Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.6
Ἀρχόµεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ µὴ χρῄζοµεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑµᾶς, ἢ ἐξ ὑµῶν; αʹ. Ὅπερ ἔµελλεν αὐτῷ παρ' ἑτέρων ἀνθυποφέρεσθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς τέθεικε· καίτοι τοσαύτῃ ἐπιδιορθώσει χρησάµενος ἔµπροσθεν, καὶ εἰπὼν, Πρὸς ταῦτα τίς ἱκανός; καὶ, ὅτι Ἐξ εἰλικρινείας λαλοῦµεν· ἀλλ' ὅµως οὐκ ἀρκεῖται ἐκείνοις. Τοιοῦτον γὰρ αὐτοῦ τὸ ἦθος· τοῦ δοκεῖν περὶ ἑαυτοῦ µέγα τι λέγειν πόῤῥω καθέστηκε, καὶ µετὰ πολλῆς τῆς περιουσίας αὐτὸ φεύγει καὶ ὑπερβολῆς. Σὺ δέ µοι κἀντεῦθεν σκόπει τὴν περιουσίαν αὐτοῦ τῆς σοφίας. Πρᾶγµα γὰρ δοκοῦν εἶναι σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαµπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶνεἰρηµένων ἀνακύψαι. Ποιεῖ δὲ αὐτὸ καὶ πρὸς τῷ τέλει. Μετὰ γὰρ τὸ µυρίους ἀριθµῆσαι κινδύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ ὅσα τοιαῦτα, ἐπήγαγε λέγων, Οὐχ ἑαυτοὺς συνιστάνοµεν, ἀλλ' ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος. Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ µετὰ πλείονος παραµυθίας. Ἐνταῦθα µὲν γὰρ ἀγάπης ἐστὶ τὰ ῥήµατα, Εἰ µὴ χρῄζοµεν ὥς τινες συστατικῶν ἐπιστολῶν; ἐκεῖ δὲ γέµει τινὸς τοῦ φρονήµατος τὰ λεγόµενα ἀναγκαίως καὶ χρησίµως καὶ θυµοῦ. Οὐ γὰρ πάλιν, φησὶν, ἑαυτοὺς συνιστάνοµεν, ἀλλ' ἀφορµὴν διδόντες ὑµῖν καυχήµατος· καὶ, Πάλιν δοκεῖτε, ὅτι ὑµῖν ἀπολογούµεθα; Ὅτι κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦµεν. Φοβοῦµαι γὰρ µή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑµᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑµῖν οἶον οὐ θέλετε. Ἵνα γὰρ µὴ δόξῃ κολακείας δόξαν λαµβάνειν, ὡς ἐφιέµενος τῆς παρ' αὐτῶν τιµῆς, ταῦτά φησι, Φοβοῦµαι µή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑµᾶς, κἀγὼ εὑρεθῶ ὑµῖν, οἷον οὐ θέλετε. Ἀλλὰ ταῦτα µὲν µετὰ κατηγορίας πολλῆς· ἐν ἀρχῇ δὲ οὐχ οὕτως, ἀλλ' ἡµερώτερον. Τί δέ ἐστιν ὅ φησιν; Εἶπε περὶ τῶν πειρασµῶν καὶ τῶν κινδύνων, καὶ ὅτι πανταχοῦ ποµπεύεται παρὰ τοῦ Θεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουµένη πᾶσα τοὺς θριάµβουςοἶδε τούτους. Ἐπεὶ οὖν µεγάλα περὶ αὑτοῦ ἐφθέγξατο, ἀνθυποφέρει ἑαυτῷ λέγων· Ἀρχόµεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἴσως τις ἡµῖν ἀντερεῖ, Τί τοῦτο, ὦ Παῦλε; ταῦτα περὶ σεαυτοῦ λέγεις, καὶ σαυτὸν ἐπαίρεις; Ταύτην οὖν λύων τὴν ὑπόνοιαν, φησὶν, ὅτι Οὐ τοῦτο βουλόµεθα, οἷον κοµπάζειν καὶ ἑαυτοὺς ἐπαίρειν· ἀλλὰ τοσοῦτον ἀπέχοµεν τοῦ δεηθῆναι πρὸς ὑµᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑµᾶς ἀντὶ ἐπιστολῆς ἔχειν. Ἡ γὰρ ἐπιστολὴ ἡµῶν ὑµεῖς ἐστε, φησί. Τί ἐστιν, Ὑµεῖς ἐστε; Εἰ ἔδει πρὸς ἑτέρους ἡµᾶς συσταθῆναι, ὑµᾶς ἂν παρηγάγοµεν εἰς µέσον ἀντ' ἐπιστολῆς· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγεν· Ἡ γὰρ σφραγὶς τῆς ἐµῆς ἀποστολῆς ὑµεῖς ἐστε. Ἀλλ' οὕτω µὲν ἐνταῦθα οὐ λέγει, µετ' εἰρωνείας δὲ, ὥστε πληκτικώτερον ποιῆσαι τὸν λόγον· Εἰ µὴ χρῄζοµεν συστατικῶν ἐπιστολῶν; Καὶ αἰνιττόµενος τοὺς ψευδαποστόλους, ἐπήγαγεν· Ὥς τινες, πρὸς ὑµᾶς, ἢ ἐξ ὑµῶν συστατικῶν ἐπιστολῶν, πρὸς ἄλλους. Εἶτα, ἐπειδὴ βαρὺ ἦν τὸ εἰρηµένον, παραµυθεῖται αὐτὸ ἐπάγων καὶ λέγων· Ἡ ἐπιστολὴ ἡµῶν ὑµεῖς ἐστε, ἐγγεγραµµένη ἐν ταῖς καρδίαις ἡµῶν, γινωσκοµένη ὑπὸ πάντων· φανερούµενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Ἐνταῦθα οὐ µόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώµατα µαρτυρεῖ, εἴ γε ἱκανοί εἰσι δεῖξαι πᾶσιν ἀνθρώποις διὰ τῆς οἰκείας ἀρετῆς τοῦ διδασκάλουτὸ ἀξίωµα. Τοῦτο γάρ ἐστιν, Ἡ ἐπιστολὴ ἡµῶν ὑµεῖς ἐστε. Ὅπερ ἂν ἐποίησε τὰ γράµµατα συνιστῶντα ἡµᾶς καὶ αἰδεσίµους ποιοῦντα, τοῦτο ὑµεῖς ποιεῖτε, καὶ ὁρώµενοι καὶ ἀκουόµενοι. Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσµεῖν καὶ συνιστᾷν πάσης µᾶλλον ἐπιστολῆς. Ἐγγεγραµµένη ἐν ταῖς καρδίαις ἡµῶν. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑµᾶς πανταχοῦ περιφέροµεν, καὶ ἐν νῷ ἔχοµεν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ σύστασις ἡµῶν πρὸς ἑτέρους ὑµεῖς ἐστε· καὶ γὰρ ἔχοµεν ὑµᾶς ἐν τῇ καρδίᾳ διηνεκῶς, καὶ πρὸς ἅπαντας τὰ ὑµέτερα ἀνακηρύττοµεν κατορθώµατα. Οὐ τοίνυν τῷ καὶ πρὸς ἑτέρους ὑµᾶς εἶναι σύστασιν ἡµῶν, δεόµεθα ἐπιστο λῶν παρ' ὑµῶν· ἀλλὰ καὶ τῷ σφόδρα φιλεῖν ὑµᾶς, οὐ δεόµεθα πρὸς ὑµᾶς συστάσεως· πρὸς γὰρ τοὺς ἀγνῶτάς τις δεῖται γραµµάτων· ὑµεῖς δὲ ἐν τῇ διανοίᾳ ἡµῶν ἐστε. Καὶ οὐκ εἶπεν, Ἐστὲ, ἁπλῶς, ἀλλὰ, Ἐγγεγραµµένη· τουτέστιν, οὐδὲ ἀποπεσεῖν δύνασθε. Ὥσπερ γὰρ ἀπὸ γραµµάτων