Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.7
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράµµασιν ἐν τετυπωµένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ ὥστε µὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸπρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουµένην· πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ· αʹ. Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως, ὡς ὅτι γράµµατα εἶχον, καὶ ὅτι σάρκιναι αὗται, αἱ καρδίαι τῶν ἀποστόλων, καὶ πνεύµατι ἦσαν ἐγγεγραµµέναι· καὶ ὅτι τὸ µὲν γράµµα ἀποκτείνει, τὸ δὲ πνεῦµα ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσθεῖναι καὶ ἕτερον οὐ µικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώµατος ὀφθαλµοῖς.∆ ιὸ καὶ µέγα ἐδόκει εἶναι, ἐπειδὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλµοῖς γὰρ ἑωρᾶτο σώµατος, εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ' ἐκείνη µᾶλλον αὐτοὺς ἦρε, καὶ ἐπέστρεφε πρὸς ἑαυτήν. Ἐπεὶ οὖν εἰς ταύτην ἐνέπεσε τὴν σύγκρισιν, καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ µεθοδεύει, πρῶτον ἀπὸ λογισµῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔµπροσθεν εἰρηµένων. Εἰ γὰρ ἐκείνη µὲν θανάτου, αὕτη δὲ ζωῆς ἡ διακονία, ἀναµφίβολον ὅτι καὶ ἡ δόξα αὕτη µείζων ἐκείνης, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτὴν δεῖξαι τοῖς ὀφθαλµοῖς τοῖς σωµατικοῖς, τῷ συλλογισµῷ παρέστησεν αὐτῆς τὸ ὑπερέχον, λέγων· Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐγενήθη ἐν δόξῃ, πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ;∆ ιακονίαν δὲ θανάτου τὸν νόµον λέγει. Καὶ σκόπει πῶς καὶ ἐν τῇ συγκρίσει πολλὴν ποιεῖται τὴν ἀσφάλειαν, ὥστε µηδεµίαν δοῦναι τοῖς αἱρετικοῖς λαβήν. Οὐ γὰρ εἶπεν, Ὁ ποιητικὸς τοῦ θανάτου, ἀλλ', Ἡ διακονία τοῦ θανάτου· διακονεῖ γὰρ εἰς θάνατον, οὐκ ἔτικτε θάνατον. Ἡ γὰρ τοῦ θανάτου ποιητικὴ, ἡ ἁµαρτία ἦν· οὗτος δὲ τὴν κόλασιν ἐπῆγε, καὶ τῆς ἁµαρτίας δεικτικὸς ἦν, οὐ ποιητικός· ἀπεκάλυπτε γὰρ σαφέστερον τὸ κακὸν καὶ ἐκόλαζεν, οὐκ ὤθει εἰς τὸ κακόν· καὶ διηκόνει, οὐ πρὸς τὸ γενέσθαι ἁµαρτίαν ἢ θάνατον, ἀλλὰ πρὸς τὸ δοῦναι δίκην τὸν ἁµαρτόντα· ὥστε καὶ ἀναιρετικὸς ἦν ταύτῃ τῆς ἁµαρτίας. Ὁ γὰρ οὕτω φοβερὰν αὐτὴν δεικνὺς, εὔδηλον ὅτι καὶ φευκτὴν ποιεῖ. Ὥσπερ οὖν ὁ τὸ ξίφος µεταχειρίζων, καὶ τὸν κατάδικον ἀποτέµνων, διακονεῖ τῷ δικαστῇ ἀποφαινοµένῳ, καὶ οὐκ αὐτός ἐστιν ὁ ἀναιρῶν, καίτοι γεαὐτὸς ἀποτέµνων, ἀλλ' οὐδὲ ὁ ἀποφαινόµενος καὶ καταδικάζων, ἀλλ' ἡ τοῦ κολαζοµένου πονηρία· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ αὐτὸς ἀναιρεῖ, ἀλλ' ἡ ἁµαρτία· αὕτη καὶ ἀνῄρει καὶ κατεδίκαζε· τιµωρούµενος δὲ οὗτος, ἐκείνης ὑπετέµνετο τὴν ἰσχὺν, τῷ φόβῳ τῆς τιµωρίας ἀναστέλλων αὐτήν. Οὐκ ἠρκέσθη δὲ τούτῳ µόνῳ εἰς τὴν παράστασιν τῆς ὑπεροχῆς, ἀλλὰ καὶ ἕτερον προστίθησι, λέγων· Ἐν γράµµασιν ἐντετυπωµένη ἐν λίθοις. Ὅρα πῶς πάλιν ὑποτέµνεται τὸ φρόνηµα τὸ Ἰουδαϊκόν. Οὐδὲν γὰρ ἕτερον ἦν ἢ γράµµατα ὁ νόµος· οὐ βοήθειά τις ἀπὸ τῶν γραµµάτων ἐκπηδῶσα, καὶ ἐµπνέουσα τοῖς ἀγωνιζοµένοις, καθάπερ ἐπὶ τοῦ βαπτίσµατος, ἀλλὰ στῆλαι καὶ γραφαὶθάνατον φέρουσαι τοῖς τὰ γράµµατα παραβαίνουσιν. Εἶδες πῶς διορθούµενος τὴν Ἰουδαϊκὴν φιλονεικίαν, καὶ διὰ τῶν ὀνοµάτων αὐτῶν καθαιρεῖ τὸ ἀξίωµα λίθον εἰπὼν, καὶ γράµµατα, καὶδιακονίαν θανάτου, καὶ προσθεὶς ὅτι ἐντετυπωµένη; Ἐντεῦθεν γὰρ οὐδὲν ἄλλο ἐµφαίνει, ἢ ὅτι ἐν ἑνὶ χωρίῳ ὁ νόµος ἵδρυτο, οὐ καθάπερ τὸ πνεῦµα πανταχοῦ παρῆν πολλὴν ἐµπνέον τὴν ἰσχὺν ἅπασιν· ἢ ὅτι πολλὴν ἐµπνεῖ τὴν ἀπειλὴν τὰ γράµµατα, καὶ ἀπειλὴν οὐδὲ ἀφανισθῆναι δυναµένην, ἀλλὰ διαπαντὸς µένουσαν, ἅτε λίθοις ἐγκεκολαµµένην. Εἶτα καὶ δοκῶν ἐγκωµιάζειν τὰ παλαιὰ, κατηγορίαν πάλιν ἀναµίγνυσιν Ἰουδαίων. Εἰπὼν γὰρ, Ἐν γράµµασιν ἐντετυπωµένη ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ἐπήγαγεν, Ὥστε µὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως· ὃ πολλῆς ἦν αὐτῶν ἀσθενείας καὶ χαµαιζηλίας. Καὶ πάλιν, οὐ,∆ ιὰ τὴν δόξαν τῶν πλακῶν· ἀλλὰ,∆ ιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουµένην, φησί.