Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Timothy
John ChrysostomHom. 2 Tim. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θε λήµατος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιµοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸΘεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡµῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιµοθέῳἐπιστολήν; Εἶπεν, Ἐλπίζω ἐλθεῖν πρὸς σὲ τάχιον· οὐκ ἐξεγένετο τοῦτο· παραµυθεῖται αὐτὸν διὰ γραµµάτων ἀντὶ τῆς παρουσίας, ἴσως τεθλιµµένον καὶ διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι τότε. Κἂν γὰρ µεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας καὶ τὴν κυβέρνησιν τῆς Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖςπολλαχόθεν βαπτιζόµενοι πραγµάτων κύµασι, καὶ µάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγµατος ἦν, ὅτε πάντα ἀνήροτα, ὅτε πάντα ἐχθρὰ, ὅτε πάντα προσίστατο. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόµεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν ἐπιστολῇ. Οὐ διὰ γραµµάτων δὲ αὐτὸν παραµυθεῖται µόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν πρός µε ταχέως, φησί· καὶ, Ἐρχόµενος φέρε τὰ βιβλία, µάλιστα τὰς µεµβράνας.∆ οκεῖ δέ µοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ ἐπιστολή· Ἐγὼ γὰρ ἤδη, φησὶ, σπένδοµαι· καὶ πάλιν, Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ οὐδείς µοι συµπαρεγένετο. Ταῦτα δὴ πάντα διορθούµενος, καὶ τὴν παράκλησιν ποιεῖται ἀπὸ τῶν οἰκείων πειρασµῶν, καί φησι· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήµατος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ. Εὐθέως ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν ἀπὸ τοῦ προοιµίου. Μή µοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃς, φησίν· οὗτοι τίκτουσιν ἡµῖν τὴν αἰώνιον ζωὴν, ἔνθα τοιοῦτον οὐδέν ἐστιν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγµός. Οὐ γὰρ διὰ τοῦτο ἀποστόλους ἡµᾶς ἐποίησεν, ἵνα κινδυνεύσωµεν µόνον, φησὶν, ἀλλ' ἵνα καὶ ἀποθνήσκωµεν, ἵνα τοιαῦτα πάσχωµεν. Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις µόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραµυθίαν. Κατ' ἐπαγγελίαν, λέγων, ζωῆς τῆς ἐν Χριστῷ Ἰησῷ. Εἰ δὲ ἐπαγγελία ἐστὶ, µὴ ζήτει αὐτὴν ἐνταῦθα· Ἐλπὶς γὰρ βλεποµένη, οὐκ ἔστιν ἐλπίς. Τιµοθέῳ ἀγαπητῷ τέκνῳ. Οὐχὶ ἁπλῶς, Τέκνῳ, ἀλλὰ, Ἀγαπητῷ. Ἔστι γὰρ εἶναι καὶ τέκνα µὴ ἀγαπώµενα· ἀλλ' οὐ σὺ τοιοῦτος, φησὶν, οὐδὲ τέκνον σε καλῶ ἁπλῶς, ἀλλὰ τέκνον ἀγαπητόν. Ἐπειδὴ καὶ Γαλάτας τέκνα καλεῖ, ἀλλ' ὅµως καὶ ἀλγεῖ ὑπὲρ αὐτῶν, Τεκνία µου, λέγων, οὓς πάλιν ὠδίνω. Μάλιστα δὲ πολλὴν αὐτῷ µαρτυρεῖ τὴν ἀρετὴν, ἀγαπητὸν καλῶν. Πῶς; Ὅταν γὰρ µὴ ἐκ φύσεως ᾖ ἡ ἀγάπη, ἀπὸ ἀρετῆς ἐστιν. Οἱ γοῦν ἐξ ἡµῶν τεχθέντες, οὐ δι' ἀρετὴν µόνον ἡµῖν εἰσιν ἀγαπητοὶ, ἀλλὰ καὶ διὰ τὴν τῆς φύσεως ἀνάγκην· οἱ δὲ κατὰ πίστιν ὅταν ὦσιν ἀγαπητοὶ, δι' οὐδὲν ἕτερόν εἰσιν, ἀλλ' ἢ δι' ἀρετήν· ἐπεὶ πόθεν ἄλλοθεν; καὶ µάλιστα παρὰ Παύλῳ τῷ οὐδὲν ποιοῦντι κατὰ πρόσκλισιν. Ἄλλως δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν, Τέκνῳ ἀγαπητῷ, ὅτι οὐκ ὀργιζόµενος πρὸς αὐτὸν, οὐχὶ καταφρονῶν αὐτοῦ, οὐχὶ κατεγνωκὼς αὐτοῦ, οὐ παρεγένετο. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡµῶν. Ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. Καὶ ὅρα πῶς εὐθέως ἐν τῷ προοιµίῳ πρὸς ἐκεῖνον ἀπολογεῖται, ὅτι οὐκ ἦλθε πρὸς αὐτὸν, οὐδὲ εἶδεν αὐτόν. Καὶ γὰρ τὸ, Ἕως ἔρχοµαι, καὶ τὸ, Σπουδάζω ἐλθεῖν πρὸς σὲ τάχιον, ταχεῖαν ἐποίει προσδοκᾷν τὴν παρουσίαν. Πρὸς τοῦτο οὖν εὐθέως ἀπολογεῖται. Καὶ τὴν µὲν αἰτίαν εὐθέως οὐ λέγει, δι' ἢν οὐκ ἦλθεν, ἵνα µὴ σφόδρα λυπήσῃ· αὕτη δὲ ἦν τὸ κατέχεσθαι αὐτὸν παρὰ τοῦ Καίσαρος· ὅτε δὲ αὐτὸν ἐκάλεσε πρὸς ἑαυτὸν πρὸς τῷ τέλει, τότε αὐτὴν ἐνέφηνεν. Εὐθέως δὲ αὐτὸν ἐκ προοιµίων οὐκ ἐµβάλλει εἰς λύπην, ἀλλ' ἐλπίδας ὑποφαίνει τοῦ αὐτὸν ὄψεσθαι· Ἐπιποθῶ σε ἰδεῖν, καὶ, Σπούδασον ἐλθεῖν πρός µε ταχέως. Εὐθέως οὖν ἐκ τοῦ προοιµίου ἀνίστησιν αὐτὸν, καὶ τὰ ἑξῆς λέγει µετ' ἐγκωµίου. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ µνείαν ἐν ταῖς δεήσεσί µου νυκτὸς καὶἡµέρας, ἐπιποθῶν σε ἰδεῖν, µεµνηµένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ τῷ Θεῷ, ὅτι µέµνηµαί σου, φησίν· οὕτω σε φιλῶ. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, ὅταν καὶ κοσµῆταί τις τῇ φιλίᾳ ἐκ τοῦ σφόδρα φιλεῖν. Χάριν ἔχω, φησὶ, τῷ Θεῷ, ᾧ λατρεύω. Πῶς; Ἐν καθαρᾷ συνειδήσει ἀπὸ προγόνων· ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν. Ἄλλως δὲ ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον λέγει. Ἢ ὅτι οὐδὲν ὧν προεθυµούµην καλῶν δι' ἀνθρωπίνην αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον.∆ ιό φησιν, Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· µονονουχὶ λέγων, µὴ ὑποπτεύσῃς τὸ πρᾶγµα κακίαν εἶναι. Καλῶς συνίστησιν αὑτοῦ τὸ ἦθος, ἵνα ἀξιόπιστον δειχθῇ τὸ περὶ τὴν ἀγάπην. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδὲν ψεύδοµαι, οὐδὲ ἄλλα ἔχω, καὶ ἄλλα λέγω. Ὥστε καὶ τότε ἀναγκασθεὶς ἑαυτὸν ἐνεκωµίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ. Ἐπειδὴ γὰρ ὡς στασιαστὴν αὐτὸν διέβαλλον καὶ νεωτεροποιὸν, διὰ τοῦτο ἔλεγε· Καὶ εἶπεν Ἀνανίας πρός µε· Ὁ Θεὸς τῶν πατέρων ἡµῶν προεχειρίσατό σε γνῶναι τὸ θέληµα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ στόµατος αὐτοῦ, ὅτι ἔσῃ µάρτυςαὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Οὕτω καὶ ἐνταῦθα, ἵνα µὴ λάβῃ ἀφίλου καὶ ἀσυνειδήτου δόξαν ὡς ἐπιλελησµένος, εἰκότως ἑαυτὸν ἐγκωµιάζει λέγων, Ὡς ἀδιάλειπτον ἔχω τὴν περὶσοῦ µνείαν, καὶ οὐχ ἁπλῶς, ἀλλ' Ἐν ταῖς