Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
Μὴ οὖν ἐπαισχυνθῇς τὸ µαρτύριον τοῦ Κυρίου ἡµῶν, µηδὲ ἐµὲ τὸν δέσµιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναµιν Θεοῦ τοῦ σώσαντος ἡµᾶς, καὶ καλέ σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡµῶν, ἀλλὰ κατὰἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡµῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφα νείας τοῦ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ.
2.1
Οὐδὲν χεῖρον, ἢ ὅταν τις ἀνθρωπίνοις λογισµοῖς τὰ θεῖα κρίνῃ καὶ µετρῇ πράγµατα· οὕτω γὰρ ἀπο πεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ µέτρου, καὶ τοῦ φωτὸς ἀποστερηθήσεται. Εἰ γὰρ ὁ τὰς τοῦ ἡλίου ἀκτῖνας ἀνθρωπίνοις θέλων καταλαβεῖν ὀφθαλµοῖς, οὐ µόνον οὐ καταλήψεται οὐδὲ ἀνθέξεται τοῦ προκειµένου, ἀλλὰκαὶ ἀποπεσεῖται, καὶ µυρίαν ὑποστήσεται βλάβην· πολλῷ µᾶλλον ὁ βουλόµενος πρὸς ἐκεῖνο τὸ φῶς ἀτενὲς ἰδεῖν διὰ τῶν οἰκείων λογισµῶν, πείσεται τοῦτο, καὶ ὑβρίζει εἰς τὴν τοῦ Θεοῦ δωρεάν. Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγµατα ἐπεισαγαγόντας τῇ τοῦ ΘεοῦἘκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισµοῖς τὰ τοῦ Θεοῦ µετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονοµίᾳ. Καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήµατος ἄξια ἂν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω τῆς αὐτοῦ φιλανθρωπίας τεκµήριον µέγα, οὐκ οὐρανὸς, οὐ θάλαττα, οὐ γῆ, οὐ τὸ ἐκ µὴ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγεῖν, οὐ τὰἄλλα πάντα, ὡς ὁ σταυρός.∆ ιὸ καὶ Παῦλος ἐπ' αὐτῷ καυχᾶται λέγων· Ἐµοὶ δὲ µὴ γένοιτο καυχᾶσθαι, εἰ µὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Ἀλλ' οἱ ψυχικοὶ καὶµηδὲν πλέον Θεῷ νέµοντες τῶν ἀνθρώπων, καταπίπτουσι καὶ αἰσχύνονται.∆ ιὰ τοῦτο ἄνωθεν τῷ µαθητῇ παρῄνει λέγων, καὶ δι' ἐκείνου πᾶσι· Μὴ οὖν ἐπαισχυνθῇς τὸ µαρτύριον τοῦ Κυρίου ἡµῶν. Τουτέστι, µὴ αἰσχύνου ὅτι τὸν ἐσταυρωµένον κηρύσσεις, ἀλλὰ καὶ ἐναβρύνου. Αὐτὰ µὲν γὰρ καθ' ἑαυτὰ, θάνατος καὶ δεσµωτήρια καὶ δεσµὰ, αἰσχύνης ἄξια καὶ ὀνειδισµοῦ· ἀλλ' ἐάν τις τὴν αἰτίαν προσθῇ καὶ τὸ µυστήριον ἴδῃ καλῶς, πολλοῦ καυχήµατος, πολλῆς σεµνότητος ἑκάτερα ὄντα εὑρήσει. Ὁ γὰρ θάνατος ἐκεῖνος τὴν οἰκουµένην ἀπολλυµένην ἔσωσεν, ὁ θάνατος ἐκεῖνος τῇ γῇ συνῆψε τὸν οὐρανὸν, ὁ θάνατος ἐκεῖνος τὴν τυραννίδα τοῦδιαβόλου κατέλυσε, τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡµετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν· τὰ δεσµὰ ταῦτα πολλοὺς ἐπέτρεψε. Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ µαρτύριον τοῦ Κυρίου ἡµῶν, µηδὲ ἐµὲ τὸν δέσµιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, µὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, καὶ διὰ τῶν ἀνωτέρω εἰρηµένων δῆλον, διὰ τοῦ εἰπεῖν, Ἔδωκεν ἡµῖν ὁ Θεὸς πνεῦµα δυνάµεως καὶ ἀγάπης καὶ σωφρονισµοῦ· καὶ διὰ τῶν µετὰ ταῦτα πάλιν. Ἀλλὰ συγκακοπάθησον, φησί· τουτέστι, µὴ ἁπλῶς µὴ ἐπαισχυνθῇς, ἀλλὰ τῇ πείρᾳ µὴ ἐπαισχυνθῇς. Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς µηδὲ δείσῃς, ἀλλὰ µᾶλλον αὐτὸν θαῤῥύνων φησὶ, Μὴ ἐπαισχυνθῇς, ὡς οὐκ ὄντος λοιπὸν κινδύνου, εἰ τῆς αἰσχύνης τις περιγένοιτο. Τοῦτο γὰρ µόνον ἔχει φορτικὸν αἰσχύνη, τὸ ἡττᾶσθαι αὐτῆς. Μὴ τοίνυν ἐπαισχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ µυρία ἐργαζόµενος σηµεῖα, ὁ τὴν οἰκουµένην περιδραµὼν, δέδεµαι νῦν· οὐ γὰρ ὡς κακοῦργός εἰµι δεσµώτης, ἀλλὰ τοῦ σταυρωθέντος ἕνεκεν. Εἰ σταυρὸν οὐκ ἐπησχύνθη µου ὁ∆ εσπότης, οὐδὲ τὰ δεσµὰ ἐγώ. Καὶ καλῶς παρακαλῶν αὐτὸν µὴ ἐπαισχυνθῆναι, πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέµνησεν. Εἰ τὸν σταυρὸν οὐκ ἐπαισχύνῃ, φησὶ, µηδὲ δεσµά· εἰ ὁ∆ εσπότης ἡµῶν καὶ διδάσκαλος σταυρὸν ὑπέµεινε, πολλῷ µᾶλλον ἡµεῖς τὰ δεσµά. Ἅπερ γὰρ αὐτὸς ὑπέµεινεν ὁ αἰσχυνόµενος, καὶ τὸν σταυρωθέντα ἐπαισχύνεται. Οὐ γὰρ δι' ἐµαυτὸν, φησὶ, φέρω ταῦτα τὰ δεσµά. Μηδὲν οὖν ἀνθρώπινον πάθῃς, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον, Ἀλλὰ συγκακοπάθησον, φησὶ, τῷ Εὐαγγελίῳ, οὐχ ὡς τοῦ Εὐαγγελίουκακοπαθοῦντος, ἀλλὰ τὸν µαθητὴν διεγείρων ὑπὲρ τοῦ Εὐαγγελίου πάσχειν. Κατὰ δύναµιν Θεοῦ, φησὶ, τοῦ σώσαντος ἡµᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡµῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡµῖνἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Ἄλλως δὲ, ἐπεὶ φορτικὸν ἦν τὸ εἰπεῖν, Κακοπάθησον, πάλιν αὐτὸν παραµυθεῖται λέγων· Οὐ κατὰ τὰ ἔργα ἡµῶν· τουτέστι, µὴ τῇ δυνάµει λογίζου τῇ σῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ τὸ ταῦτα φέρειν· σὸν µὲν γὰρ τὸ ἑλέσθαι καὶ προθυµηθῆναι, Θεοῦ δὲ τὸ κουφίσαι καὶ παῦσαι. Εἶτα καὶ τῆς δυνάµεως αὐτοῦ δείκνυσι τὰ τεκµήρια· Πῶς ἐσώθης ἐννόει, πῶς ἐκλήθης· ὥσπερ φησὶν ἀλλαχοῦ, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουµένην ἐν ἡµῖν. Οὕτω τοῦ ποιῆσαι τὸν οὐρανὸν µείζων δύναµις αὕτη ἦν, τὸ πεῖσαι τὴν οἰκουµένην. Πῶς οὖν ἐκλήθη, φησὶ, Κλήσει ἁγίᾳ; Τουτέστιν, ἁγίους εἰργάσατο ἁµαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡµῶν, Θεοῦ τὸ δῶρον. Εἰ τοίνυν καὶ δυνατός ἐστι τῷ καλέσαι, καὶ ἀγαθὸς τῷ κατὰ χάριν, ἀλλὰ µὴ κατὰ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι. Ὁ γὰρ, ἡνίκα ἡµᾶς ἔδει σωθῆναι, καὶ ἐχθροὺς ὄντας, χάριτι σώσας, ὅταν καὶ ἐργαζοµένους ἴδῃ, οὐ πολλῷ µᾶλλον συµπράξει; Οὐ κατὰ τὰ ἔργα ἡµῶν, φησὶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν. Τουτέστιν, οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συµβουλεύοντος, ἀλλ' ἐξ ἰδίας προθέσεως, οἴκοθεν ἐκ τῆς ἀγαθότητος αὑτοῦ ὁρµώµενος ἔσωσε· τοῦτο γάρ ἐστι τὸ, Κατ' ἰδίαν πρόθεσιν. Καὶ χάριν τὴν δοθεῖσαν ἡµῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Τουτέστιν, ἀνάρχως ταῦτα προτετύπωτο ἐν Χριστῷ Ἰησοῦ γενέσθαι. Οὐ µικρὸν καὶ τοῦτο, τὸ ἄνωθεν βούλεσθαι· οὐκ ἐκ µετανοίας ἄρα. Πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος µὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰτοῦ Εὐαγγελίου.
2.2
Εἶδες δύναµιν, εἶδες δωρεὰν οὐχὶ δι' ἔργων γενοµένην, ἀλλὰ διὰ τοῦ Εὐαγγελίου; Ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν µὲν γὰρ τῷ αὐτοῦ σώµατι ἀµφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡµετέρῳ ἔσται. Πῶς;∆ ιὰ τοῦ Εὐαγγελίου. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συνεχῶς λέγει, διδάσκαλον ἐθνῶν ἑαυτὸν καλῶν; Πεῖσαι βουλόµενος, ὅπερ ἔφην, ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν. Μὴ καταπέσῃς τοίνυν ἐν τοῖς ἐµοῖς παθήµασι· καταβέβληται τοῦ θανάτου τὰ νεῦρα. Οὐχ ὡς κακοῦργος ταῦτα ὑποµένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν. Ἅµα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.