ἀναγινώσκοντες, οὕτως ἀπὸ τῆς καρδίας ἡµῶν γινώσκοντες ἴσασι πάντες τὴν ἀγάπην ἡµῶν, ἣν ἔχοµεν περὶ ὑµᾶς. βʹ. Εἰ τοίνυν τὰ γράµµατα διὰ τοῦτό ἐστιν, ἵνα δηλώσῃ ὅτι ὁ δεῖνά µοι φίλος, καὶ ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑµετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑµᾶς ἴωµεν, οὐ δεόµεθα ἑτέρων τῶν συνιστώντων ἡµᾶς, τῆς φιλίας ὑµῶν προλαµβανούσης· ἄν τε πρὸς ἑτέρους, οὐ χρῄζοµεν πάλιν γραµµάτων, τῆς αὐτῆς ἀγάπης ἀντὶ τούτων ἀρκούσης ἡµῖν πάλιν· περιφέροµεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡµῶν. Εἶτα ἐπὶ µεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούµενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Καὶ τοῦτο εἰπὼν, λαµβάνει λοιπὸν ὑπόθεσιν καὶ ἀρχὴν ἐντεῦθεν ἐξετάσαι τὰ τοῦ νόµου. Καὶ ἄλλως δὲ αὐτοὺς ἐνταῦθά φησιν εἶναι ἐπιστολήν· ἀνωτέρω µὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν Χριστοῦ, ὡς ἔχοντας τὸν νόµον ἐγγεγραµµένον τοῦ Θεοῦ. Ἃ γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑµῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑµῶν. Ἡµεῖς δὲ παρεσκευάσαµεν ὑµᾶς, ὥστε δέξασθαι τὰ γράµµατα. Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡµεῖς τὰς ὑµετέρας ψυχάς· διό φησι,∆ ιακονηθεῖσα ὑφ' ἡµῶν. Ἀλλ' ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύµατος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραµµένη, οὐ µέλανι, ἀλλὰ Πνεύµατι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ὅσον δὲ τὸ µέσον Πνεύµατος καὶ µέλανος, καὶ λιθίνης πλακὸς καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων κἀκείνων· οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκείνοις.∆ ιά τοι τοῦτο, ἐπεὶ µέγα ἐφθέγξατο, ταχέως ἐπιλαµβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχοµεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν ὅλον ἀνατίθησι τῷ Θεῷ· τούτων γὰρ ἡµῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσµεν ἀφ' ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ µεθ' ὑπερβολῆς τὴν ἀρετὴν ταύτην µάλιστα κέκτηται, τὴν ταπεινοφροσύνην λέγω.∆ ιόπερ ὅταν εἴπῃ τι µέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραµυθήσασθαι τὸ εἰρηµένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα ποιεῖ, λέγων, Οὐχ ὅτι ἱκανοί ἐσµεν ἀφ' ἑαυτῶν τι λογίσασθαι ὡς ἐξ ἑαυτῶν. Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχοµεν, ὡς τὸ µὲν ἡµέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθηµι καὶ λογίζοµαι. Ἡ γὰρ ἱκανότης ἡµῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡµᾶς διακόνους καινῆς∆ ιαθήκης. Τί ἐστιν, Ἱκάνωσε;∆ υνατοὺς ἐποίησε καὶ ἐπιτη δείους. Οὐ µικρὸν δὲ τοῦτο, τὸ κοµίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουµένῃ, πολὺ µείζους τῶν προτέρων.∆ ιὸ καὶ ἐπήγαγεν· Οὐ γράµµατος, ἀλλὰ πνεύµατος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; ἐκεῖνος οὐκ ἦν πνευµατικὸς ὁ νόµος; πῶς οὖν φησιν, Οἴδαµεν ὅτι ὁ νόµος πνευµατικός ἐστι; Πνευµατικὸς µὲν, ἀλλ' οὐ πνεῦµα παρεῖχεν· οὐ γὰρ πνεῦµα ἐκόµισε Μωϋσῆς, ἀλλὰ γράµµατα· ἡµεῖς δὲ ἐπιστεύθηµεν πνεῦµα διδόναι.∆ ιὸ καὶ ἐπεξεργάζεται αὐτὸ λέγων· Τὸ γὰρ γράµµα ἀποκτείνει, τὸ δὲ πνεῦµα ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν, ἀλλ' ἐκείνους αἰνιττόµενος τοὺς µεγαλοφρονοῦντας ἐπὶ τοῖς Ἰουδαϊκοῖς. Γράµµα δὲ ἐνταῦθα τὸν νόµον φησὶ, τὸν κολάζοντα τοὺς πληµµελοῦντας· πνεῦµα δὲ τὴν χάριν τὴν διὰ τοῦ βαπτίσµατος τοὺς ὑπὸ τῶν ἁµαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραµὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ µάλιστα ἑλεῖντὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συµφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ µείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόµενος, ἐκεῖνα µάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας αὐτοῦ ἐστι µᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ µᾶλλον ἐπὶ τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράµµα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ µεγάλην ἐδόκει διαφορὰν λέγειν. Προσέθηκε οὖν ὅτι ἐκείνη γράµµατι ἢ µέλανι, αὕτη δὲ πνεύµατι. Οὔτε τοῦτο πάνυ αὐτοὺς διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ µὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ. γʹ. Τί δὲ τοῦτό ἐστιν; Ἐν τῷ νόµῳ ὁ ἁµάρτηµα ἔχων, κολάζεται· ἐνταῦθα ὁ ἁµάρτηµα ἔχων, προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος· δίκαιος δὲ γινόµενος ζῇ, τοῦ θανάτου τῆς ἁµαρτίας ἀπαλλαγείς. Ὁ νόµος ἐὰν λάβῃ φονέα, ἀναιρεῖ· ἡ χάρις ἐὰν λάβῃ φονέα, φωτίζει