Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Corinthians
John ChrysostomHom. 2 Cor. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.9
Ἐν παντὶ θλιβόµενοι, ἀλλ' οὐ στενοχωρούµενοι· ἀπορούµενοι, ἀλλ' οὐκ ἐξαπορούµενοι· διωκό µενοι, ἀλλ' οὐκ ἐγκαταλιµπανόµενοι. αʹ. Ἔτι µένει δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ δυνάµεως ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήµατα τῶν καυχωµένων ἐφ' ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο µόνον ἐστὶ, φησὶ, θαυµαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττοµεν τὸν θησαυρὸν τοῦτον, ἀλλ' ὅτι καὶ µυρία πάσχοντες δεινὰ, καὶ πανταχοῦ περικρουόµενοι, τηροῦµεν αὐτὸν, καὶ οὐκ ἀπόλλυµεν. Καίτοι εἰ καὶ ἀδαµάντινον σκεῦος ἦν, οὔτε θησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ' ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ γὰρ θλιβόµενοι, φησὶν, ἀλλ' οὐ στενοχωρούµενοι. Τί ἐστιν, Ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς ἄλλαις χρείαις, ὑπὸ τῶν πολεµίων, ὑπὸ τῶν οἰκείων. Ἀλλ' οὐ στενοχωρούµεθα. Καὶ ὅρα πῶς πράγµατα ἐναντία λέγει, ἵνα κἀντεῦθεν δείξῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Θλιβόµενοι γὰρ οὐ στενοχωρούµεθα, φησίν· ἀπορούµενοι οὐκ ἐξαπορούµεθα· τουτέστιν, οὐκ εἰς τέλος ἐκπίπτοµεν. Ἀλγοῦµεν γὰρ πολλαχοῦ, καὶ ἀποτυγχάνοµεν, ἀλλ' οὐχ οὕτως, ὥστε ἐκπεσεῖν τῶν προκειµένων· εἰς γυµνασίαν γὰρ ἡµῶν ταῦτα, οὐκ εἰς ἧτταν συγκεχώρηται παρὰ τοῦ Θεοῦ.∆ ιωκόµενοι, ἀλλ' οὐκ ἐγκαταλιµπανόµενοι· καταβαλλόµενοι, ἀλλ' οὐκ ἀπολλύµενοι. Οἱ µὲν γὰρ πειρασµοὶ συµβαίνουσι, τὰ δὲ ἀπὸ τῶν πειρασµῶν οὐκέτι. Καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναµιν καὶ χάριν. Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα· Ἵνα γὰρ µὴ ὑπεραίρωµαι, ἐδόθη µοι σκόλοψ, φησί· καὶ πάλιν, Ἵνα µή τις λογίσηται εἰς ἐµὲ ὑπὲρ ὃ βλέπει, καὶ ἀκούει τι ἐξ ἐµοῦ· καὶ ἀλλαχοῦ πάλιν, Ἵνα µὴ πεποιθότες ὦµεν ἐφ' ἑαυτοῖς. Ἐνταῦθα µέντοι, Ἵνα φανῇ τοῦ Θεοῦ ἡ δύναµις. Ὁρᾷς ὅσον τῶν πειρασµῶν τὸ κέρδος; Καὶ γὰρ τοῦ Θεοῦ τὴν δύναµιν ἐδείκνυ, καὶ τὴν χάριν ἀπεκάλυπτε µειζόνως· Ἀρκεῖ γάρ σοι ἡ χάρις µου, φησί· καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλλους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρτερικωτέρους εἰργάζετο· Ἡ γὰρ ὑποµονὴ, φησὶ, δοκιµὴν κατεργάζεται, ἡ δὲ δοκιµὴ ἐλπίδα. Οἱ γὰρ µυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτης ἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώµατι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῷ σώµατι ἡµῶν. Καὶ τί ἐστιν ἡ νέκρωσις τοῦ Κυρίου Ἰησοῦ, ἣν περιέφερον; Οἱ θάνατοι οἱ καθηµερινοὶ, δι' ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀπέθανεν Ἰησοῦς καὶ ἀνέστη, ἡµᾶς ὁρῶν τοὺς καθ' ἑκάστην ἡµέραν ἀποθνήσκοντας καὶ ἀνισταµένους, πιστευέτω λοιπὸντῇ ἀναστάσει. Εἶδες πῶς καὶ ἑτέραν αἰτίαν εὕρηκε τῶν πειρασµῶν; Ποίαν δὴ ταύτην; Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώµατι ἡµῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡµᾶς τῶν κινδύνων. Ὥστε τοῦτο, ὃ δοκεῖ ἀσθενείας εἶναι καὶ ἐγκαταλείψεως, τοῦτο αὐτοῦ κηρύττει τὴν ἀνάστασιν. Οὐ γὰρ ἂν οὕτως ἐφάνη, µηδὲν πασχόντων ἡµῶν ἀηδὲς, ἡ δύναµις ἡ ἐκείνου, ὡς νῦν δείκνυται, πασχόντων µὲν, οὐ νικωµένων δέ. Καὶ γὰρ ἡµεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόµεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν ἡµῖν ἐν τῇ θνητῇ σαρκὶ ἡµῶν. Πανταχοῦ γὰρ, ὅταν τι ἀσαφὲς εἴπῃ, ἑαυτὸν ἑρµηνεύει πάλιν· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησε, τοῦτο, ὅπερ εἶπεν, ἑρµηνεύων σαφῶς.∆ ιὰ τοῦτο γὰρ παραδιδόµεθα, φησὶ, τουτέστι, τὴν νέκρωσιν περιφέροµεν, ἵνα ἡ δύναµις αὐτοῦ τῆς ζωῆς φανῇ, µὴ συγχωροῦντος σάρκα θνητὴντοσαῦτα πάσχουσαν, ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. Καὶ ἑτέρως δὲ αὐτὸ ἐκληπτέον. Πῶς; Ὡς ἀλλαχοῦ φησιν, Εἰ συναπεθάνοµεν, καὶ συζήσοµεν. Ὥσπερ γὰρ τὸν θάνατον αὐτοῦ ὑποµένοµεν νῦν, καὶ αἱρούµεθα ζῶντες ἀποθανεῖν δι' αὐτόν· οὕτω καὶ αὐτὸς αἱρήσεται ἀποθανόντας ζωογονῆσαι τότε. Εἰ γὰρ ἡµεῖς ἀπὸ ζωῆς εἰς θάνατον ἐρχόµεθα, καὶ αὐτὸς ἀπὸ θανάτου εἰς ζωὴν ἡµᾶς χειραγωγήσει. Ὥστε ὁ θάνατος ἐνεργεῖται ἐν ἡµῖν, ἡ δὲ ζωὴ ἐν ὑµῖν. Οὐκέτι περὶ τοῦ θανάτου λέγων, ἀλλὰ περὶ πειρασµῶν καὶ ἀνέσεως. Ἡµεῖς µὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασµοῖς, φησὶν, ὑµεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούµενοι ζωήν· καὶ τὰ µὲν ἐπικίνδυνα ἡµεῖς ὑποµένοµεν, τῶν δὲ χρηστῶν ὑµεῖς ἀπολαύετε· οὐ γὰρ τοσούτους ὑποµένετε πειρασµούς. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦµα τῆς πίστεως, κατὰ τὸ γεγραµµένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡµεῖς πιστεύοµεν, διὸ καὶ λαλοῦµεν· ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡµᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Ἀνέµνησεν ἡµᾶς ψαλµοῦ πολλὴν ἔχοντος φιλοσοφίαν, καὶ ἱκανοῦ µάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ῥῆσιν ταύτην ἐν µεγάλοις κινδύνοις ὢν ὁ δίκαιοςἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγκεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας. βʹ. Ἐπεὶ οὖν τὰ συγγενῆ µάλιστα οἶδε παραµυθεῖσθαι, διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ πνεῦµα· τουτέστιν, ἀπὸ τῆς αὐτῆς συµµαχίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡµεῖς σωζόµεθα· ἀπὸ τοῦ πνεύµατος, ἀφ' οὗ ἐφθέγξατο, καὶ ἡµεῖς φθεγγόµεθα. Ὅθεν δείκνυσι πολλὴν τῇ Καινῇ πρὸς τὴν Παλαιὰν τὴν συµφωνίαν οὖσαν, καὶ τὸ αὐτὸ πνεῦµα ἐν ἑκατέροις ἐνεργῆσαν, καὶ ὅτι οὐχ ἡµεῖς µόνον ἐνκινδύνοις, ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες, καὶ δεῖ πίστει καὶ ἐλπίδι διορθοῦσθαι, καὶ µὴ λύσιν εὐθέως ζητεῖν τῶν ἐπικειµένων. Ἐπειδὴ γὰρ ἔδειξε διὰ τῶν λογισµῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν, καὶ ὅτι οὐκ ἀσθενείας οὐδὲ ἐγκαταλείψεως ὁ κίνδυνος· λοιπὸν καὶ τὴν πίστιν εἰσάγει, καὶ αὐτῇ τὸ πᾶν ἐπιτρέπει. Ἀλλ' ὅµως καὶ αὐτῆς ἀπόδειξιν παρέχεται τοῦ Χριστοῦ τὴν ἀνάστασιν, εἰπών· ὅτι Καὶ ἡµεῖς πιστεύοµεν, διὸ καὶ λαλοῦµεν. Τί πιστεύοµεν, εἰπέ µοι; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡµᾶς ἐγερεῖ, καὶ παραστήσει σὺν ὑµῖν. Τὰ γὰρ πάντα δι' ὑµᾶς, ἵνα ἡ χάρις πλεονάσασα, διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Πάλιν πληροῖ φρονήµατος αὐτοὺς, ἵνα µὴ ἀνθρώποις χάριν εἰδῶσι, τοῖς ψευδαποστόλοις, λέγω. Τοῦ γὰρ Θεοῦ τὸ πᾶν, ὃς βούλεται πολλοῖς χαρίσασθαι, ὥστε µείζονα ὀφθῆναι τὴν χάριν.∆ ι' ὑµᾶς γοῦν ἡ ἀνάστασις, καὶ τὰ ἄλλα πάντα. Οὐ γὰρ ἑνὸς ἕνεκεν µόνου ταῦτα πεποίηκεν, ἀλλὰ πάντων.∆ ιὸ καὶ οὐκ ἐκκακοῦµεν· ἀλλ' εἰ καὶ ὁ ἔξω ἡµῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡµέρᾳ καὶ ἡµέρᾳ. Πῶς φθείρεται; Μαστιζόµενος, ἐλαυνόµενος, µυρία πάσχων δεινά. Ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡµέρᾳ καὶ ἡµέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυµίᾳ. Τὸ λοιπὸν δεῖ κατατολµᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν µυρία πάσχῃ τὸ σῶµα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαµπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούµενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶν, εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, µὴ σκοπούντων ἡµῶν τὰβλεπόµενα, ἀλλὰ τὰ µὴ βλεπόµενα. Εἰς τὴν ἐλπίδα τὸ πρᾶγµα κατακλείσας, καὶ ὅπερ ἐν τῇ πρὸς Ῥωµαίους ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθηµεν, ἐλπὶς δὲ βλεποµένη οὐκ ἔστιν ἐλπὶς, τοῦτοκαὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς µέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλ' ἑτέραν τίθησι λέξιν, διπλασιάζων αὐτὴν, καὶ λέγων, Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσι πῶς ἐλαφρὸν τὸ τῶν τοσούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡµῶν τὰ βλεπόµενα, ἀλλὰ τὰ µὴ βλεπόµενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο µέγα τὸ µέλλον, ἂν τῶν ὁρωµένων ἀπαγάγωµεν ἑαυτούς. Τὰ γὰρ βλεπόµενα πρόσκαιρα. Οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται. Τὰ δὲ µὴ βλεπόµενα αἰώνια. Οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπεν, Αἱ θλίψεις τοιαῦται, ἀλλὰ, Τὰ βλεπόµενα πάντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις· ὥστε µήτε ἐκεῖθεν χαυνοῦσθαι, µήτε ἐντεῦθεν βιάζεσθαι.∆ ιὰ τοῦτο οὐδὲ περὶ τῶν µελλόντων λέγων, εἶπεν, Ἡ βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ µὴ βλεπόµενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν· ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐκεῖσε προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόµενα πρόσκαιρα, τὰ δὲ µὴ βλεπόµενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωµεν. Ποίαν γὰρ καὶ σχοίηµεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούµενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ µέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύµατος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαµαίζηλοι γινόµενοι καὶ καταπίπτοντες πρὸς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήµατα·∆ ός µοι τὴν σήµερον, καὶ λάβε τὴν αὔριον. Ἂν µὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καί φατε, ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ µηδὲν ὅλως ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν ῥηµάτων τούτων παρανοµώτερον; τί δὲ ληρωδέστερον; Ἡµεῖς περὶ οὐρανοῦ διαλεγόµεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων· καὶ σὺ τὰ τῶν ἱπποδροµίων ἡµῖν ἄγεις εἰς µέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόµενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθριᾷς, οὕτω προσηλωµένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ µὲν Ἕλληνας ταῦτα λέγειν, οὐδὲν θαυµαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώµην; Ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας; ὅλως νοµίζεις ἀµφίβολα ταῦτα εἶναι; καὶ ποῦ ταῦτα ἄξια συγγνώµης; Καὶ τίς ἦλθε, φησὶ, καὶ ἀπήγγειλε τὰ αὐτόθι; Ἀνθρώπων µὲν οὐδεὶς, ὁ Θεὸς δὲ ὁ πάντων ἀξιοπιστότερος ταῦτα ἀπεφήνατο. Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρ' οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ὅτι µὴ ὁρᾷς; Καὶ σφόδρα ἡγοῦµαι, φησίν. γʹ. Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωµένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσοµαί σε· σὺ δέ µοι ἀπόκριναι.∆ ίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ' ἀξίαν ἀπονέµει ἑκάστῳ· ἢ τοὐναντίον, τοὺς µὲν ἀδίκους βούλεται εὐηµερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαµῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ µὴ µέλλοι τις ζωὴ µετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ' ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ' ἑνὸς, ἀλλὰ δύο ἀνθ' ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁµαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ µὲν γὰρ ἐνταῦθα τρυφήσαντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ' ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάµενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ µὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυµι, µάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκότας τῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ µέλλω λέγειν. Καὶ γὰρ προµνηστρίαις ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡµέρᾳ καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς µὴ γεγαµηκότας ἐµακάρισαν. Πολλοὶ δὲ τῶν νέων, καὶ παρὸν αὐτοὺς γαµεῖν, δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγµατος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάµον διαβάλλων( τίµιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρηµένους. Εἰ δὲ οἱ γάµοις ὡµιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόµισαν, τί ἂν εἴποιµεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸςαἰχµαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ µυρία τῷ σώµατι νοσήµατα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν µὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάντων ἀνδραπόδων µᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόµενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ µὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήµατα ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαµεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγµένοι καὶ µηδὲν ἔχοντες, µᾶλλόν εἰσιν. Ἀλλὰ τὸ µεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ µὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ µὴ γαµεῖν τοῦ γαµεῖν, καὶ τὸ µὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ µὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ µὴ τοῖς παροῦσι προσηλωµένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος µὲν κἂν µυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν µυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ µέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ µικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ µετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ µὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόµενα· ἐκεῖνα δὲ οὐ µόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα µένει. Ὁρᾷς ὅτι οὐ δύο ἀντ' οὐδενὸς µόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ εἴκοσι, καὶ µυρία ἀντ' οὐδενὸς δυνησόµεθα θεῖναι; Ἵνα δὲ ἐπὶ ὑποδείγµατος αὐτὸ τοῦτο µάθῃς, ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ µὲν τῶν παρόντων, ὁ δὲ τῶν µελλόντων ἀπέλαυσαν. Ἆρ' οὖν σοι δοκεῖ ἓν εἶναι καὶ ἓν, τὸ ἐν παντὶ τῷ χρόνῳ κολάζεσθαι, καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πεινῇν; τὸ νοσεῖν ἐν φθαρτῷ σώµατι, καὶ τὸ ἐν ἀθανάτῳ χαλεπῶς ἀποτηγανίζεσθαι; τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα µετὰ τὴν µικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασανίζεσθαι ἀπέραντα µετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν; καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει θῶµεν; τὴν ποσότητα, τὴν ποιότητα, τὴν τάξιν τοῦ Θεοῦ, τὴν περὶ ἑκάτερον ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήµατα, τῶν τῷ βορβόρῳ διηνεκῶς ἐγκαλινδουµένων; Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιµίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κρι τήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου καθήµενον δικαστήν. Εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι γε φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο µὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν· οὐ πολλῷ µᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν ἀνθρώπων γένος συµφωνοῦσιν ἐν τούτοις ἡµῖν, εἰ καὶ µὴ ὁµοίως, καί φασιν εἶναίτινα δικαστήρια ἐν ᾅδου· οὕτω φανερὸν καὶ ὡµολογηµένον τὸ πρᾶγµά ἐστι. Καὶ τίνος ἕνεκεν οὐκ ἐνταῦθα κολάζει; φησίν. Ἵνα τὴν µακροθυµίαν ἐπιδείξηται τὴν αὑτοῦ, καὶ τὴν ἐκ µετανοίας ἡµῖν παράσχῃ σωτηρίαν, καὶ µὴ τότε τὸ γένος ἡµῶν ἀνάρπαστον ἐργάσηται, τούς τεἐκ µεταβολῆς ἀρίστης δυναµένους σωθῆναι µὴ προεξαρπάσῃ τῆς σωτηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρὰ τὰ ἁµαρτήµατα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος, πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουµένης διδάσκαλοι; πῶς ἂν ὁ∆ αυῒδ τὴν ἀπὸ τῆς µετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους;∆ ιά τοι τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκας, ἀλλ' ἐκ τῶν πάντων ἐνίους, οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν µὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἵνα καὶ τοὺςσφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ µέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζοµένους πολλοὺς, οἷον ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷµα ταῖς θυσίαις ἀνέµιξεν ὁ Πιλᾶτος, ὡς τοὺςἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν µυστηρίων ἀναξίως µετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρωνκατασφαγέντας, ὡς ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἁµαρτόντες, ἀπῆλθον µὴ δόντες ἐνταῦθα δίκην· ὡς ὁ πλούσιος ὁ ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί. δʹ. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς διαπιστοῦντας τοῖς µέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας καὶ ῥᾳθυµοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ µακρόθυµος, καὶ µὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡµέραν. Ἂν δὲ τῇ µακροθυµίᾳ παραχρησώµεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ µακροθυµήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοίνυν, ἵνα µίαν ῥοπὴν τρυφήσωµεν( τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώµεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωµεν, ἵναδιηνεκῶς στεφανωθῶµεν. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς µακρᾶς ἀναπαύσεως, εἰκαὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα µὲν γὰρ ἰσοµοιρία καὶ πόνων καὶ κέρδους· πολλάκις δὲ τοὔµπαλιν, ὁ µὲν πόνος ἄπειρος, ὁ δὲ καρπὸς ὀλίγος· ἢ οὐδὲ ὀλίγος πολλάκις· ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον µὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· ὁ γεωργὸς δι' ὅλου πονεῖ τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων. Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρα τιώτης µέχρις ἡλικίας ἐσχάτης ἐν πολέµοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ µὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ µετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξοµεν ἀπολογίαν, εἰπέ µοι, ἐν µὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιµῶντες, ἵνα µικρὸν ἀναπαυσώµεθα, ἢ οὐδὲ µικρόν( καὶγὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευµατικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώµενοι διὰ µικρὰν ῥᾳθυµίαν;∆ ιὸ παρακαλῶ πάντας ὑµᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡµᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἂν ὑπὸ τῶν ἔργων προδοθῶµεν, πάντα οἰχήσεται, καὶ ἀπολούµεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεµφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάµ. Χάος µεταξὺ ὑµῶν καὶ ἡµῶν, ὥστε µηδὲ βουλοµένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁµήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐ µὴ ἀρκέσῃ ὑµῖν καὶ ἡµῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυµφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόµενοι καὶ ἡµεῖς ἐπιµελώµεθα τῆς ἡµετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιµωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ µέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅµως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα µὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε µάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώµατος οὐκἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς µῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀµφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει, ἵνα ἥµερον αὐτὸν ἴδωµεν τότε καὶ γαληνὸν, ἵνατὰς ἀπειληφόρους ἐκείνας δυνάµεις διαφύγωµεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρχουσι διακονουµένους, πῶς ἕλκουσι, πῶς δεσµοῦσι, πῶς µαστιγοῦσι, πῶς τὰςπλευρὰς διορύττουσι, πῶς λαµπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀποτέµνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιµωρίας. Καὶ γὰρ πρόσκαιροι αὗται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶµα ἄφθαρτόν ἐστιν. Ἀλλὰ µὴ γένοιτο πείρᾳ ταῦτα ἡµᾶς µαθεῖν, ἀλλὰ µέχρι ῥήµατος στῆναι ἡµῖν τὰ φοβερά· µηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐνταῦθα σωφρονισθῆναι. Πόσα τότε ἐροῦµεν, ἑαυτῶν κατηγοροῦντες; πόσα ὀλοφυρούµεθα; πόσα οἰµώξοµεν; Ἀλλ' οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάµνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι µὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ µάτην. Ἕως µὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες µένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ µηκέτι κύριοι µηδενὸς ὦµεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου· ἀλλ' οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Excerpta ex" Documenta Catholica Omnia" Ἵν' οὖν µὴ καὶ ἡµεῖς ἐπὶ τῆς πολιτείας τοῦτο πάθωµεν, ἐντεῦθεν ἤδη µεταβαλλώµεθα, ἵνα τῷ βήµατι τοῦ Χριστοῦ µετὰπαῤῥησίας παραστῶµεν πάσης· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳΠνεύµατι δόξα, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note