Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.3
Ἡ γὰρ καύχησις ἡµῶν αὕτη ἐστὶ, τὸ µαρτύριον τῆς συνειδήσεως ἡµῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτιΘεοῦ ἀνεστράφηµεν ἐν τῷ κόσµῳ. αʹ. Ἐνταῦθα πάλιν καὶ ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ µικρὰν ἡµῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα µεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸκινδύνων βαπτιζοµένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡµᾶς ἐῤῥύσατο, καὶ τοῖς οἰκτιρµοῖς αὐτοῦ καὶ ταῖς εὐχαῖς τούτων τὸ πᾶν ἀνέθηκεν· ἵνα µὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ µόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ µικρὸνοἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε µὲν αὐτὸ καὶ ἔµπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθήµατα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡµῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωµα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ τῆς οἰκουµένης ἀναστρεφόµεθα, φησίν. Οὐ µικρὸν δὲ τοῦτο ἡµῖν εἰς παραµυθίαν καὶ παράκλησιν· µᾶλλον δὲ οὐκ εἰς παράκλησιν µόνον, ἀλλὰ καὶ εἰς ἕτερον, ὃ πολλῷ µεῖζον τῆς παρακλήσεώς ἐστι, καὶ εἰς καύχησιν. Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι µὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέµα καθαπτόµενοςτῶν ψευδαποστόλων. Καὶ ὥσπερ ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ µε Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα µὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ, Ἵνα ἡ πίστις ὑµῶν µὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάµει Θεοῦ· οὕτω καὶ ἐνταῦθά φησιν· Οὐκ ἐν σοφίᾳ, ἀλλ' ἐν χάριτι Χριστοῦ. Καὶ ἕτερον δέ τι ᾐνίξατο εἰπὼν, Οὐκ ἐν σοφίᾳ, τουτέστιν, οὐκ ἐν ἀπάτῃ, καὶ ταύτῃ βάλλων τὴν ἔξω παίδευσιν. Ἡ γὰρ καύχησις ἡµῶν αὕτη ἐστὶ, φησὶ, τὸ µαρτύριον τῆς συνειδήσεως ἡµῶν· τουτέστιν, Ἡ συνείδησις ἡµῶν, οὐκ ἔχουσα ἡµᾶς καταδικάζειν, ὡς ἐπὶ πονηροῖς πράγµασιν ἐλαυνοµένους. Κἂν γὰρ µυρία πάσχωµεν δεινὰ, κἂν πάντοθεν βαλλώµεθα καὶ κινδυνεύωµεν, ἀρκεῖ εἰς παραµυθίαν ἡµῖν, µᾶλλον δὲ οὐ µόνον εἰς παραµυθίαν, ἀλλὰ καὶεἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ µαρτυροῦν ἡµῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχοµεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Ἐκείνη µὲν οὖν ἡ προτέρα παράκλησις παρὰ τοῦ Θεοῦ ἦν· αὕτη δὲ παρ' αὐτῶν καὶ τῆς τοῦ βίου καθαρότητος συνεισήγετο.∆ ιὸ καὶ καύχησιν αὐτὴν καλεῖ, ὅτι τῆς οἰκείας αὐτῶν ἀρετῆς κατόρθωµα ἦν. Τίς οὖν ἐστιν ἡ καύχησις, καὶ τί µαρτυρεῖ ἡµῖν τὸ συνειδὸς ἡµῶν, Ὅτι ἐν ἁπλότητι καὶ ἐν εἰλικρινείᾳ; Τουτέστιν, οὐδὲν δολερὸν, οὐχ ὑπόκρισιν, οὐκ εἰρωνείαν, οὐ κολακείαν, οὐκ ἐπιβουλὴν καὶ ἀπάτην, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ἐν ἐλευθερίᾳπάσῃ, ἐν ἁπλότητι, ἐν ἀληθείᾳ, ἐν καθαρᾷ καὶ ἀπονήρῳ γνώµῃ, ἐν ἀδόλῳ διανοίᾳ, οὐδὲν ἔχοντες συνεσκιασµένον, οὐδὲ ὕπουλον. Οὐκ ἐν σοφίᾳ σαρκικῇ. Τουτέστιν, οὐκ ἐν κακουργίᾳ οὐδὲ πονηρίᾳ, οὐδὲ ἐν δεινότητι λόγων ἢ ἐν συµπλοκῇ σοφισµάτων· ταύτην γὰρ λέγει σοφίαν σαρκικήν. Καὶ ἐφ' ᾧ µέγα ἐφρόνουν ἐκεῖνοι, τοῦτο οὗτος ἀρνεῖται καὶ διωθεῖται, δεικνὺς ἐκ πολλοῦ τοῦ περιόντος οὐκ ὂν ἄξιον καυχήσεως τοῦτο, καὶ ὅτι οὐ µόνοναὐτὸ οὐ ζητεῖ, ἀλλὰ καὶ διακρούεται καὶ ἐπαισχύνεται. Ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφηµεν ἐν τῷ κόσµῳ. Τί ἐστιν, Ἐν χάριτι Θεοῦ; Τὴν παρ' αὐτοῦ σοφίαν, τὴν παρ' αὐτοῦ δύναµιν δεδοµένην ἡµῖν ἐνδεικνύµενοι διὰ τῶν σηµείων, διὰ τοῦ περιγενέσθαι σοφῶν, ῥητόρων, φιλοσόφων, βασιλέων, δήµων, ἰδιῶται τυγχάνοντες, καὶ µηδὲν τῆς ἔξωθεν σοφίας ἐπιφερόµενοι. Οὐχ ἡ τυχοῦσα δὲ αὕτη παράκλησίς τε καὶ καύχησις τοῦ συνειδέναι ἑαυτοῖς, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάµει ἐκέχρηντο, ἀλλὰ θείᾳ χάριτι πάντα κατώρθουν. Ἐν τῷ κόσµῳ. Οὕτως οὐκ ἐν Κορίνθῳ µόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουµένης. Περισσοτέρως δὲ πρὸς ὑµᾶς. Τί περισσοτέρως πρὸς ὑµᾶς; Ἐν χάριτι Θεοῦ ἀνεστράφηµεν. Καὶ γὰρ σηµεῖα καὶ θαύµατα παρ' ὑµῖν ἐπεδειξάµεθα, καὶ πλείονα ἀκρίβειαν καὶ βίον ἄληπτον. Καὶ γὰρ καὶ τοῦτο χάριν Θεοῦ καλεῖ, καὶ τὰ οἰκεῖα κατορθώµατα αὐτῇ λογιζόµενος. Ἐκεῖ γὰρ καὶ τὰ σκάµµατα ὑπερέβη, ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον, διὰ τὸ τῆς ἀσθενείας αὐτῶν φείδεσθαι. Οὐ γὰρ ἄλλα γράφοµεν ὑµῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε. Ἐπειδὴ γὰρ µεγάλα ἐφθέγξατο ὑπὲρ ἑαυτοῦ, καὶ ἔδοξεν ἑαυτῷ µαρτυρεῖν, ὅπερ ἦν