καὶ ζωοποιεῖ. Καὶ τί λέγω φονέα; Ξύλα ἔλαβεν ἐν σαββάτῳ συλλέξαντα ὁ νόµος, καὶ ἐλίθασε· τοῦτό ἐστι, Τὸ γράµµα ἀποκτείνει. Μυρίους ἀνδροφόνους καὶ λῃστὰς λαµβάνει ἡ χάρις, καὶ βαπτίζουσα ἀπαλλάττει τῶν προτέρων κακῶν· τοῦτό ἐστι, Τὸ πνεῦµα ζωοποιεῖ. Ἐκεῖνος ἀπὸ ζῶντος νεκρὸν ἐργάζεται τὸν ἁλόντα· αὕτη ἀπὸ νεκροῦ ζῶντα κατασκευάζει τὸν ὑπεύθυνον.∆ εῦτε γὰρ πρός µε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισµένοι· καὶ οὐκ εἶπε, Κολάσω ὑµᾶς, ἀλλ', Ἀναπαύσω ὑµᾶς. Ἐν γὰρ τῷβαπτίσµατι θάπτεται τὰ ἁµαρτήµατα, ἐξαλείφεται τὰ πρότερα, ζωοποιεῖται ὁ ἄνθρωπος, ὥσπερ εἰς πλάκα αὐτοῦ τὴν καρδίαν ἐγγράφεται πᾶσαἡ χάρις. Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύµατος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν µεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται. Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα, ἧς καὶ ἀπαλλάττει, καὶ τοσούτῳ, ὅσῳ ψυχὴ σώµατος βελτίων· καὶ αὕτη δι' ἐκείνης συνίσταται ἡ ζωὴ, ἣν τὸ Πνεῦµα δίδωσιν· εἰ δὲ ταύτην δυνατὸν χαρίσασθαι, πολλῷ µᾶλλον τὴν ἐλάττονα· ἐκείνην µὲν γὰρ προφῆται εἰργάσαντο, ταύτην δὲ οὐκέτι. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁµαρτίας, εἰ µὴ µόνος ὁ Θεός. Οὐδὲ ἐκείνην δὲ χωρὶς Πνεύµατος παρεῖχον οἱ προφῆται. Οὐ τοῦτο δέ ἐστι µόνον τὸ θαυµαστὸν, ὅτι ζωοποιεῖ, ἀλλ' ὅτι καὶ ἑτέροις τοῦτο παρέσχε ποιεῖν. Λάβετε γὰρ, φησὶ, Πνεῦµα ἅγιον.∆ ιὰ τί; χωρὶς Πνεύµατος γὰρ οὐκ ἐνῆν; Ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι· διὸ καὶ ἐπάγει, Ὧν ἐὰν ἀφῆτε τὰς ἁµαρτίας, ἀφέωνται, καὶ ὧν ἐὰν κρατῆτε, κεκράτηνται. Ἐπεὶ οὖν ἐζωοποίησεν ἡµᾶς, µένωµεν ζῶντες, καὶ µὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανίωµεν νεκρότητα· Ὁ Χριστὸς γὰρ οὐκέτι ἀποθνήσκει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁµαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ οὐ βούλεται ἀεὶ χάριτι ἡµᾶς σώζεσθαι, ἐπεὶ κενοὶ πάντων ἡµεῖς ἐσόµεθα· διὸ καὶ παρ' ἡµῶν εἰσφέρεσθαί τι βούλεται. Εἰσενέγκωµεν τοίνυν, καὶ τὴν ψυχὴν ζῶσαν διατηρῶµεν. Τί δέ ἐστι ψυχῆς ζωὴ, ἀπὸ τοῦ σώµατος µάνθανε. Καὶ γὰρ τὸ σῶµα τότε λέγοµεν ζῇν, ὅταν βαδίζῃ ὑγιῆ τινα βάδισιν· ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή. Κἂν φθέγγηται µηδὲν ὑγιὲς, ἀλλὰ τῶν