δεήσεσί µου. Τουτέστιν, εὐχῆς µοι ἔργον ἐστὶ, τὸν πάντα χρόνον διατελῶ τοῦτο ποιῶν διηνεκῶς. Τοῦτο γὰρ ἐµφαίνει τῷ εἰπεῖν, Νυκτὸς καὶ ἡµέρας ὑπὲρ τούτου τὸν Θεὸν παρεκάλουν, ἐπιποθῶν σε ἰδεῖν. Ὁρᾷς ζέοντα πόθον; ὁρᾷς µανίαν ἀγάπης; ὁρᾷς ταπεινοφροσύνην; πῶς ἀπολογεῖται τῷ µαθητῇ; Εἶτα δείκνυσιν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ. Ἔδειξε µὲν οὖν καὶ ἤδη, δείκνυσι δὲ καὶ ἐνταῦθα· φησὶ γὰρ, Μεµνηµένος σου τῶν δακρύων. Εἰκὸς ἦν αὐτὸν ἀποσχιζόµενον κλαίειν καὶ ὀδύρεσθαι µᾶλλον, ἢ παιδίον τοῦ µαστοῦ καὶ τῆς τίτθης ἀποσπώµενον καὶ γάλακτος. Ἵνα χαρᾶς, φησὶ, πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν. Οὐκ ἂν οὖν ἐµαυτὸν τοσαύτης ἀπεστέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤµην καὶ ὠµὸς καὶ θηριώδης· ἱκανὰ γὰρ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς µνήµην ἐλθόντα κάµψαι. Νυνὶ δὲ οὐχ εἷς τῶν τοιούτων εἰµὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ. Ὥστε πολλαί µε ἦγον ἀνάγκαι πρὸς σέ. Ἄρα οὖν ἔκλαιε. Καὶ ἑτέραν τίθησιν αἰτίαν ἅµα καὶ παρακλητικήν· Ὑπόµνησιν, φησὶ, λαµβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.
1.2
Εἶτα καὶ ἄλλο ἐγκώµιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ' ἄνωθεν ἀπὸ οἰκίας ἦν τῷ Χριστῷ δουλευούσης. Ἥτις ἐνῴκησε, φησὶν, ἐν τῇ µάµµῃ σου Λωΐδι, καὶ ἐν τῇ µητρί σου Εὐνίκῃ. Ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς. Πῶς Ἰουδαίας; πῶς πιστῆς; Οὐκ ἐξ ἐθνικῶν.∆ ιὰ δὲ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεµεν αὐτόν. Ὁρᾷς πῶς ἤρχετο ὁ νόµος καταλύεσθαι, τῶν ἐπιµιξιῶν τούτων γινοµένων; Καὶ ὅρα πόσα ἔθηκε πληροφορῶν ὅτι οὐ κατεφρόνησεν. Ἐγὼ λατρεύω τῷ Θεῷ, φησί· συνείδησιν ἔχω ἀληθῆ· σὺ δὲ τὰ δάκρυα. Οὐ διὰ τὰ δάκρυα µόνον( ἐπιποθῶ σε ἰδεῖν), ἀλλὰ καὶ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐργάτης, ὅτι οὐδὲν δολερὸν παρὰ σοί. Ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, οὕτω µὲν ὢν φιλόστοργος, οὕτω δὲ γνήσιος µαθητὴς τοῦ Χριστοῦ, ὅταν µηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλύον ἦν ἐµὲ ἐλθεῖν; Πέπεισµαι δὲ ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο, φησὶ, τὸ καλὸν, ἐκ προγόνων διεδέξω τὴν πίστιν τὴν ἀνυπόκριτον. Τὰ γὰρ τῶν προγόνων ἐγκώµια, ὅταν µὲν αὐτοῖς κοινωνῶµεν, καὶ ἡµῶν ἐστιν· ὅταν δὲ µὴ, οὐδὲν ἰσχύει, ἀλλὰ καὶ µᾶλλον κατακρίνει.∆ ιὸ καὶ ἐπήγαγε, Πέπεισµαι δὲ ὅτι καὶ ἐν σοί. Οὐ στοχάζοµαι, φησὶν, ἀλλὰ πέπεισµαι καὶ πεπληροφόρηµαι. Εἰ τοίνυν δι' οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται.∆ ι' ἣν αἰτίαν ἀναµιµνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισµα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν µου. Ὅρα πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυµίᾳ ὄντα πολλῇ, πῶς ἐν κατηφείᾳ. Μονονουχὶ γὰρ τοῦτό φησι· Μὴ νοµίσῃς ὅτι κατεφρόνησά σου· ἀλλ' εἰδὼς ἔσο, ὅτι οὔτε κατέγνων, οὐδὲ ἐπελήσθην· καὶ εἰ µηδένα ἕτερον, τὴν µάµµην καὶ τὴν µητέρα ἐννόει.∆ ιὸ ἐπειδὴ οἶδα, ὅτι ἀνυπόκριτον ἔχεις πίστιν, ἀναµιµνήσκω· δεῖ γάρ σοι προθυµίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισµα τοῦ Θεοῦ. Καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω καὶ ἡ χάρις τῆς προθυµίας τῆς ἡµετέρας, ἵνα ἀεὶ ἀναζέῃ. Ἀναµιµνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισµα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν µου· τουτέστι, τὴν χάριν τοῦ Πνεύµατος, ἣν ἔλαβες εἰς προστασίαν τῆς Ἐκκλησίας, εἰς σηµεῖα, εἰς τὴν λατρείαν ἅπασαν. Ἐν ἡµῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· διὸ ἀλλαχοῦ λέγει, Τὸ Πνεῦµα µὴ σβέννυτε. Ὑπὸ µὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυµίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Ἔνεστι µὲν γὰρ ἐν σοὶ, πλὴν ἀλλὰ σφοδρότερον ἐργάζου αὐτὸ, τουτέστι, παῤῥησίας ἔµπλησον αὐτὸ, χαρᾶς, εὐφροσύνης· στῆθι γενναίως. Οὐ γὰρ ἔδωκεν ἡµῖν ὁ Θεὸς πνεῦµα δειλίας, ἀλλὰ δυνάµεως καὶ ἀγάπης καὶ σωφρονισµοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦµα ἐλάβοµεν, ἵνα ὑποστελλώµεθα, ἀλλ' ἵνα παῤῥησιαζώµεθα. Πολλοῖς γὰρ δίδωσι πνεῦµα δειλίας, οἷον ἐπὶ τῶν πολέµων ἐν ταῖς Βασιλείαις γέγονε. Καὶ ἔπεσε, φησὶ, πνεῦµα δειλίας ἐπ' αὐτούς· τουτέστι, φόβον αὐτοῖς ἐνέθηκεν. Ἀλλὰ σοὶ ἔδωκε τοὐναντίον πνεῦµα δυνάµεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Ἄρα καὶ τοῦτο ἀπὸ χάριτός ἐστιν, ἀλλ' οὐχ ἁπλῶς ἀπὸ χάριτος, ἀλλ' ὅταν καὶ ἡµεῖς πρότεροι ἐπιδειξώµεθα τὰ παρ' ἑαυτῶν. Τὸ γὰρ ποιοῦν ἡµᾶς κράζειν, Ἀββᾶ, ὁ Πατὴρ, καὶ τὴν ἀγάπην τίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· ἵνα ἀλλήλους, φησὶν, ἀγαπῶµεν· ἀπὸ γὰρ τῆς δυνάµεως καὶ τοῦ µὴ δειλιᾷν ἡ ἀγάπη γίνεται. Οὐδὲν γὰρ οὕτω φιλίαν διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήµη. Οὐ γὰρ ἔδωκεν ἡµῖν ὁ Θεὸς, φησὶ, πνεῦµα δειλίας, ἀλλὰ ἀγάπης καὶ δυνάµεως καὶ σωφρονισµοῦ. Ἤτοι σωφρονισµὸν τὴν ὑγείαν λέγει τῆς διανοίας καὶ τῆς ψυχῆς, ἢ Σωφρονισµοῦ, ὥστε σωφρονίζεσθαι ἡµᾶς, κἄν τι δεινὸν γένηται, ἵνασωφρονίζῃ ἡµᾶς, καὶ τὰ περιττὰ κόπτῃ. Μὴ τοίνυν ἀλγῶµεν ἐπὶ τοῖς δεινοῖς τοῖς συµπίπτουσι· σωφρονισµὸς τοῦτό ἐστι. Μὴ σπεύσῃς, φησὶν, ἐν καιρῷ ἐπαγωγῆς. Πολλοὶ πολλὰ κατ' οἶκον ἔχουσι λυπηρὰ, καὶ τῇ µὲν λύπῃ κοινωνοῦµεν ἀλλήλοις, τῇ δὲ ὑποθέσει οὐκέτι· ἀλλ' ὁ µὲν ἀπὸ γυναικὸς, ὁ δὲ ἀπὸ παιδὸς, ἕτερος ἀπὸ οἰκέτου, ἄλλος ἀπὸ φίλου, ἄλλος ἀπὸ ἐχθροῦ, ἄλλος ἀπὸ γείτονος, ἄλλος ἀπὸ ζηµίας, καὶ πολλαὶκαὶ διάφοροί εἰσιν αἱ αἰτίαι τῆς λύπης· καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης καθαρὸν καὶ ἀθυµίας, ἀλλὰ ὁ µὲν µικρὰ, ὁ δὲ µείζονα ἔχει τὰ λυποῦντα. Μὴ τοίνυν ἀσχάλλωµεν, µηδὲ αὐτοὶ µόνοι νοµίζωµεν εἶναι ἐν λύπῃ.
