Homilies on Second Corinthians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.8
Ἔχοντες οὖν τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθηµεν, οὐκ ἐκκακοῦµεν, ἀλλ' ἀπειπάµεθα τὰ κρυπτὰ τῆς αἰσχύνης. αʹ. Ἐπειδὴ µεγάλα ἐφθέγξατο, καὶ Μωϋσέως ἑαυτὸν προὔθηκε, καὶ τοὺς πιστοὺς πάντας, αἰσθόµενος τῆς ὑπερβολῆς καὶ τοῦ µεγέθους τῶν εἰρηµένων, ὅραπῶς µετριάζει πάλιν. Καὶ γὰρ ἐπαίρειν ἔδει διὰ τοὺς ψευδαποστόλους καὶ τοὺς ἀκροατὰς, καὶ πάλιν παραµυθεῖσθαι τὸν ὄγκον, οὐχὶ καθαιρεῖν, ἐπεὶ τοῦτο παίζοντος ἦν.∆ ιόπερ ἑτέρως αὐτὸ µεθοδεύει, τῷ δεικνύναι, ὅτι οὐκ ἐκ τῶν οἰκείων κατορθωµάτων γέγονεν, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸ πᾶν· διὸ καί φησιν, Ἔχοντες οὖν τὴν διακονίαν ταύτην. Οὐδὲν γὰρ πλέον ἡµεῖς εἰσηνέγκαµεν, ἀλλ' ἢ διάκονοι µόνον ἐγενόµεθα, καὶ τοῖς παρὰ τοῦ Θεοῦ δοθεῖσιν ὑπηρετήσαµεν.∆ ιόπερ οὐκ εἶπε παροχὴν, οὐδὲ χορηγίαν, ἀλλὰ∆ ιακονίαν, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ἐπήγαγε, Καθὼς ἠλεήθηµεν. Καὶ γὰρ τοῦτο αὐτὸ, φησὶ, τὸ διακονήσασθαι τούτοις, ἀπὸ ἐλέου καὶ φιλανθρωπίας. Καίτοι γε ἐλέους ἐστὶ τὸ κακῶν ἀπαλλάξαι, οὐχὶ τὸ καὶ τοσαῦτα δοῦναι ἀγαθά· ἀλλ' ὁ τοῦ Θεοῦ ἔλεος καὶ τοῦτο ἔχει. Οὐκ ἐκκακοῦµεν. Καὶ τοῦτο δὲ αὐτοῦ τῇ φιλανθρωπίᾳ λογιστέον. Τὸ γὰρ, Καθὼς ἠλεήθηµεν, καὶ ὑπὲρ τῆς διακονίας, καὶ ὑπὲρ τοῦ, Οὐκ ἐκκακοῦµεν, εἰρῆσθαι νόµιζε. Καὶ σκόπει πῶς σπουδάζει τὰ καθ' ἑαυτὸν καθαιρεῖν. Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου µόνον καὶ φιλανθρωπίας, οὐδὲν µέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασµοὺς ὑποµένειν.∆ ιὰ τοῦτο οὐ µόνον οὐ καταπίπτοµεν, ἀλλὰ καὶ χαίροµεν, καὶ παῤῥησιαζόµεθα. Εἰπὼν γοῦν, Οὐκ ἐκκακοῦµεν, ἐπήγαγεν· Ἀλλ' ἀπειπάµεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, µὴ περιπατοῦντες ἐν πανουργίᾳ, µηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ. Καὶ τί ἐστι, Τὰ κρυπτὰ τῆς αἰσχύνης; Οὐκ ἐπαγγελλόµεθα, φησὶ, καὶ ὑπισχνούµεθα µεγάλα, καὶ ἕτερα δὲ ἐπὶ τῶν ἔργων δείκνυµεν, καθάπερ ἐκεῖνοι· διὸ καὶ ἔλεγε, Τὰ κατὰ πρόσωπον, βλέπετε· ἀλλὰ τοιοῦτοί ἐσµεν, οἷοι ὁρώµεθα, οὐχὶ διπλόην τινὰ ἔχοντες, οὔτε τοιαῦτα λέγοντες καὶ ποιοῦντες ἃ κρύπτειν δεῖ καὶ συσκιάζειν αἰσχυνοµένουςκαὶ ἐρυθριῶντας. Καὶ τοῦτο ἑρµηνεύων, ἐπήγαγε, Μὴ περιπατοῦντες ἐν πανουργίᾳ. Ὃ γὰρ ἐνόµιζον ἐγκώµιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει. Τί δέ ἐστιν, Ἐν πανουργίᾳ;∆ όξαν εἶχον µὴ λαµβανόντων ἐκεῖνοι, ἐλάµβανον δὲ καὶ ἔκρυπτον· δόξαν εἶχον ἁγίων καὶ ἀποστόλων δοκίµων, ἦσαν δὲ µυρίων γέµοντες κακῶν. Ἀλλ' ἡµεῖς, φησὶ, τούτοις ἀπειπάµεθα( ταῦτα γὰρ καὶ κρυπτὰ αἰσχύνης καλεῖ), τοιοῦτοι ὄντες οἷοι φαινόµεθα, καὶ οὐδὲν ἔχοντες συνεσκιασµένον, καὶ οὐκἐν τῷ βίῳ µόνον τούτῳ, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κηρύγµατι· τοῦτο γάρ ἐστιν, Οὐδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας· οὐ τῷ προσώπῳ καὶ τῇ ἐπιδείξει, ἀλλ' αὐτῇ τῇ τῶν πραγµάτων ἀποδείξει. Συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Οὐ γὰρ πιστοῖς µόνον, ἀλλὰ καὶ ἀπίστοις ἐσµὲν κατάδηλοι, προκείµενοι πᾶσιν εἰς τὸ βασανίσαι τὰ ἡµέτερα, ὡς ἂν ἐθέλοιεν· καὶ ἀπὸ τούτου συνίσταµεν ἑαυτοὺς, οὐκ ἀπὸ τοῦ ὑποκρίνεσθαι, καὶ προσωπεῖον περιφέρειν φαιδρόν. Λέγοµεν οὖν µηδὲν λαµβάνειν, καὶ µάρτυρας ὑµᾶς καλοῦµεν· λέγοµεν µηδὲν συνειδέναι ἑαυτοῖς πονηρὸν, καὶ τούτου πάλιν τὴν µαρτυρίαν παρ' ὑµῶν ἕλκοµεν, οὐ καθάπερ ἐκεῖνοι, συσκιάζοντες τὰ καθ' ἑαυτοὺς, πολλοὺς ἀπατῶσιν. Ἡµεῖς δὲ καὶ τὸν βίον ἡµῶν πᾶσιν εἰς µέσον προτίθεµεν, καὶ τὸ κήρυγµα ἀπογυµνοῦµεν, ὥστε πάντας αὐτὸ καταµανθάνειν. Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡµῶν τοῦτο ἔγκληµα, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας.∆ ιὸ καί φησιν· Εἰ δὲ καὶ ἔστι κεκαλυµµένον τὸ εὐαγγέλιον ἡµῶν, ἐν τοῖς ἀπολλυµένοις ἐστὶ κεκαλυµµένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήµατατῶν ἀπίστων. Ὅπερ καὶ ἔµπροσθεν εἶπεν, Οἷς µὲν ὀσµὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσµὴ ζωῆς εἰς ζωὴν, τοῦτο καὶ ἐνταῦθά