ ὄντα τὰ ῥήµατα. Εἰ δὲ οὐκ ἐνδείκνυται αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν γὰρ ἀφ' ἑαυτοῦ τὸν λόγον ἐκεῖ µετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπειλήν· οὐ δι' ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ µακροθυµίαν. Μὴ τοίνυν τὴν ἀνοχὴν αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυµάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁµαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην ἀνεχόµενος καὶ µακροθυµῶν, ὅπου γε καὶ σταυρωθῆναι αὐτὸς ὑπέµεινε, καὶ τοιαῦτα πάσχων οὐκ ἐκόλαζε;∆ ιὸ καὶ ἐπήγαγε, Ὃς εἰς ὑµᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δύναται ἐν ὑµῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάµεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήµατα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι.∆ ιόπερ ἀναγκαῖον αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν τὰ σηµαινόµενα, περὶ ἣν ἡ ἀσάφεια, ἵνα µηδεὶς σκανδαλίζηται µηδὲτῶν ἀφελεστέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρηµένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνοµα, καὶ κατὰ ποῖον σηµαινόµενον εἴρηται, ἀναγκαῖον µαθεῖν. Μία µὲν γὰρ ἡ λέξις, πολλὰ δὲ τὰ ἐξ αὐτῆς δηλούµενα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώµατος ἀῤῥωστία· διὸ καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ, περὶ τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ περὶ τοῦ Τιµοθέου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα σωµατικὴν ἀῤῥωστίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ µὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, µηδὲ τέλειον εἶναι καὶ ἀπηρτισµένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαµβάνεσθε, µὴ εἰς διακρίσεις διαλογισµῶν· καὶ πάλιν, Ὃς µὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σηµαινόµενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτερον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγµοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασµοὶ, αἱ ἐπαγωγαί. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Τί ἐστιν, Ἐν ἀσθενείᾳ; Ἐν διωγµοῖς, ἐν κινδύνοις, ἐν πειρασµοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε,∆ ιὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθένειαν, οὐ πυρετὸν εἶπεν, οὐκ ἀµφιβολίαν τὴν περὶ τὴν πίστιν, ἀλλὰ τί; Ἐν ὕβρεσιν, ἐν διωγµοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐµὲ ἡ δύναµις τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰµι· τουτέστιν, Ὅταν διώκωµαι, ὅταν ἐλαύνωµαι, ὅταν ἐπιβουλεύωµαι, τότε δυνατός εἰµι, τότε µᾶλλον κρατῶ καὶ περιγίνοµαι τῶν ἐπιβουλευόντων, τῆςχάριτος δαψιλέστερον ἐνιζανούσης ἐν ἐµοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν ἀποτεινόµενος, ὃ καὶ ἔµπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος. Οὐ γὰρ δὴ ἐβούλετο κοµπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναµιν ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιµωρεῖσθαι· ὅθεν καὶ ἐνοµίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν τοῦτο νοµίζοντες ἐν πολλῇ ῥᾳθυµίᾳ ἦσαν καὶ ἀναισθησίᾳ, καὶ οὐ µετεβάλλοντο ἐκ τῶν ἁµαρτηµάτων, καιρὸν ἐπιτήδειον λαβὼν, καὶ περὶτούτων εὐτόνως σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν οὐδὲν ἐποίει, ἀλλὰ διὰ µακροθυµίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ' ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν µεταγαγὼν, ἐπιτείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιµωρήσωµαι τοὺς ἡµαρτηκότας, ἐγώ εἰµι ὁ κολάζων καὶ τιµωρούµενος; ἔστιν ὁ ἐν ἐµοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βούλεσθε λαβεῖν δοκιµὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐµοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑµᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς ὑµᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπίστους βουληθῇ κολάσαι, δύναται, κἂν δαίµονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέποντος αὐτούς ἐστι τὸ ῥῆµα, ἀφ' ὧν ἤδη πεῖραν εἰλήφασιν· ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑµῖν τὴν δύναµιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ µοι καὶ τοὺς ἔξω κρίνειν; γʹ. Τοὺς µὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡµέραν τῆς κρίσεως· ὑµᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιµωρίας. Ἀλλ' ὅµως καὶ τὸ κηδεµονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινόµενον, ὅρα πῶς µετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυµοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑµᾶς, ἀλλὰ δύναται ἐν ὑµῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάµεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας; Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγµα ὑποµεῖναι δοκοῦν ἀσθενείας ἔχειν ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναµιν αὐτοῦ διακόπτει· µένει γὰρ αὕτη ἄµαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγµα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα αὐτοῦ δείκνυσιτὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγµα ὑπέµεινε, καὶ τὰ τῆς δυνάµεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Τὸ µωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· καίτοι οὔτε µωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξηγούµενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρµηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς µὲν ἀπολλυµένοις µωρία ἐστὶ, τοῖς δὲ σωζοµένοις ἡµῖν δύναµις Θεοῦ ἐστι· καὶ πάλιν· Ἡµεῖς δὲ κηρύσσοµεν Θεὸν ἐσταυρωµένον, Ἰουδαίοις µὲν σκάνδαλον, Ἕλλησι δὲ µωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναµιν καὶ Θεοῦ σοφίαν· καὶ πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύµατος· µωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπόνοιαν ἑρµηνεύει, µωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νοµιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευοµένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο µὴ σταυρωθῆναι διὰ πάντων ἔδειξε, νῦν µὲν ὑπτίους ῥίψας, νῦν δὲ τὰς ἀκτῖνας ἀποστρέψας, καὶ συκῆν ξηράνας, καὶ τὰς ὄψειςτῶν ἐλθόντων ἐπ' αὐτὸν πηρώσας, καὶ µυρία ἕτερα ἐργασάµενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑποµείνας καὶ ἐπιβουλὴν( ἐδείξαµεν γὰρ τὴν ἀσθένειαν κίνδυνον καλουµένην καὶ ἐπιβουλὴν), ἀλλ' ὅµως οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ' ἑαυτὸν ἕλκων τὸ ὑπόδειγµα. Ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς διωκοµένους, ἐλαυνοµένους, καταφρονουµένους, καὶ οὐκ ἀµυνοµένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶπαρὰ ἀτονίαν ταῦτα πάσχουσιν, οὐδὲ παρὰ τὸ µὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν∆ εσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσµεῖτο, µυρία ἔπασχε, καὶ οὐκ ἐπεξῄει, ἀλλ' ἔµενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑποµένων πράγµατα, καὶταύτῃ τὴν δύναµιν ἐπιδεικνύµενος τὴν αὑτοῦ, ὅτι καὶ µὴ ἐπεξιὼν µηδὲ ἀµυνόµενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκούσῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονοµίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάµεως Θεοῦ,[ οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ' ἀδιάφορον αὐτῷ τὸ λέγειν καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάµεως Θεοῦ,] ἐκ δυνάµεως τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, µὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πατρός µου ἐµά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐµὰ σά ἐστι, καὶ τὰ σὰ ἐµά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως οὐδὲ ἡµεῖς διωκόµενοι, πολεµούµενοι· διὸ καὶ ἐπάγει· Καὶ γὰρ καὶ ἡµεῖς ἀσθενοῦµεν ἐν αὐτῷ, ἀλλὰ ζησόµεθα ἐν αὐτῷ ἐκ δυνάµεως Θεοῦ. Τί ἐστιν, Ἀσθενοῦµεν ἐν αὐτῷ;∆ ιωκόµεθα, ἐλαυνόµεθα, τὰ ἔσχατα πάσχοµεν, Ἀλλὰ τί ἐστιν, Ἐν αὐτῷ;∆ ιὰ τὸ κήρυγµα, φησὶ, καὶ τὴν πίστιν τὴν εἰς αὐτόν. Εἰ δὲ τὰ σκυθρωπὰ καὶ φορτικὰ ὑποµένοµεν δι' αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόµεθα ἐν αὐτῷ ἐκ δυνάµεως Θεοῦ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιµάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑµῖν ἐστιν, εἰ µή τι ἀδόκιµοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρηµένων ἔδειξεν ὅτι, εἰ καὶ µὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ' ὡς τὴν µακροθυµίαν τὴν ἐκείνουµιµούµενος τοῦ σταυρουµένου, καὶ µὴ ἀµυνοµένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας, ἀπὸ τῶν µαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐµοῦ τοῦ διδασκάλου, φησὶ, καὶ τοσαύτην ἔχοντος φροντίδα, καὶ τὴν οἰκουµένην ἅπασαν ἐµπεπιστευµένου, καὶ τοσαῦτα σηµεῖαπεποιηκότος; Ὑµᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει µαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑµῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑµῖν, πολλῷ µᾶλλον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ ἐν ὑµῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων τοῦτο αὐτὸ εἴρηται θαύµατα ἐργαζοµένων· οἱ γὰρ πιστεύοντες τότε, ἐθαυµατούργουν· διὸ καὶ ἐπήγαγεν, Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιµάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑµῖν, εἰ µή τι ἀδόκιµοί ἐστε; Εἰ δὲ ἐν ὑµῖν, πολλῷ µᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐµοὶ δὲ δοκεῖ πίστιν ἐνταῦθα λέγειν καὶ τὴν τῶν σηµείων. Εἰ γὰρ ἔχετε τὴν πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑµῖν ἐστιν, Εἰ µή τι ἀδόκιµοι γεγόνατε. δʹ. Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ' αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ µοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευµατικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινεδὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήµους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ µή τι ἀδόκιµοί ἐστε, εἰ µὴ βίον διεφθαρµένον ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι. Τὸ ἀκόλουθον ἦν εἰπεῖν, Εἰ δὲ ὑµεῖς ἀδόκιµοι γεγόνατε, ἀλλ' οὐχ ἡµεῖς· ἀλλ' οὕτω µὲν οὐ λέγει, ἵνα µὴ πλήξῃ, ἀµυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόµενος καὶ λέγων, ὅτι ἀδόκιµοί ἐστε, οὔτε κατ' ἐρώτησιν προάγων καὶλέγων, εἰ δὲ ὑµεῖς ἀδόκιµοι, ἀλλὰ τοῦτο παραλιπὼν, αἰνιγµατωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, µέγας ὁ φόβος. Ἐπειδὴ γὰρ ἐντεῦθεν, βούλεσθε, φησὶ, διὰ τῆς εἰς ὑµᾶς κολάσεως τὴν δοκιµὴν λαβεῖν, οὐκ ἀπορήσοµεν τοῦ δοῦναι ὑµῖν τὴν ἀπόδειξιν. Ἀλλ' οὕτω µὲν οὐ λέγει, µετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡµεῖς οὐκ ἐσµὲν ἀδόκιµοι. Ἔδει µὲν γὰρ καὶ χωρὶς τούτου εἰδέναι ὑµᾶς, φησὶ, τὰ ἡµέτερα, καὶ ὅτι Χριστὸν ἔχοµεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσµὲν ἀδόκιµοι. Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόµῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιµωρίαν· ὅρα πῶς πάλιν καταγλυκαίνει τὸν λόγον, καὶ παραµυθεῖται τὸν φόβον, καὶ δείκνυσιν αὐτοῦ τὸ ἀφιλότιµον, τὸ πρὸς τοὺς µαθητὰς κηδεµονικὸν, τὸφιλόσοφον τῆς γνώµης, τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι δι' ὧν ἐπάγει λέγων, Εὔχοµαι δὲ πρὸς τὸν Θεὸν, µὴ ποιῆσαι ὑµᾶς κακὸν µηδὲν, ἵνα µὴ ἡµεῖς δόκιµοι φανῶµεν, ἀλλ' ἵνα ὑµεῖςτὸ καλὸν ποιῆτε, ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν. Οὐ γὰρ δυνάµεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίροµεν γὰρ ὅταν ἡµεῖς ἀσθενῶµεν, ὑµεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόµεθα, τὴν ὑµῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; Κατεφρονεῖτο, διεπτύετο, ἐκωµῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτελὴς, ὡς εὐκαταφρόνητος, ὡς ἀλαζὼν, ὡς κοµπάζων µὲν διὰ τῶν ῥηµάτων, ἐπὶ δὲ τῶν πραγµάτων οὐδὲ µικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ µόνον ἀναβάλλεται, οὐδὲ µόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται µὴ ἐµπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχοµαι γὰρ, φησὶ, µὴ ποιῆσαι ὑµᾶς κακὸν µηδὲν, ἵνα µὴ ἡµεῖς δόκιµοι φανῶµεν, ἀλλ' ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε, ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν. Τί ἐστιν ὃ λέγει; Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω µηδένα εὑρεῖν ἀδιόρθωτον, µηδένα εὑρεῖν ἀµετανόητον· µᾶλλον δὲ οὐδὲ τοῦτο µόνον, ἀλλὰ µηδὲ τὴν ἀρχὴν ἁµαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑµᾶς, φησὶ, µηδέν· εἰ δὲ καὶ ἄρα ἁµάρτητε, µεταβάλλεσθαι, καὶ προλαβόντας διορθώσασθαι, καὶ πᾶσαν ἀποκρούσασθαι ὀργήν. Οὐδὲ γὰρ τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιµοι ὦµεν, ἀλλὰ τοὐναντίον ἅπαν, ἵνα µὴ ἡµεῖς δόκιµοι φανῶµεν. Εἰ γὰρ µένετε, φησὶν, ἀµετανόητα ἁµαρτάνοντες, ἀνάγκη ἡµᾶς κολάζειν, τιµωρεῖσθαι, πηροῦν ὑµῶν τὰ σώµατα· ὅπερ ἐπὶ Σαπφείρας καὶ ἐπὶ τοῦ Μάγου γέγονε· καὶ ἐδώκαµεν δοκιµὴν τῆς δυνάµεως. Ἀλλ' οὐκ εὐχόµεθα τοῦτο, ἀλλὰ τοὐναντίον, ἵνα µήτε ἡµεῖς οὕτω δόκιµοι φανῶµεν· τουτέστιν, Ἵνα µὴ οὕτω τὴν δοκιµὴν ἐπιδειξώµεθα τῆς δυνάµεως τῆς ἐν ἡµῖν, διὰ τοῦ κολάζειν ὑµᾶς καὶ τιµωρεῖσθαι ἁµαρτάνοντας καὶ ἀνίατανοσοῦντας, ἀλλὰ τί; Ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε, τοῦτο εὐχόµεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡµεῖς δὲ ὡς ἀδόκιµοι ὦµεν, οὐκ ἐπιδεικνύµενοι ἡµῶν τὴντιµωρητικὴν δύναµιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιµοι· οὐ γὰρ ἔµελλεν εἶναι ἀδόκιµος, εἰ καὶ µὴ ἐκόλασεν, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο δόκιµος· ἀλλ' εἰ καί τινες ὑποπτεύουσιν ἡµᾶς, φησὶ, µὴ ἐπιδεικνυµένους τὴν ἰσχὺν ἡµῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤῥιµµένους, οὐδὲν ἡµῖν µέλει τούτου. Βέλτιον ἡµᾶς τοῦτο νοµίζεσθαι παρ' ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώµης τὴν δύναµιν, ἣν ἔδωκεν ἡµῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάµεθα κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ µὴ δόξῃ αὐτοῖς χαρίζεσθαι( τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώµης), ἀλλ' ὅπερ ἡ τοῦ πράγµατος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέγων· Οὐ γὰρ δυνάµεθά τι κατὰ τῆς ἀληθείας. Ἂν γὰρ εὕρωµεν, φησὶν, ὑµᾶς εὐδοκιµοῦντας, ἀποκρουσαµένους τὰ ἁµαρτήµατα διὰ τῆς µετανοίας, παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότας· οὐδὲ δυνησόµεθα, κἂν βουληθῶµεν, κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωµεν, οὐ συµπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡµῖν ἔδωκε τὴν δύναµιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ. Εἶδες πῶς πανταχόθεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραµυθεῖται τῆς ἀπειλῆς τὸ τραχύ; Πλὴν ἀλλ' ὥσπερ τοῦτο ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐτοῦ δεῖξαι γνώµην οἰκειουµένην αὐτοῖς· διὸ καὶ ἐπήγαγε, Χαίροµεν γὰρ ὅταν ἡµεῖς ἀσθενῶµεν, ὑµεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόµεθα, τὴν ὑµῶν κατάρτισιν. Μάλιστα µὲν γὰρ, φησὶν, οὔτε δυνάµεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑµᾶς κολάσαι· πλὴν ἐπειδὴ οὐ δυνάµεθα, διὰ τοῦτο οὐ βουλόµεθα, καὶ τοὐναντίον ἐπι θυµοῦµεν. Ἀλλὰ καὶ δι' αὐτὸ µὲν οὖν τοῦτο µάλιστα χαίροµεν, ὅταν µὴ εὕρωµεν ὑµᾶς ἀφορµὴν ἡµῖν παρέχοντας τοῦ δεῖξαι ἡµῶν τὴν δύναµιν τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαµπροὺς δείκνυσι καὶ δοκίµους καὶ ἰσχυροὺς, ἀλλ' ἡµεῖς τὸ ἐναντίον βουλόµεθα, ὑµᾶς δοκίµους εἶναι καὶ ἀλήπτους, καὶἡµᾶς µηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν.∆ ιό φησι, Χαίροµεν γὰρ, ὅταν ἡµεῖς ἀσθενῶµεν. Τί ἐστι, Ἀσθενῶµεν; Ὅταν νοµιζώµεθα ἀσθενεῖς· οὐχ ὅτε ἐσµὲν ἀσθενεῖς, ἀλλ' ὅτε νοµιζόµεθα ἀσθενεῖς· τοῦτο γὰρ ἐνοµίζοντο παρὰ τοῖς ἐχθροῖς, οὐκέτι δεικνύµενοι τὴν τιµωρητικὴν αὐτῶν δύναµιν. Ἀλλ' ὅµως χαίροµεν, ὅταν οὕτως ἀναστραφῆτε, ὥστε µὴ παρασχεῖν ἡµῖν πρόφασιν τοῦ τιµωρεῖσθαι ὑµᾶς. Καὶ ἡµῖν τοῦτο ἡδὺ, ὅταν οὕτω νοµιζώµεθα ἀσθενεῖς, µόνον ὑµεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑµεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι, δόκιµοι, ἐνάρετοι. Καὶ οὐ µόνον βουλόµεθα ταῦτα, ἀλλὰ καὶ εὐχόµεθα ταῦτα, ἀλήπτους ὑµᾶς εἶναι, τετελειωµένους, µηδεµίαν παρέχοντας λαβὴν ἡµῖν. εʹ. Τοῦτο σπλάγχνου πατρικοῦ, τῆς οἰκείας εὐδοκιµήσεως τὴν σωτηρίαν προτιµᾷν τῶν µαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο µάλιστα ἀπαλλάττει τῶν συνδέσµων τοῦ σώµατος, καὶ µετεωρίζεσθαι ποιεῖ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον εἰς πολλὰ ἄγει τὰ ἁµαρτήµατα. Οὐ γὰρ ἔστι µὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ µέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαµαὶ σύρεσθαι, καὶ πολλὰ διαφθείρειν, δουλεύοντα µιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώτερον γένοιτ' ἂν, ἢ ὅταν µάλιστα θεραπεύηται, τότε µάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ κενοδοξία τοὐναντίον ἅπαν· καταφρονουµένη µὲν ἡµεροῦται, τιµωµένη δὲ ἀγριοῦται καὶ ὁπλίζεται κατὰ τοῦ τιµῶντος. Ταύτην τιµήσαντες οἱ Ἰουδαῖοι, µετὰ πολλῆς τῆς σφοδρότητος ἐκολάσθησαν· ταύτην ἀτιµάσαντες οἱ µαθηταὶ ἐστεφανώθησαν. Καὶ τί λέγω κόλασιν καὶ στεφάνους; εἰς γὰρ αὐτὸ τὸ φανῆναι λαµπροὺς µάλιστα τὸ διαπτύειν αὐτὴν συντελεῖ. Καὶ ὄψει κἀνταῦθα τοὺς µὲν τιµῶντας αὐτὴν, παραβλαπτοµένους, τοὺς δὲ ἀτιµάζοντας, ὠφελουµένους. Οἱ µὲν γὰρ ἀτιµάσαντες αὐτὴν µαθηταὶ( οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ πάλιν χρήσασθαι ὑποδείγµατι) καὶ τὰ τοῦ Θεοῦ προτιµήσαντες, ὑπὲρ τὸνἥλιον λάµπουσιν, ἀθάνατον κτησάµενοι µνήµην καὶ µετὰ τελευτήν· οἱ δὲ ὑποκατακλιθέντες αὐτῇ Ἰουδαῖοι, ἀπόλιδες, ἀνέστιοι, ἄτιµοι, φυγάδες, ἀνάστατοι γεγόνασιν, εὐτελεῖς, εὐκαταφρόνητοι. Καὶ σὺ τοίνυν, εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃ δόξης. Καὶ, εἰ βούλεσθε, τοῦτον καὶ ἐν τοῖς βιωτικοῖς τὸν λόγον γυµνάσωµεν. Τίνας γὰρ σκώπτοµεν ἐν τοῖς σκώµµασιν; οὐχὶ τοὺς ἐφιεµένους αὐτῆς; Οὐκοῦν µάλιστα οὗτοί εἰσιν οἱ ταύτης ἀπεστερηµένοι, µυρίους ἔχοντες κατηγόρους, καὶ παρὰ πάντων ἀτιµαζόµενοι. Τίνας δὲ θαυµάζοµεν, εἰπέ µοι; οὐ τοὺς καταφρο νοῦντας αὐτῆς; Οὐκοῦν οὗτοί εἰσιν οἱ δοξαζόµενοι. Ὥσπερ γὰρ πλούσιος οὐχ ὁ πολλῶν δεόµενος, ἀλλ' ὁ µηδενός· οὕτως ἔνδοξος οὐχ ὁ δόξης ἐρῶν, ἀλλ' ὁ ταύτης ὑπερορῶν· σκιὰ γὰρ δόξης ἐστὶν αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφηµένον, κἂν µυριάκις ὑπὸ λιµοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Μὴ τοίνυν µηδὲ σὺ δίωκε τὰς σκιάς· σκιὰ γὰρ δόξης τοῦτο, οὐ δόξα. Καὶ ἵνα µάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐκεῖνο λογίζου· ὅταν διαβάλληται παρὰ ἀνθρώποις τὸ πρᾶγµα, ὅταν φευκτὸν εἶναι δοκῇ τοῖς πᾶσι, καὶ αὐτοῖς τοῖς ἐπιθυµοῦσιν αὐτοῦ, ὅταν αἰσχύνηται καλούµενοςἐντεῦθεν ὁ ἔχων, ἢ ὁ ἐφιέµενος αὐτῆς. Πόθεν οὖν ἡ ἐπιθυµία, φησὶν, αὕτη, καὶ πῶς γίνεται τὸ πάθος; Ἀπὸ µικροψυχίας( οὐ γὰρ δεῖ κατηγορεῖν µόνον, ἀλλὰ καὶ διορθοῦσθαι), ἀπὸ ἀτελοῦς διανοίας, ἀπὸ παιδικῆς γνώµης. Παυσώµεθα τοίνυν παῖδες ὄντες, καὶ γενώµεθα ἄνδρες, καὶ πανταχοῦ τὴν ἀλήθειαν, µὴ τὰς σκιὰς διώκωµεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶἐν δόξῃ καὶ ἐν δυνάµει· καὶ παύσεται τὸ νόσηµα τοῦτο καὶ ἕτερα πλείονα. Τὸ γὰρ σκιὰς διώκειν, µαινοµένου.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐκνήψατε δικαίως, καὶ µὴ ἁµαρτάνετε. Ἔστι γὰρ καὶ ἑτέρα µανία, χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιµόνων, τῆς ἀπὸ τῆς φρενίτιδος. Ἡ µὲν γὰρ ἔχει συγγνώµην, αὕτη δὲ ἀπολογίας ἐστέρηται, ὅταν αὐτὴ ἡ ψυχὴ διεφθαρµένη ᾖ, καὶ µὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ' ἀπολωλυῖα· καὶ τὸ µὲν τῆς φρενίτιδος ὄργανόν ἐστι σωµατικὸν πάθος, αὕτη δὲ ἡ µανία τοῦ τεχνίτου νοῦ. Ὥσπερ οὖν τῶν πυρετῶν ἐκεῖνοι χαλεπώτεροι καὶ ἀνίατοι οἱ τῶν στερεῶν ἁπτόµενοι σωµάτων, καὶ τοῖς νεύροις ἐνδοµυχοῦντες, καὶ ταῖςφλεψὶν ἐναποκεκρυµµένοι· οὕτω δὴ καὶ αὕτη ἡ µανία, ἐπειδὴ αὐτῇ τῇ διανοίᾳ ἐνδοµυχεῖ, διαστρέφουσα αὐτὴν καὶ λυµαινοµένη. Πῶς γὰρ οὐ µανία λαµπρὰ καὶ σαφὴς, καὶ µανίας ἁπάσης χαλεπώτερον πάθος, τῶν µὲν µενόντων διηνεκῶς καταφρονεῖν, τῶν δὲ ἀπολλυµένων ἔχεσθαιµετὰ πολλῆς τῆς σπουδῆς; Εἰπὲ γάρ µοι, εἴ τις ἄνεµον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαµεν αὐτὸν µαίνεσθαι; εἴ τις σκιὰς κατεῖχε, τῶν ἀληθῶν ἀµελῶν, καὶ τὴν µὲν γυναῖκα ἐµίσει τὴν ἑαυτοῦ, περιεπλέκετο δὲ αὐτῆς τῇ σκιᾷ, ἢ τὸν µὲν υἱὸν ἀπεστρέφετο, τὴν δὲτούτου σκιὰν πάλιν ἐφίλει, ἆρα ἂν ἕτερον ἐζήτησας σηµεῖον τούτου σαφέστερον εἰς ἀπόδειξιν µανίας; Τοιοῦτοί τινές εἰσι καὶ οὗτοι οἱ πρὸς τὰ παρόντα κεχηνότες. Καὶ γὰρ πάντα σκιὰ, κἂν δόξαν εἴπῃς, κἂν δυναστείαν, κἂν εὐδοκίµησιν, κἂν πλοῦτον, κἂν τρυφὴν, κἂν ὁτιοῦν ἕτερον βιωτικόν.∆ ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· πλὴν µάτην ταράσσεται· καὶ πάλιν, Αἱ ἡµέραι ἡµῶν, ὡς σκιὰ ἐκλίθησαν. Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα. Οὐ τὰ χρηστὰ δὲ σκιὰ µόνον, ἀλλὰ καὶ τὰ λυπηρὰ, κἂν θάνατον εἴπῃς, κἂν πενίαν. κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον. Ποῖα οὖν τὰ µένοντα, καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρά; Ἡ βασιλεία ἡ αἰώνιος, καὶ ἡ γέεννα ἡ διηνεκής. Οὔτε γὰρ ὁ σκώληξ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Ἵν' οὖν τὴν µὲν φύγωµεν, τῆς δὲ ἀπολαύσωµεν, ἀφέµενοι τῆς σκιᾶς, ἐχώµεθα τῶν ἀληθινῶν πραγµάτων µετὰ σπουδῆς ἁπάσης· οὕτω γὰρ ἐπιτευξόµεθα τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.