1.3
Οὐ γὰρ ἔστιν ἄνθρωπον ὄντα καὶ τὸν ἐπίκηρον τοῦτον ζῶντα βίον, λύπης εἶναι χωρίς· ἀλλ' ἂν µὴ σήµερον, αὔριον· ἂν µὴ αὔριον, µετὰ ταῦτα συµβαίνει τὸ λυπηρόν. Ὥσπερ γὰρ οὐκ ἔνι τινὰ πλέοντα µὴ εἶναι ἐν ἀγωνίᾳ, πλέοντα λέγω πέλαγος µέγα· οὕτως οὐδὲ τὸν τοῦτον τὸν βίον ζῶντα οὐχ οἷόν τε µὴ εἶναι ἐν ἀθυµίᾳ, κἂν πλούσιον εἴπῃς· ἐπειδὴ γὰρ πλούσιός ἐστι, πολλὰς ἀφορµὰς ἐπιθυµιῶν ἔχει· κἂν αὐτὸν τὸν βασιλέα· καὶ γὰρ καὶ αὐτὸς ὑπὸ πολλῶν κρατεῖται, καὶ οὐ πάντα κατὰ γνώµην πράττει, ἀλλὰ πολλὰ παρὰ τὸ δοκοῦν αὐτῷ χαρίζεται, καὶ µάλιστα πάντωνἐκεῖνός ἐστιν ὁ πάντα πράττων ἃ µὴ θέλει. Τί δήποτε; Ὅτι πολλοὺς ἔχει τοὺς ἐκ τῶν ἐκείνου λαµβάνειν βουλοµένους. Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυµίᾳ, ὅταν βούληται µέν τι πράττειν, µὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν, ἢ διὰ πολεµίους, ἢ διὰ φίλους; Πολλάκις δὲ, ὅταν καὶ φιλονεικήσῃ τι πρᾶξαι τῶν αὐτῷ δοκούντων, τὸ πᾶν αὐτῷ τῆς ἡδονῆς ἠφάνισε τῆς ἐκ τῆς πράξεως ἐκείνης, πολλῶν ὄντωντῶν ἀπεχθανοµένων αὐτῷ. Ἀλλὰ τί; νοµίζεις τοὺς ἀπράγµονα βίον ζῶντας εἶναι ἐν βίῳ λύπης καθαρούς; Οὐκ ἔστιν. Ὥσπερ γὰρ οὐκ ἔστιν εἶναι ἀθάνατον ἄνθρωπον ὄντα, οὕτως οὐδὲ λύπης χωρίς. Πόσα εἰκὸς ὑποµένειν αὐτοὺς πράγµατα, ἃ λόγῳ µὲν παραστῆσαι οὐκ ἔστιν, ἔργῳ δὲ ἐκείνους µόνους δυνατὸν εἰδέναι; πόσοι µυριάκις ηὔξαντο ἀποθανεῖν ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ; Τὸ γὰρ τρυφᾷν οὐ πάντως καὶ ἐκτὸς εἶναι λύπης ποιεῖ· µᾶλλον δὲ αὐτὸ τὸ τρυφᾷν µυρίας τίκτει λύπας, νόσους, ἀηδίας· καὶ χωρὶς τούτων, αἰτίας πολλάκις µὴ ὑποκειµένης. Ὅταν γὰρ ἡ ψυχὴ ἐν ἕξει τοιαύτῃ καταστῇ, καὶ ἁπλῶς οἶδεν ἀλγεῖν. Καὶ γὰρ ἰατρῶν λέγουσι παῖδες ὅτι καὶ παρὰ στοµάχου κατασκευὴν ἀσθενῆ ἄκαιροι γίνονται λύπαι. Ἢ οὐχὶ καὶ παρ' ἡµῖν τοῦτο συµπίπτει, ὅταν ἀλγῶµεν, καὶ µὴ εἰδῶµεν τῆς λύπης τὴν ὑπόθεσιν; Καὶ ὅλως οὐκ ἔστιν εὑρεῖν τινα λύπης χωρίς· εἰ δὲ οὐ τοσαύτην ἔχουσιν ἀφορµὴν λύπης, ὅσην ἡµεῖς, ὅµως οὕτως ἔχειν ἕκαστος νοµίζει· τὸ γὰρ οἰκεῖον µᾶλλον αὐτὸν λυπεῖ τοῦ ἀλλοτρίου. Ὥσπερ γὰρ οἱ τὰ µέρη τῶν σωµάτων ἀλγοῦντες, νοµίζουσι τοὺς πλησίον πλεονεκτεῖν ταῖς ἀλγηδόσι, καὶ ὁ τὸν ὀφθαλµὸν νοσῶν, οὐδὲν ἕτερονἡγεῖται τοιοῦτον εἶναι πάθος, οἷον τὸ ἑαυτοῦ· πάλιν ὁ τὸν στόµαχον νοσῶν, τοῦτο πάντων χαλεπώτερον εἶναί φησι, καὶ ἕκαστος ἐν ᾧ κατέχεται, τοῦτο πάντων ἀνιαρότερον εἶναι ἡγεῖται· οὕτω καὶ ἐπὶ τῆς ἀθυµίας, ἕκαστος ὑπὸ τῆς λύπης ἧς κατέχεται, ταύτην φησὶν εἶναι ἀλγεινοτέραν· µετὰ γὰρ τῆς πείρας τῆς οἰκείας τοῦτο κρίνει. Οἷον, ὁ παῖδας οὐκ ἔχων, οὐδὲν οὕτω δεινὸν νοµίζει, ὡς ἀπαιδίαν· ὁ πολλοὺς ἔχων πάλιν µετὰ πενίας, οὐδὲν οὕτως ὡς πολυπαιδίαν αἰτιᾶται· ὁ ἕνα ἔχων, οὐδὲν χεῖρον τοῦ ἕνα ἔχειν νοµίζει. Ἐντεῦθεν γὰρ, φησὶ, καὶ ῥᾳθυµίας γίνεται, καὶ ἐν λύπῃ τὸν πατέρα καθίστησιν, ἀεὶ περιπόθητος αὐτῷ τυγχάνων, καὶ οὐδεµίαν ἐπιστροφὴν δεχόµενος. Ὁ καλὴν ἔχων γυναῖκα, οὐδὲν χεῖρόν φησι τοῦ καλὴν ἔχειν γυναῖκα· ὑποψίας γὰρ τὸ πρᾶγµα γέµει καὶ ἐπιβουλῆς· ὁ δυσειδῆ, οὐδὲν χεῖρόν φησι τοῦ ἄµορφον ἔχειν γυναῖκα· ἀηδίας γὰρ τὸ πρᾶγµα ἐµπέπλησται. Ὁ ἰδιώτης οὐδὲν ἀχρηστότερον τοῦ βίου τούτου φησὶν οὐδὲ εὐτελέστερον· ὁ στρατιώτης οὐδὲν µοχθηρότερόν φησιν, οὐδὲ ἐπισφαλέστερον τῆς στρατείας· βέλτιον γὰρ ἄρτῳ κεχρῆσθαι µόνῳ καὶ ὕδατι, ἢ τοσαύτας φέρειν ἐπαχθείας. Ὁ ἐν ἀρχῇ ὢν οὐδὲν ἐπιπονώτερόν φησι τοῦ τῶν ἄλλων τὰς ἀνάγκας θεραπεύειν· ὁ ἀρχόµενος οὐδὲν δουλικώτερόν φησιν ἑτέρων ἐξουσίᾳ ὑποκεῖσθαι. Ὁ γεγαµηκὼς οὐδὲν χεῖρόν φησι γυναικὸς καὶ φροντίδος· ὁ µὴ γεγαµηκὼς οὐδὲν ἀνελευθεριώτερόν φησι τοῦ µὴ γαµεῖν, καὶ οἰκίας ἀπεστερῆσθαι καὶ ἀναπαύσεως. Ὁ ἔµπορος τὸν γεωργὸν µακαρίζει τῆς ἀσφαλείας· ὁ γεωργὸς τὸν ἔµπορον τοῦ πλούτου. Καὶ ὅλως δυσάρεστόν πως τὸ γένος τὸ ἀνθρώπινον, µεµψίµοιρον καὶ βαρύθυµόν ἐστιν. Ὅτε πάντων τῶν ἀνθρώπων καταγινώσκει, τότε φησὶν, Οὐδὲν ἄνθρωπος, τὴν πᾶσαν λέγοντες φύσιν ἐπίµοχθον ζῶον καὶ ταλαίπωρον. Πόσοι τὸ γῆρας θαυµάζουσι; πόσοι τὴν νεότητα µακαρίζουσιν; Οὕτω καὶ ταῖς ἡλικίαις πολλὴ ἡ ἀθυµία. Ὅταν ἴδωµεν κατηγορουµένους ἡµᾶς διὰ ἡλικίαν, φαµὲν,∆ ιὰ τί µὴ ἦµεν γέροντες; ὅταν λευκαίνηται ἡ κεφαλὴ, πάλιν, Ποῦ ἡ νεότης; Καὶ ὅλως µυρίας ἔχοµεν ἀφορµὰς τοῦ λυπεῖσθαι. Μία µόνη ἐστὶν ὁδὸς ταύτης ἀπηλλαγµένη τῆς ἀνωµαλίας, ἡ κατὰ ἀρετήν· µᾶλλον δὲ καὶ αὐτὴ λύπην ἔχει, ἀλλὰ λύπην οὐκ ἀνόνητον, ἀλλὰ κέρδος καὶ ὠφέλειαν ἔχουσαν. Ἢ γὰρ ἥµαρτέ τις, καὶ διὰ τῆς λύπης κατανυγεὶς, ἀπενίψατο τὰ ἁµαρτήµατα· ἢ ἀδελφῷ πεπτωκότι συνήλγησε, καὶ ἐνταῦθα πάλιν ἔχει τὸν µισθὸν οὐ µικρόν· τὸ γὰρ συναλγεῖν τοῖς ἐν συµφοραῖς οὖσι, πολλὴν ἡµῖν πρὸς Θεὸν δίδωσι τὴν παῤῥησίαν.
1.4
Ἄκουσον ὅσα περὶ τοῦ Ἰὼβ φιλοσοφεῖ ἡ θεία Γραφή· ἄκουσον καὶ Παῦλος τί φησι· Κλαίειν µετὰ κλαιόντων· καὶ πάλιν, Τοῖς ταπεινοῖς συναπαγόµενοι. Ἡ γὰρ κοινωνία τῶν λυπουµένων τὸ σφόδρα φορτικὸν τῆς λύπης ἀφαιρεῖν εἴωθεν. Ὥσπερ γὰρ ἐπὶ φορτίου, ἂν τοῦ βάρους τις κοινωνήσῃ, ἐπελάφρυνε τὸν µόνον τὸ ἄχθος φέροντα, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Νῦν δὲ τῶν µὲν οἰκείων ἡµῖν τινος τετελευτηκότος, πολλοὶ οἱ παρακαθήµενοι, πολλοὶ οἱ παραµυθούµενοι· καὶ ὄνον πεσόντα πολλάκις διεγείροµεν, τῶν δὲ ἀδελφῶν ἡµῶν τὰς ψυχὰς πιπτούσας ὄνου µᾶλλον παραβλέποµεν καὶ παρατρέχοµεν. Καὶ ἐὰν εἰς καπηλεῖον αὐτὸν ἴδωµεν ἀσέµνως εἰσιόντα, οὐκ ἀνα κόπτοµεν· κἂν µεθύοντα, οὐ κωλύοµεν, κἂν ὅ τι δήποτε ἕτερον ποιοῦντα τῶν ἀτόπων· ἀλλὰ µᾶλλον καὶ συµπράττοµεν.∆ ιὰ τοῦτο Παῦλος ἔλεγεν, Οὐ µόνον αὐτοὶ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι· καὶ συµµορίας πότου καὶ µέθης ποιοῦσιν οἱ πολλοί. Ποίησον, ἄνθρωπε, συµµορίας, ὥστε ἀποθέσθαι τὴν µανίαν τῆς µέθης· τοῖς δεδεµένοις καλὰ ταῦτα τὰ φιλικὰ, τοῖς ἐν θλίψει οὖσι. Τοιοῦτόν τι καὶ Κορινθίοις ἐπέταξεν ὁ Παῦλος, Ἵνα µὴ, ὅταν ἔλθω φησὶ, τότε λογίαι γίνωνται. Νῦν δὲ µέθης µὲν καὶ τρυφῆς καὶ σπατάλης ἕνεκεν πάντα πράττοµεν, καὶ κλίνην κοινὴν, καὶ τράπεζαν κοινὴν, καὶ οἶνον κοινὸν, καὶ ἀνάλωµακοινὸν ποιοῦµεν· ἐλεηµοσύνην δὲ οὐδεὶς ἐποιήσατο κοινήν. Τοιαῦτα ἦν ἐπὶ τῶν ἀποστόλων τὰ φιλικὰ, πάντα εἰς µέσον κατετίθεντο τὰ ὑπάρχοντα. Ἐγὼ δὲ οὐ πάντα κελεύω, ἀλλὰ µέρος τι. Ὃ ἄν τις εὐοδῶται, φησὶν, ὁρισάτω ἕκαστος κατὰ µίαν τῶν σαββάτων, ὥσπερ τινὰ φόρον φέρειν ὑπὲρ τῶν