φησι. βʹ. Τί δέ ἐστιν, Ὁ Θεὸς τοῦ αἰῶνος τούτου; Οἱ µὲν τὰ Μαρκίωνος νοσοῦντες, λέγουσι περὶ τοῦ∆ ηµιουργοῦ τοῦ δικαίου µόνον, καὶ οὐκ ἀγαθοῦ, ταῦτα εἰρῆσθαι· λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον, καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δέ φασι τὸν διάβολον ἐνταῦθα λέγεσθαι, ἐκ τούτου δηµιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόµενοι, σφόδρα ἀνοήτως. Οἶδε µὲν γὰρ πολλάκις ἡ Γραφὴ Θεὸν καλεῖν οὐκ ἀπὸ τῆς ἀξίας τοῦ καλουµένου, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑποταττοµένων· ὡς ὅταν τὸν µαµωνᾶν κύριον λέγῃ, καὶ τὴν κοιλίαν θεόν. Ἀλλ' οὐ παρὰ τοῦτο οὔτε ἡ κοιλία θεὸς, οὔτε ὁ µαµωνᾶς κύριος, ἀλλ' ἐκείνων τῶν ὑποκατακλινόντων ἑαυτούς. Ἡµεῖς δὲ ἐκεῖνό φαµεν, ὅτι οὔτε περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι Τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήµατα. Ὁ γὰρ µέλλων οὐκ ἔχει ἀπίστους, ἀλλ' ὁ παρὼν µόνος. Εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον, ὅτι Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο δείκνυσιν αὐτὸν τούτου µόνον ὄντα τοῦ αἰῶνος Θεόν. Καὶ γὰρ ὁ Θεὸς οὐρανοῦ λέγεται, ἀλλ' οὐκ ἔστιν οὐρανοῦ µόνον Θεός· καὶ ὁ Θεὸς τῆς παρούσης ἡµέρας λέγοµεν, καὶ οὐκ εἰς ἐκείνην µόνην συγκλείοντες αὐτοῦ τὴν ἀρχὴν, τοῦτό φαµεν· καὶ ὁ Θεὸς δὲ Ἀβραὰµ λέγεται, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· καὶ οὐκ ἐκείνων µόνον ἐστὶ Θεός. Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γραφαῖς εὕροι µαρτυρίας. Πῶς οὖν ἐτύφλωσεν; Οὐκ ἐνεργήσας εἰς τοῦτο, ἄπαγε, ἀλλ' ἀφεὶς καὶ συγχωρήσας· καὶ γὰρ ἔθος τῇ Γραφῇ οὕτω λέγειν· ὡς ὅταν λέγῃ, Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιµον νοῦν. Ἐπειδὴ γὰρ αὐτοὶ ἠπίστησαν πρῶτοι, καὶ ἀναξίους ἑαυτοὺς κατεσκεύασαν τοῦ ἰδεῖν τὰ µυστήρια, καὶ αὐτὸς λοιπὸν εἴασεν. Ἀλλὰ τί ἔδει ποιῆσαι; πρὸς βίαν ἕλκειν, καὶ ἐκκαλύπτειν µὴ βουλοµένοις ἰδεῖν; Ἀλλὰ µᾶλλον ἂν κατεφρόνησαν, καὶ οὐδ' ἂν εἶδον· διὸ καὶ ἐπήγαγεν, Εἰς τὸ µὴ αὐγάσαι αὐτοῖς