∆ είκνυσι γὰρ τὸν φέροντα δοξαζόµενον, οὐκ ἐκείνας. Οὐ γὰρ εἶπε,∆ ιὰ τὸ µὴ δύνασθαι ἀτενίσαι εἰς τὰς πλάκας, ἀλλ', Εἰς τὸ πρόσωπον Μωϋσέως· καὶ πάλιν, οὐ,∆ ιὰ τὴν δόξαν τῶν πλακῶν, ἀλλὰ,∆ ιὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Εἶτα ἐπειδὴ ἐπῆρεν αὐτὴν, ὅρα πῶς πάλιν καθαιρεῖ λέγων, Τὴν καταργουµένην. Οὐ µὴν τοῦτο κατηγορίας ἐστὶν, ἀλλὰ ἐλαττώσεως· οὐδὲ γὰρ εἶπε, Τὴν διεφθαρµένην, τὴν πονηρὰν, ἀλλὰ, Τὴν παυοµένην, καὶ τέλος λαµβάνουσαν. Πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ; Τεθαῤῥηκὼς γὰρ λοιπὸν τὰ τῆς Καινῆς αἴρει, ὡς ἀναµφισβήτητα. Καὶ σκόπει τί ποιεῖ· ἀντέστησε λίθον καρδίᾳ, καὶ γράµµα πνεύµατι. Εἶτα δείξας τὰ ἐξ ἀµφοτέρων, οὐκέτι τίθησι τὰ ἐξ ἀµφοτέρων· ἀλλὰ τὸ ἀπὸ τοῦ γράµµατος θεὶς, τὸν θάνατον καὶ τὴν κατάκρισιν, τὸ ἀπὸ τοῦ πνεύµατος οὐκέτι τίθησι, τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἀλλ' αὐτὸ τὸ πνεῦµα· ὅπερ µείζονα ἐποίει τὸν λόγον. Ἡ γὰρ καινὴ∆ ιαθήκη οὐ ζωὴν ἐδίδου µόνον, ἀλλὰ καὶ πνεῦµα ἐχορήγει τὸ τὴν ζωὴν παρέχον· ὃ πολλῷ µεῖζον τῆς ζωῆς ἦν· διόπερ εἶπεν, Ἡ διακονία τοῦ πνεύµατος. Εἶτα πάλιν τὸ αὐτὸ περιστρέφει, λέγων, Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως, δόξα. βʹ. Καὶ ἑρµηνεύει σαφέστερον τί ἐστι, Τὸ γρᾶµµα ἀποκτείνει, τοῦτο λέγων ὅπερ ἔµπροσθεν εἰρήκαµεν, ὅτι δεικτικὸς ἁµαρτίας ἦν ὁ νόµος, οὐ ποιητικός. Πολλῷ µᾶλλον ἡ διακονία τῆς δικαιοσύνης περισσεύει ἐν δόξῃ. Ἐκεῖναι µὲν γὰρ αἱ πλάκες τοὺς ἁµαρτωλοὺς ἐδείκνυον καὶ ἐκόλαζον· αὕτη δὲ τοὺς ἁµαρτωλοὺς οὐ µόνον οὐκ ἐκόλαζεν, ἀλλὰ καὶ δικαίους ἐποίει· τοῦτο γὰρ τὸ βάπτισµα ἐχαρίζετο. Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασµένον ἐν τούτῳ τῷ µέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἐν µὲν οὖν τοῖς προτέροις ἔδειξεν, ὅτι καὶ τοῦτο ἐν δόξῃ, καὶ οὐχ ἁπλῶς ἐν δόξῃ, ἀλλὰ καὶ περισσεύει· οὐ γὰρ εἶπε, Πῶς οὐχὶ µᾶλλον ἡ διακονία τοῦ πνεύµατος ἔσται ἐν δόξῃ, ἀλλὰ, Περισσεύει ἐν δόξῃ, τὴν ἀπὸ τῶν λογισµῶν τῶν εἰρηµένων ἔχων ἀπόδειξιν. Ἐνταῦθα καὶ τὴν ὑπεροχὴν, ὅση, δείκνυσι λέγων, ὅτι Ἐὰν συγκρίνω ταύτην ἐκείνῃ, οὐδὲ δόξα ἐστὶν ἡ δόξα τῆς Παλαιᾶς· οὐχ ἁπλῶς τὸ µὴ εἶναι δόξαν κατασκευάζων, ἀλλὰ τῷ τῆς συγκρίσεως λόγῳ· διὸ καὶ ἐπήγαγε, Τούτῳ τῷ µέρει· τουτέστι, κατὰ τὸν τῆς συγκρίσεως λόγον. Οὐ µὴν τοῦτο διαβάλλει τὴν Παλαιὰν, ἀλλὰ καὶ σφόδρα αὐτὴν συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι. Εἶτα καὶ ἄλλον κινεῖ λογισµὸν τὸν ἀποδεικνύντα τὴν ὑπεροχὴν καὶ ἑτέρωθεν. Ποῖον δὴ τοῦτον; Τὸν ἀπὸ τοῦ χρόνου, λέγων· Εἰ δὲ τὸ καταργούµενον, διὰ δόξης, πολλῷ µᾶλλον τὸ µένον, ἐν δόξῃ. Τὸ µὲν γὰρ ἐπαύσατο, τὸ δὲ µένει διηνεκῶς. Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώµεθα. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα ἀκούσας ὁ ἀκροατὴς περὶ τῆς Καινῆς, ἐζήτει καὶ ὀφθαλµοφανῶς τὴν δόξαν ταύτην ἰδεῖν, ὅρα ποῦ αὐτὸν ἐξακοντίζειπρὸς τὸν µέλλοντα αἰῶνα.∆ ιὸ καὶ τὴν ἐλπίδα εἰς µέσον ἔθηκε λέγων, Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. Τοιαύτην; ποταπήν; Ὅτι µειζόνων ἠξιώθηµεν ἢ Μωϋσῆς, οὐχ οἱ ἀπόστολοι µόνον ἡµεῖς, ἀλλὰ καὶ πάντες οἱ πιστοί. Πολλῇ παῤῥησίᾳ χρώµεθα. Πρὸς τίνα, εἰπέ µοι; πρὸς τὸν Θεὸν, ἢ πρὸς τοὺς µαθητάς; Πρὸς ὑµᾶς τοὺς µαθητευοµένους, φησί· τουτέστι, Μετ' ἐλευθερίας πανταχοῦ φθεγγόµεθα, οὐδὲν ὑποστελλόµενοι, οὐδὲν ἀποκρυπτόµενοι, οὐδὲν ὑφορώµενοι, ἀλλὰ σαφῶς λέγοντες· καὶ οὐ δεδοίκαµεν µὴ πλήξωµεν ὑµῶν τὰς ὄψεις, καθάπερ Μωϋσῆς τὰς Ἰουδαίων. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, ἄκουσον τῶν ἑξῆς· µᾶλλον δὲ τὴν ἱστορίαν πρῶτον ἀναγκαῖον εἰπεῖν. Καὶ γὰρ αὐτὸς αὐτὴν συνεχῶς περιστρέφει. Τίς οὖν ἡ ἱστορία; Ὅτε ἐκ δευτέρου τὰς πλάκας κατῄει λαβὼν ὁ Μωϋσῆς, δόξα τις ἐκπηδῶσα τοῦ προσώπου αὐτοῦ τοσοῦτον ἀπέλαµπεν, ὡς µὴ δύνασθαι τοὺςἸουδαίους προσιέναι αὐτῷ καὶ διαλέγεσθαι, ἕως ὅτε ἐπέθηκε κάλυµµα τῷ προσώπῳ. Καὶ γέγραπται οὕτως ἐν τῇ Ἐξόδῳ· Ἡνίκα κατέβη Μωϋσῆς ἐκ τοῦ ὄρους, αἱ δύο πλάκες ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ᾔδει Μωϋσῆς ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωϋσῆς, καὶ ἐλάλησε πρὸς αὐτούς. Καὶ ἐπειδὴ κατέπαυσε Μωϋσῆς λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυµµα. Ἡνίκα δὲ εἰσεπορεύετο ἐναντίον τοῦ Κυρίου λαλεῖν, περιῄρει τὸ κάλυµµα ἕως τοῦ ἐκπορεύεσθαι αὐτόν. Ταύτης οὖν ἀναµνήσας τῆς ἱστορίας, φησί· Καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυµµα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ὥστε µὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουµένου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ χρεία καλύπτεσθαι ἡµᾶς, καθάπερ Μωϋσῆς· δυνατοὶ γὰρ ὑµεῖς ἰδεῖν τὴν δόξαν ταύτην, ἣν περικείµεθα, καίτοι πολλῷ µείζονα καὶ φαιδροτέραν οὖσαν ἐκείνης. Εἶδες τὴν προκοπήν; Ὁ γὰρ ἐν τῇ προτέρᾳ εἰπὼν, Γάλα ὑµᾶς ἐπότισα, οὐ βρῶµα, ἐνταῦθα λέγει, ὅτι Πολλῇ παῤῥησίᾳ χρώµεθα· καὶ Μωϋσέα εἰς µέσον παράγει, κατὰ σύγκρισιν προάγων τὸν λόγον, καὶ ταύτῃ τὸν ἀκροατὴν ἀνάγων. Καὶ τέως Ἰουδαίων αὐτοὺς προτίθησι λέγων, ὅτι Οὐ δεόµεθα καλύµµατος, καθάπερ ἐκεῖνος ἐπὶ τῶν ἀρχοµένων· τὰ δὲ µετὰ ταῦτα καὶ εἰς αὐτὸ τοῦ νοµοθέτου τὸ ἀξίωµα ἀνάγει, ἢ καὶ πολλῷ µεῖζον. Τέως δὲ τῶν ἑξῆς ἀκούσωµεν· Ἀλλ' ἐπωρώθη τὰ νοήµατα αὐτῶν. Ἄχρι γὰρ τῆς σήµερον τὸ αὐτὸ κάλυµµα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς∆ ιαθήκης µένει µὴ ἀνακαλυπτόµενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὅρα τί κατασκευάζει διὰ τούτων. Ὅπερ γὰρ γέγονεν ἐπὶ Μωϋσέως τότε ἅπαξ, τοῦτο ἐπὶ τοῦ νόµου γίνεται διηνεκῶς. Οὐκ ἄρα τοῦ νόµου διαβολὴ τὸ εἰρηµένον, ὥσπερ οὐδὲ Μωϋσέως τότε καλυπτοµένου, ἀλλὰ τῶν ἀγνωµόνων Ἰουδαίων· ἐκεῖνος µὲν γὰρ ἔχει τὴν οἰκείαν δόξαν, οὗτοι δὲ αὐτὴν ἰδεῖν οὐκ ἠδυνήθησαν. Τί τοίνυν διαπορεῖτε, φησὶν, εἰ τὴν δόξαν ταύτην ἰδεῖν οὐ δύνανται τὴν τῆς χάριτος, ὅπου γε τὴν ἐλάττω τὴν Μωϋσέως οὐκ εἶδον, οὐδὲ πρὸς τὸπρόσωπον ἴσχυσαν ἀτενίσαι τὸ ἐκείνου; τί δὲ ταράττεσθε, εἰ οὐ πιστεύουσιν Ἰουδαῖοι Χριστῷ, ὅπου γε οὐδὲ τῷ νόµῳ πιστεύουσι;∆ ιὰ γὰρ τοῦτο καὶ τὴν χάριν ἠγνόησαν. ἐπειδὴ οὐδὲ τὴν παλαιὰν∆ ιαθήκην εἶδον, οὐδὲ τὴν ἐν αὐτῇ δόξαν· δόξα γὰρ νόµου, πρὸς Χριστὸν ἐπιστρέψαι. γʹ. Ὁρᾷς πῶς κἀντεῦθεν καθαιρεῖ τὸ τῶν Ἰουδαίων φύσηµα; Ἀφ' ὧν γὰρ ἐδόκουν πλεονεκτεῖν, τοῦ τὴν ὄψιν Μωϋσέως ἐξαστράπτειν, ἀπὸ τούτων δείκνυσιν αὐτῶν τὸ παχὺ καὶ χαµαίζηλον. Μὴ τοίνυν τούτῳ καλλωπιζέσθωσαν· τί γὰρ τοῦτο πρὸς Ἰουδαίους τοὺς µὴ ἀπολαύσαντας;∆ ιὸ καὶ συνεχῶς αὐτὸ περιστρέφει, νῦν µὲν λέγων, ὅτι Τὸ αὐτὸ κάλυµµα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς∆ ιαθήκης µένει µὴ ἀνακαλυπτόµενον, ὅτι ἐνΧριστῷ καταργεῖται· νῦν δὲ, ὅτι Ἕως σήµερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, τὸ αὐτὸ κάλυµµα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, καὶ ἐν τῇ ἀναγνώσει καὶ ἐν τῇ καρδίᾳ αὐτῶνδεικνὺς ἐπικείµενον· ἀνωτέρω δὲ, Ὥστε µὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουµένην· οὗ τί γένοιτ' ἂν εὐτελέστερον; ὅταν µηδὲ καταργουµένης δόξης, µᾶλλον δὲ τῆς µηδὲ οὔσης τῇ συγκρίσει, δύνωνται θεαταὶ γενέσθαι, ἀλλὰ καλύπτηται ἀπ' αὐτῶν, εἰς τὸ µὴ ἀτενίσαι εἰςτὸ τέλος τοῦ καταργουµένου, τουτέστι, τοῦ νόµου, ὅ τι τέλος ἔχει. Ἀλλ' ἐπωρώθη τὰ νοήµατα αὐτῶν. Καὶ τί τοῦτο πρὸς τὸ κάλυµµα, φησὶ, τότε; Ὅτι τὰ µέλλοντα προδιέγραφεν. Οὐ γὰρ µόνον τότε οὐκ εἶδον, ἀλλ' οὐδὲ νῦν ὁρῶσι τὸν νόµον. Καὶ ἡ αἰτία παρ' αὐτοῖς· ἡ γὰρ πώρωσις γνώµης ἐστὶν ἀναισθήτου καὶ ἀγνώµονος. Ὥστε ἡµεῖς ἐσµεν οἱ καὶ τὸν νόµον εἰδότες· ἐκείνοις δὲ οὐχ ἡ χάρις µόνον, ἀλλὰ καὶ οὗτος συνεσκίασται. Ἄχρι γὰρ τῆς σήµερον τὸ αὐτὸ κάλυµµα ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς∆ ιαθήκης µένει, φησὶ, µὴ ἀνακαλυπτόµενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτὸ οὐ δύνανται συνιδεῖν ὅτι πέπαυται, ἐπειδὴ τῷ Χριστῷ οὐ πιστεύουσιν. Εἰ γὰρ διὰ τοῦ Χριστοῦ πέπαυται, ὥσπερ οὖν καὶ πέπαυται, καὶ ὁ νόµος τοῦτο προλαβὼν εἶπε, πῶς οἱ µὴ δεχόµενοι τὸν Χριστὸν τὸν καταργήσαντα τὸννόµον, δυνήσονται ἰδεῖν, ὅτι κατήργηται ὁ νόµος; Οὐ χωροῦντες δὲ τοῦτο ἰδεῖν, εὔδηλον ὅτι καὶ αὐτοῦ τοῦ νόµου τοῦ ταῦτα λέγοντος τὴν ἰσχὺν ἀγνοοῦσι, καὶ τὴν δόξαν ἅπασαν. Καὶ ποῦ τοῦτο εἶπε, φησὶν, ὅτι ἐν Χριστῷ καταργεῖται; Οὐκ εἶπε µόνον, ἀλλὰ καὶ διὰ πραγµάτων ἔδειξε· καὶ πρῶτον µὲν, τῷ τὰς θυσίας καὶ τὴν ἁγιστείαν ἅπασαν ἐν ἑνὶ κατακλεῖσαι τόπῳ, τῷ ναῷ, καὶ αὐτὸν ὕστερον καθελεῖν. Εἰ γὰρ µὴ ἐβούλετο αὐτὰς παύσασθαι καὶ τὸν περὶ τούτων νόµον ἅπαντα, δυοῖν θάτερον ἂν ἐποίησεν, ἢ οὐκ ἂν καθεῖλε τὸν ναὸν, ἢ καθελὼν, οὐκἂν ἀπηγόρευσεν ἀλλαχοῦ θύεσθαι. Νῦν δὲ τὴν οἰκουµένην ἅπασαν, καὶ αὐτὴν δὲ τὴν Ἱερουσαλὴµ ἄβατον ταῖς τοιαύταις κατέστησεν ἱερουργίαις· µόνον δὲ τὸν ναὸν αὐταῖς ἀνεὶς καὶ ἀποτάξας, εἶτα αὐτὸν τοῦτον ὕστερον καθελὼν, καὶ εἰς τέλος ἔδειξε διὰ τῶν πραγµάτων αὐτῶν, ὅτι πέπαυται τὰτοῦ νόµου διὰ Χριστοῦ· καὶ γὰρ τὸν ναὸν ὁ Χριστὸς καθεῖλεν. Εἰ δὲ βούλει καὶ διὰ ῥηµάτων ἰδεῖν πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται, ἄκουσον αὐτοῦ τοῦ νοµοθέτου λέγοντος οὕτω· Προφήτην ὑµῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑµῶν, ὡς ἐµέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν ἐντελῆται ὑµῖν. Καὶ ἔσται, πᾶσα ψυχὴ ἥτις ἂν µὴ ἀκούσ ῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. Εἶδες πῶς ἔδειξεν ὁ νόµος ὅτι ἐν Χριστῷ παύεται; Ὁ γὰρ προφήτης οὗτος, τουτέστιν ὁ Χριστὸς τὸ κατὰ σάρκα, οὗ ἀκούειν ἐκέλευσε Μωϋσῆς, καὶ σάββατον καὶ περιτοµὴν καὶ τἄλλα πάντα ἔπαυσε. Καὶ ὁ∆ αυῒδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, ἔλεγε περὶ τοῦ Χριστοῦ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐ κατὰ τὴν τάξιν Ἀαρών.