ἑπτὰ ἡµερῶν, καὶ κατατίθεσθαι, καὶ οὕτωδιδόναι ἐλεηµοσύνην, κἂν µικρὸν, κἂν µέγα. Οὐκ ὀφθήσῃ γὰρ, φησὶ, κενὸς ἐνώπιον Κυρίου. Ἰουδαίοις ταῦτα ἐλέγετο, πόσῳ µᾶλλον ἡµῖν;∆ ιὰ τοῦτο ἑστήκασιν οἱ πένητες πρὸ τῶν θυρῶν, ἵνα µηδεὶς εἰσίῃ κενὸς, ἵνα µετὰ ἐλεηµοσύνης εἰσίῃ. Εἰσέρχῃ ἐλεηθῆναι· ἐλέησον πρότερον. Ὁ δὲ ὕστερον ἐρχόµενος, πλέον ὀφείλει· ὅταν γὰρ ἀρξώµεθα ἡµεῖς, ὁ δεύτερος πλέον κατατίθησι. Ποίησόν σοι ὀφειλέτην τὸν Θεὸν, καὶ τότε αὐτὸν αἴτησαι· δάνεισον, καὶ τότε ἀπαίτει, ἵνα µετὰ τόκου λάβῃς· βούλεται τοῦτο ὁ Θεὸς, οὐκ ἀποφεύγει. Ἂν µετὰ ἐλεηµοσύνης αἰτῇς, χάριν ἔχει· ἂν µετὰ ἐλεηµοσύνης ἀπαιτῇς, δανείζεις καὶ τόκους λαµβάνεις. Ναὶ, παρακαλῶ. Οὐκ ἐν τῇ ἐκτάσει τῶν χειρῶν τὸ ἀκούεσθαί ἐστιν· ἔκτεινόν σου τὰς χεῖρας, µὴ εἰς τὸν οὐρανὸν, ἀλλ' εἰς τὰς τῶν πενήτων χεῖρας. Ἂν εἰς τὰς τῶν πενήτων χεῖρας ἐκτείνῃς τὴν χεῖρα, αὐτῆς ἥψω τῆς κορυφῆς τοῦ οὐρανοῦ· ὁ γὰρ ἐκεῖ καθήµενος λαµβάνει τὴν ἐλεηµοσύνην· ἂν δὲ ἀκάρπους ἀνατείνῃς, οὐδὲν ὤνησας. Εἰπὲ γάρ µοι, εἴ σε προσελθὼν ὁ βασιλεὺς ᾔτησε µετὰ τῆς ἁλουργίδος, οὐκ ἂν προθύµως ἅπαντα τὰ ὄντα δέδωκας; νῦν δὲ οὐχ ὑπὸ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ οὐρανίου διὰ τῶν πενήτων αἰτούµενος ἕστηκας παρορῶν καὶ τὴν δόσιν ὑπερτιθέµενος; καὶ πόσης οὐκ ἂν εἴης κολάσεως ἄξιος; Οὐ γὰρ ἐν τῇ ἐκτάσει τῶν χειρῶν, οὐδὲ ἐν τῷ πλήθει τῶν ῥηµάτων, ἀλλ' ἐν τοῖς ἔργοις τὸ ἐπακούεσθαί ἐστιν. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· Ὅταν τὰς χεῖρας ὑµῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλµούς µου ἀφ' ὑµῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσοµαι ὑµῶν.∆ έον γὰρ σιγᾷν, καὶ µηδὲ ἀνανεύειν εἰς τὸν οὐρανὸν τὸν ἐλέου δεόµενον, ὁ παῤῥησίαν ἔχων καὶ πολλὰ φθέγγεται. Ἀλλὰ τί φησι; Κρίνατε ὀρφανῷ καὶ ταπεινῷ, καὶ δικαιώσατε χήραν, καὶ µάθετε καλὸν ποιεῖν. Οὕτω δυνησόµεθα ἀκούεσθαι, κἂν κάτω τὰς χεῖρας ἔχωµεν, κἂν µὴ φθεγγώµεθα, µηδὲ ζητῶµεν. Ταῦτα τοίνυν ζηλώσωµεν, ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν.

Intertext edge

Open linked passage

Note