τὸν φωτισµὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ· οὐ πρὸς τὸ ἀπιστῆσαι τῷ Θεῷ, ἀλλὰ πρὸς τὸ τὴν ἀπιστίαν µὴ ἰδεῖν τίνα ἐστὶ τὰ ἔνδον· ὃ καὶ ἡµῖν ἐπέταξε, µὴ ῥίπτειν τοὺς µαργαρίτας ἔµπροσθεν τῶν χοίρων κελεύσας. Εἰ γὰρ καὶ ἀπιστοῦσιν ἐξεκάλυψε, µᾶλλον ἂν ἡ νόσος αὐτῶν ἐπετρίβη. Καὶ γὰρ εἰ ὀφθαλµιῶντά τις ἀναγκάσειε πρὸς τὰς ἀκτῖνας ἰδεῖν, ἐπιτείνει µᾶλλον αὐτοῦ τὴν ἀσθένειαν.∆ ιὰ τοῦτο καὶ ἐν σκότει κατακλείουσιν αὐτοὺς ἰατρῶν παῖδες, ὥστε µὴ ἐπιτρῖψαι τὸ νόσηµα. Οὕτω τοίνυν καὶ ἐνταῦθα νοητέον, ὅτι οὗτοι µὲν γεγόνασιν ἄπιστοι δι' ἑαυτούς· γενόµενοι δὲ ἄπιστοι, οὐκέτι ἑώρων τὰ ἀπόῤῥητα τοῦ εὐαγγελίου, τοῦ Θεοῦ λοιπὸν ἀποκλείοντος τὰς ἀκτῖνας αὐτοῖς. Ὅπερ καὶ τοῖς µαθη ταῖς ἔλεγεν, ὅτι∆ ιὰ τοῦτο ἐν παροιµίαι ς λαλῷ αὐτοῖς, ὅτι ἀκούοντες οὐκ ἀκούουσιν. Ἵνα δὲ καὶ ἐπὶ παραδείγµατος σαφέστερον ὃ λέγω γένηται, ὑπόθου τινὰ Ἕλληνα εἶναι µύθους τὰ ἡµέτερα ἡγούµενον· οὗτος οὖν πῶς ὠφεληθήσεται µᾶλλον, εἰσελθὼν καὶ ἰδὼν τὰ µυστήρια, ἢ ἔξω µένων;∆ ιὰ τοῦτό φησιν· Εἰς τὸ µὴ αὐγάσαι αὐτοῖς τὸν φωτισµὸν, ἐπιµένων ἔτι τῇ ἱστορίᾳ Μωϋσέως. Ὅπερ γὰρ πρὸς Ἰουδαίους γέγονεν ἐπ' ἐκείνου, τοῦτο ἐπὶ πάντων τῶν ἀπίστων γίνεται ἐπὶ τοῦ εὐαγγελίου. Καὶ τί ἐστι τὸ συνεσκιασµένον, καὶ ὅπερ αὐτοῖς οὐκ ἔστι πεφωτισµένον; Ἄκουσον αὐτοῦ λέγοντος· Εἰς τὸ µὴ αὐγάσαι αὐτοῖς τὸν φωτισµὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Οἷον, ὅτι ὁ σταυρὸς τῆς οἰκουµένης σωτηρία καὶ αὐτοῦ δόξα, ὅτι αὐτὸς οὗτος ὁ σταυρωθεὶς µετὰ πολλῆς περιφανείας µέλλει παραγίνεσθαι, τὰ ἄλλαπάντα, τὰ παρόντα, τὰ µέλλοντα, τὰ ὁρώµενα, τὰ οὐχ ὁρώµενα, ἡ ἀπόῤῥητος τῶν προσδοκωµένων περιφάνεια.∆ ιὸ καὶ αὐγάσαι εἶπεν, ἵνα µὴ τὸ ὅλον ἐνταῦθα ζητῇς· ὥσπερ γὰρ αὐγή τις ἐστὶ µόνον τοῦ Πνεύµατος ἡ δεδοµένη. Τοῦτο γοῦν καὶ ἀνωτέρω δηλῶν, ὀσµὴν εἶπε, καὶ πάλιν ἀῤῥαβῶνα, δεικνὺς ὅτι τὸ πλέον ἐκεῖ µένει. Ἀλλ' ὅµως ταῦτα ἅπαντα κέκρυπται ἀπ' αὐτῶν· κέκρυπται δὲ, ἐπειδὴ ἠπίστησαν πρότεροι. Εἶτα δεικνὺς, ὅτι οὐχὶ τὴν τοῦ Χριστοῦ δόξαν ἀγνοοῦσι