Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.5
Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας µοι ἀνεῳγµένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύµατί µου, τῷ µὴ εὑρεῖν µε Τίτοντὸν ἀδελφόν µου. αʹ. Ταῦτα δοκεῖ µὲν ἀνάξια εἶναι Παύλου τὰ ῥήµατα, εἰ δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωµεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐµοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡµῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναµνησθῶµεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόµεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ ἔλεγεν ἀρχόµενος· Οὐ θέλω ὑµᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως, φησὶ, τῆς γενοµένης ἡµῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθηµεν ὑπὲρ δύναµιν· καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν µέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ µὴ εὑρεῖν Τίτον.∆ εινὸν µὲν γὰρ καὶ ἱκανὸν καταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασµοὺς ὑποµένειν· ὅταν δὲ καὶ ὁ παραµυθούµενος µὴ ᾖ, καὶ δυνάµενος τὸ φορτίον συνδιενεγκεῖν, µείζων γίνεται ὁ χειµών. Τίτος δὲ αὐτός ἐστιν, ὅν φησι προϊὼν παρ' αὐτῶν ἀφῖχθαι πρὸς αὐτὸν, καὶ περὶ οὗ πολλὰ καὶ µεγάλα διεξέρχεται ἐγκώµια, καὶ ὃν ἔφησεν ἀπεσταλκέναι.∆ εῖξαι τοίνυν βουλόµενος ὅτι καὶ ταύτῃ δι' αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι µὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρηµένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι πειράσοµαι. Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι µελλόντων ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκἔσχηκεν ἄνεσιν, τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, φησὶν, ἐπεδήµησα, ἀλλ' ὥστε κηρῦξαι. Ἀλλ' ὅµως καὶ διὰ τοῦτο ἐλθὼν, καὶ εὑρὼν ἔργον µέγιστον· Θύρας γάρ µοι ἀνεῳγµένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ µὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάµενος αὐτοῖς ἐξῆλθον; Τουτέστιν, οὐ διέτριψα πλείονα χρόνον, στενοχωρούµενος, ὀδυνώµενος. Ἴσως δὲ καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ µικρὰ καὶ τούτοις παραµυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγµένης, καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν οὐχ εὗρεν, ἀπεπήδησε ταχέως, πολλῷ µᾶλλον ὑµᾶς, φησὶ, συγγινώσκειν χρὴταῖς τῶν πραγµάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡµᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόµεθα, οὔτε ἀποδηµεῖν οὔτε ἐνδιατρίβειν οἷς ἂνἐθέλωµεν ἐπιπλέον.∆ ιὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύµατι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδηµίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡµᾶς θριαµβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσµὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι' ἡµῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ µὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέµπει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναµιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑµᾶς· οὐ µικράν µοι καὶ τοῦτο ἀθυµίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα µεγάλην, καὶ τῷ πολλοὺς ἡµαρτηκέναι παρ' ὑµῖν, καὶ τῷ διὰ τοῦτο ὑµᾶς µὴ ὁρᾷν· Φειδόµενος γὰρ ὑµῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν' οὖν µὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ µόνον οὐκ ἀλγοῦµεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίροµεν· καὶ τὸ µεῖζον, οὐ τῶν µελλόντων ἕνεκεν µόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόντων· καὶ γὰρ ἐνταῦθά ἐσµεν λαµπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχοµεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαµβον τὸ πρᾶγµα καλοῦµεν, καὶ ἐγκαλλωπιζόµεθα τοῖς γινοµένοις.∆ ιὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡµᾶς θριαµβεύοντι· τουτέστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιµίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιµῆς ἡµῖν εἶναι φαίνεται µεγίστης.∆ ιὸ οὐκ εἶπε, Τῷ καταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαµβεύοντι· δεικνὺς, ὅτι οἱ διωγµοὶ οὗτοι τρόπαια συνεχῆ κατὰ τοῦ διαβόλου πανταχοῦ τῆς γῆς ἀνιστῶσιν. Εἶτα µετὰ τοῦ θριαµβεύοντος θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀντεῦθεν τὸν ἀκροατήν. Οὐ γὰρ µόνον ὑπὸ τοῦ Θεοῦ θριαµβευόµεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγµα. Ἐπειδὰν γὰρ θριαµβεῦσαι δέῃ, ἀνάγκη πᾶσα καὶ ἡµᾶς τοὺς φέροντας τὸ τρόπαιον καταδήλους εἶναι, ἐπειδὴ αὐτὸν βαστάζοµεν.∆ ιὰ τοῦτο περίβλεπτοί ἐσµεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσµὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡµῶν ἐν παντὶ τόπῳ. βʹ. Ἄνω εἶπε, Πάντοτε θριαµβεύοντι, ἐνταῦθα, Ἐν παντὶ τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐµπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται µεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ µύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσµεν κατάδηλοι, φησί· µύρον πολύτιµον τὴν γνῶσιν λέγων. Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ', Ὀσµὴν γνώσεως. Τοιοῦτον γὰρ ἡ παροῦσα γνῶσις, οὐ σφόδρα σαφὴς, οὐδὲ ἐκκεκαλυµµένη.∆ ιὸ καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, Βλέποµεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγµατι, καὶ ἐνταῦθα ὀσµὴν τὸ τοιοῦτον µύρον καλεῖ. Ὁ δὲ τὴν ὀσµὴν εἰδὼς, ὅτι µὲν ἔστι µύρον που κείµενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν µὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡµεῖς, ὅτι µὲν ἔστι Θεὸς ἴσµεν, τί δὲ τὴν οὐσίαν, οὐκέτι. Ὥσπερ οὖν θυµιατήριόν ἐσµεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωµεν τοῦ οὐρανίου πνέοντες µύρου, καὶ τῆς πνευµατικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁµοῦ καὶ τοῦ κηρύγµατος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάµπουσι µᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαντὴν οἰκουµένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασµῶν, ὥστε πάνταφέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. Ὅτι Χριστοῦ εὐωδία ἐσµὲν τῷ Θεῷ ἐν τοῖς σωζοµένοις, καὶ ἐν τοῖς ἀπολλυµένοις. Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον µένει. Καὶ καθάπερ τὸ φῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ µέλι κἂν πικρὸν ᾖ τοῖς νοσοῦσι, γλυκὺ τὴν φύσιν ἐστιν· οὕτω καὶ τὸ εὐαγγέλιον εὐῶδές ἐστι, κἂν ἀπολλύωνταί τινες ἀπιστοῦντες. Οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωµοσύνης. Καὶ ταύτῃ δὲ µάλιστα ἡ εὐωδία αὐτοῦ φαίνεται, ᾗ οἱ διεφθαρµένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο µάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασίν ἐστιν, ἀλλ' ὅµως µένει Σωτὴρ ὢν, καὶ µυρίων πιπτόντων· καὶ ἡ παρουσία αὐτοῦ µειζόνως ἐκόλασε τοὺς µὴ πειθοµένους, ἀλλ' ὅµως µένει σωτήριος οὖσα.∆ ιὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσµέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡµεῖς µένοµεν τοῦτο ὄντες ὅπερ ἐσµέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ Θεῷ εὐωδία ὦµεν, κἀκεῖνος ταῦτα ψηφίζηται, τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν µοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσµέν· ὡς ἂν εἴποι τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυµίαµα. Ἢ τοῦτο οὖν ἐµφαίνει τῆς εὐωδίας τὸ ὄνοµα· ἢ, ὅπερ ἔφθην εἰπὼν, ὅτι καθ' ἡµέραν θύονται διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασµοὺς ἀνήγαγε, θρίαµβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ Θεῷ προσαγοµένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσµὲν, καὶ ἐν τοῖς ἀπολλυµένοις, ἵνα µὴ νοµίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε· Τοῖς µὲν ὀσµὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσµὴ ζωῆς εἰς ζωήν. Τὴν γὰρ εὐωδίαν ταύτην οἱ µὲν οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ' αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ µύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν, τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοιαύτη τῶν ἀγαθῶν ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται µόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ µάλιστα διαδείκνυται αὐτῶν ἡ δύναµις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ µόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, µάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶταύτῃ φαίνεται πῦρ· καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν µεγαλωσύνην αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύµατι τοῦ στόµατος αὐτοῦ, καὶ καταργήσῃ τῇἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ µεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσµὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαµβευόµεθα πανταχοῦ, πάλιν µετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· οὐδὲν ἡµέτερον. Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόµενον; Οἱ µὲν γὰρ καυχῶνται ὡς παρ' ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγµα, οὗτος δὲ διὰ τοῦτό φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ φησιν εἶναι· Ἡ γὰρ καύχησις ἡµῶν αὕτη ἐστὶ, τὸ µαρτύριον τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφηµεν ἐν τῷ κόσµῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόµιζον ἐκεῖνοι εἶναι καύχηµα, τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ µὴ ἱκανοὶ, χάριτος