∆ ιὸ καὶ σαφῶς ὁ Παῦλος ἑρµηνεύων αὐτὸ, φησὶν, ὅτι Μετατιθεµένης τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόµου µετάθεσις γίνεται. Καὶ ἀλλαχοῦ δὲ πάλιν φησί· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ ηὐδόκησας· τότε εἶπον, Ἰδοὺ ἥκω. Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Παλαιᾶς παραγαγεῖν µαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόµος. Ὥστε ὅταν ἀποστῇς τοῦ νόµου, τότε ὄψει τὸν νόµον καλῶς· ἕως δ' ἂν αὐτὸν κατέχῃς, καὶ µὴ πιστεύῃς Χριστῷ, οὐκ οἶδας οὐδὲ αὐτὸν τὸν νόµον.∆ ιὸ καὶ ἐπήγαγεν, σαφέστερον τοῦτο αὐτὸ κατασκευάζων, Ἀλλ' ἕως σήµερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυµµα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἐν τῇ ἀναγνώσει τῆς Παλαιᾶς∆ ιαθήκης µένει τὸ κάλυµµα· ἵνα µή τις νοµίσῃ τῆς ἀσαφείας τοῦ νόµου εἶναι τὸ εἰρηµένον, καὶ δι' ἑτέρων µὲν αὐτὸ καὶ ἔµπροσθεν ἔδειξε( τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήµατααὐτῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκληµα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν. Οὐ γὰρ εἶπεν, Ἐν τοῖς γράµµασι µένει τὸ κάλυµµα, ἀλλ', Ἐν τῇ ἀναγνώσει· ἡ δὲ ἀνάγνωσις ἐνέργεια τῶν ἀναγινωσκόντων ἐστί· καὶ πάλιν, Ἡνίκα ἀναγινώσκεται Μωϋσῆς. Σαφέστερον δὲ αὐτὸ τῇ λέξει τῇ ἑξῆς ἐδήλωσεν, ἀνακεκαλυµµένως εἰπὼν, Κάλυµµα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἐπεὶ καὶ ἐν τῇ ὄψει Μωϋσέως, οὐ διὰ Μωϋσέα ἔκειτο, ἀλλὰ διὰ τὴν τούτων παχύτητα καὶ σαρκικὴν γνώµην. δʹ. Κατηγορήσας τοίνυν αὐτῶν ἱκανῶς, δείκνυσι καὶ τὸν τρόπον τῆς διορθώσεως. Τίς δὲ οὗτός ἐστιν; Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ὅπερ ἐστὶν ἀποστῆναι τοῦ νόµου, περιαιρεῖται τὸ κάλυµµα. Ὁρᾷς ὅτι οὐ τοῦ προσώπου Μωϋσέως κάλυµµα ἦν ἐκεῖνο, ἀλλὰ τῆς ὄψεως τῆς Ἰουδαϊκῆς; Οὐ γὰρ ἵνα κρύπτηται ἡ δόξα Μωϋσέως, τοῦτο ἐγίνετο, ἀλλ' ἵνα ἐκεῖνοι µὴ βλέπωσιν· οὐδὲ γὰρ ἐχώρουν. Ὥστε ἐκείνων ἐλάττωµα τοῦτο· οὐδὲ γὰρ τοῦτον ἐποίει τι ἀγνοεῖν, ἀλλ' ἐκείνους. Καὶ οὐκ εἶπε µὲν, Ἡνίκα ἂν ἀφῇ τὸν νόµον, τοῦτο δὲ ᾐνίξατο. Ὅτε γὰρ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυµµα. Μέχρι τέλους ἐπέµεινε τῇ ἱστορίᾳ. Καὶ γὰρ ὅτε Ἰουδαίοις διελέγετο Μωϋσῆς, ἐκάλυπτεν αὐτοῦ τὸ πρόσωπον· ὅτε δὲ πρὸς τὸν Θεὸν ἐπέστρεφεν, ἀποκεκαλυµµένον ἦν. Τοῦτο δὲ τύπος ἦν τοῦ µέλλοντος ἔσεσθαι, ὅτι ὅταν ἐπιστρέψωµεν πρὸς Κύριον, τότε ὀψόµεθα τὴν δόξαν τοῦ νόµου, καὶ γυµνὸν τὸ πρόσωπον τοῦ νοµοθέτου· µᾶλλον δὲ οὐ τοῦτο µόνον, ἀλλὰ τότε ἐσόµεθα καὶ ἐν τάξει Μωϋσέως. Εἶδες πῶς ἐκκαλεῖται τὸν Ἰουδαῖον ἐπὶ τὴν πίστιν, δεικνὺς ὅτι οὐ µόνον Μωϋσέα δύναται ἰδεῖν, πρὸς τὴν χάριν ἐλθὼν, ἀλλὰ καὶ ἐν αὐτῇ γενέσθαι τῇ τάξειτοῦ νοµοθέτου; Οὐ γὰρ µόνον, φησὶ, τὴν δόξαν ὄψει ἣν τότε οὐκ εἶδες, ἀλλὰ καὶ αὐτὸς ἐν δόξῃ ἔσῃ τῇ αὐτῇ· µᾶλλον δὲ πολλῷ πλείονι, καὶ τοσαύτῃ, ὥστε µηδὲ δόξαν ἐκείνην φαίνεσθαι ταύτῃ παραβαλλοµένην. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πρὸς τὸν Κύριον ἐπιστρέψας, καὶ γενόµενος ἐν τῇ χάριτι, ἐκείνης ἀπολαύσῃ τῆς δόξης, πρὸς ἢν ἡ δόξα Μωϋσέως συγκρινοµένη οὕτως ἐλάττων ἐστὶν, ὡς µηδὲ δόξα εἶναι. Ἀλλ' ὅµως εἰ καὶ µικρὰ καὶ σφόδρα ἀποδέουσα ἐκείνης, Ἰουδαῖος µὲν ὢν, οὐδὲ ταύτης ἀξιωθήσῃ[ οὐκ οὖν ἴδον αὐτὴν Ἰουδαῖοι οἱ τότε, οὐ νῦν]· πιστὸς δὲ γενόµενος, καὶ τὴν πολλῷ µείζονα αὐτῆς καταξιωθήσῃ θεάσασθαι. Καὶ ὅτε µὲν τοῖς πιστοῖς διελέγετο, οὐ δεδοξάσθαι τὸ δεδοξασµένον ἔλεγεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυµµα κατὰ µικρὸν αὐτὸν ἀνάγων, καὶ ἐν τάξει Μωϋσέως πρῶτον ἱστὰς, καὶ τότε τῶν µειζόνωνποιῶν κοινωνόν. Ὅταν γὰρ ἴδῃς τὸν Μωϋσέα ἐν δόξῃ, τότε λοιπὸν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέψεις, καὶ µείζονος ἀπολαύσεις ταύτης. Ὅρα