Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
30.30
∆ ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν µὴ ἀποτόµως χρήσωµαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ µοι ὁ Κύριος εἰς οἰκοδοµὴν, καὶ οὐκ εἰς καθαίρεσιν. αʹ. Ἤσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ µάλιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς. Καὶ γὰρ ἔµπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑµᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ· ὃς κατὰ πρόσωπον µὲν ταπεινὸς ἐν ὑµῖν, ἀπὼν δὲ θαῤῥῶ εἰς ὑµᾶς.∆ έοµαι δὲ τὸ µὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζοµαι τολµῆσαι ἐπί τινας τοὺς λογιζοµένους ἡµᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίµῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑµῶν ἡ ὑπακοή· καὶ, Φοβοῦµαι µή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑµᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑµῖν, οἷον οὐ θέλετε· καὶ πάλιν, Μή πως ἐλθόντα µε ταπεινώσῃ ὁ Θεός µου πρὸς ὑµᾶς, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων, καὶ µὴ µετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· καὶ µετὰ ταῦτα, Προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσοµαι· ἐπεὶ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἐµοὶ λαλοῦντος Χριστοῦ. Ἐπεὶ οὖν ταῦτά τε καὶ ἕτερα πλείονα εἴρηκε, φοβῶν, ἐντρέπων, ὀνειδίζων, καθαπτόµενος, ἀπολογούµενος ὑπὲρ ἁπάντων, φησί·∆ ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα µὴ παρὼν ἀποτόµως χρήσωµαι. Βούλοµαι γὰρ ἐν τοῖς γράµµασι κεῖσθαι τὴν ἀποτοµίαν, ἀλλὰ µὴ ἐν τοῖς πράγµασι· βούλοµαι σφοδρὰς εἶναι τὰς Ἐπιστολὰς, ἵνα µείνωσιν ἀπειλαὶ, καὶ µὴ εἰς ἔργον ἐξέλθωσιν. Πάλιν καὶ ἐν ταύτῃ τῇ ἀπολογίᾳ φοβερώτερον ποιεῖ τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ µέλλων κολάζειν, ἀλλ' ὁ Θεός· ἐπήγαγε γὰρ, Κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ µοι ὁ Κύριος· καὶ πάλιν δεικνὺς ὅτι οὐκ ἐπιθυµεῖ τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων ἀποχρήσασθαι τιµωρίαν. Προσέθηκε γὰρ, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδοµήν. Καὶ ᾐνίξατο µὲν τοῦτο νῦν, ὅπερ ἔφην· ἀλλὰ κατέλιπεν αὐτοῖς ἀναλογίσασθαι, ὅτι ἐὰν ἀδιόρθωτοι µείνωσι, καὶ τοῦτο πάλιν οἰκοδοµή ἐστι, τὸ τοὺς οὕτω διακειµένους κολάζειν. Καὶ γὰρ οὕτως ἔχει, καὶ αὐτὸς τοῦτο οἶδε, καὶ διὰ τῶν ἔργων ἔδειξε. Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται µεθ' ὑµῶν. Τί ἐστι, Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε; ἐλύπησας, ἐφόβησας, εἰς ἀγωνίαν ἐνέβαλες, τρέµειν ἐποίησας καὶ δεδοικέναι, καὶ πῶς κελεύεις χαίρειν;∆ ι' αὐτὸ µὲν οὖν τοῦτο κελεύω χαίρειν. Εἰ γὰρ τὰ παρ' ὑµῶν, φησὶν, ἀκολουθήσειε τοῖς παρ' ἐµοῦ, οὐδὲν ἔσται τὸ κωλύον τὴν χαράν. Τὰ µὲν γὰρ ἐµὰ ἅπαντα γέγονεν· ἐµακροθύµησα, ἀνεβαλόµην, οὐκ ἐξέκοψα, παρεκάλεσα, συνεβούλευσα, ἐφόβησα, ἠπείλησα, ὥστε πανταχόθεν ὑµᾶς συναγαγεῖν εἰς τὸν τῆςµετανοίας καρπόν.∆ εῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ' ὑµῶν. καὶ οὕτως ἀµάραντος ὑµῖν ἡ χαρά. Καταρτίζεσθε. Τί ἐστι, Καταρτίζεσθε; Τέλειοι γίνεσθε, ἀναπληροῦτε τὰ λείποντα. Παρακαλεῖσθε. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν οἱ πειρασµοὶ, καὶ µεγάλοι οἱ κίνδυνοι, φησί· Παρακαλεῖσθε καὶ ὑπ' ἀλλήλων, καὶ ὑφ' ἡµῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον µεταβολῆς. Εἰ γὰρ ἀπὸ τοῦ συνειδότος γένοιτο χαρὰ καὶ τέλειοι κατασταίητε, οὐδὲν λείπει εἰς εὐθυµίαν ὑµῖν καὶ παράκλησιν· οὐδὲν γὰρ οὕτω ποιεῖ παράκλησιν, ὡς καθαρὸν συνειδὸς, κἂν µυρίοι περικέωνται πειρασµοί. Τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἐκ προοιµίων ᾔτησεν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ µὴ εἰρηνεύειν, ὅταν ἐν τοῖς δόγµασι συµβαίνωσί τινες, ἐν δὲ τοῖς πρὸς ἀλλήλους διαστασιάζωσιν. Ἀλλὰ ἀµφότερα ὁ Παῦλος ἀπαιτεῖ. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται µεθ' ὑµῶν. Οὐ γὰρ δὴ µόνον παραινεῖ καὶ συµβουλεύει, ἀλλὰ καὶ ἐπεύχεται. Ἢ γὰρ ἐπεύχεται τοῦτο, ἢ προλέγει τὸ ἐσόµενον· µᾶλλον δὲ ἀµφότερα. Ἐὰν γὰρ ταῦτα ποιῆτε, φησὶν, οἷον, ἐὰν τὸ αὐτὸ φρονῆτε καὶ εἰρηνεύητε, ἔσται καὶ ὁ Θεὸς µεθ' ὑµῶν· ἀγάπης γάρ ἐστιν ὁ Θεὸς καὶ εἰρήνης, καὶ τούτοις χαίρει, τούτοις εὐφραίνεται. Ἐντεῦθεν ὑµῖν καὶ εἰρήνη ἀπὸ τῆς ἀγάπης αὐτοῦ· ἐντεῦθεν τῶν κακῶν ἡ ἀναίρεσις ἁπάντων. Αὕτη τὴν οἰκουµένην ἔσωσεν, αὕτη τὸν χρόνιον πόλεµον κατέλυσεν, αὕτη τῷ οὐρανῷ τὴν γῆν ἀνέµιξεν, αὕτη τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. Ταύτην τοίνυν καὶ ἡµεῖς ἀγαπήσωµεν· µυρίων γὰρ ἀγαθῶν µήτηρ ἡ ἀγάπη.∆ ιὰ ταύτης ἐσώθηµεν, διὰ ταύτης ἡµῖν τὰ ἀπόῤῥητα ἀγαθὰ ἅπαντα. Εἶτα ἐνάγων αὐτοὺς εἰς ταύτην, φησίν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ. Τί ἐστιν, Ἁγίῳ; Μὴ ὑπούλῳ, µὴ δολερῷ, καθάπερ ὁ Ἰούδας τὸν Χριστὸν ἐφίλησε.