µόνον, ἀλλὰ καὶ τὴν τοῦ Πατρὸς οἱ ταύτην οὐκ ἰδόντες, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. Μὴ γὰρ µέχρι τοῦ Χριστοῦ στῇς µόνον. Ὥσπερ γὰρ διὰ τούτου τὸν Πατέρα ὁρᾷς· οὕτως ἀγνοήσας τὴν τούτου δόξαν, οὐδὲ τὴν ἐκείνου εἴσῃ. Οὐ γὰρ ἑαυτοὺς κηρύσσοµεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Ἰησοῦν. γʹ. Καὶ ποία αὕτη ἀκολουθία; τί τοῦτο πρὸς τὰ εἰρηµένα ἔχει κοινόν; Ἢ ἐκείνους αἰνίττεται ὡς ἐπαίροντας ἑαυτοὺς, καὶ πείθοντας τοὺς µαθητὰς ἀπ' αὐτῶν ἑαυτοὺς ὀνοµάζειν, ὅπερ ἐν τῇ προτέρᾳ ἔλεγεν, Ἐγώ εἰµι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· ἢ ἕτερόν τι βαρύτατον. Ποῖον δὴ τοῦτο; Ἐπειδὴ σφόδρα αὐτοὺς ἐπολέµουν, καὶ ἐπεβούλευον αὐτοῖς πάντοθεν, Μὴ γὰρ ἡµῖν µάχεσθε, φησὶ, καὶ πολεµεῖτε; ἢ τῷ δι' ἡµῶν κηρυττοµένῳ; οὐ γὰρ ἑαυτοὺς κηρύττοµεν· ἐγὼ δοῦλός εἰµι, ἐγὼ διάκονός εἰµι καὶ τῶν δεχοµένων τὸ κήρυγµα, ἑτέρῳ πάντα πραγµατευόµενος, καὶ ὑπὲρ τῆς ἐκείνου δόξης πᾶν ὁτιοῦν ποιῶν. Ὥστε ἐµοὶ πολεµῶν, τὰ ἐκείνου καταβάλλεις. Τοσοῦτον γὰρ ἀπέχω εἰς ἐµαυτόν τι περιστῆσαι τῶν τοῦ εὐαγγελίου, ὅτι καὶ ὑµῶν οὐ παραιτήσοµαι εἶναι δοῦλος διὰ τὸν Χριστὸν, ἐπειδὴ ἐκείνῳ ἔδοξενοὕτω τιµῆσαι ὑµᾶς, ἐπειδὴ οὕτως ὑµᾶς ἐφίλησε, καὶ πάντα ὑπὲρ ὑµῶν ἔπραξε.∆ ιὸ καὶ λέγει, Ἑαυτοὺς δὲ δούλους ὑµῶν διὰ Χριστόν. Εἶδες ψυχὴν δόξης καθαράν; Οὐ γὰρ δὴ µόνον, φησὶ, τῶν δεσποτικῶν οὐδὲν νοσφιζόµεθα, ἀλλὰ καὶ ὑµῖν ἑαυτοὺς ὑποτάσσοµεν δι' ἐκεῖνον. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάµψαι, ἔλαµψεν ἐν ταῖς καρδίαις ὑµῶν. Εἶδες πῶς πάλιν τοῖς ζητοῦσι τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν ὑπερβάλλουσαν, τὴν Μωϋσέως λέγω, δείκνυσι µετὰ προσθήκης ἀστράπτουσαν; Καθάπερ εἰς τὸ πρόσωπον Μωϋσέως, οὕτως εἰς τὰς ὑµετέρας καρδίας ἔλαµψε, φησί. Καὶ πρότερον ἀναµιµνήσκει τῶν ἐν ἀρχῇ τῆς κτίσεως γενοµένων, αἰσθητοῦ φωτὸς καὶ σκότους αἰσθητοῦ, δεικνὺς ὅτι αὕτη µείζων ἡ δηµιουργία. Καὶ ποῦ εἶπεν, Ἐκ σκότους φῶς λάµψαι; Ἐν ἀρχῇ καὶ ἐν προοιµίοις τῆς κτίσεως· Σκότος γὰρ ἦν, φησὶν, ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. Ἀλλὰ τότε µὲν εἶπε, Γενηθήτω, καὶ ἐγένετο· νῦν δὲ οὐκ εἶπεν, ἀλλ' αὐτὸς ἡµῖν γέγονε φῶς· οὐ γὰρ εἶπεν, ὅτι καὶ νῦν εἶπεν, ἀλλ' αὐτὸς ἔλαµψε.