τοίνυν ἐξ ἀρχῆς πόσα τέθεικε τὰ ποιοῦντα τὴν διαφορὰν, καὶ δεικνύντα τῆς Καινῆς πρὸς τὴν Παλαιὰν τὴν ὑπεροχὴν, οὐ τὴν µάχην, οὐδὲτὴν ἐναντίωσιν. Ἐκείνη γράµµα, φησὶ, καὶ λίθος, καὶ θανάτου διακονία, καὶ καταργεῖται· καὶ ὅµως οὐδὲ ταύτης ἠξιώθησαν οἱ Ἰουδαῖοι τῆς δόξης· αὕτη σαρκίνη ἡ πλὰξ, καὶ πνεῦµα καὶ δικαιοσύνη, καὶ µένει· καὶ πάντες αὐτῆς καταξιούµεθα, οὐχ εἷς µόνος, καθάπερ Μωϋσῆς τῆς ἐλάττονος τότε· Ἡµεῖς γὰρ, φησὶ, πάντες ἀνακεκαλυµµένῳ προσώπῳ τὴν δόξαν τοῦ Κυρίου κατοπτριζόµεθα, οὐ τὴν Μωϋσέως. Ἀλλ' ἐπειδή τινες τὸ, Ἡνίκα ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περὶ τοῦ Υἱοῦ εἰρῆσθαί φασι, τοῖς σφόδρα ὡµολογηµένοις ἀντιπίπτοντες ἀκριβέστεροναὐτὸ ἐξετάσωµεν, θέντες πρότερον ἐκεῖνο, ἀφ' οὗ δοκοῦσιν αὐτὸ κατασκευάζειν. Τί δὲ τοῦτό ἐστι; Καθάπερ, φησὶ, λέγει Πνεῦµα ὁ Θεὸς, οὕτω καὶ ἐνταῦθα, Πνεῦµα ὁ Κύριος. Ἀλλ' οὐκ εἶπε, Πνεῦµα ὁ Κύριος, ἀλλ', Ὁ Κύριος τὸ Πνεῦµά ἐστι. Πολὺ δὲ ταύτης κἀκείνης τῆς συνθήκης τὸ µέσον. Ὅταν γὰρ βούληται οὕτω λέγειν, ὡς σὺ φὴς, τῷ ἐπιθέτῳ ἄρθρον οὐ προστίθησιν. Ἄλλως δὲ ἴδωµεν πάντα ὅσα διελέχθη ἄνωθεν, περὶ τίνος εἴρηκεν· οἷον ὅτε ἔλεγε, Τὸ γράµµα ἀποκτείνει, τὸ Πνεῦµα ζωοποιεῖ· καὶ πάλιν, Ἐγγεγραµµένη, οὐ µέλανι, ἀλλὰ Πνεύµατι Θεοῦ ζῶντος· ἆρα περὶ τοῦ Υἱοῦ, ἢ περὶ τοῦ Πνεύµατος; Εὔδηλον ὅτι περὶ τοῦ Πνεύµατος· πρὸς γὰρ τοῦτο ἀπὸ τοῦ γράµµατος αὐτοὺς ἐκάλει. Ἵνα γὰρ µὴ ἀκούσας τις Πνεῦµα, εἶτα λογισάµενος, εἰ Μωϋσῆς πρὸς Κύριον ἐπέστρεψεν, αὐτὸς δὲ πρὸς Πνεῦµα, ἔλαττον ἔχειν νοµίσῃ, διορθούµενοςτὴν τοιαύτην ὑπόνοιαν, φησὶν, Ὁ δὲ Κύριος τὸ Πνεῦµά ἐστι. Καὶ τοῦτο Κύριός ἐστι, φησί. Καὶ ἵνα µάθῃς, ὅτι περὶ τοῦ Παρακλήτου ὁ λόγος, ἐπήγαγεν· Οὗ δὲ τὸ Πνεῦµα Κυρίου, ἐκεῖ ἐλευθερία. Οὐ γὰρ δήπου τοῦτο ἂν εἴποις αὐτὸν λέγειν, Οὗ δὲ ὁ Κύριος τοῦ Κυρίου. Ἐλευθερίαν δὲ εἶπε πρὸς τὴν ἔµπροσθεν δουλείαν. Εἶτα ἵνα µὴ νοµίσῃς, ὅτι περὶ µέλλοντος χρόνου λέγει, φησίν· Ἡµεῖς δὲ πάντες ἀνακεκαλυµµένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόµενοι· οὐ τὴν παυοµένην ἐκείνην, ἀλλὰ τὴν µένουσαν· τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύµατος. Εἶδες πῶς πάλιν ἐν τάξει τοῦ Θεοῦ τὸ Πνεῦµα τίθησι, καὶ αὐτοὺς εἰς τὴν τάξιν ἀναβιβάζει τῶν ἀποστόλων; Καὶ γὰρ ἔµπροσθεν εἴρηκεν, Ἐπιστολή ἐστε Χριστοῦ· καὶ ἐνταῦθα, Ἡµεῖς δὲ πάντες ἀνακεκαλυµµένῳ προσώπῳ. Καίτοι αὐτοὶ ἦλθον φέροντες κατὰ Μωϋσέα νόµον. Ἀλλ' ὥσπερ ἡµεῖς, φησὶν, οὐκ ἐδεήθηµεν καλύµµατος, οὕτως οὐδὲ ὑµεῖς οἱ δεξάµενοι. Καίτοι γε πολλῷ µείζων αὕτη ἡ δόξα, οὐ γὰρ τοῦ προσώπου ἡµῶν αὕτη, ἀλλὰ τοῦ Πνεύµατος· ἀλλ' ὅµως ἡµῖν ὁµοίως ἀτενίσαι δύνασθε εἰς ταύτην. Ἐκεῖνοι µὲν γὰρ οὐδὲ διὰ µεσίτου, ὑµεῖς δὲ καὶ χωρὶς µεσίτου δύνασθε τὴν µείζονα· ἐκεῖνοι εἰς τὴν Μωϋσέως οὐκ ἴσχυσαν, ὑµεῖς καὶ εἰς τὴν τοῦ Πνεύµατος· οὐκ ἂν δὲ, εἰ καταδεέστερον τὸ Πνεῦµα ἦν, ὡς µείζονα ταῦτα ἐκείνων ἔθηκε. εʹ. Τί δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόµενοι, τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα; Σαφέστερον µὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σηµείων τὰ χαρίσµατα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλµοὺς ἔχοντι. Ὁµοῦ τε γὰρ βαπτιζόµεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάµπει, τῷ Πνεύµατι καθαιροµένη· καὶ οὐ µόνον ὁρῶµεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόµεθά τινα αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείµενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέµψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως µόνον, ἀλλὰ καὶ ἀπὸ τῆςλαµπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιροµένη, καὶ ἀργύρου λαµπροτέρα γινοµένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύµατος, καὶ ταύτην ἀντιπέµπει.∆ ιὸ καί φησι, Κατοπτριζόµενοι, τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύµατος, εἰς δόξαν, τὴν ἡµετέραν, τὴν ἐγγινοµένην, καὶτοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύµατος. Ὅρα πῶς καὶ ἐνταῦθα τὸ Πνεῦµα Κύριον καλεῖ. Καὶ ἀλλαχοῦ δὲ αὐτοῦ τὴν κυριότητα ἔστιν ἰδεῖν· Λειτουργούντων γὰρ αὐτῶν, καὶ νηστευόντων τῷ Κυρίῳ, φησὶν, εἶπε τὸ Πνεῦµα· Ἀφορίσατέ µοι Παῦλον καὶ Βαρνάβαν.