παραπλήγων ῥήµατα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπῃ, πάλιν τῶν τετελευτηκότων ἐλεεινότερος ὁ τοιοῦτος. Οὕτω καὶ ἡ ψυχὴ, ὅταν µηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνηκεν· ὅταν τὸ χρυσίον µὴ βλέπῃ ὡς χρυσίον, ἀλλ' ὡς µέγα τι καὶ τίµιον, ὅταν τὰ µέλλοντα µὴ ἐννοῇ, ἀλλὰ χαµαὶ σύρηται, ὅταν ἀνθ' ἑτέρων ἕτερα πράττῃ. Πόθεν γὰρ δῆλον ὅτι ψυχὴν ἔχοµεν; οὐκ ἀπὸ τῶν ἐνεργειῶν; Ὅταν οὖν τὰ αὐτῆς µὴ ἐνεργῇ, οὐχὶ τέθνηκεν; Οἷον, ὅταν µὴ ἐπιµελῆται ἀρετῆς, ἀλλὰ ἁρπάζῃ καὶ παρανοµῇ, πόθεν δύναµαι εἰπεῖν ὅτι ψυχὴν ἔχεις; ὅτι βαδίζεις; Ἀλλὰ τοῦτο καὶ τῶν ἀλόγων. Ἀλλ' ὅτι ἐσθίεις καὶ πίνεις; Ἀλλὰ τοῦτο καὶ τῶν θηρίων. Ἀλλ' ὅτι ὀρθὸς ἕστηκας ἐπὶ δύο ποσί; Τοῦτό µοι µᾶλλον δείκνυσιν, ὅτι θηρίον εἶ ἀνθρωπόµορφον. Ὅταν µὲν γὰρ τὰ ἄλλα ἔχῃς ἐκείνου, τὴν δὲ διανάστασιν µηκέτι, µᾶλλόν µε ταράττεις καὶ ἐκδειµατοῖς, καὶ µᾶλλον τέρας εἶναι νοµίζω τὸ φαινόµενον. Καὶ γὰρ εἰ θηρίον εἶδον ἀνθρωπίνῃ φθεγγόµενον τῇ φωνῇ, οὐκ ἂν δι' αὐτὸ τοῦτο ἔφην ἄνθρωπον εἶναι, ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο θηρίονθηρίου τερατωδέστερον. Πόθεν οὖν δυνήσοµαι µαθεῖν, ὅτι ψυχὴν ἔχεις ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν µνησικακῇς ὡς αἱ κάµηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅτανἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων; πόθεν δυνήσοµαι µαθεῖν ὅτι ψυχὴν ἔχεις ἀνθρώπου; Βούλεσθε δείξω νεκρὰν ψυχὴν καὶ ζῶσαν; Ἄγωµεν τὸν λόγον πάλιν ἐπὶ τοὺς ἀρχαίους ἄνδρας ἐκείνους, καὶ, εἰ δοκεῖ, τὸν πλούσιον εἰς µέσον καταθώµεθα τὸν ἐπὶ τοῦ Λαζάρου, καὶ εἰσόµεθατίποτέ ἐστι ψυχῆς νέκρωσις. Καὶ γὰρ ἐκεῖνος νεκρὰν εἶχε ψυχὴν, καὶ δῆλον ἀφ' ὧν ἐποίει· τῶν µὲν γὰρ ψυχῆς ἔργων οὐδὲν ἔπραττεν, ἤσθιε δὲ καὶ ἔπινε καὶ ἐτρύφα µόνον. δʹ. Τοιοῦτοί εἰσι καὶ νῦν οἱ ἀνελεήµονες καὶ ὠµοί· νεκρὰν γὰρ ἔχουσι καὶ οὗτοι ψυχὴν, ὥσπερ ἐκεῖνος. Τὸ γὰρ θερµὸν αὐτῆς ἅπαν τὸ ἀπὸ τῆς φιλίας τῆς εἰς τὸν πλησίον ἀνήλωται, καὶ ἔστιν ἀψύχου σώµατος νεκροτέρα. Ὁ δὲ πένης οὐ τοιοῦτος, ἀλλ' ἐν αὐτῷ τῷ ἄκρῳ τῆς φιλοσοφίας ἑστὼς διέλαµπε· καὶ λιµῷ παλαίων διηνεκεῖ, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, οὐδὲ οὕτως εἶπέ τι βλάσφηµον εἰς τὸν Θεὸν, ἀλλ' ἔφερεν ἅπαντα γενναίως. Οὐ µικρὸν δὲ τοῦτο ψυχῆς ἔργον, ἀλλὰ καὶ τῆς εὐτονίας καὶ τῆς ὑγείας τεκµήριον µέγιστον. Ὅταν δὲ ταῦτα µὴ ᾖ, δῆλον ὅτι παρὰ τὸ νενεκρῶσθαι ἀπόλωλεν. Ἢ οὐ νεκρὰν ἐκείνην εἶναι φήσοµεν, εἰπέ µοι, ᾗ ἔπεισι µὲν ὁ διάβολος πλήττων, κεντῶν, δάκνων, λακτίζων, αἰσθάνεται δὲ ἐκείνη οὐδενὸς τούτων, ἀλλὰκεῖται νενεκρωµένη, καὶ τῆς περιουσίας αὐτῆς ἀφαιρουµένης οὐκ ἀλγεῖ, ἀλλ' ἐφάλλεται µὲν ἐκεῖνος, µένει δὲ αὕτη ἀκίνητος, ὥσπερ σῶµα ψυχῆς ἀπελθούσης, οὐδὲ αἰσθανοµένη; Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος µὴ παρῇ µετὰ ἀκριβείας, τοιαύτην αὐτὴν εἶναι ἀνάγκη, καὶ νεκρῶν ἀθλιωτέραν Οὐδὲ γὰρ εἰς ἰχῶρα διαλύεται καὶ τέφρανκαὶ κόνιν ἡ ψυχὴ, καθάπερ τὸ σῶµα, ἀλλ' εἰς τὰ τούτων δυσωδέστερα, εἰς µέθην καὶ θυµὸν καὶ πλεονεξίαν, εἰς ἀτόπους ἔρωτας καὶ ἀκαίρους ἐπιθυµίας. Εἰ δὲ βούλει αὐτῆς ἀκριβέστερον ἰδεῖν τὸ δυσῶδες, δός µοι ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ ἀκάθαρτος. Νῦν µὲν γὰρ οὐ δυνήσῃ συνιδεῖν· ἕως γὰρ ἂν ὦµεν ἐν συνηθείᾳ δυσωδίας, οὐκ αἰσθανόµεθα· ὅταν δὲ πνευµατικοῖς τρεφώµεθα ῥήµασι, τότε εἰσόµεθα ἐκεῖνο τὸ κακόν· καίτοι πολλοῖς ἀδιάφορον τοῦτο εἶναι δοκεῖ. Καὶ οὐδέπω λέγω περὶ γεέννης· ἀλλ', εἰ βούλεσθε, τὰ παρόντα ἐξετάσωµεν, καὶ µὴ τὸν αἰσχρὰ πράττοντα, ἀλλὰ τὸν αἰσχρὰ φθεγγόµενον, πῶς ἐστι καταγέλαστος, πῶς ἑαυτὸνκαθυβρίζει πρῶτον· καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόµατος ἀφιεὶς, οὕτως ἑαυτὸν µολύνει. Εἰ γὰρ τὸ ῥεῖθρον οὕτως ἀκάθαρτον, ἐννόησον οἵα ἡ πηγὴ τοῦ βορβόρου τούτου· Ἐκ γὰρ τοῦ περισσεύµατος τῆς καρδίας τὸ στόµα λαλεῖ. Ἐγὼ δὲ οὐ διὰ τοῦτο πενθῶ µόνον, ἀλλ' ὅτι οὐδὲ εἶναι δοκεῖ τῶν ἀτόπων τοῦτο παρά τισιν. Ἐντεῦθεν ἅπαντα αὔξεται τὰ κακὰ, ὅταν καὶ ἁµαρτάνωµεν, καὶ µηδὲ πληµµελεῖν νοµίζωµεν. Βούλει οὖν µαθεῖν ὅσον κακὸν τὸ αἰσχρὰ φθέγγεσθαι; Ἐννόησον τοὺς ἀκούοντας, πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχηµοσύνῃ τῇ σῇ. Τί γὰρ εὐτελέστερον ἀνδρὸς αἰσχρολόγου; τί ἀτιµότερον; Εἰς γὰρ τὴν τῶν µίµων ὠθοῦσιν ἑαυτοὺς οἱ τοιοῦτοι τάξιν, καὶ εἰς τὴν τῶν πεπορνευµένων γυναικῶν· µᾶλλον δὲ, ἐκεῖναι ἐρυθριῶσι µᾶλλον, ἢ ὑµεῖς. Πῶς δύνασαι διδάξαι γυναῖκα σωφρονεῖν, παιδεύων αὐτὴν εἰς ἀσέλγειαν διὰ τούτων ἐκβαίνειν τῶν ῥηµάτων; Βέλτιον σηπεδόνα ἀπὸ τοῦ στόµατος ἀφιέναι, ἢ ῥῆµα αἰσχρόν. Νῦν δὲ, ἂν µὲν ὄζῃ τὸ στόµα, οὐδὲ τῶν κοινῶν µετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, µυστηρίων τολµᾷς κοινωνεῖν, εἰπέ µοι; Καὶ εἰ µὲν σκεῦος ἀκάθαρτόν τις λαβὼν, ἐπὶ τῆς τραπέζης κατ έθετο τῆς σῆς, ξύλοις αὐτὸν ἂν παίων ἤλασας· τὸν δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ( τράπεζα γὰρ αὐτοῦ, τὸ στόµα τὸ ἡµέτερον εὐχαριστίας πληρούµενον), σκεύους ἀκαθάρτου παντὸςῥήµατα βδελυρώτερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ µοι; καὶ πῶς ἔνι τοῦτο; Οὐδὲν γὰρ οὕτω παροργίζει τὸν ἅγιον καὶ τὸν καθαρὸν, ὡς τὰ ῥήµατα ταῦτα· οὐδὲν οὕτως ἰταµοὺς καὶ ἀναισχύντους ποιεῖ, ὡς τὸ λέγειν τοιαῦτα καὶ ἀκούειν· οὐδὲν οὕτως ἐκλύει τὰ νεῦρα τῆς σωφροσύνης, ὡς ἡ διὰ τούτων ἀναπτοµένη φλόξ. Μύρον ἐνέθετό σου τῷ στόµατι ὁ Θεός· σὺ δὲ νεκροῦ δυσωδέστερα ἀποτίθεσαι ῥήµατα, καὶ αὐτὴν ἀναιρεῖς τὴν ψυχὴν, καὶ ἀκίνητον ποιεῖς. Καὶ γὰρ ὅταν ὑβρίζῃς, οὐκ ἔστι τοῦτο ψυχῆς φωνὴ, ἀλλὰ θυµοῦ· ὅταν αἰσχρὰ λέγῃς, οὐκ ἐκείνη ἐφθέγξατο, ἀλλ' ἡ ἀκολασία· ὅταν κακηγορῇς, ἡ βασκανία· ὅταν ἐπιβουλεύῃς, ἡ πλεονεξία. Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσηµάτων. Ὥσπερ οὖν τὸ φθείρεσθαι οὐχ ἁπλῶς τοῦ σώµατος, ἀλλὰ τοῦ θανάτου καὶ τοῦ πάθους τοῦ ἐν τῷ σώµατι· οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινοµένων αὐτῇ παθῶν. Εἰ γὰρ βούλει ψυχῆς ἀκοῦσαι φωνῆς ζώσης, ἄκουσον Παύλου λέγοντος· Ἔχοντες τροφὰς καὶ σκεπάσµατα, τούτοις ἀρκεσθησόµεθα· καὶ, Ἔστι πορισµὸς µέγας ἡ εὐσέβεια· καὶ, Ἐµοὶ κόσµος ἐσταύρωται, κἀγὼ τῷ κόσµῳ. Ἄκουσον Πέτρου λέγοντος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωµι· ἄκουσον τοῦ Ἰὼβ εὐχαριστοῦντος καὶ λέγοντος, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Ταῦτα ψυχῆς ζώσης τὰ ῥήµατα, ταῦτα ἐνεργούσης τὴν οἰκείαν ἐνέργειαν. Οὕτω καὶ Ἰακὼβ ἔλεγεν· Ἐὰν δῷ µοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱµάτιον περιβαλέσθαι· οὕτω καὶ Ἰωσὴφ, Πῶς ποιήσω τὸ ῥῆµα τὸ πονηρὸν τοῦτο, καὶ ἁµαρτήσοµαι ἐνώπιον τοῦ Θεοῦ; Ἀλλ' οὐχ ἡ βάρβαρος ἐκείνη, ἀλλ' ὥσπερ µεθύουσα καὶ παραπαίουσα, οὕτως ἐφθέγγετο λέγουσα, Κοιµήθητι µετ' ἐµοῦ. Ταῦτ' οὖν εἰδότες, ζηλώσωµεν τὴν ζῶσαν ψυχὴν, φύγωµεν τὴν νενεκρωµένην, ἵνα καὶ τῆς µελλούσης ἐπιτύχωµεν ζωῆς· ἧς γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.