∆ ιὰ τοῦτο οὐδὲ αἰσθητὰ πράγµατα ὁρῶµεν τοῦ φωτὸς λάµποντος τούτου, ἀλλ' αὐτὸν τὸν Θεὸν διὰ τοῦ Χριστοῦ. Ὁρᾷς τὸ ἀπαράλλακτον τῆς Τριάδος; Περὶ µὲν γὰρ τοῦ Πνεύµατός φησιν· Ἡµεῖς δὲ πάντες ἀνακεκαλυµµένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόµενοι, τὴν αὐτὴν εἰκόνα µεταµορφούµεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερἀπὸ Κυρίου Πνεύµατος· περὶ δὲ τοῦ Υἱοῦ, Εἰς τὸ µὴ αὐγάσαι αὐτοῖς τὸν φωτισµὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ· περὶ δὲ τοῦ Πατρὸς, Ὁ εἰπὼν ἐκ σκότους φῶς λάµψαι, ἔλαµψεν ἐν ταῖς καρδίαις ὑµῶν, πρὸς φωτισµὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὥσπερ γὰρ εἰπὼν, Τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ἐπήγαγεν, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ, δεικνὺς ὅτι καὶ τῆς ἐκείνου δόξης ἀπεστερήθησαν· οὕτως εἰπὼν, Τῆς γνώσεως τοῦ Θεοῦ, ἐπήγαγεν, Ἐν προσώπῳ Χριστοῦ, δεικνὺς ὅτι διὰ τούτου τὸν Πατέρα γινώσκοµεν, ὥσπερ οὖν καὶ διὰ τοῦΠνεύµατος αὐτῷ προσαγόµεθα. Ἔχοµεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ Θεοῦ, καὶ µὴ ἐξ ἡµῶν. Ἐπειδὴ γὰρ πολλὰ καὶ µεγάλα εἶπε περὶ τῆς ἀποῤῥήτου δόξης· ἵνα µή τις λέγῃ. Καὶ πῶς τοσαύτης δόξης ἀπολαύοντες µένοµεν ἐν θνητῷ σώµατι; φησὶν, ὅτι τοῦτο µὲν οὖν αὐτὸ µάλιστά ἐστι τὸ θαυµαστὸν, καὶ δεῖγµα µέγιστον τῆς τοῦ Θεοῦ δυνάµεως, ὅτι σκεῦος ὀστράκινον τοσαύτηνἠδυνήθη λαµπρότητα ἐνεγκεῖν, καὶ τηλικοῦτον φυλάξαι θησαυρόν. Ὅπερ οὖν καὶ αὐτὸς θαυµάζων ἔλεγεν, Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάµεως ᾖ τοῦ Θεοῦ, καὶ µὴ ἐξ ἡµῶν· πάλιν ἐκείνους αἰνιττόµενος τοὺς καυχωµένους ἐφ' ἑαυτοῖς. Τό τε γὰρ µέγεθος τῶν δοθέντων, τό τε ἀσθενὲς τῶν δεξαµένων δείκνυσι τὴν ἰσχὺν, οὐχ ὅτι µεγάλα ἐχαρίσατο µόνον, ἀλλ' ὅτι καὶ µικροῖς οὖσι· τὸ γὰρ ὀστράκινον τὸ εὔθραυστον