φορτικὸν, πάλιν αὐτοὺς παράγει µάρτυρας τῶν λεγοµένων. Μὴ γάρ τις νοµιζέτω πραγµάτων εἶναι κόµπον τὰ λεγόµενα, φησί· ταῦτα γὰρ ὑµῖν δηλοῦµεν, ἃ αὐτοὶ ὑµεῖς ἴστε· καὶ ὅτι οὐ ψευδόµεθα, πρὸ τῶν ἄλλων ἂν ἡµῖν µαρτυρήσετε. Ἀναγινώσκοντες γὰρ ἐπιγινώσκετε, ὅτι ἃ σύνιστε ἡµῖν ἐν τοῖς ἔργοις, ταῦτα καὶ ἐν τοῖς γράµµασι λέγοµεν· καὶ οὐκ ἐναντιοῦται ὑµῶν ἡ µαρτυρία ταῖς Ἐπιστολαῖς, ἀλλὰ συνᾴδει τῇ ἀναγνώσει ἡ γνῶσις, ἣν προλαβόντες εἴχετε περὶ ἡµῶν. Καθὼς καὶ ἐπέγνωτε ἡµᾶς ἀπὸ µέρους. Οὐδὲ γὰρ ἐξ ἀκοῆς ἴστε, φησὶ, τὰ καθ' ἡµᾶς, ἀλλ' ἀπ' αὐτῆς τῆς πείρας. Τὸ δὲ, Ἀπὸ µέρους, µετριάζων εἶπεν. Ἔθος γὰρ αὐτῷ τοῦτο, ἐπειδὰν µέγα τι φθέγξηται κατεπειγούσης ἀνάγκης( οὐδὲ γὰρ ἄλλως αὐτὸ ποιεῖ), ταχέως συστέλλειν πάλιν τὸν ἐκ τῶνεἰρηµένων ὄγκον βουλόµενος. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε. βʹ. Εἶδες πάλιν ἀπὸ τῶν παρελθόντων τὰ µέλλοντα πιστούµενον, καὶ οὐκ ἀπὸ τῶν παρελθόντων µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάµεως; Οὐ γὰρ ἁπλῶς ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπ' αὐτὸν ἔῤῥιψε καὶ τὴν εἰς αὐτὸν ἐλπίδα. Ὅτι καύχηµα ὑµῶν ἐσµεν, καθάπερ καὶ ὑµεῖς ἡµῶν, ἐν τῇ ἡµέρᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τὸν ἐκ τῶν εἰρηµένων ὑποτέµνεται φθόνον, µεριστὰς αὐτοὺς καὶ κοινωνοὺς ποιήσας τῆς δόξης τῶν αὑτοῦ κατορθωµάτων. Οὐ γὰρ µέχρις ἡµῶν ἕστηκεν, ἀλλὰ καὶ εἰς ὑµᾶς διαβαίνει, καὶ πάλιν ἀφ' ὑµῶν εἰς ἡµᾶς. Ἐπειδὴ γὰρ ἐπῆρεν ἑαυτὸν, καὶ τῶν παρελθόντων παρέσχεν ἀπόδειξιν, καὶ τὰ µέλλοντα ἐνεγγυήσατο· ὥστε µὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς µεγαληγοροῦντι, µηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι, κοινοῖ τὸ καύχηµα, καὶ αὐτῶν εἶναί φησι τὸντῶν ἐγκωµίων στέφανον τοῦτον. Ἂν γὰρ τοιοῦτοι φανῶµεν, φησὶν, ὁ ἔπαινος ἡµῶν ὑµῶν ἡ δόξα· ὥσπερ οὖν καὶ ὑµῶν εὐδοκιµούντων ἡµεῖς ἀγαλλόµεθα καὶ σκιρτῶµεν καὶ στεφανούµεθα. Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης αὐτοῦ δι' ὧν εἴρηκεν ἐπιδείκνυται. Οὐ γὰρ ὡς διδάσκαλος µαθηταῖς, ἀλλ' ὡς µαθητὴς µαθηταῖς ὁµοτίµοις διαλεγόµενος, οὕτως ἐξισάζει τὸν λόγον. Καὶ θέα πῶς αὐτοὺς ὑψηλοὺς ποιεῖ, καὶ φιλοσοφίας πληροῖ, παραπέµπων ἐκείνῃ τῇ ἡµέρᾳ. Μὴ γάρ µοι τὰ παρόντα εἴπητε, φησὶ, τουτέστι, τὰ ὀνείδη, τὰς λοιδορίας, τὰ σκώµµατα τὰ παρὰ τῶν πολλῶν· οὐδὲν γὰρ µέγα τὰ ἐνταῦθα, οὔτε τὰ χρηστὰ οὔτε τὰ λυπηρὰ, οὐ τὰ σκώµµατα, οὐ τὰ ἐγκώµια τὰ παρὰ τῶν ἀνθρώπων· ἀλλ' ἀναµνήσθητέ µοι τῆς ἡµέρας ἐκείνης τῆς φοβερᾶς καὶ φρικώδους, ἐν ᾗ πάντα ἀνακεκαλυµµένα. Τότε γὰρ καὶ ἡµεῖς ἐν ὑµῖν καὶ ὑµεῖς ἐν ἡµῖν καλλωπισθήσεσθε, ὅταν καὶ ὑµεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, µηδὲν ἀνθρώπινονδιδάσκοντας, µηδὲ πονηρίᾳ συνεζηκότας, µηδὲ λαβήν τινα δεδωκότας, καὶ ἡµεῖς τοιούτους ἔχοντες µαθητὰς, µηδὲν ἀνθρώπινον πάσχοντας, µηδὲ σαλευοµένους, ἀλλὰ µετὰ προθυµίας πάντα ὑποδεχοµένους, καὶ µηδαµόθεν παραλογιζοµένους. Καὶ νῦν µὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι· τότε δὲ πᾶσιν. Ὥστε εἰ καὶ θλιβόµεθα νῦν, οὐ µικρὰν καὶ ταύτην ἔχοµεν παραµυθίαν· νῦν µὲν τὴν ἀπὸ τοῦ συνειδότος, τότε δὲ καὶ τὴν ἀπὸ τῆς ἐκλάµψεως αὐτῆς. Νῦν µὲν γὰρ τὸ συνειδὸς ἡµῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦµεν, ὡς καὶ ὑµεῖς ἴστε καὶ εἴσεσθε· τότε δὲ καὶ πάντες µαθήσονται ἄνθρωποι καὶ τὰ ἡµέτερα καὶ τὰ ὑµῶν, καὶ ὄψονται δι' ἀλλήλων ἡµᾶς δοξαζοµένους. Ἵνα γὰρ µὴ δόξῃ µόνος αὐτὸς εἶναι λαµπρὸς ἀπὸ τῆς καυχήσεως, καὶ αὐτοῖς δίδωσιν αἰτίαν τοῦ καυχήµατος, καὶ ἀπάγει τῶν παρόντων λυπηρῶν. Καὶ ὅπερ ἐπὶ τῆς παρακλήσεως ἐποίησεν εἰπὼν, ὅτι∆ ι' ὑµᾶς παρακαλούµεθα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ,∆ ι' ὑµᾶς καυχώµεθα λέγων, ὥσπερ καὶ ὑµεῖς δι' ἡµᾶς, πανταχοῦ κοινωνοὺς αὐτοὺς ποιῶν ἁπάντων, τῆς παρακλήσεως, τῶν παθηµάτων, τῆς σωτηρίας τῆς αὑτοῦ· καὶ γὰρ τὴν σωτηρίαν ταύτην ταῖς εὐχαῖς αὐτῶν λογίζεται· Συνυπουργούντων γὰρ ὑµῶν τῇ δεήσει, φησὶν, ἐῤῥύσατο ἡµᾶς ὁ Θεός. Οὕτω δὴ καὶ τὰ καυχήµατα κοινὰ τίθησιν. Ὥσπερ γὰρ ἐκεῖ φησιν· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθηµάτων, οὕτω καὶ τῆς παρακλήσεως· οὕτω καὶ ἐνταῦθα, Καύχηµα ὑµῶν ἐσµεν, καθάπερ καὶ ὑµεῖς ἡµῶν. Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόµην πρότερον πρὸς ὑµᾶς ἐλθεῖν. Ποίᾳ πεποιθήσει; Τῷ σφόδρα θαῤῥεῖν ὑµῖν, τῷ καυχᾶσθαι ἐφ' ὑµῖν, τῷ καύχηµα ὑµῶν εἶναι, τῷ σφόδρα ὑµᾶς ἀγαπᾷν, τῷ µηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν, τῷ πεποιθέναιὅτι πάντα πνευµατικὰ παρ' ἡµῖν, καὶ ὑµᾶς τούτων µάρτυρας ἔχειν. Ἐβουλόµην ἐλθεῖν πρὸς ὑµᾶς, καὶ δι' ὑµῶν διελθεῖν εἰς Μακεδονίαν. Καὶ µὴν τοὐναντίον ἐπηγγείλατο ἐν τῇ προτέρᾳ, οὕτω λέγων· Ἐλεύσοµαι δὲ πρὸς ὑµᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχοµαι. Πῶς οὖν ἐνταῦθα τἀναντία φησίν; Οὐ τὰ ἐναντία φησὶν, ἄπαγε· ταῦτα γὰρ ἐναντία µὲν ἔστιν οἷς ἔγραψεν, οὐκ ἐναντία δὲ οἷς ἐβούλετο.∆ ιὸ καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἔγραψα δι' ὑµῶν ἀπελθεῖν εἰς Μακεδονίαν, ἀλλ', Ἐβουλόµην. Εἰ γὰρ καὶ οὐχ οὕτως ἔγραψα, φησὶν, ἀλλ' ὅµως ἐσπούδαζον καὶ ἐβουλόµην καὶ πρὸ τοῦ ἐλθεῖν πρὸς ὑµᾶς· τοσοῦτον ἀπέσχον τοῦ βουληθῆναι ὑστερῆσαι τῆς ὑποσχέσεως, ὅτι καὶ φθάσαι αὐτὴν ἠθέλησα. Ἵνα δευτέραν χάριν ἔχητε. Τί ἐστι,∆ ευτέραν; Ἵνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραµµάτων, καὶ τὴν διὰ τῆς παρουσίας. Χάριν δὲ ἐνταῦθα τὴν χαρὰν λέγει. Καὶ δι' ὑµῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑµᾶς, καὶ ὑφ' ὑµῶν προπεµφθῆναι εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόµενος, µή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάµην; γʹ. Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκληµα τὸ ἐκ τῆς µελλήσεως καὶ τῆς ἀπουσίας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόµην ἐλθεῖν πρὸς ὑµᾶς· τίνος οὖν ἕνεκεν οὐκ ἦλθον; ἆρα ὡς κοῦφος καὶ εὐρίπιστος; τοῦτο γάρ ἐστι, Μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάµην; Οὐδαµῶς· ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύοµαι, οὐ κατὰ σάρκα βουλεύοµαι. Τί ἐστιν, Οὐ κατὰ σάρκα; Οὐ σαρκικῶς βουλεύοµαι. Ἵνα ᾖ παρ' ἐµοὶ τὸ Ναὶ ναὶ, καὶ τὸ Οὒ οὔ. Ἀλλ' ἔτι καὶ τοῦτο ἀσαφές. Τί οὖν ἐστιν ὅ φησιν; Ὁ σαρκικὸς ἄνθρωπος, τουτέστιν, ὁ τοῖς παροῦσι προσηλωµένος καὶ ἐν τούτοις διαπαντὸς ὢν, καὶ τῆς τοῦ Πνεύµατος ἐνεργείας ἐκτὸς τυγχάνων, πανταχοῦ ἀπιέναι δύναται, καὶ πλανᾶσθαι ὅπου βούλεται· ὁ δὲ ὑπηρέτης τοῦ Πνεύµατος, καὶ ὑπ' ἐκείνου ἀγόµενος καὶ περιαγόµενος, οὐ δύναται κύριος εἶναι τῆς ἑαυτοῦ γνώµης πανταχοῦ, τῆς ἐκεῖθενἐξουσίας ἐξαρτήσας αὐτήν· ἀλλὰ τοιοῦτον ὑποµένει, οἷον ἂν εἰ δοῦλος εὐδοκιµῶν, καὶ πανταχοῦ περιελκόµενος ὑπὸ τῶν δεσποτικῶν ἐπιταγµάτων, καὶ οὐκ ἔχων ἐξουσίαν ἑαυτοῦ, οὐδὲ ἀναπνεῦσαι δυνάµενος οὐδὲ µικρὸν, ἐπαγγέλλοιτό τινα τοῖς συνδούλοις, εἶτα τῷ δεσπότῃ τἀναντία δοκοῦντα, µὴ ἀνύοι τὰ ἀπηγγελµένα. Τοῦτο οὖν φησιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύοµαι, καὶ οὐκ εἰµὶ τῆς τοῦ Πνεύµατος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλοµαι. Καὶ γὰρ ὑπόκειµαι δεσποτείᾳ τῇ τοῦ Παρακλήτου καὶ ἐπιτάγµασι, καὶ ταῖς ἐκείνου ψήφοις ἄγοµαι καὶ περιάγοµαι.∆ ιὰ τοῦτο οὐκ ἠδυνήθην ἐλθεῖν· οὐ γὰρ ἔδοξεν τῷ Πνεύµατι. Ὃ καὶ ἐν ταῖς Πράξεσι πολλαχοῦ γέγονεν· ἀλλαχοῦ γὰρ προῃρηµένον ἐλθεῖν, τὸ Πνεῦµα ἀλλαχοῦ βαδίζειν ἐκέλευεν. Ὥστε οὐ τῆς ἐµῆς ἐλαφρίας, τουτέστι. κουφότητος, τὸ µὴ ἐλθεῖν, ἀλλὰ τὸ τοῦ Πνεύµατος, ὑποκείµενον ἐκείνῳ πείθεσθαι. Εἶδες πάλιν αὐτοῦ τὸ σύνηθες θεώρηµα; Ἀφ' ὧν ἐνόµιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόµενον, ἐκ τοῦ µὴ πληρῶσαι τὴν ὑπόσχεσιν, ἐκ τούτου δείκνυσι µάλιστα πνευµατικῶς βεβουλευµένον, καὶ τοὐναντίον σαρκικῶς βουλεύεσθαι. Τί οὖν, φησίν; οὐ µετὰ τοῦ Πνεύµατος ἐπηγγείλατο; Οὐδαµῶς· καὶ γὰρ καὶ ἤδη εἶπον, ὅτι οὐ πάντα προῄδει Παῦλος τὰ µέλλοντα καὶ συµφέροντα.∆ ιὰ δὴ τοῦτο ἐν µὲν τῇ προτέρᾳ φησὶν, Ἵνα ὑµεῖς µε προπέµψητε οὗ ἐὰν πορεύωµαι, δεδοικὼς αὐτὸ τοῦτο, µὴ εἰς τὴν Ἰουδαίαν εἰπὼν, ἀναγκασθῇἑτέρωθι ἀπελθεῖν· ἐνταῦθα δὲ ἐπειδὴ ἀπέτυχε, λέγει αὐτὸ, Καὶ ὑφ' ὑµῶν προπεµφθῆναι εἰς τὴν Ἰουδαίαν. Ὃ µὲν γὰρ ἦν ἀγάπης, τίθησι, τὸ ἐλθεῖν πρὸς αὐτούς· ὃ δὲ οὐδὲν πρὸς αὐτοὺς ἦν, τὸ ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν, οὐκέτι καὶ τοῦτο προστίθησι διωρισµένως. Ἐπειδὴ δὲ ἐλήλεγκται, ἐνταῦθα θαῤῥῶν λέγει λοιπὸν, ὅτι Εἰς τὴν Ἰουδαίαν. Καὶ τοῦτο δὲ συµφερόντως ἐγίνετο, ἵνα µή τις αὐτῶν µείζονα περὶ αὐτὸν τῆς ἀξίας ὑπόνοιαν ἔχῃ. Εἰ γὰρ καὶ τούτων ὄντων θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν ἀσεβείας, εἰ µὴ πολλὰ δείγµατα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο; Καὶ τί θαυµάζεις, εἰ τὰ µέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συµφέρον ἀγνοεῖ; Τὸ γὰρ, τί προσευξόµεθα, φησὶ, καθὸ δεῖ, οὐκ οἴδαµεν. Καὶ οὐ λέγει τοῦτο µόνον, ἵνα δόξῃ µετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συµφέρον ἐν εὐχαῖς ἠγνόησε. Ποῦ τοίνυν ἠγνόησεν; Ἡνίκα παρεκάλει τῶν πειρασµῶν ἀπαλλαγῆναι, λέγων· Ἐδόθη µοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα µε κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Εἶδες πῶς οὐκ ἔγνω τὰ συµφέροντα αἰτῆσαι;∆ ιὸ οὐδὲ ἔλαβε, καὶ πολλάκις αἰτήσας. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡµῶν ὁ πρὸς ὑµᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Καλῶς ἀντίθεσιν ἀνακύπτουσαν καταλύει. Εἰ γὰρ ὑποσχόµενος, φησὶ, παραγίνεσθαι ὑπερέθου, καὶ οὐκ ἔστι παρὰ σοὶ Ναὶ ναὶ, καὶ Οὒ οὒ, ἀλλὰ νῦν ἃ λέγεις ἀνατρέπεις µετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆςσῆς ἐπιδηµίας ἐποίησας· οὐαὶ ἡµῖν, µήποτε καὶ ἐν τῷ κηρύγµατι τοῦτο γέγονεν. Ἵν' οὖν µὴ ταῦτα ἐννοῶσι, µηδὲ θορυβῶνται, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡµῶν ὁ πρὸς ὑµᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Ἐν γὰρ τῷ κηρύγµατι, φησὶ, τοῦτο οὐκ ἐγένετο, ἀλλ' ἐν ταῖς ὁδοῖς καὶ ταῖς ἀποδηµίαις µόνον. Ἐν δὲ τῷ κηρύγµατι µένει βέβαια καὶ ἀκίνητα ἅπερ εἰρήκαµεν. Λόγον γὰρ ἐνταῦθα τὸ κήρυγµα καλεῖ. Εἶτα ἀπόδειξιν ἀναντίῤῥητον παρέχει τούτου, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνάγων Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ ὑπόσχεσις τῆς παρουσίας ἐµὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγγειλάµην ἐκεῖνο· τὸ δὲ κήρυγµα οὐκ ἐµὸν οὐδὲ ἀνθρώπινον, ἀλλὰ τοῦ Θεοῦ· τὰ δὲ τοῦ Θεοῦ ἀµήχανον διαψεύσασθαι· διὸ καὶ ἔφη· Πιστὸς δὲ ὁ Θεός· τουτέστιν, ἀληθής. Μὴ τοίνυν ὑποπτεύετε τὰ ἐκείνου· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον. Καὶ ἐπειδὴ εἶπε λόγον, ἐπάγει λοιπὸν δεικνὺς ποῖον λόγον φησί. δʹ. Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑµῖν δι' ἡµῶν κηρυχθεὶς, δι' ἐµοῦ καὶ Σιλουανοῦ καὶ Τιµοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.∆ ιὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς µέσον, ἀξιόπιστον κἀντεῦθεν τὴν µαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων µόνον, ἀλλὰ καὶδιὰ τῶν διδαξάντων. Καίτοι µαθηταὶ ἦσαν· ἀλλὰ µετριάζων, ἐν τάξει διδασκάλων αὐτοὺς ἀριθµεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀνέτρεψα, φησὶν, ἃ πρότερον εἶπον ἐν τῷ κηρύγµατι· οὐ νῦν µὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διελέχθην ὑµῖν· τοῦτο γὰρ οὐκέτι πίστεως, ἀλλὰ πεπλανηµένης διανοίας ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτέστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος µένει. Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀµὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡµῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγµα ὑπισχνεῖτο, καὶ αὐτοὶ τὰ πολλὰ ταῦτα ἐπηγγέλλοντο καὶ ἐκήρυττον. Καὶ γὰρ περὶ ἀναστάσεως διελέχθησαν, καὶ περὶ ἀναλήψεως, καὶ περὶ ἀφθαρσίας, καὶ περὶ τῶν µεγάλων ἐπάθλων καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας µένειν ἀκινήτους φησὶ, καὶ οὐκ ἐγένετο Ναὶ καὶ Οὒ ἐν αὐταῖς. Τουτέστιν, Οὐ ποτὲ µὲν ἀληθῆ τὰ εἰρηµένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδηµία ἡ ἐµὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Καὶ πρῶτον µὲν ὑπὲρ τῶν τῆς πίστεως δογµάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνίζεται λέγων· Ὁ λόγος µου καὶ τὸ κήρυγµά µου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν ὑποσχέσεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ µᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν µὲν ἔστι, νῦν δὲ οὐκἔστιν, ἀλλ' ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀµήν; Τὸ πάντως ἐσόµενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ πληρωθῆναι. Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι' ἡµῶν. Τί ἐστι, Πρὸς δόξαν δι' ἡµῶν; Πληροῖ αὐτὰς δι' ἡµῶν· τουτέστι, διὰ τῶν εἰς ἡµᾶς εὐεργεσιῶν πρὸς δόξαν αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡµετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος εἶναι. Καὶ πρὸς τοῦτο ἡµῶν ἡ σωτηρία συνδέδεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σωτηρία ἡµῶν ἕψεται. Ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους συνεχῶς περιστρέφει λέγων· Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡµᾶς µόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοί νυν τοῦτο ἐννοήσῃς, ὅτι δι' ἡµῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι' ἡµῶν πληροῦνται, ἀλλὰ δι' αὐτοῦ· καὶ αἱ ἐπαγγελίαι δὲ δι' αὐτοῦ· οὐ γὰρ τὰ ἡµέτερα, ἀλλὰ τὰ αὐτοῦ πρὸς ὑµᾶς εἰρήκαµεν. Ὁ δὲ βεβαιῶν ἡµᾶς, σὺν ὑµῖν εἰς Χριστὸν, καὶ χρίσας ἡµᾶς, Θεός· καὶ σφραγισάµενος, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύµατος ἐν ταῖς καρδίαις ἡµῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ µέλλοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν ἡµᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ µὴ ἐῶν ἡµᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡµᾶς, καὶ δοὺς τὸ Πνεῦµα ἐνταῖς καρδίαις ἡµῶν· πῶς τὰ µέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύµατος µετάληψιν· πῶς τὰ ἐκ τούτων οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται, πολλῷ µᾶλλον ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ µᾶλλον ἐκεῖνα φίλοις γενοµένοις χαριεῖται.