τὸ γινόµενον. Οὐ γάρ ἐσµεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. γʹ. Εἰ γὰρ καὶ µεγάλα φθεγγόµεθα, ἀλλ' οὐδὲν ἡµέτερον ἔφαµεν εἶναι κατόρθωµα, ἀλλὰ τὰ πάντα τοῦ Χριστοῦ· οὐδὲ γὰρ µιµησόµεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὑτῶν εἶναι λέγοντας. Τοῦτο γάρ ἐστι καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, ὅταν τις χρηµάτων πωλῇ, ὅπερ δωρεὰν ἔδει δοῦναι. Ἐνταῦθα γὰρ καὶ εἰς χρήµατα αὐτοὺς σκώπτειν µοι δοκεῖ, καὶ ὅπερ εἶπον αἰνίττεσθαι πάλιν, οἷον, ὅτι τὰ αὑτῶν ἀναµιγνύουσι τοῖς θείοις· ὅπερ καὶ Ἡσαΐας ἐγκαλῶν ἔλεγεν, Οἱ κάπηλοί σου µίσγουσι τὸν οἶνον ὕδατι. Εἰ γὰρ καὶ περὶ οἴνου τοῦτο εἴρηται, οὐκ ἄν τις ἁµάρτοι καὶ εἰς διδασκαλίαν αὐτὸ ἐκλαµβάνων. Ἀλλ' οὐχ ἡµεῖς, φησὶν, οὕτως· ἀλλ' οἷα ἐπιστεύθηµεν, τοιαῦτα παρέχοµεν, ἄκρατον κιρνῶντες τὸν λόγον· διὸ ἐπήγαγεν· Ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ, κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦµεν. Οὐκ ἀπατῶντες ὑµᾶς, φησὶν, οὕτω κηρύττοµεν, οἷον ὡς χαριζόµενοι ὑµῖν, ἢ παρ' ἑαυτῶν τι εἰσφέροντες καὶ ἀναµιγνύντες, ἀλλ' Ὡς ἐκ Θεοῦ· τουτέστιν, Οὐ λέγοµεν ὅτι οἴκοθέν τι χαριζόµεθα, ἀλλ' ὅτι πάντα ὁ Θεὸς ἔδωκε· τοῦτο γάρ ἐστι τὸ, Ἐκ Θεοῦ· τὸ µηδὲν καυχᾶσθαι ὡς ἴδιον ἔχοντας, ἀλλὰ πάντα εἰς αὐτὸν ἀναφέρειν. Ἐν Χριστῷ λαλοῦµεν· οὐδὲν τῇ ἡµετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ' ἐκείνου δυνάµει ἐνηχούµενοι. Οἱ δὲ καυχώµενοι, οὐχ οὕτως, ἀλλ' ὡς παρ' ἑαυτῶν τι εἰσφέροντες.∆ ιὸ καὶ ἀλλαχοῦ αὐτοὺς κωµῳδεῖ λέγων, Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς µὴ λαβών; Αὕτη µεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέναι, τὸ µηδὲν οἰκεῖον εἶναι νοµίζειν, τὸ µηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δοκοῦν· οὗτος γάρ ἐστιν ὁ τὰς εὐθύνας ἀπαιτῶν. Νῦν δὲ ἡ τάξις ἀντέστραπται· καὶ τὸν µὲν ἐπὶ τοῦ βήµατος καθιούµενον, καὶ τὰς εὐθύνας ἀπαιτήσοντα οὐ σφόδρα δεδοίκαµεν, τοὺς δὲ µεθ' ἡµῶν ἑστῶτας καὶ κρινοµένους φρίττοµεν. Πόθεν οὖν ἡ νόσος αὕτη; πόθεν εἰς τὰς ἡµετέρας κατέσκηψε ψυχάς; Ἀπὸ τοῦ µὴ διηνεκῶς τὰ ἐκεῖ λογίζεσθαι, ἀλλὰ τοῖς παροῦσι προσηλῶσθαι. Ἐντεῦθεν καὶ ἐν ταῖς πονηραῖς πράξεσι εὐκόλως πίπτοµεν· κἂν ἀγαθόν τι πράξωµεν, πρὸς ἐπίδειξιν ποιοῦµεν, ὥστε κἀντεῦθεν ἡµῖν γίνεσθαι τὴν ζηµίαν. Εἶδε γοῦν τις ἀκολάστοις ὀφθαλµοῖς τινα πολλάκις, καὶ ἔλαθε καὶ τὴν ὀφθεῖσαν καὶ τοὺς συµβαδίζοντας· ἀλλὰ τὸν ἀκοίµητον οὐκ ἔλαθεν ὀφθαλµόν. Ἐκεῖνος γὰρ καὶ πρὶν ἢ τὴν ἁµαρτίαν ἐργάσασθαι, εἶδε τὴν ψυχὴν τὴν ἀκόλαστον, καὶ τὴν µανίαν τὴν ἔνδον, καὶ τοὺς λογισµοὺς τοὺς στρεφο µένουςἐν ζάλῃ καὶ κλύδωνι. Οὐδὲ γὰρ δεῖται µαρτύρων καὶ τεκµηρίων ὁ πάντα εἰδώς. Μὴ τοίνυν πρὸς τοὺς συνδούλους ὅρα· κἂν γὰρ ἐπαινέσῃ ἄνθρωπος, οὐδὲν ὄφελος, ὅταν ὁ Θεὸς µὴ ἀποδέξηται· κἂν καταγνῷ ἄνθρωπος, οὐδὲν βλάβος, ὅταν ὁ Θεὸς µὴ καταγνῷ. Μὴ δὴ ταύτῃ παρόξυνε τὸν δικαστὴν, τῶν µὲν συνδούλων πολὺν ποιούµενος λόγον, αὐτοῦ δὲ ἀγανακτοῦντος οὐ δεδοικὼς καὶ τρέµων. Καταφρονήσωµεν τοίνυν τοῦ παρ' ἀνθρώπων ἐπαίνου. Μέχρι πότε εὐτελεῖς καὶ χαµαίζηλοι; µέχρι πότε, τοῦ Θεοῦ πρὸς τὸν οὐρανὸν ἡµᾶς αἴροντος, αὐτοὶ χαµαὶ σύρεσθαι ἐσπουδάκαµεν; Οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, εἰ τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλµῶν εἶχον, ὡς ἔχειν δεῖ, οὐκ ἂν ἐπ' ἐρηµίας τὸν ἀδελφὸν λαβόντες ἀπέκτειναν. Ὁ Κάϊν πάλιν εἰ τὴν ψῆφον ἐκείνου ἐδεδοίκει, ὡς δεδοικέναι ἔδει, οὐκ ἂν εἶπε,∆ εῦρο, καὶ ἐξέλθωµεν εἰς τὸ πεδίον. Τί γὰρ, ὦ δειλὲ καὶ ταλαίπωρε, χωρίζεις αὐτὸν τοῦ γεγεννηκότος καὶ εἰς ἐρηµίαν ἐξάγεις; µὴ γὰρ ὁ Θεὸς οὐχ ὁρᾷ καὶ ἐν τῷ πεδίῳ τὸ τόλµηµα; ἀπὸ τῶν τῷ πατρί σου συµβεβηκότων οὐκ ἐπαιδεύθης, ὅτι πάντα οἶδε, καὶ πᾶσι πάρεστι τοῖς γινοµένοις; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε τοῦτο πρὸς αὐτὸν ὁ Θεὸς ἀρνούµενον· Ἐµὲ κρύπτεις τὸν πανταχοῦ παρόντα, καὶ τὰ ἀπόῤῥητα ἐπιστάµενον; Ὅτι οὔπω ταῦτα φιλοσοφεῖν ἐκεῖνος ᾔδει καλῶς. Ἀλλὰ τί φησι; Φωνὴ αἵµατος τοῦ ἀδελφοῦ σου βοᾷ πρός µε· οὐχ ὡς τοῦ αἵµατος φωνὴν ἔχοντος, ἀλλ' ὅπερ ἡµεῖς λέγοµεν, ὅτι τὸ πρᾶγµα βοᾷ, ἐπὶ τῶν δήλων καὶ σαφῶν.∆ ιὸ δὴ τὴν ψῆφον τοῦ Θεοῦ πρὸ ὀφθαλµῶν ἔχειν δεῖ, καὶ πάντα σβέννυται τὰ δεινά. Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάµεθα, ἂν ἐννοήσωµεν τίνι διαλεγόµεθα, ἂν ἀναλογισώµεθα ὅτι θυσίαν προσάγοµεν, καὶ µάχαιραν µετὰ χεῖρας ἔχοµεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωµεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισµῷ, ἂν µεταστῶµεν ἐκεῖ, καὶ λαβόντες τὴν µάχαιραν τοῦ Πνεύµατος ἐµπήξωµεν εἰς τὸντοῦ ἱερείου λαιµὸν, καὶ καταθύσωµεν αὐτῷ νῆψιν, καὶ ἐκχέωµεν αὐτῷ δάκρυα. Τοιοῦτον γὰρ τὸ αἷµα τοῦ ἱερείου τούτου· τοιαύτῃ τὸ θυσιαστήριον ἐκεῖνο φοινίσσεται σφαγῇ. Μηδὲν τοίνυν ἀφῇς τῶν ἀνθρωπίνων λογισµῶν κατέχειν σου τὴν ψυχὴν τότε. δʹ. Ἐννόησον ὅτι καὶ ὁ Ἀβραὰµ θυσίαν ἀνάγων, οὐ γυναῖκα, οὐ δοῦλον, οὐκ ἄλλον τινὰ ἀφῆκε παρεῖναι. Μὴ τοίνυν µηδὲ σὺ τῶν δουλικῶν καὶ ἀνελευθέρων παθῶν ἀφῇς τινά σοι παρεῖναι· ἀλλ' ἀνάβηθι µόνος εἰς τὸ ὄρος, ἔνθα ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέµις οὐδένα ἕτερον. Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς τῶν τοιούτων ἐννοιῶν, ἐπίταξον αὐταῖς µετ' ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίονπροσκυνήσαντες ὑποστρέψοµεν· καὶ τὴν ὄνον καὶ τοὺς παῖδας ἀφεὶς κάτω, καὶ εἴ τι ἄλογον καὶ ἀνόητον· εἴ τι λογικὸν, λαβὼν ἀνάβηθι, ὥσπερ ἐκεῖνος τὸν Ἰσαάκ. Καὶ τὸ θυσιαστήριον οἰκοδόµησον οὕτως ὡς ἐκεῖνος, ὡς µηδὲν ἔχων ἀνθρώπινον, ἀλλ' ἔξω τῆς φύσεως γενόµενος· ἐπεὶ καὶ ἐκεῖνος, εἰ µὴ ἔξω τῆς φύσεως ἦν, οὐκ ἂν τὸν παῖδα κατέσφαξε. Καὶ µηδὲν ἐνοχλείτω σοι τότε, ἀλλ' αὐτῶν γίνου τῶν οὐρανῶν ὑψηλότερος· στέναξον πικρὸν, κατάθυσον ἐξοµολόγησιν· Λέγε γὰρ σὺ τὰς ἀνοµίας σου πρῶτος, φησὶν, ἵνα δικαιωθῇς· κατάθυσον συντριβὴν καρδίας. Ταῦτα τὰ ἱερεῖα οὐκ εἰς τέφραν τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαλύεται, οὐδὲ ξύλων δεῖται καὶ πυρὸς, ἀλλὰ κατανενυγµένης διανοίας µόνης· τοῦτο ξύλα, τοῦτο πῦρ καῖον αὐτὰ, καὶ οὐ κατακαῖον. Ὁ γὰρ µετὰ θερµότητος εὐχόµενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ' ὥσπερ χρυσίον πυρὶ βασανιζόµενον, λαµπρότερος γίνεται. Μετὰ δὲ τούτων κἀκεῖνο φυλάττου, τὸ µηδὲν εἰπεῖν εὐχόµενος τῶν παροξυνόντων σου τὸν∆ εσπότην, µηδὲ κατ' ἐχθρῶν προσέλθῃς. Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν.∆ έον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κακηγορεῖς. Καὶ ποίας τεύξῃ συγγνώµης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ; Καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁµαρτηµάτων δεόµενος· µὴ τοίνυν µνηµονεύσῃς τῶν ἀλλοτρίων, ἵνα µὴ τῶν ἰδίων ἀναµνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόµα· οὐκέτι γὰρ παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον µὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιµίων εὐθέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήµατι τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁµαρτηµάτων προσεύχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον µὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα τοῦτο καὶ ὑπὲρ ἑαυτῶν µετὰ παῤῥησίας παρακαλέσωµεν. Νυνὶ δὲ προκατέλαβες τοῦ δικαστοῦ τὴν ψῆφον διὰ τῆς σῆς, ἀξιῶν τοὺς ἁµαρτάνοντας κολάζειν· ὃ καὶ συγγνώµης ἀποστερεῖ πάσης. Ἂν δὲ ὑπὲρ αὐτῶν εὔξῃ, κἂν µηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόµῳ· θυσία αἰνέσεως, θυσία ἐξοµολογήσεως, θυσία σωτηρίου, θυσία καθαρµῶν, καὶ ἕτεραι µυρίαι, καὶ οὐδεµία κατ' ἐχθρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείωνἁµαρτηµάτων ἑκάστη, ἢ καὶ κατορθωµάτων. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; Ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑµῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν τὸν οἰκεῖον λῦσαι νόµον; Οὐκ ἔστι τοῦτο ἱκέτου σχῆµα· οὐδεὶς ἱκετεύει ἵνα ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆµα µὲν ἱκέτου περίκεισαι, ῥήµατα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν µὲν ὑπὲρ ἑαυτῶν εὐχώµεθα, καὶ κνώµεθα καὶ χασµώµεθα, καὶ εἰς µυρίους ἐµπίπτοµεν λογισµούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦµεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦµεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα µειζόνως ἡµῖν λυµήνηται. Ἀλλὰ ἠδίκηµαι, φησὶ, καὶ θλίβοµαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ µάλιστα πάντων ἀδικοῦντος ἡµᾶς. Τοῦτο καὶ ἐπετάγης λέγειν, Ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐκεῖνός ἐστιν ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Ἐκείνῳ τοίνυν πάντες ὀργι ζώµεθα, κατ' αὐτοῦ παρακαλῶµεν τὸν Θεὸν λέγοντες, Σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡµῶν. Οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς. Ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν, ἣν ἐκεῖνος βούλεται, εὔχῃ· ὥσπερ οὖν ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Τί τοίνυν τὸν ὄντως ἐχθρὸν ἀφεὶς, τὰ µέλη δάκνεις τὰ σὰ, θηρίων χαλεπώτερος ταύτῃ γινόµενος; Ἀλλ' ὕβρισε, φησὶ, καὶ χρήµατα ἀπεστέρησε. Καὶ τίνα δεῖ πενθεῖν, τὸν παθόντα κακῶς, ἢ τὸν ποιήσαντα κακῶς; Ὅτι χρήµατα κερδάνας, τῆς εὐνοίας ἑαυτὸν ἐξέβαλε τοῦ Θεοῦ, καὶ µείζονα ἀπώλεσεν ἢ ἔλαβεν· ὥστε ἐκεῖνός ἐστιν ὁ ἠδικηµένος. Οὐκοῦν οὐχὶ κατεύχεσθαι δεῖ, ἀλλ' ὑπερεύχεσθαι αὐτοῦ, ἵνα ὁ Θεὸς ἵλεως αὐτῷ γένηται. εʹ. Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν· ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχµαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔµελλονδιὰ τὸ ὄναρ εἰκῆ καὶ µάτην. Τί οὖν εἰσελθόντες µετὰ τοῦ∆ ανιὴλ, τί ηὔξαντο; τί δὲ εἶπον; Κατάῤῥαξον τὸν Ναβουχοδονόσορ· κατάσπασον αὐτοῦ τὸ διάδηµα· κατάβαλε αὐτὸν ἀπὸ τοῦ θρόνου; Οὐδὲν τοιοῦτον· ἀλλ' ἐξῄτουν οἰκτιρµοὺς παρὰ τοῦ Θεοῦ. Καὶ ὅτε ἐν τῇ καµίνῳ ἦσαν, ὁµοίως. Ἀλλ' οὐχ ὑµεῖς, ἀλλὰ πολλῷ ἐλάττονα ἐκείνων πάσχοντες, καὶ δικαίως πολλάκις, οὐ παύεσθε ἀρώµενοι µυρία· καὶ ὁ µέν φησι, Κατάβαλε τὸν ἐχθρὸν, ὡς κατεπόντισας τὸ ἅρµα τοῦ Φαραώ· ὁ δὲ, Πλῆξον αὐτοῦ τὴν σάρκα· ἕτερος πάλιν, Ἀπόδος εἰς τὰ τέκνα. Ἦ οὐκ ἐπιγινώσκετε ταυτὶ τὰ ῥήµατα; Πόθεν οὖν ὑµῖν ὁ γέλως οὗτος; Ὁρᾷς πῶς ἐστι καταγέλαστα, ὅταν χωρὶς πάθους λέγηται; Καὶ πᾶσα δὲ ἁµαρτία τότε δείκνυται πῶς ἐστιν αἰσχρὰ, ὅταν αὐτὴν γυµνώσῃς τῆς διαθέσεως τοῦ τολµῶντος, Ἂν τὸν ὀργισθέντα ὑποµνήσῃς τῶν ῥηµάτων, ὧν εἶπεν ἐν τῷ θυµῷ, καταδύσεται, καὶ καταγελάσεται ἑαυτοῦ, καὶ βουλήσεται µυρία πεπονθέναι, ἢ ἐκεῖνα αὐτοῦ εἶναι τὰ ῥήµατα· κἂν τὸν ἀκόλαστον ἀγάγῃς µετὰ τὴν µίξιν πρὸς τὴν πορνευοµένην γυναῖκα, καὶ οὗτος ταύτην ἀποστραφήσεται ὡς µυσαράν. Οὕτω καὶ ὑµεῖς οἱ µὴ ὄντες ἐν τῷ πάθει, καταγελᾶτε νῦν· καταγέλαστα γὰρ, καὶ γραϊδίων τὰ ῥήµατα ταῦτα µεθυόντων, καὶ γυναικώδους µικροψυχίας. Καὶ ὁ Ἰωσὴφ δὲ πραθεὶς καὶ δοῦλος γενόµενος καὶ δεσµωτήριον οἰκήσας, οὐδ' οὕτως ἐξέβαλε ῥῆµα πικρὸν κατὰ τῶν λελυπηκότων· ἀλλὰ τί φησι; Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐ προστίθησιν ὑπὸ τίνος· αἰσχύνεται γὰρ ὑπὲρ τῶν ἀδελφικῶν κακῶν µᾶλλον ἐκείνων τῶν ποιησάντων αὐτά. Οὕτω καὶ ἡµᾶς διακεῖσθαι χρὴ, µᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐτῶν· ἡ βλάβη γὰρ εἰς ἐκείνους διαβαίνει. Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ µέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς µανίας ἕνεκα ταύτης εἰσίν· οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας αὐτοῖς κακὸν, ἅτε τὰς ἑαυτῶν πλήττοντες ψυχὰς, πολλῶν ὀδυρµῶν ἄξιοι καὶ θρήνων, οὐκ ἀρῶν. Οὐδὲν γὰρ µιαρώτερον ψυχῆς ἀρωµένης, οὐδὲ γλώττης ἀκαθαρτότερον τοιαῦτα θυούσης. Ἄνθρωπος εἶ, µὴ ἀσπίδων ἰὸν ἐµέσῃς· ἄνθρωπος εἶ, µὴ γένῃ θηρίον.∆ ιὰ τοῦτό σοι στόµα γέγονεν, οὐχ ἵνα δάκνῃς, ἀλλ' ἵνα θεραπεύῃς τὰ ἑτέρων τραύµατα. Ἀναµνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν καὶ ἀφιέναι. Σὺ δὲ καὶ ἐµὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐµῶν προσταγµάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπεροἱ µαινόµενοι ἀπὸ τῶν οἰκείων µελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διά βολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ µισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Εἰ γὰρ µυστηρίοις οὐ χρὴ προσιέναι ἐχθροὺς ἔχοντα· τὸν οὐκ ἔχοντα µόνον, ἀλλὰ καὶ κατευχόµενον, πῶς οὐχὶ καὶ τῶν περιβόλων αὐτῶν ἀπείργεσθαι δεῖ; Ταῦτ' οὖν ἐννοοῦντες, καὶ τῆς θυσίας τὴν ὑπόθεσιν εἰδότες, ὅτι ὑπὲρ ἐχθρῶν ἐτύθη, µήτε ἐχθρὸν ἔχωµεν, κἂν ἔχωµεν, ὑπερευχώµεθα· ἵνα καὶ ἡµεῖς τῶν ἡµαρτηµένων ἡµῖν λαβόντες συγχώρησιν, µετὰ παῤῥησίας τῷ βήµατι τοῦ Χριστοῦ παραστῶµεν· ᾧ ἡ δόξα, κράτος, τιµὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note