τῆς θνητῆς φύσεως αἰνιττόµενος ἔλεγε, καὶ τὸ τῆς σαρκὸς ἡµῶν ἀσθενὲς ἐµφαίνων. Ὀστράκου γὰρ ἄµεινον οὐδὲν αὕτη διάκειται· οὕτως ἐστὶν εὐεπηρέαστος, καὶ θανάτῳ καὶ νόσοις καὶ ἀέρων ἀνωµαλίαις καὶ ἑτέροις µυρίοις διαλυοµένη ῥᾳδίως. Ταῦτα δὲ ἔλεγε, καὶ καταστέλλων ἐκείνων τὸ φύσηµα, καὶ πᾶσι δεικνὺς ὅτι οὐδὲν ἀνθρώπινον τῶν καθ' ἡµᾶς. δʹ. Καὶ γὰρ τότε µάλιστα διαφαίνεται ἡ τοῦ Θεοῦ δύναµις, ὅταν δι' εὐτελῶν ἐνεργῇ µεγάλα.∆ ιὸ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Καὶ ἐν τῇ Παλαιᾷ δὲ διὰ κωνώπων καὶ µυιῶν ὁλόκληρα στρατόπεδα βαρβάρων ἐτροποῦτο( διὸ καὶ µεγάλην δύναµιν αὐτοῦ τὴν κάµπην ἐκάλει), καὶ ἐνἀρχῇ γλώττας συγχέων µόνον, τὸν µέγαν πύργον ἐκεῖνον τὸν ἐν Βαβυλῶνι κατέλυε. Καὶ ἐν τοῖς πολέµοις δὲ νῦν µὲν διὰ τριακοσίων ἄπειρα στρατόπεδα ἤλασε, νῦν δὲ διὰ σαλπίγγων πόλεις καθεῖλε· µετὰ δὲ ταῦτα διὰ παιδίου µικροῦ καὶ εὐτελοῦς τοῦ∆ αυῒδ, ἅπασαν τῶν βαρβάρων τὴν παράταξιν ἐτροπώσατο. Οὕτω δὴ καὶ ἐνταῦθα δώδεκα µόνους ἀποστείλας, τῆς οἰκουµένης περιεγένετο, δώδεκα, καὶ τούτους ἐλαυνοµένους, πολεµουµένους. Ἐκπλαγῶµεν οὖν τοῦ Θεοῦ τὴν δύναµιν, θαυµάσωµεν, προσκυνήσωµεν· ἐρωτήσωµεν Ἰουδαίους, ἐρωτήσωµεν Ἕλληνας, τίς ἔπεισε τὴν οἰκουµένην ἅπασαν ἀποστῆναι τῶν πατρίων ἐθῶν, καὶ πρὸς ἑτέραν µετατάξασθαι πολιτείαν; ὁ ἁλιεὺς, ἢ ὁ σκηνοποιός; ὁ τελώνης, ἢ ὁ ἀγράµµατος καὶ ἰδιώτης; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, εἰ µὴ θεία δύναµις ἦν ἡ πάντα κατορθοῦσα δι' ἐκείνων; Τί δὲ καὶ λέγοντες ἔπειθον ἐκεῖνοι; Βαπτίσθητε ἐν τῷ ὀνόµατι τοῦ σταυρωθέντος. Ποίου; Ὃν οὐκ εἶδον, οὐδὲ ἐθεάσαντο. Ἀλλ' ὅµωςταῦτα λέγοντες καὶ κηρύττοντες, ἔπειθον, ὅτι οἱ µὲν µαντευόµενοι καὶ ἐκ προγόνων αὐτοῖς παραδοθέντες, οὐκ εἰσὶ θεοὶ, ὁ δὲ προσηλωθεὶς, οὗτος Χριστὸς, πάντας ἐφείλκετο. Καίτοι γε ὅτι µὲν ἐσταυρώθη καὶ ἐτάφη, παντί που δῆλον ἦν· ὅτι δὲ ἀνέστη, οὐδεὶς πλὴν ὀλίγων εἶδεν. Ἀλλ' ὅµως καὶ τοῦτο ἔπεισαν τοὺς οὐχ ἑωρακότας· καὶ οὐχ ὅτι ἀνέστη µόνον, ἀλλ' ὅτι καὶ εἰς οὐρανοὺς ἀνῆλθε, καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς. Πόθεν οὖν τὸ πιθανὸν τοῖς λόγοις τούτοις, εἰπέ µοι; Οὐδαµόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάµεως. Καὶ γὰρ πρῶτον αὐτὴ ἡ καινοτοµία πᾶσι προσίστατο· ὅταν τε καὶ τοιαῦτά τις καινοτοµῇ, χαλεπώτερον τὸ πρᾶγµα γίνεται, ὅταν ἀναµοχλεύῃ παλαιᾶς συνηθείας θεµέλια, ὅταν ἐκ βάθρων ἀνασπᾷ νόµους. Πρὸς δὲ τούτοις οὐδὲ οἱ κήρυκες ἀξιόπιστοι εἶναι ἐδόκουν, ἀλλὰ καὶ ἔθνους παρὰ πᾶσι µεµισηµένου, καὶ δειλοὶ καὶ ἀµαθεῖς. Πόθεν οὖν περιεγένοντο τῆς οἰκουµένης; πόθεν ὑµᾶς καὶ τοὺς ὑµετέρους προγόνους τοὺς δοκοῦντας φιλοσοφεῖν, µετὰ τῶν θεῶν αὐτῶν ἐξέβαλον; οὐκ εὔδηλον ὅτι ἀπὸ τοῦ τὸν Θεὸν ἔχειν µεθ' ἑαυτῶν; Οὐδὲ γὰρ ἔνι ταῦτα ἀνθρωπίνης δυνάµεως κατορθώµατα, ἀλλὰ θείας τινὸς καὶ ἀποῤῥήτου. Οὐχὶ, φησὶν, ἀλλὰ γοητικῆς. Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιµόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν. Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ' ἐναντίας ἐκείνοις τὰ ἡµέτερα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι τοῦ Θεοῦ ψῆφος ἦν τὰ γινόµενα, οὐκ ἀπὸ τοῦ κηρύγµατος µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πολιτείας αὐτῆς. Πότε γὰρ παρ θενία τοσαύτη πανταχοῦ τῆς γῆς ἐφυτεύθη; πότε χρηµάτων ὑπεροψία καὶ ζωῆς καὶ τῶν ἄλλων ἁπάντων; Οἱ γὰρ µοχθηροὶ καὶ γόητες οὐδὲν τοιοῦτον ἀνύσαιεν, ἀλλὰ τἀναντία ἅπαντα· οὗτοι δὲ ἀγγέλων ἡµῖν εἰσηγήσαντο πολιτείαν· οὐκ εἰσηγήσαντο δὲ µόνον, ἀλλὰ καὶ κατώρθωσαν, ἐν τῇ ἡµετέρᾳ, ἐν τῇ τῶν βαρβάρων, ἐν αὐταῖς τῆς γῆς ταῖς ἐσχατιαῖς. Ὅθεν δῆλον ὅτι πάντα ἡ τοῦ Χριστοῦ πανταχοῦ δύναµις ἤνυσεν, ἡ πανταχοῦ λάµπουσα, καὶ ἀστραπῆς ἁπάσης ὀξύτερον τὰς τῶνἀνθρώπων καταυγάζουσα διανοίας. Ταῦτ' οὖν ἅπαντα λογισάµενοι, καὶ τῆς τῶν µελλόντων ὑποσχέσεως, τὰ γεγενηµένα λαβόντες ἀπόδειξιν ἐναργῆ, προσκυνήσατε µεθ' ἡµῶν τὴν ἄµαχοντοῦ σταυρωθέντος ἰσχὺν, ἵνα καὶ τὰς ἀφορήτους φύγητε κολάσεις, καὶ τῆς αἰωνίου βασιλείας ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.