∆ ιὰ γὰρ τοῦτο εἶπε, Λειτουργούντων αὐτῶν τῷ Κυρίῳ, Ἀφορίσατέ µοι, ἵνα τὸ ὁµότιµον δείξῃ. Καὶ πάλιν ὁ Χριστός φησιν, Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ· τὸ δὲ Πνεῦµα, ὡς ἄνθρωπος οἶδε τὰ ἑαυτοῦ, οὕτως οἶδε τὰ τοῦ Θεοῦ, οὐχὶ διδασκόµενον· ἐπεὶ ἡ εἰκὼν οὐ µένει. Καὶ τὸ ἐνεργεῖν δὲ καθὼς βούλεται, δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν καὶ τὴν κυριότητα. Τοῦτο µεταµορφοῖ, τοῦτο οὐκ ἐᾷ συσχηµατίζεσθαι ἡµᾶς τῷ αἰῶνι τούτῳ, τοῦτο δηµιουργὸν τῆς τοιαύτης κτίσεως. Ὥσπερ γάρ φησι, Κτισθέντες ἐν Χριστῷ Ἰησοῦ· οὕτω φησὶ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεὸς, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱµάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἂν, εἰ µὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ µαρµαρυγαὶ, τοσοῦτον τὰ ἱµάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν. Βασιλέως γὰρ ἱµάτια καὶ τοῖς λῃσταῖς ἐστι φοβερά. Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώµατος λάµπουσαν ταύτην; Ἀτενίσαντες, φησὶν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν. Ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, µᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ µὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώµατον. Καὶ καθάπερ πυραυγῆ σώµατα ἀπὸ τῶν λαµπρῶν σωµάτων ἐπὶ τὸ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις µεταδίδωσι τῆς οἰκείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συµβαίνει.∆ ιὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴµοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόµενα ἴσµεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγµατα, καὶ πρὸςτὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης µέχρι µὲν µιᾶς καὶ δευτέρας ἡµέρας ἐν ἡµῖν µένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυµεν, τὸν χειµῶνα ἐπάγοντεςτῶν βιωτικῶν πραγµάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόµενοι τὰς ἀκτῖνας. Χειµὼν γὰρ τὰ βιωτικὰ, καὶ χειµῶνος σκυθρωπότερα. Οὐ γὰρ κρυµὸς τίκτεται ἐντεῦθεν, οὐδὲ ὑετὸς, οὐδὲ πηλὸν ποιεῖ καὶ τέλµα βαθὺ, ἀλλὰ τὰ πάντων χαλεπώτερα τούτων, γέενναν συνίστησι, καὶ τὰ τῆςγεέννης κακά. Καὶ καθάπερ ἐν κρυµῷ σφοδρῷ πέπηγε πάντα τὰ µέλη, καὶ ἔστι νεκρά· οὕτω δὴ καὶ ἐν τῷ χειµῶνι τῶν ἁµαρτηµάτων φρίττουσα ἡ ψυχὴ, οὐδὲν τῶν αὐτῆς ἐργάζεται, πεπηγυῖα καθάπερ ὑπὸ κρυµοῦ τοῦ συνειδότος. Ὅπερ γὰρ τῷ σώµατι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ· ὅθεν καὶ δειλία γίνεται. Οὐδὲν γὰρ δειλότερον τοῦ τοῖς βιωτικοῖς προσηλωµένου· τὸν γὰρ τοῦ Κάϊν βίον ὁ τοιοῦτος ζῇ, καθ' ἑκάστην ἡµέραν τρέµων. Καὶ τί λέγω θανάτους καὶ ζηµίας καὶ προσκρούµατα καὶ κολακείας καὶ θεραπείας; καὶ γὰρ καὶ τούτων χωρὶς µυρίας δέδοικε µεταβολάς. Καὶ τὸ µὲν ταµιεῖον γέµει χρυσίου, ἡ ψυχὴ δὲ οὐκ ἀπήλλακται τοῦ τῆς πενίας φόβου· καὶ µάλα εἰκότως. Ὡς ἐπὶ πραγµάτων γὰρ ὁρµεῖ σαθρῶν, καὶ εὐµεταπτώτων· κἂν µὴ αὐτὸς ὑποµείνῃ τὴν µεταβολὴν, ἐν ἑτέροις γινοµένην ὁρῶν, ἀπόλωλε· καὶ πολλὴ µὲν ἡ δειλία, πολλὴ δὲ ἡ ἀνανδρία. Οὐδὲ γὰρ µόνον πρὸς κινδύνους ἄτολµος ὁ τοιοῦτος, ἀλλὰ καὶ πρὸς τὰ ἄλλα πάντα· κἂν ἐπιθυµία χρηµάτων ἐµπέσῃ, οὐχ ὡς ἀνὴρ ἐλεύθερος ἀποκρούεται τὴν προσβολὴν, ἀλλ' ὡς ἀργυρώνητος πάντα πράττει, καθάπερ δεσποίνῃ χαλεπῇτῇ φιλαργυρίᾳ δουλεύων· κἂν εὔµορφόν τινα κόρην ἴδῃ, κατέπτηχεν εὐθέως ἁλοὺς, καὶ ὥσπερ κύων λυττῶν ἕπεται, δέον τοὐναντίον ποιεῖν. ϛ ʹ. Ὅταν γὰρ ἴδῃς γυναῖκα ὡραίαν, µὴ τοῦτο σκόπει ὅπως ἀπολαύσῃς τῆς ἐπιθυµίας, ἀλλὰ πῶς ἀπαλλαγῇς τῆς ἐπιθυµίας. Καὶ πῶς τοῦτο ἔνι, φησίν; οὐ γάρ ἐστι τὸ ἐρᾷν ἐµόν. Ἀλλὰ τίνος, εἰπέ µοι; Τῆς τοῦ δαίµονος ἐπηρείας. Ὅλως δαίµονα εἶναι νοµίζεις τὸ ἐπιβουλεῦον; Οὐκοῦν πύκτευε καὶ µάχου νοσήµατι. Ἀλλ' οὐ δύναµαι, φησί. Φέρε οὖν, πρῶτον τοῦτό σε διδάξοµεν, ὅτι τῆς σῆς ῥᾳθυµίας τὸ γινόµενον, καὶ ὅτι σὺ παρὰ τὴν ἀρχὴν τῷ δαίµονι δέδωκας πάροδον, καὶ νῦν, ἂν ἐθέλῃς, µετὰ πολλῆς αὐτὸν ἀπώσῃ τῆς εὐκολίας. Εἰπὲ γάρ µοι, οἱ µοιχεύοντες, ἐρῶντες µοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυµοῦντες; Εὔδηλον ὅτι ἐρῶντες. Ἆρ' οὖν συγγνώµης τυγχάνουσιν; Οὐδαµῶς. Τί δήποτε; Ὅτι αὐτῶν ἐστι τὸ ἁµάρτηµα. Ἀλλὰ τί µοι συλλογισµοὺς πλέκεις, φησίν; ἐγὼ σύνοιδα ἐµαυτῷ βουλόµενος ἀποκρούσασθαι τὸ πάθος, καὶ οὐκ ἰσχύω, ἀλλ' ἐφέστηκε καὶ πιέζει καὶ ὀδυνᾷ χαλεπῶς. Βούλει µὲν ἀποκρούσασθαι, ἄνθρωπε, οὐ ποιεῖς δὲ ἃ τῶν ἀποκρουοµένων ἐστίν· ἀλλὰ ταὐτὸν πάσχεις, οἷον ἂν εἴ τις πυρέττων, καὶ ψυχρῶν ἐµφορούµενος ναµάτων, λέγοι· Πόσα ἐπινοῶ βουλόµενος