∆ ιὰ γὰρ τοῦτο τὸ φίληµα δέδοται, ἵνα ἐµπύρευµα τῆς ἀγάπης γένηται, ἵνα ἀνακαίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶµεν, ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πατέρες παῖδας· µᾶλλον δὲ καὶ πολλῷ πλεῖον· ἐκεῖνα µὲν γὰρ φύσεως, ταῦτα δὲ χάριτος. Οὕτως αἱ ψυχαὶ ἀλλήλαις συνδέονται.∆ ιὰ τοῦτο καὶ ἐξ ἀποδηµίας ἐπανιόντες ἀλλήλους φιλοῦµεν, τῶν ψυχῶν ἐπιγινοµένων εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν. Τοῦτο γὰρ µάλιστά ἐστι τὸ µέλος τὸ τῆς ψυχῆς κηρύττον ἡµῖν τὸ φίλτρον. βʹ. Ἐπὶ δὲ τοῦ φιλήµατος τούτου τοῦ ἁγίου ἔστι καὶ ἕτερον λόγον εἰπεῖν. Ποῖον δὴ τοῦτον; Ναός ἐσµεν τοῦ Χριστοῦ· τὰ τοίνυν πρόθυρα φιλοῦµεν τοῦ ναοῦ καὶ τὴν εἴσοδον, ἀλλήλους φιλοῦντες. Ἢ οὐχ ὁρᾶτε ὅσοι καὶ τὰ πρόθυρα τοῦ ναοῦ τούτου φιλοῦσιν, οἱ µὲν κύψαντες, οἱ δὲ τῇ χειρὶ κατέχοντες, καὶ τῷ στόµατι τὴν χεῖρα προσάγοντες; Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡµᾶς ὁ Χριστὸς, ἡνίκα ἂν κοινωνῶµεν. Ἴστε οἱ τῶν µυστηρίων µετέχοντες τὸ λεγόµενον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε τὸ στόµα ἡµῶν τετίµηται δεχόµενον τὸ σῶµα τὸ∆ εσποτικόν.∆ ιὰ τοῦτο µάλιστα ἐνταῦθα φιλοῦµεν. Ἀκουέτωσαν οἱ αἰσχρὰ φθεγγόµενοι, οἱ λοιδορίας ἐξάγοντες, καὶ φριττέτωσαν οἷον καταισχύνουσι στόµα· ἀκουέτωσαν οἱ αἰσχρῶς φιλοῦντες· ἄκουσον οἷα ἔχρησε διὰ τοῦ στόµατός σου ὁ Θεὸς, καὶ φύλαξον αὐτὸ ἀκηλίδωτον. Περὶ τῆς µελλούσης ζωῆς διελέχθη, περὶ ἀναστάσεως, περὶ ἀθανασίας, ὅτι ὁ θάνατος οὐ θάνατος, τὰ ἄλλα µυρία ἀπόῤῥητα. Ὥσπερ γὰρ εἰς χρηστήριον παραγίνεται πρὸς τὸ στόµα τοῦ ἱερέως ὁ µυσταγωγεῖσθαι µέλλων. Ἀκούσωµεν ὅσαπέρ ἐστι φρίκης µεστά. Καὶ γὰρ ἀπώλεσεν αὐτοῦ τὴν ζωὴν ἐκ προγόνων, καὶ ἔρχεται αὐτὴν ἀναζητήσων, καὶ ἐρωτήσων πῶς ἂν αὐτὴν εὕροι καὶ ἀνακτήσαιτο. Εἶτα αὐτῷ ὁ Θεὸς χρᾷ πῶς ἂν εὑρεθείη, καὶ γίνεται τοῦ ἱλαστηρίου τὸ στόµα τοῦτο φρικωδέστερον. Ἐκεῖνο µὲν γὰρ τὸ ἱλαστήριον οὐδαµοῦ τοιαύτην ἠφίει φωνὴν, ἀλλὰ πολὺ περὶ ἐλαττόνων διελέγετο πραγµάτων, περὶ πολέµων καὶ εἰρήνης τῆς κάτω· ταῦτα δὲ ἅπαντα περὶ οὐρανοῦ, καὶ τῆς µελλούσης ζωῆς, καὶ πραγµάτων καινῶν καὶ διάνοιαν ὑπερβαινόντων. Εἰπὼν δὲ, Ἀσπάσασθε ἀλλήλους ἐν φιλήµατι ἁγίῳ, ἐπήγαγεν· Ἀσπάζονται ὑµᾶς οἱ ἅγιοι πάντες· κἀντεῦθεν διδοὺς αὐτοῖς χρηστὰς ἐλπίδας. Τοῦτο προέγραψεν ἀντὶ τοῦ φιλήµατος, διὰ τῆς προσρήσεως αὐτοὺς συνάπτων· ἀπὸ γὰρ τοῦ αὐτοῦ στόµατος, οὗ τὸ φίληµα, πρόεισι καὶ τὰ ῥήµατα. Εἶδες πῶς ἅπαντας συνάγει, καὶ τοὺς πόῤῥωθεν διεστῶτας τοῖς σώµασι, καὶ τοὺς πλησίον, τοὺς µὲν διὰ τοῦ φιλήµατος, τοὺς δὲ διὰ τῶν γραµµάτων; Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύµατος µετὰ πάντων ὑµῶν. Ἀµήν. Ἐπειδὴ συνῆψεν αὐτοὺς ἀλλήλοις διὰ τῶν ἀσπασµῶν καὶ τῶν φιληµάτων, πάλιν εἰς εὐχὴν καταλύει τὸν λόγον, µετὰ πολλῆς τῆς ἀκριβείας συνάπτωναὐτοὺς καὶ τῷ Θεῷ. Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ οὐκ ἐντέτακται τὸ Πνεῦµα τὸ ἅγιον ἐν τοῖς προοιµίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας; Ἰδοὺ γὰρ νῦν µετὰ τοῦ Πατρὸς αὐτὸ κατέλεξε καὶ τοῦ Υἱοῦ. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι Κολοσσαεῦσιν ἐπιστέλλων, καὶ εἰπὼν, Χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν, τὸν Υἱὸν ἐσίγησε, καὶοὐ προσέθηκεν, ὡς ἐν πάσαις ταῖς Ἐπιστολαῖς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο; Ἀλλὰ ἐσχάτης ταῦτα ἀνοίας. Καὶ γὰρ αὐτὸ τοῦτο µάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ. Καὶ ὅτι οὐ στοχασµὸς τὸ εἰρηµένον, ἄκουσον πῶς Υἱοῦ καὶ Πνεύµατος µέµνηται, καὶ τὸν Πατέρα ἀποσιγᾷ. Κορινθίοις γὰρ γράφων φησὶν, Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόµατι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύµατι τοῦΘεοῦ ἡµῶν. Τί οὖν, εἰπέ µοι, οὐκ ἐβαπτίσθησαν εἰς Πατέρα οὗτοι; Οὐκοῦν οὐδὲ ἀπελούσαντο, οὐδὲ ἡγιάσθησαν. Ἀλλὰ ἐβαπτίσαντο· ὥσπερ οὖν καὶ ἐβαπτίσαντο. Πῶς οὖν οὐκ εἶπεν, ὅτι Ἀπελούσασθε ἐν τῷ ὀνόµατι τοῦ Πατρός; Ὅτι ἀδιάφορον αὐτῷ, ποτὲ µὲν ταύτης, ποτὲ δὲ ἐκείνης µεµνῆσθαι τῆς ὑποστάσεως· καὶ εὕροις ἂν τοῦτο πολλαχοῦ τῶν Ἐπιστολῶν τὸ ἔθος. Καὶ γὰρ Ῥωµαίοις γράφων, φησὶ, Παρακαλῶ οὖν ὑµᾶς διὰ τῶν οἰκτιρµῶν τοῦ Θεοῦ· καίτοι καὶ τοῦ Υἱοῦ εἰσιν οἱ οἰκτιρµοί· καὶ, Παρακαλῶ δὲ ὑµᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύµατος· καίτοι καὶ τοῦ Πατρός ἐστιν ἡ ἀγάπη. Τίνος οὖν ἕνεκεν οὐκ ἐµνήσθη ἐν τοῖς οἰκτιρµοῖς τοῦ Υἱοῦ, οὐδὲ ἐν τῇ ἀγάπῃ τοῦ Πατρός; Ὅτι ὡς δῆλα καὶ ὡµολογηµένα ἐσίγησεν. Εὑρεθήσεται δὲ καὶ τὰ δῶρα αὐτὰ πάλιν ἀντιστρόφως τιθείς. Εἰπὼν γὰρ, Ἡ χάρις τοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύµατος, ἀλλαχοῦ τὴν κοινωνίαν τοῦ Υἱοῦ, καὶ τὴνἀγάπην τοῦ Πνεύµατός φησι. Παρακαλῶ γὰρ ὑµᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύµατος, φησί. Καὶ ἐν τῇ πρὸς Κορινθίους, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Οὕτω τὰ τῆς Τριάδος ἀδιαίρετα· καὶ οὗ τοῦ Πνεύµατός ἐστιν ἡ κοινωνία, εὑρέθη καὶ τοῦ Υἱοῦ· καὶ οὗ τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύµατος· Χάρις γὰρ ὑµῖν, φησὶν, ἀπὸ Θεοῦ Πατρός. Καὶ ἀλλαχοῦ πολλὰ αὐτῆς εἴδη καταλέξας, ἐπήγαγε, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦµα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων ἰδιάζον καὶ διῃρηµένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα. γʹ. Μένωµεν τοίνυν καὶ τῶν δογµάτων τούτων τὴν ἀκρίβειαν ἔχοντες, καὶ τοῦ Θεοῦ τὴν ἀγάπην ἐπισπώµενοι. Πρότερον µὲν γὰρ µισοῦντας ἠγάπησε, καὶ ἐχθροὺς ὄντας κατήλλαξε· λοιπὸν δὲ ἀγαπῶντας ἀγαπᾷν βούλεται. Μένωµεν τοίνυν ἀγαπῶντες αὐτὸν, ὥστε καὶ παρ' αὐτοῦ ἀγαπᾶσθαι. Εἰ γὰρ παρὰ ἀνθρώπων δυνατῶν ἀγαπώµενοι, φοβεροὶ πᾶσίν ἐσµεν, πολλῷ µᾶλλον παρὰ τοῦ Θεοῦ. Κἂν χρήµατα δέῃ, κἂν σώµατα, κἂν αὐτὴν τὴν ψυχὴν ὑπὲρ ταύτης δοῦναι τῆς ἀγάπης, µὴ φεισώµεθα. Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥηµάτων λέγειν, ὅτι ἀγαπῶµεν, ἀλλὰ χρὴ καὶ τὴν τῶν πραγµάτων παρέχειν ἀπόδειξιν· οὐδὲ γὰρ αὐτὸς διὰ ῥηµάτων µόνον, ἀλλὰ καὶ διὰ τῶν πραγµάτων ἔδειξε τὴν ἀγάπην.∆ εῖξον τοίνυν καὶ σὺ διὰ τῶν ἔργων τοῦτο, καὶ ποίει τὰ δοκοῦντα αὐτῷ· οὕτω γὰρ αὐτὸς καρπώσῃ τὸ κέρδος πάλιν. Ἐκεῖνος γὰρ οὐδενὸς δεῖται τῶν παρ' ἡµῶν· ὃ καὶ µάλιστα γνησίας ἀγάπης, τὸ µὴ δεόµενον µηδὲ ἐν χρείᾳ καθεστῶτα, πάντα ποιεῖν ὑπὲρ τοῦ φιλεῖσθαι παρ' ἡµῶν.∆ ιὸ καὶ Μωϋσῆς ἔλεγε, Τί γὰρ ζητεῖ Κύριος ὁ Θεὸς παρ' ὑµῶν, ἀλλ' ἢ ἀγαπᾷν αὐτὸν, καὶ ἕτοιµον εἶναί σε τοῦ πορεύεσθαι ὀπίσω αὐτοῦ; Ὥστε, ὅταν αὐτὸν κελεύῃ φιλεῖν, τότε µάλιστα δείκνυσιν ὅτι σε φιλεῖ. Οὐδὲν γὰρ οὕτω συγκροτεῖ τὴν σωτηρίνα τὴν ἡµετέραν, ὡς τὸ αὐτὸν ἀγαπᾷν. Ὅρα γοῦν, ὅτι καὶ τὰ ἐπιτάγµατα αὐτοῦ πάντα εἰς τὴν ἡµετέραν ἀνάπαυσιν καὶ σωτηρίαν καὶ εὐδοκίµησιν συντείνει. Καὶ γὰρ ὅταν εἴπῃ, Μακάριοι οἱ ἐλεήµονες, µακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, µακάριοι οἱ πραεῖς, µακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι, µακάριοι οἱεἰρηνοποιοὶ, αὐτὸς µὲν οὐδὲν ἐντεῦθεν καρποῦται, ἡµᾶς δὲ καλλωπίζων καὶ ῥυθµίζων ταῦτα ἐπιτάττει· καὶ ὅταν λέγῃ, Ἐπείνασα· οὐ δεόµενος τῆς παρ' ἡµῶν διακονίας, ἀλλὰ σὲ ἀλείφων εἰς φιλανθρωπίαν. Ἠδύνατο γὰρ καὶ χωρὶς σοῦ τὸν πένητα τρέφειν, ἀλλὰ θησαυρόν σοι χαριζόµενος µέγιστον, ταῦτα ἐπέταξεν. Εἰ γὰρ ὁ ἥλιος, κτίσµα ὢν, οὐδὲ δεῖται τῶν ἡµετέρων ὀφθαλµῶν( µένει γὰρ τὴν οἰκείαν φαιδρότητα ἔχων, κἂν µηδεὶς εἰς αὐτὸν ἐµβλέπῃ), οἱ δὲκερδαίνοντες ἡµεῖς ἐσµεν, ὅταν αὐτοῦ τῆς ἀκτῖνος ἀπολαύσωµεν· πολλῷ µᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο συµβαίνει. Ἵνα δὲ καὶ ἑτέρωθεν τοῦτο µάθῃς, ἄκουε· Πόσον εἶναι βούλει τὸ µέσον τοῦ Θεοῦ καὶ ἡµῶν; ἆρα ὅσον κωνώπων καὶ ἡµῶν ἢ πολλῷ πλέον; Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον. Εἰ τοίνυν ἡµεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων οὐ δεόµεθα βοηθείας ἢ δόξης, πολλῷ µᾶλλον τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές. Τοσοῦτον ἡµῶν τοίνυν ἀπολαύει, ὅσον εὐεργετούµεθα, ὅσον ἐντρυφᾷ ἡµῶν τῇ σωτηρίᾳ.∆ ιὰ τοῦτο καὶ πολλαχοῦ τὰ αὑτοῦ ἀφιεὶς, τὰ σὰ ζητεῖ. Εἴ τις γὰρ, φησὶ, γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν µετ' αὐτοῦ, µὴ ἀφιέτω αὐτήν. Ὁ δὲ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν µοιχεύεσθαι. Εἶδες ἄφατον ἀγαθότητα; Ἐὰν ᾖ πόρνη ἡ γυνὴ, φησὶν, οὐκ ἀναγκάζω συνοικεῖν· ἐὰν δὲ ἄπιστος, οὐ κωλύω. Πάλιν, ἐὰν λυπῇ πρός τινα, κελεύω ἀφεῖναί µου τὴν προσφορὰν, καὶ προσδραµεῖν πρὸς τὸν λελυπηκότα. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶ, κἀκεῖ µνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔµπροσθεν τοῦ θυσιαστηρίου, καὶὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί δὲ ἡ παραβολὴ τοῦ πάντα κατεδηδοκότος; οὐ τοῦτο ἐνδείκνυται; Ὅτε µὲν γὰρ τὰ µύρια τάλαντα κατέφαγεν, ἠλέησεν αὐτὸν, καὶ ἀφῆκεν· ὅτε δὲ ἑκατὸν δηνάρια ἀπῄτει τὸν σύνδουλον, καὶ πονηρὸν ἐκάλεσε, καὶ τῇ κολάσει παρέδωκεν· οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς. Εἰς τὴν γυναῖκα τοῦ δικαίου ἔµελλεν ἁµαρτάνειν ὁ βάρβαρος, καί φησιν, Ἐφεισάµην σου τοῦ ἁµαρτῆσαι εἰς ἐµέ. Τοὺς ἀποστόλους ἐδίωκεν ὁ Παῦλος, καὶ λέγει πρὸς αὐτόν· Τί µε διώκεις; Ἄλλοι πεινῶσι, καὶ λέγει αὐτὸς πεινᾷν, καὶ γυµνὸς περιιέναι καὶ ξένος, βουλόµενός σε ἐντρέπειν, καὶ ταύτῃ εἰς τὸν τῆς ἐλεηµοσύνης λόγον ἐµβαλεῖν. Ἐννοοῦντες τοίνυν τὴν ἀγάπην, ὅσην διὰ πάντων ἐπεδείξατο καὶ ἐπιδείκνυται, γνωρίσαι τε ἡµῖν ἑαυτὸν καταξιώσας· ὅπερ µέγιστόν ἐστι κεφάλαιον τῶν ἀγαθῶν, καὶ φῶς διανοίας, καὶ διδασκαλία ἀρετῆς· καὶ βίον ἀρεστὸν νοµοθετήσας, καὶ πάντα δι' ἡµᾶς ἐργασάµενος, καὶ τὸν Υἱὸν δεδωκὼς, καὶ βασιλείαν ἐπαγγειλάµενος, καὶ ἐπὶ τὰ ἀπόῤῥητα ἡµᾶςκαλῶν ἀγαθὰ, καὶ µακαριωτάτην ζωὴν παρασκευάσας ἡµῖν, ἅπαντα ποιῶµεν καὶ λέγωµεν, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τῆς αὐτοῦ, καὶ ἐπιτυχεῖντῶν µελλόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.