∆ ιὰ τοῦτο οὐδὲ Πνεῦµα εἶπεν ἁπλῶς, ἀλλ' ἀῤῥαβῶνα ὠνόµασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς θαῤῥῇς. Οὐ γὰρ, εἰ µὴ ἔµελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ µάτην. Καὶ ὅρα εὐγνωµοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡµῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑµᾶς, οὐκ ἐν ἡµῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑµᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡµεῖς ἐσµεν οἱ στηρίζοντες ὑµᾶς· καὶ γὰρ καὶ ἡµεῖς δεόµεθα τοῦ βεβαιοῦντος. Ὥστε µηδεὶς ἐν ἡµῖν νοµιζέτω κινδυνεύεσθαι τὸ κήρυγµα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ µέλει τοῦ παντός. εʹ. Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάµενος; Τὸ Πνεῦµα δοὺς, δι' οὗ ταῦτα ἀµφότερα ἐποίησεν, ὁµοῦ προφήτας καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόµενος· ταῦτα γὰρ τὸ παλαιὸν ἐχρίετο τὰ γένη. Ἀλλ' ἡµεῖς οὐχ ἓν, ἀλλὰ τὰ τρία µεθ' ὑπεροχῆς ἔχοµεν ἀξιώµατα νῦν· καὶ γὰρ βασιλείας µέλλοµεν ἀπολαύειν, καὶ ἱερεῖς γινόµεθα προσφέροντες θυσίαν τὰ σώµατα ἡµῶν. Παραστήσατε γὰρ τὰ µέλη ὑµῶν, θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, φησί· καὶ µετὰ τούτων καὶ προφῆται καθιστάµεθα· Ἃ γὰρ ὀφθαλµὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκεκαλυµµένα ἡµῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόµεθα, ἐὰν βουληθῶµεν κρατεῖν τῶν ἀτόπων λογισµῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ µᾶλλον ἢ ὁ τὸ διάδηµα περικείµενος, ἤδη τοῦτο ποιήσω δῆλον ὑµῖν· Πολλὰ ἔχει στρατόπεδα ἐκεῖνος, ἀλλὰ καὶ ἡµεῖς τούτων πλείους ἔχοµεν λογισµούς· οὐ γὰρ ἔστιν ἀριθµῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος τῶν ἐν ἡµῖν. Οὐ πλῆθος δὲ µόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ πολλοὺς ἐν τῷ πλήθει τούτῳ τῶν λογισµῶν καὶ στρατηγοὺς καὶ ταξιάρχους καὶ λοχαγοὺς καὶ τοξόταςκαὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰ ἱµάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀµείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρµῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή µου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρµοῖς· καὶ τὸν τῆς δόξης·∆ όξῃ γὰρ καὶ τιµῇ ἐστεφάνωσας αὐτόν· καὶ[ τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡµᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κεφαλῇ. Εἶδες πολύπλοκον καὶ χαριέστερον τουτὶ τὸ διάδηµα; Πλὴν ἀλλ' ἄνωθεν αὐτὰ ἀκριβέστερον ἐξετάσωµεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ' ἐγὼ δείκνυµι µείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ µὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν δὲ περὶ τῆς ὑποταγῆς ἐξετάζειν δεῖ. Καὶ µή µοι εἰς µέσον ἀγάγῃς τοὺς ἐκπεσόντας τῆς βασιλείας, καὶ σφαγέντας ὑπ' αὐτῶν τῶν σωµατοφυλάκων. Μὴ τοίνυν τούτους εἰς µέσον ἄγωµεν, ἀλλὰ τοὺς καλῶς ἐν ἀµφοτέροις τὴν ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωµεν. Καὶ σὺ µὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρχην ἀντιτάττω πᾶσιν. Ὅτε γὰρ τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι, ἐννόησον πόσοι τότε ἐπανέστησαν αὐτῷ λογισµοί· ἀλλ' ὅµως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεµον µᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέµµατι µόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαιἐτόλµα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν ἅπαντες, καίτοι γε ὀξύτατοι ὄντες καὶ σφόδρα ἀπότοµοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχµαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάµεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισµοί. Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συµπάθεια;∆ ιὸ καὶ αἰχµῆς ἠκονηµένης µᾶλλον τέµνειν ἠδύναντο τὴν ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισµῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόµενά τε καὶ ὀρθούµενα διέπειρε τοῦδικαίου τὴν διάνοιαν. Ἐνταῦθα µὲν γὰρ καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριµύτερα ἦν τὰ τραύµατα. Ἀλλ' ὅµως τοσούτων τότε ὁπλισθέντων κατ' αὐτοῦ λογισµῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν εὐτάκτως, κοσµοῦντες µᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν µάχαιραν αὐτὸν ἐκτείνοντα, καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ µέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ' οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆµα δεῖξαι τοιοῦτον, οὕτω µεγαλοφυὲς καὶ τῶν οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον· κἂν µυρίους τιθῇς τυραννοκτόνους, οὐδένα τοιοῦτον ἐπιδείξῃς ἡµῖν. Καὶ γὰρ ἀγγέλου τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαµαὶ µετὰ τῶν ὅπλων τῶν αὐτῆς, µετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ µάχαιραν στεφάνου παντὸς λαµπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆµος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπολιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγµα. Τί τούτου λαµπρότερον; µᾶλλον δὲ τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, µὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυµπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνωναὐτῷ λαµπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν µὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουµένης, ἐν τῷ δήµῳ τῶν ἀγγέλων, τῶνἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαµπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσοµεν τὸν ἅγιον τοῦτον, εἰπέ µοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς ἀκούσωµεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰµ, Ἀβραὰµ, µὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, µηδὲ ποιήσῃς αὐτῷ µηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐµέ. Τί τοῦτο; ὁ πάντα πρὸ γενέσεως αὐτῶν εἰδὼς, νῦν ἔγνω; Καίτοι γε καὶ ἀνθρώπῳ δήλη ἦν ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγµατα τῆς περὶ τὸν Θεὸν εὐνοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν τιµὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων· ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούµενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων ἔµαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, µήτι γε ὁ Θεὸς, ὁ µὴ περιµένων ἀπὸ τῶν πραγµάτων µαθεῖν τὸ τέλος. Πῶς δὲ αὐτὸν καὶ ἐδικαίωσεν ἀγνοῶν; Ἐπίστευσε γὰρ, φησὶν, Ἀβραὰµ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ϛ ʹ. Τί οὖν ἐστι τὸ, Νῦν ἔγνων; Ὁ µὲν Σύρος φησί· Νῦν ἐγνώρισας, τουτέστι, τοῖς ἀνθρώποις. Ἐγὼ γὰρ ᾔδειν πάλαι καὶ πρὸ τῶν ἐπιταγµάτων ἁπάντων ἐκείνων.∆ ιὰ τί δὲ καὶ τοῖς ἀνθρώποις νῦν; Ἐκεῖνα γὰρ οὐχ ἱκανὰ δεῖξαι τὴν περὶ τὸν Θεὸν εὔνοιαν; Ἱκανὰ µέν· ἀλλὰ τοσούτῳ πάντως τοῦτο ἐκείνων µεῖζον, ὡς µηδὲν ἐκεῖνα πρὸς τοῦτο φαίνεσθαι. Τοῦτο τοίνυν ἐπαίρων τὸ κατόρθωµα, καὶ δεικνὺς πάντων ἀνώτερον, ταῦτα εἴρηκε. Καὶ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τοῖς ὑπερέχουσι καὶ τὰ πρῶτα νικῶσιν, οὕτως εἰώθασι λέγειν· οἷον ὅταν τις µεῖζον τῶν προτέρων λάβῃ τι παρ' αὐτοῦ δῶρον, πολλάκις λέγει· Νῦν ἔγνων ὅτι µε ἀγαπᾷ ὁ δεῖνα· οὐ τοῦτο λέγων, ὅτι τὸν ἔµπροσθεν ἠγνόει χρόνον, ἀλλὰ δη λῶσαι βουλόµενος, ὅτι πάντων µεῖζον τὸ δοθὲν νῦν. Οὕτω καὶ ὁ Θεὸς ἀνθρωπίνως διαλεγόµενος, Νῦν ἔγνων, φησὶν, οὐδὲν ἄλλο ἢ τὴν ὑπερβολὴν παραστῆσαι τοῦ ἄθλου βουλόµενος, οὐχὶ τότε µαθὼν, οὐτὸν φόβον, ἢ τὸ µέγεθος τοῦ φόβου. Καὶ γὰρ ὅταν λέγῃ,∆ εῦτε, καταβάντες ἴδωµεν, οὐ καταβάσεως δεόµενος λέγει· καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πάντα οἶδε σαφῶς· ἀλλὰ παιδεύων ἡµᾶς, µὴ ἁπλῶς ἀποφαίνεσθαι. Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ µεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὕτω καὶ ἐνταῦθα, Νῦν ἔγνων, φησὶ, τοῦτο δεικνὺς µεῖζον ἁπάντων ὂν τῶν ἔµπροσθεν. Τούτου καὶ ἀπόδειξιν αὐτοῦ παρέχεται ἐπάγων καὶ λέγων, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐµέ. Οὐκ εἶπε, Τοῦ υἱοῦ, µόνον, ἀλλὰ καὶ, Τοῦ ἀγαπητοῦ. Οὐδὲ γὰρ φύσεως µόνον, ἀλλὰ καὶ φιλοστοργίας, ἧς καὶ διὰ τὸν οἰκεῖον τρόπον, καὶ τὴν ἀρετὴν τοῦ παιδὸς πολλὴν οὖσαν ἐν αὐτῷ, κατετόλµησεν. Εἰ δὲ φαύλων παίδων οὐκ ἂν εὐκόλως καταφρονήσαιεν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ, καὶ γνήσιος, καὶ µονογενὴς, καὶ ἀγαπητὸς, καὶ Ἰσαὰκ, καὶ ὑπ' αὐτοῦ µέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴπῃ τὴν ὑπερβολὴντῆς φιλοσοφίας; Οὗτος µυρίων διαδηµάτων καὶ στεφάνων ἀπείρων ὁ ἆθλος φαιδρότερος. Τῷ µὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειµένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου µυρίαι πραγµάτων ἐπιβουλαί· τοῦτο δὲ οὐδεὶς οὐδὲ µετὰ τελευτὴν τὸ διάδηµα ἀφελέσθαι δυνήσεται τὸν περικείµενον, οὐ τῶν ἰδίων, οὐ τῶν ἀλλοτρίων. Θέα δέ µοι καὶ τὸν τιµιώτατον λίθον τοῦ διαδήµατος τούτου. Ὥσπερ γὰρ λίθος τίµιος, οὕτως αὐτὸ συνδεῖ πρὸς τῷ τέλει. Τί δὲ τοῦτό ἐστι, τὸ,∆ ι' ἐµέ; Οὐδὲ γὰρ τὸ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ ἐφείσατο, ἀλλ' ὅτι δι' αὐτόν. Ὢ δεξιᾶς µακαρίας, οἵας κατηξιώθη µαχαίρας! ὢ µαχαίρας θαυµαστῆς, ποίας κατηξιώθη δεξιᾶς! ὢ µαχαίρας θαυµαστῆς, εἰς ποίαν παρεσκευάσθηχρείαν, καὶ ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρέτησε τύπῳ! πῶς ᾑµάχθη, πῶς οὐχ ᾑµάχθη! Οὐδὲ γὰρ οἶδα τί εἴπω· οὕτω φρικτὸν τὸ µυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέῤῥης, οὐδὲ διῆλθε διὰ τοῦ λαιµοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵµατι δικαίου· µᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑµῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα, τὸ θαῦµα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ µὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῷ φάρυγγι τοῦ παιδός· ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐµπαγεῖσαν οὐκ ἀφῆκεν αἵµατι µολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰµ αὐτὴν κατεῖχε µόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ µὲν ὤθει διὰ τῆς γνώµης, ὁ δὲ Θεὸς ἀνέστελλε διὰ τῆς φωνῆς. Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατέστειλε· καὶ καθάπερ ὑπὸ στρατηγῷ ταττοµένη τῷ Θεῷ, πάντα τῷ ἐκείνου νεύµατι διεπράττετο, καὶ πάντα τῇ ἐκείνου φωνῇ διηκόνηται. Σκόπει δέ· Εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· καὶ γὰρ ἦν πάντα ἀπηρτισµένα. Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην καὶ στρατηγὸν τῇ οἰκουµένῃ, τὸν στεφανίτην τῷ θεάτρῳ τῶν ἀγγέλων, τὸν ἱερέα, τὸν βασιλέα, τὸνδιαδήµατος µᾶλλον τῇ µαχαίρᾳ στεφανούµενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς συµβολῆς νικητήν. Καὶ γὰρ ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστον ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στάσεως, ἀπὸ τῆς ῥώµης καταπλήξειε τὸν ἀντίδικον· οὕτω καὶ ὁ Θεὸς, ἀπὸ τῆς γνώµης, ἀπὸ τοῦ σχήµατος, ἀπὸ τῆς στάσεως µόνης τοῦ δικαίου τὸν κοινὸν ἁπάντων ἡµῶν ἐχθρὸν διάβολον κατέπληξεκαὶ ἐφυγάδευσε. Καὶ γὰρ οἶµαι κἀκεῖνον τότε φρίξαντα ἀναχωρῆσαι. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα; Ὅτι Θεῷ θέµις οὐκ ἦν αἵµατα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιµόνων ἡ τοιαύτη τράπεζα. Ἐνταῦθα δὲ ἀµφότερα ἐδείκνυτο, καὶ ἡ τοῦ∆ εσπότου φιλανθρωπία καὶ ἡ τοῦ δούλου εὐγνωµοσύνη. Καὶ πρότερον µὲν ἐξῆλθεν ἀπὸ τῆς γῆς· τότε δὲ ἀπὸ τῆς φύσεως αὐτῆς ἀνεχώρησε.∆ ιὸ καὶ ἔλαβε µετὰ τόκου τὸ κεφάλαιον· καὶ µάλα εἰκότως· εἵλετο γὰρ µὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώµων φανῆναι.∆ ιὰ τοῦτο οὐχὶ πατὴρ µόνον, ἀλλὰ καὶ ἱερεὺς ἐγίνετο· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς µετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὑτοῦ. Ὅταν µὲν οὖν πολέµιοι ἐπιβουλεύωσι, καὶ µέχρι τῆς πείρας πρόεισι θαυµατουργῶν· οἷον ἐπὶ τῆς καµίνου, καὶ τῶν λεόντων· ὅταν δὲ αὐτὸς ἐπιτάττῃ, µέχρι προθυµίας ἵστησι τὸ ἐπίταγµα. ζʹ. Τί γὰρ ἔλειπεν, εἰπέ µοι, τῇ ἀριστείᾳ ταύτῃ λοιπόν; µὴ γὰρ προῄδει τὸ µέλλον ὁ Ἀβραάµ; µὴ γὰρ ἐπραγµατεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει µαθεῖν, ὅτι ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, ἀπὸ τῆς µήτρας πολλῷ θαυµαστότερον τοῦτο ἔµαθε· µᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ µὴ θαύµαζε τὸν δίκαιον µόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυµάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁµοίως καὶ σὺ µεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ µοι τοῦτο εἴπῃς µόνον, ὅτι θυσιαστήριον ᾠκοδόµησε, καὶ τὰ ξύλα· ἀλλὰ ἀναµνήσθητι καὶ τῆς φωνῆς τοῦ παιδίου, καὶ λόγισαι πόσαι νιφάδες ἐπῆλθον αὐτῷ στρατοπέδων ἐκδειµατοῦσαι, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντοςὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισµοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις δόρασιν ὡπλισµένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέµνοντες. Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ καὶ µὴ πατέρες ὄντες, καὶ ἐδάκρυσαν, εἰ µὴ τὸ τέλος ᾔδεισαν· πολλοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν µόνον ἔχοντα τοιοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸνεὐθέως µέλλοντα ἀναιρεῖν; τίς ἡ σύνεσις τῶν ῥηµάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν, ὁ διάβολος, ὥστε ἐµπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο, ἀλλ' ὁ Θεὸς, ἵνα µᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν µὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συµβουλή· οὗτος δὲ οὐδὲν βλάσφηµον φθέγγεται, ἀλλὰ καὶ σφόδρα εὐσεβὲς καὶ µεµεριµνηµένον· καὶ πολλὴ ἡ χάρις ἐπήνθει τοῖς ῥήµασι, πολὺ τὸ µέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γαλήνης καὶ ἡµέρου ῥέον ψυχῆς· καὶ λιθίνην ἱκανὰ ταῦτα ἦν µαλάξαι διάνοιαν τὰ ῥήµατα. Ἀλλ' οὐ τὸν ἀδάµαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ' οὐδὲ ἔσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν µικρὸν ὕστερον οὐκ ἐσόµενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιµήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόµενος ἁπλῶς οὐδὲ πολυπραγµονῶν, ἀλλ' ἀγωνιῶν ὑπὲρ τῶν προκειµένων. Καὶ γὰρ ἐνενόει ὅτι, εἰ µὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινοµένων, οὐκ ἂν τοὺς µὲν παῖδας ἀφῆκε κάτω µένειν, αὐτὸν δὲ µόνον παρέλαβε.∆ ιὰ δὴ τοῦτο καὶ ὅτε µόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν λεγοµένων· τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερµάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; οὐχὶ ἕκαστος ὑµῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυµάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, µεθ' ἧς καὶ συµποδιζόµενοςκαὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέµενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς µαινοµένου, ἀλλὰ καὶ ἐδεσµεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, µᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων∆ εσπότης; Καὶ γὰρ ἐκείνου ἐµιµεῖτο τὴν ἐπιείκειαν, καὶ τὸν τύπον ἐφύλαττεν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀµνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ∆ εσπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος; Τουτέστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥµερα καὶ προσηνῆ, καὶ µᾶλλον τῆς σιγῆς τὰ ῥήµατα τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ µὲν κακῶς ἐλάλησα, µαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί µε δέρεις; καὶ τὴν ἐπιείκειαν µᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος τῷ πατρὶ ἀπὸ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐκεῖνος ἀπὸ τοῦ σταυροῦ διαλέγεται, Πάτερ, ἄφες αὐτοῖς, λέγων· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖνὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόµατα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος Πατέρα, καὶ τέκνον οὗτος. Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεµος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαµοῦ· ἡ γὰρ φιλοσοφία πάντων κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Εἶδες τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πόσων πολέµων ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν Ἱεροσολύµων φοβεροὶ, ὅτε ἐπῆλθον αὐτῇ πολλάκις, ὡς οἱ λογισµοὶ τούτων πάντοθεν αὐτὸν περικαθήµενοι· ἀλλ' ὅµως ἁπάντων περιεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγµα. Ὅταν γὰρ αὐτὸν ἴδῃς πῦρ ἔχοντα καὶ µάχαιραν καὶ θυσιαστηρίῳ ἐφεστῶτα, τί λοιπὸν ἀµφιβάλλεις ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ τὴν θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖδα, προσήνεγκε καὶ πρόβατον, µᾶλλον δὲ πρὸ πάντων, τὴν ἑαυτοῦ γνώµην· καὶ τῷ µὲν αἵµατι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν ἡγίασεν. Οὕτως ἐχειροτονήθη ἱερεὺς, αἵµατι µονογενοῦς, θυσίᾳ ἀµνοῦ. Καὶ γὰρ καὶ οἱ ἱερεῖς αἵµατι ἡγιάζοντο τῶν ἱερείων τῶν τῷ Θεῷ προσαγοµένων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰµ ὁ πατὴρ ὑµῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡµέραν τὴν ἐµήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς µὲν, πάσας χαµαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁµαρτήµατα κατασφάξας· ἱερεὺς δὲ, ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶµα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνοµεν αὐτῷ, φησὶ, καὶ συζήσοµεν αὐτῷ· προφήτης δὲ, τὰ µέλλοντα µανθάνων, καὶ ἔνθους γινόµενος καὶ σφραγισάµενος. Καθάπερ γὰρ στρατιώταις σφραγὶς, οὕτω καὶ τοῖς πιστοῖς τὸ Πνεῦµα ἐπιτίθεται· κἂν λειποτακτήσῃς,