σβέσαι τὸν πυρετὸν καὶ οὐκ ἰσχύω, ἀλλὰ µᾶλλόν µου τὴν φλόγα ἀνάπτω; Ἴδωµεν οὖν µήποτε καὶ σὺ τὰ µὲν ἐκκαίοντα ποιεῖς, νοµίζεις δὲ ἐπινοεῖν τὰ σβεννύντα. Οὒ, φησίν. Εἰπὲ οὖν, τί ποτε ἐπεχείρησας ποιῆσαι πρὸς τὸ σβέσαι τὸ πάθος; τί δέ ἐστιν ὅλως τοῦ πάθους αὐξητικόν; Εἰ γὰρ καὶ µὴ πάντες ὑπεύθυνοι τοῖς ἐγκλήµασι τούτοις ἐσµὲν( πλείους γὰρ ἂν εὕροιµεν τῷ τῶν χρηµάτων, ἢ τῷ τῶν σωµάτων ἁλισκοµένους ἔρωτι), ἀλλὰ κοινὸν πᾶσι προκείσεται τὸ φάρµακον, καὶ τούτοις κἀκείνοις. Καὶ γὰρ κἀκεῖνο ἔρως ἄτοπος, καὶ τοῦτο, ἀλλ' οὗτος ἐκείνου δριµύτερος καὶ ὀξύτερος. Ὅταν οὖν τοῦ µείζονος περιγενώµεθα, εὔδηλον ὅτι καὶ τὸν ἐλάττω ῥᾳδίως αἱρήσοµεν. Καὶ πῶς, εἰ δριµύτερος οὗτος, φησὶν, οὐ πάντες ἁλίσκονται τῷ κακῷ, ἀλλ' οἱ πλείους περὶ χρήµατα µεµήνασιν; Ὅτι πρῶτον µὲν ἀκίνδυνος αὕτη εἶναι δοκεῖ ἡ ἐπιθυµία· ἔπειτα, εἰ καὶ ὀξυτέρα ἐστὶν ἡ τῶν σωµάτων, ἀλλὰ θᾶττον ἐκείνη σβέννυται· ὡς εἴ γε παρέµενεν, ὡς ἡ τῶν χρηµάτων, κἂν ἀπώλεσε τὸν ἁλόντα ἄρδην. Φέρε οὖν, περὶ τούτου ὑµῖν διαλεχθῶµεν, τοῦ τῶν σωµάτων, καὶ ἴδωµεν πόθεν αὔξεται τὸ κακόν· οὕτω γὰρ εἰσόµεθα, εἴτε ἡµέτερον τοῦτο ἔγκληµα, εἴτε οὐχ ἡµέτερον· καὶ εἰ µὲν ἡµέτερον, πάντα πράξωµεν, ὥστε περιγενέσθαι· εἰ δὲ οὐχ ἡµέτερον, τί µάτην κόπτοµεν ἑαυτούς; τί δὲ οὐ συγγινώσκοµεν, ἀλλ' ἐγκαλοῦµεν τοῖς ἁλισκοµένοις; Πόθεν οὖν τίκτεται οὗτος ὁ ἔρως; Ἀπὸ εὐµορφίας προσώπου, φησὶν, ὅταν καλὴ καὶ εὐειδὴς ἡ τιτρώσκουσα ᾖ. Εἰκῆ ταῦτα λέγεις καὶ µάτην. Εἰ γὰρ τῆς εὐµορφίας τὸ ἐραστὰς ἐπισπάσασθαι, πάντας ἂν ἔσχεν ἐραστὰς ἡ τοιαύτη κόρη· εἰ δὲ οὐ πάντας ἔχει, οὐ τῆς φύσεως τοῦτο, οὐδὲ ἐξ εὐµορφίας, ἀλλ' ἐξ ἀκολάστων ὀφθαλµῶν· ὅταν γὰρ ἰδὼν περιέργως θαυµάσῃς καὶ ἐρασθῇς, ἐδέξω τὸ βέλος. Καὶ τίς ἂν δύναιτο καλὴν γυναῖκα ὁρῶν, µὴ ἐπαινέσαι τὴν ὁρωµένην; φησίν. Εἰ τοίνυν οὐ τῆς προαιρέσεως ἡµῶν τὸ τὰ τοιαῦτα θαυµάζειν, οὐκ ἐν ἡµῖν ἄρα ὁ ἔρως. Ἐπίσχες, ἄνθρωπε. Τί πάντα φύρεις ὁµοῦ, πανταχοῦ περιτρέχων, καὶ τοῦ κακοῦ τὴν ῥίζαν οὐκ ἐθέλων ἰδεῖν; καὶ γὰρ πολλοὺς ὁρῶ θαυµάζοντας καὶ ἐπαινοῦντας, οὐκ ἐρῶντας δέ. Καὶ πῶς ἔνι θαυµάζοντας µὴ ἐρᾷν; Μὴ θορύβει· τοῦτο γὰρ ἔρχοµαι εἰπεῖν· ἀλλ' ἀνάµεινον, καὶ ἀκούσῃ τοῦ Μωϋσέως θαυµάζοντος τὸν παῖδα τοῦ Ἰακὼβ, καὶ λέγοντος· Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. Ἆρα οὖν ἤρα ὁ ταῦτα λέγων; Οὐδαµῶς. Οὐδὲ γὰρ ἑώρα, φησὶ, τὸν ἐπαινούµενον. Ἀλλὰ καὶ πρὸς τὰ ἀκουόµενα κάλλη πάσχοµέν τι τοιοῦτον, οὐ πρὸς τὰ ὁρώµενα µόνον. Ἵνα δὲ µὴ φιλονεικῇς ἡµῖν ἐν τούτοις, ὁ∆ αυῒδ οὐκ ἦν ὡραῖος σφόδρα, καὶ ὑπέρυθρος µετὰ κάλλους ὀφθαλµῶν; ὃ δὴ µάλιστά ἐστι τυραννικώτερον µέρος τῆς εὐµορφίας, τῶν ὀφθαλµῶν τὸ κάλλος. Ἆρ' οὖν ἠράσθη τις αὐτοῦ; Οὐδαµῶς. Οὐκ ἄρα µετὰ τοῦ θαυµάζειν καὶ τὸ ἐρᾷν γίνεται. Καὶ γὰρ καὶ µητέρας ἔσχον πολλοὶ σφόδρα ἀνθούσας τῇ τοῦ σώµατος ὥρᾳ. Τί οὖν; ἠράσθησαν αὐτῶν οἱ παῖδες; Ἄπαγε· ἀλλὰ θαυµάζουσι µὲν τὸ ὁρώµενον, οὐκ ἐµπίπτουσι δὲ εἰς ἔρωτα αἰσχρόν. Πάλιν γὰρ τῆς φύσεως τὸ κατόρθωµά ἐστι. Ποίας φύσεως, εἰπέ µοι; Ὅτι µητέρες εἰσὶ, φησίν. Εἶτα οὐκ ἀκούεις, ὅτι Πέρσαι, µηδενὸς καταναγκάζοντος, ταῖς αὐτῶν µίγνυνται µητράσι, καὶ οὐχ εἷς οὐδὲ δεύτερος, ἀλλ' ὁλόκληρον ἔθνος; Χωρὶς δὲ τούτων, κἀκεῖθεν δῆλον, ὅτι τὸ νόσηµα τοῦτο οὐ τῆς ὥρας τοῦ σώµατος, οὐδὲ τῆς εὐµορφίας ἐστὶν ἁπλῶς, ἀλλὰ τῆς ῥᾳθύµου καὶ πλανωµένης ψυχῆς. Πολλοὶ γοῦν πολλάκις µυρίας εὐπρεπεῖς παραδραµόντες γυναῖκας, ταῖς αἰσχροτέραις ἔδωκαν ἑαυτούς· ὅθεν δῆλον ὅτι οὐ τῆς εὐµορφίας τὸ ἐρᾷν· ἢ γὰρ ἂν εἷλον ἐκεῖναι πρὸ τούτων τοὺς ἐµπεσόντας. Τί οὖν τὸ αἴτιον; εἰ γὰρ µὴ τῆς εὐµορφίας τὸ ἐρᾷν, πόθεν ἔχει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, φησίν; Ἀπὸ δαίµονος πονηροῦ; Ἔχει µὲν καὶ ἐκεῖθεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούµενον, ἀλλ' εἰ µὴ καὶ ἡµεῖς αἴτιοι. Οὐ γὰρ ἐκείνων µόνον ἡ ἐπιβουλὴ, ἀλλὰ µετ' ἐκείνων καὶ ἡµῶν πρώτων. Οὐδαµόθεν γὰρ ἑτέρωθεν οὕτω τίκτεται τὸ πονηρὸν τοῦτο νόσηµα, ὡς ἀπὸ συνηθείας, καὶ κολακείας ῥηµάτων, καὶ σχολῆς καὶ ἀργίας καὶ τοῦ µηδὲνἔχειν ποιεῖν. ζʹ. Μεγάλη γὰρ, µεγάλη τῆς συνηθείας ἡ τυραννὶς, καὶ τοσαύτη, ὡς εἰς φύσεως ἀνάγκην καθίστασθαι. Εἰ δὲ συνήθεια τὸ τίκτειν αὐτὴν, εὔδηλον ὅτι καὶ τὸ σβεννύναι. Πολλοὶ γοῦν ἐρῶντες οὕτως ἐπαύσαντο, µὴ ὁρωµένων τῶν ἐρωµένων. Τοῦτο δὲ πρὸς βραχὺ µὲν δοκεῖ πικρὸν εἶναι, καὶ σφόδρα ἀηδές· τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλοµένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος. Τί οὖν ὅταν συνηθείας χωρὶς ἀπὸ πρώτης τῆς ὄψεως ἁλῶ; Κἀνταῦθα ἀργία τοῦ σώµατος, ἢ τρυφὴ, καὶ τὸ µὴ φροντίζειν τῶν προσηκόντων, µηδὲ ἐν ἀναγκαίοις εἶναι πράγµασι. Καθάπερ γὰρ πλάνος τις ὁ τοιοῦτος περιερχόµενος, παντὶ περιπείρεται πονηρῷ· καὶ καθάπερ παιδίον ἄφετον, ὁ βουλόµενος ἀνδραποδίζει τὴν τοιαύτην ψυχήν. Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν. Καθάπερ ἡ γῆ, ὅταν µὴ σπείρηται µηδὲ φυτεύηται, βοτάνην ἀναδίδωσιν ἁπλῶς· οὕτω καὶ ἡ ψυχὴ, ὅταν µὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυµοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγµασι. Καὶ ὥσπερ ὀφθαλµὸς τοῦ µὲν ὁρᾷν οὐ παύεται, καὶ διὰ τοῦτο ὄψεται πονηρὰ, ὅταν ἀγαθὰ µὴ ᾖ ὑποκείµενα· οὕτω καὶ ὁ λογισµὸς, ὅταν τῶν ἀναγκαίων ἑαυτὸν ἀπαγάγῃ, περὶ τὰ ἄχρηστα στρέφεται λοιπόν· ἐπεὶ ὅτι καὶ τὴν πρώτην προσβολὴν δύναται ἀποκρούσασθαι ἀσχολία καὶ φροντὶς, πολλαχόθεν δῆλον. Ὅταν οὖν ἴδῃς γυναῖκα καλὴν, καὶ πάθῃς τι πρὸς αὐτὴν, µηκέτι ἴδῃς, καὶ ἀπηλλάγης. Καὶ πῶς δυνήσοµαι µηκέτι ἰδεῖν ὑπὸ τῆς ἐπιθυµίας ἑλκόµενος, φησίν; Ἑτέροις σεαυτὸν δὸς, περιέλκουσι τὴν ψυχὴν, βιβλίοις, φροντίσιν ἀναγκαίαις, προστασίαις, βοηθείαις ἀδικουµένων, εὐχαῖς, φιλοσοφίᾳ τῇ περὶτῶν µελλόντων· τοιούτοις κατάδησον τὴν ψυχήν. Οὕτως οὐχὶ νεαρὸν ἕλκος διορθώσῃ µόνον, ἀλλὰ παγὲν καὶ χρόνιον γενόµενον ἀποτρίψῃ ῥᾳδίως. Εἰ γὰρ ὕβρις τὸν ἐρῶντα πείθει καταλύειν τὸν ἔρωτα, κατὰ τὴν παροιµίαν, πῶς οὐ πολλῷ µᾶλλον αἱ πνευµατικαὶ αὗται ἐπῳδαὶ περιέσονται τοῦ κακοῦ, µόνον ἂν ἐθέλωµεν ἀποστῆναι; Ἂν δὲ ἀεὶ προσοµιλῶµεν καὶ συναναστρεφώµεθα ταῖς τοξευούσαις ἡµᾶς τὰ τοιαῦτα τοξεύµατα, καὶ λέγοντες καὶ ἀκούοντες τὰ παρ' ἐκείνων, τρέφοµεντὸ νόσηµα. Πῶς οὖν ἀξιοῖς σβεσθῆναι τὸ πῦρ, καθ' ἑκάστην ἡµέραν τὴν φλόγα ἀνάπτων; Καὶ ταῦτα µὲν ἡµῖν τὰ τῆς συνηθείας πρὸς τοὺς νέους εἰρήσθω· ὡς τοῖς γε ἀνδράσι, καὶ φιλοσοφεῖν ἐπισταµένοις, πάντων µείζων ὁ τοῦ Θεοῦ φόβος, ἡ τῆς γεέννης µνήµη, ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιθυµία· ἱκανὰ γὰρ ταῦτα σβέσαι τὸ πῦρ. Μετὰ δὲ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ὁρώµενον, ἢ φλέγµα καὶ αἷµα καὶ τροφῆς διασεσηπυίας χυµός. Ἀλλὰ φαιδρὸν τὸ ἄνθος τῆς ὄψεως, φησίν. Ἀλλ' οὐδὲν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς φαιδρότερον· ἀλλὰ καὶ ταῦτα σήπεται καὶ µαραίνεται. Μὴ τοίνυν µηδὲ ἐνταῦθα τῷ ἄνθει πρόσεχε· ἀλλ' ἐνδότερον διάβηθι τῷ λογισµῷ, καὶ τὸ δέρµα τὸ καλὸν ἐκεῖνο περιελὼν τῷ λογισµῷ, περιεργάζου τὰ ὑπὸ τοῦτο κείµενα. Ἐπεὶ καὶ τὸ τῶν ὑδεριώντων σῶµα ἀποστίλβει λαµπρὸν, καὶ οὐδὲν ἡ ἐπιφάνεια φαῦλον ἔχει, ἀλλὰ τῇ ἐννοίᾳ τοῦ ἔνδον ἀποκειµένου χυµοῦπληττόµενοι, φιλεῖν τοὺς τοιούτους οὐ δυνάµεθα. Ἀλλ' ὑγρὸς ὁ ὀφθαλµὸς, καὶ γοργὸς, καὶ καλῶς ἀποτεταµένη ἡ ὀφρὺς, καὶ κυαναῖ αἱ βλεφαρίδες, καὶ ἥµερος ἡ κόρη, καὶ γαληνὸν τὸ ὄµµα. Ἀλλ' ὅρα ὅτι αὐτὸ τοῦτο πάλιν οὐδὲν ἕτερόν ἐστιν, ἢ νεῦρα καὶ φλέβες καὶ ὑµένες καὶ ἀρτηρίαι. Σὺ δέ µοι τὸν καλὸν τοῦτον ὀφθαλµὸν ἐννόησον νοσοῦντα, γηρῶντα, ὑπὸ ἀθυµίας µαραινόµενον, ὑπὸ ὀργῆς οἰδοῦντα, πῶς εἰδεχθὴς, πῶς ταχέωςἀπόλλυται, καὶ τῶν γεγραµµένων τάχιον ἀφανίζεται. Ἀπὸ τούτων µετάγαγε τὴν διάνοιαν ἐπὶ τὸ κάλλος τὸ ἀληθινόν. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, κάλλος ψυχῆς. Ἀλλ' ἂν ἐθέλῃς, ὄψει· καὶ ὥσπερ τοὺς ἀπόντας καλοὺς ἔστιν ὀφθαλµοῖς µὴ ἰδόντα τῷ νῷ θαυµάσαι· οὕτω δυνατὸν ψυχῆς κάλλος χωρὶς ὀφθαλµῶν ἰδεῖν. Οὐχ ὑπέγραψας πολλάκις µορφὴν εὐειδῆ, καὶ ἔπαθές τι πρὸς τὴν διάπλασιν; Ἀνατύπωσον καὶ νῦν ψυχῆς κάλλος, καὶ ἐντρύφα τῇ εὐµορφίᾳ. Ἀλλ' οὐχ ὁρῶ, φησὶν, ἀσώµατα. Καὶ µὴν τῶν σωµάτων αὐτὰ µᾶλλον ὁρῶµεν τῷ νῷ.∆ ιὰ τοῦτο γοῦν θαυµάζοµεν καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καίτοι γε µὴ ὁρῶντες, καὶ τρόπων ἤθη καὶ ψυχῆς ἀρετήν. Κἂν ἴδῃς ἄνθρωπον ἐπιεικῆ καὶ µέτριον, µᾶλλον θαυµάσῃ τοῦτον ἢ ἐκείνην τὴν εὔµορφον ὄψιν· κἂν ἴδῃς ὑβριζόµενον, καὶ φέροντα ἀδικούµενον, µετὰ τοῦ θαυµάζειν ἔρα τῶν τοιούτων, κἂν γεγηρακότες ὦσι. Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε µαραίνεται, ἀλλ' ἀνθεῖ διηνεκῶς. Ἵν' οὖν καὶ αὐτοὶ τοῦτο κτησώµεθα, τοὺς ἔχοντας αὐτὸ θηρῶµεν, καὶ ἐρασταὶ τούτων γινώµεθα. Οὕτω γὰρ καὶ αὐτοὶ δυνησόµεθα, ταύτην λαβόντες τὴν εὐµορφίαν, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note