∆ ι' ἣν αἰτίαν καὶ ταῦτα, φησὶ, πάσχω· ἀλλ' οὐκ ἐπαισχύνοµαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισµαι, ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην µου φυλάξαι εἰς ἐκείνην τὴν ἡµέραν. Ἀλλ' οὐκ ἐπαισχύνοµαι, φησίν. Αἰσχύνης γὰρ, εἰπέ µοι, τὰ δεσµά; αἰσχύνης τὰ πάθη; Μὴ οὖν ἐπαισχυνθῇς. Ὁρᾷς πῶς διὰ τῶν ἔργων ἐνδείκνυται τὴν διδασκαλίαν; Ταῦτα πάσχω, φησίν, εἰς δεσµωτήριον ἐµβέβληµαι, ἐλαύνοµαι. Οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισµαι ὅτι δυνατός ἐστι τὴν παρακαταθήκην µου φυλάξαι εἰς ἐκείνην τὴν ἡµέραν. Τί ἐστι παρακαταθήκη; Ἡ πίστις, τὸ κήρυγµα. Τοῦτο αὐτὸς, φησὶν, ὁ παρακαταθέµενος ἀκέραιον φυλάξει. Πάντα πάσχω ὥστε µὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνοµαι τούτοις, ἕως ἂν αὐτὴ ἀκέραιος σώζηται. Ἢ τοὺς πιστοὺς λέγει τὴν παρακαθήκην, ἣν ὁ Θεὸς αὐτῷ παρακατέθετο, ἢ ἣν αὐτὸς τῷ Θεῷ. Καὶ νῦν γὰρ, φησὶν, ἰδοὺ παρατίθεµαι ὑµᾶς τῷ Κυρίω· τουτέστιν, οὐκ ἀνόνητά µοι ταῦτα ἔσται· καὶ Τιµόθεος τῆς παρακαταθήκης δεικνύει µοι τὸν καρπόν. Ὁρᾷς αὐτὸν οὐδὲ αἰσθανόµενον τῶν κακῶν διὰ τὴν ἐλπίδα τῶν µαθητῶν; Τοιοῦτον εἶναι τὸν διδάσκαλον χρὴ, οὕτω κήδεσθαι τῶν µαθητῶν, τούτους πάντα ἡγεῖσθαι. Νῦν ζῶµεν, φησὶν, ἐὰν ὑµεῖς στήκητε ἐν Κυρίῳ· καὶ πάλιν, Τίς γὰρ ἡµῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑµεῖς ἔµπροσθεν τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ; Ὁρᾷς αὐτὸν ταῦτα µεριµνῶντα, οὐχ ἧττον τῶν οἰκείων τὰ τῶν µαθητῶν;∆ εῖ γὰρ τοὺς φυσικοὺς πατέρας ὑπεραίρειν, δεῖ θερµοτέρους εἶναι. Ἀλλὰ καὶ τοὺς παῖδας φιλοστόργως πρὸς αὐτοὺς διακεῖσθαι προσήκει. Πείθεσθε γὰρ, φησὶ, τοῖς ἡγουµένοις ὑµῶν καὶ ὑπείκετε, εἰδότες ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες. Εἰπὲ γάρ µοι, αὐτὸς µὲν τοσούτῳ κινδύνῳ ἐστὶν ὑπεύθυνος· σὺ δὲ οὐδὲ πείθεσθαι αὐτῷ βούλει, καὶ ταῦτα εἰς τό σοι συµφέρον; Κἂν γὰρ τὰ καθ' ἑαυτὸν καλῶς διάθηται, ἕωςἂντὰσὰ µὴ καλῶς ᾖ διακείµενα, ἐναγώνιός ἐστι, διπλᾶς δίδωσι τὰς εὐθύνας. Ἐννόησον δὲ ὅσον ἐστὶ καθ' ἕκαστον τῶν ἀρχοµένων ἐξετάζεσθαι καὶ ἀγωνιᾷν. Πόσην βούλει θεῖναι τιµήν; πόσην θεραπείαν ἀντίῤῥοπον τῶν κινδύνων τούτων; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· οὔπω γὰρ τὴν ψυχὴν ἐπιδέδωκας, αὐτὸς δὲ τὴν ψυχὴν τίθησιν ὑπὲρ σοῦ. Κἂν µὴ θῇ ἐνταῦθα καιροῦ καλοῦντος, ἀπολλύει αὐτὴν ἐκεῖ· σὺ δὲ οὐδὲ µέχρι λόγου ὑποτάσσεσθαι βούλει. Τοῦτο πάντων τῶν κακῶν αἴτιον, ὅτι τὰ τῶν ἀρχόντων ἠφανίσθη· οὐδεµία αἰδὼς, οὐδεὶς φόβος. Πείθεσθε, φησὶ, τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε· νυνὶ δὲ πάντα κατεστράφη καὶ συγκέχυται. Οὐχὶ τῶν ἡγουµένων ἕνεκεν ταῦτα λέγω· τί γὰρ ἀπὸ τῆς τιµῆς ὠφεληθήσονται τῆς ἡµετέρας, ἢ τοσοῦτον ὅσον πειθηνίους ἕξουσιν; ἀλλὰ διὰ τὸ ὑµῖν συµφέρον. Οὗτοι µὲν γὰρ, κἂν τιµηθῶσιν, οὐδὲν ὠφελοῦνται πρὸς τὸ µέλλον, ἀλλὰ µεῖζον αὐτοῖς τὸ κατάκριµα· κἂν ὑβρισθῶσιν, οὐδὲν ἐβλάβησαν πρὸς τὸ µέλλον, ἀλλὰ καὶ πλείων αὐτοῖς ἡ ἀπολογία. Ἀλλ' ὑµῶν αὐτῶν ἕνεκεν ἅπαντα βούλοµαι γενέσθαι. Ὅταν γὰρ τιµῶνται παρὰ τῶν ἀρχοµένων οἱ ἡγούµενοι, καὶ τοῦτο αὐτοῖς προφέρεται, καθάπερ τῷ Ἠλεὶ ἔλεγεν, Ἔλαβόν σε ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ὅταν δὲ ὑβρίζωνται, καθάπερ ἐπὶ τοῦ Σαµουὴλ, Οὐ σὲ, φησὶν, ἐξουθενήκασιν, ἀλλ' ἢ ἐµέ. Ὥστε ἡ µὲν ὕβρις κέρδος αὐτοῖς ἐστιν, ἡ δὲ τιµὴ βάρος. Οὐκ αὐτῶν τοίνυν ἕνεκεν ταῦτα λέγω, ἀλλ' ὑµῶν αὐτῶν. Ὁ τιµῶν τὸν ἱερέα, καὶ τὸν Θεὸν τιµήσει· ὁ δὲ µαθὼν τοῦ ἱερέως καταφρονεῖν, ὁδῷ προβαίνων καὶ εἰς τὸν Θεὸν ὑβρίσει ποτέ. Ὁ δεχόµενος ὑµᾶς, φησὶν, ἐµὲ δέχεται· καὶ, Τοὺς ἱερέας αὐτοῦ, φησὶν, ἐντίµους ἔχε. Ἐντεῦθεν ἔµαθον Ἰουδαῖοι τοῦ Θεοῦ καταφρονεῖν, ὅτι Μωϋσέως κατεφρόνησαν, ὅτι αὐτὸν ἐλίθαζον. Ὅταν γάρ τις πρὸς τὸν ἱερέα εὐλαβῶς διατεθῇ, πολλῷ µᾶλλον πρὸς τὸν Θεόν. Κἂν ὁ ἱερεὺς φαῦλος ᾖ, ὁ Θεὸς ὁρῶν ὅτι διὰ τὴν πρὸς αὐτὸν τιµὴν καὶ τὸν οὐκ ἄξιον τιµῆς θεραπεύεις, καὶ αὐτὸς ἀποδώσει σοι τὴν ἀµοιβήν. Εἰ γὰρ ὁ δεχό µενος προφήτην, φησὶν, εἰς ὄνοµα προφήτου, µισθὸν προφήτου λήψεται· καὶ ὁ τιµῶν καὶ ὁ εἴκων καὶ ὑπακούων, δηλονότι τῷ ἱερεῖ. Εἰ γὰρ ἔνθα φιλοξενίας λόγος, ἔνθα οὐκ οἶδας τὸν καταγόµενον, τοσοῦτον λαµβάνεις µισθόν· ᾧ καὶ κελεύει ὑποτάσσεσθαι, ἂν ὑποταγῇς, πολλῷ µᾶλλον. Ἐπὶ τῆς Μωϋσέως, φησὶ, καθέδρας ἐκάθισαν οἱ γραµµατεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑµῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε. Οὐκ οἶδας τί ἐστιν ὁ ἱερεύς; Ἄγγελος Κυρίου ἐστί. Μὴ γὰρ τὰ ἑαυτοῦ λέγει; Εἰ καταφρονεῖς αὐτοῦ, οὐκ αὐτοῦ καταφρονεῖς, ἀλλὰ τοῦ χειροτονήσαντος αὐτὸν Θεοῦ. Καὶ πόθεν δῆλον ὅτι ὁ Θεὸς ἐχειροτόνησεν αὐτὸν, φησίν; Οὐκοῦν, εἰ µὴ ταύτην ἔχεις τὴν ὑπόληψιν, ἡ ἐλπίς σου κεκένωται. Εἰ γὰρ µηδὲν ἐνεργεῖ ὁ Θεὸς δι' αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε µυστηρίων µετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις· οὐκ ἄρα Χριστιανὸς εἶ.
2.3
Τί οὖν; φησί· πάντας ὁ Θεὸς χειροτονεῖ, καὶ τοὺς ἀναξίους; Πάντας µὲν ὁ Θεὸς οὐ χειροτονεῖ, διὰ πάντων δὲ αὐτὸς ἐνεργεῖ, εἰ καὶ αὐτοὶ εἶεν ἀνάξιοι, διὰ τὸ σωθῆναι τὸν λαόν. Εἰ γὰρ δι' ὄνου, καὶ διὰ Βαλαὰµ, διὰ µιαροῦ ἀνθρώπου, τοῦ λαοῦ ἕνεκεν ἐλάλησε, πολλῷ µᾶλλον διὰ τοῦ ἱερέως. Τί γὰρ οὐ ποιεῖ ὁ Θεὸς τῆς σωτηρίας ἕνεκεν τῆς ἡµετέρας; Τί γὰρ οὐ φθέγγεται; διὰ τίνος δὲ οὐκ ἐνεργεῖ; Εἰ διὰ τοῦ Ἰούδα ἐνέργησε, καὶ διὰ τῶν προφητευόντων, οἷς φησιν, Οὐκ οἶδα ὑµᾶς, ἀποχωρεῖτε ἀπ' ἐµοῦ οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν, καὶ ἄλλοιδαίµονας ἐξέβαλον· πολλῷ µᾶλλον διὰ τῶν ἱερέων ἐνεργήσει. Ἐπεὶ εἰ µέλλοιµεν τοὺς βίους ἐρευνᾷν τῶν ἀρχόντων, αὐτοὶ µέλλοµεν εἶναι χειροτονηταὶ τῶν διδασκάλων, καὶ τὰ ἄνω κάτω γίνεται, ἄνω οἱ πόδες, καὶ κάτωἡ κεφαλή. Ἄκουε Παύλου λέγοντος· Ἐµοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑµῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡµέρας· καὶ πάλιν, Σὺ τί κρίνεις τὸν ἀδελφόν σου; Εἰ τὸν ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ µᾶλλον τὸν διδάσκαλον. Εἰ µὲν γὰρ τοῦτο ἐπέταξεν ὁ Θεὸς, καλῶς ποιεῖς, καὶ ἁµαρτάνεις µὴ ποιῶν· εἰ δὲ τοὐναντίον, µὴ τόλµα, µηδὲ ὑπὲρ τὰ ἐσκαµµένα ἐπιχείρει. Τῷ Ἀαρὼν µετὰ τὴν µοσχοποιίαν ἐπανέστησαν οἱ περὶ Κορὲ καὶ∆ αθὰν καὶ Ἀβειρών· τί οὖν; οὐκ ἀπώλοντο; Ἕκαστος τὰ ἑαυτοῦ µεριµνάτω. Εἰ µὲν γὰρ δόγµα ἔχει διεστραµµένον, κἂν ἄγγελος ᾖ, µὴ πείθου· εἰ δὲ ὀρθὰ διδάσκει, µὴ τῷ βίῳ πρόσεχε, ἀλλὰ τοῖς ῥήµασιν. Ἔχεις Παῦλον καὶ δι' ἔργων καὶ διὰ λόγων ῥυθµίζοντά σε πρὸς τὸ δέον. Ἀλλ' οὐ δίδωσι πένησι, φησὶν, οὐδὲ καλῶς διοικεῖ. Πόθεν σοι τοῦτο δῆλον; Πρὶν ἢ µάθῃς, µὴ µέµψῃ, φοβήθητι τὰς εὐθύνας. Πολλὰ ἀπὸ ὑπονοίας κρίνεται. Μίµησαί σου τὸν∆ εσπότην· ἄκουε αὐτοῦ λέγοντος· Καταβὰς ὄψοµαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ µὴ, ἵνα γνῶ. Εἰ δὲ κατέµαθες καὶ ἐξήτασας καὶ εἶδες, ἀνάµενε τὸν κριτήν· µὴ προαρπάσῃς τοῦ Χριστοῦ τὴν τάξιν· ἐκείνου ταῦτά ἐστιν ἐξετάζειν, οὐ σοῦ· σὺ δοῦλος εἶ ἔσχατος, οὐ δεσπότης· σὺ πρόβατον εἶ· µὴ τοίνυν περιεργάζου τὸν ποιµένα, ἵνα µὴ καὶ ἐφ' οἷς ἐκείνου κατηγορεῖς, εὐθύνας δῷς. Καὶ πῶς ἐµοὶ λέγει, φησὶν, αὐτὸς οὐ ποιῶν; Οὐκ αὐτός σοι λέγει· εἰ αὐτῷ πείθῃ, µισθὸν οὐκ ἔχεις· ὁ Χριστός σοι ταῦτα παραινεῖ. Καὶ τί λέγω; οὐδὲ Παύλῳ πείθεσθαι χρὴ, ἄν τι ἴδιον λέγῃ, ἄν τι ἀνθρώπινον, ἀλλὰ τῷ ἀποστόλῳ τῷτὸν Χριστὸν ἔχοντι λαλοῦντα ἐν ἑαυτῷ. Μὴ κρίνωµεν τὰ ἀλλήλων, ἀλλὰ τὰ ἑαυτοῦ ἕκαστος· ἐξέτασον σοῦ τὸν βίον. Ἀλλ' ἐκεῖνος ὀφείλει µου βελτίων εἶναι, φησί.∆ ιὰ τί; Ὅτι ἱερεύς ἐστι. Καὶ τί σου πλέον οὐκ ἔχει; οὐχὶ τοὺς µόχθους; οὐχὶ τοὺς κινδύνους; οὐχὶ τὴν ἀγωνίαν; οὐχὶ τὴν ταλαιπωρίαν; Ταῦτα τοίνυν ἔχων πῶς οὐ βελτίων ἐστί σου; Εἰ δὲ οὐκ ἔστι βελτίων, ἆρα ὀφείλεις, εἰπέ µοι, σὺ σαυτὸν ἀπολλύναι; Ἀπονοίας ταῦτα τὰ ῥήµατα. Πόθεν γὰρ, ὅτι οὐκ ἔστι σου βελτίων; Ἐὰν κλέπτῃ, φησὶ, καὶ ἱεροσυλῇ. Πόθεν οἶδας, ἄνθρωπε; τί κατὰ κρηµνῶν ὠθεῖς σαυτόν; Καὶ σὺ µὲν, ἂν εἴπῃ τις, ὅτι ὁ δεῖνα πορφύραν ἔχει, κἂν εἰδὼς ᾖς, ἀποφράττεις τὰ ὦτα, κἂν ἐλέγξαι δυνάµενος ᾖς, ἀποπηδᾷς εὐθέως καὶ προσποιῇ µὴεἰδέναι, περιττὸν κίνδυνον µὴ θέλων ἀναδέξασθαι· ἐνταῦθα δὲ οὐ µόνον οὐκ ἀποπηδᾷς, ἀλλὰ καὶ ἀναδέχῃ περιττὸν κίνδυνον. Ταῦτα τὰ ῥήµατα οὐκ ἔστιν ἀνεύθυνα· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Λέγω δὲ ὑµῖν, ὅτι πᾶν ῥῆµα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡµέρᾳ κρίσεως. Ὅλως δὲ, οἴει τινὸς βελτίων εἶναι, καὶ οὐ στενάζεις, οὐδὲ κόπτεις τὸ στῆθος, οὐδὲ κάτω κύπτεις, οὐδὲ µιµῇ τὸν τελώνην; Οὐκοῦν ἀπώλεσας σαυτὸν, κἂν βελτίων ᾖς. Βελτίων εἶ; σίγα, ἵνα µένῃς βελτίων· ἂν δὲ εἴπῃς, ἐκένωσας τὸ πᾶν. Ἂν νοµίσῃς, οὐχί· ἂν µὴ νοµίσῃς, πολὺ προσέθηκας. Εἰ γὰρ ὁ ὢν ἁµαρτωλὸς, ἐπειδὴ ὡµολόγησε, κατῆλθε δεδικαιωµένος, ὁ µὴ ὢν σφόδρα ἁµαρτωλὸς, καὶ οὕτω πεπεισµένος, τί οὐ κερδανεῖ; Ἐξέτασόν σου τὸν βίον. Οὐ κλέπτεις; ἀλλ' ἁρπάζεις, ἀλλὰ βιάζῃ, ἀλλὰ µυρία ἕτερα τοιαῦτα ποιεῖς. Οὐκ ἐπαινῶν λέγω τὴν κλοπὴν, ἄπαγε, ἀλλὰ καὶ σφόδρα δακρύων, εἴ τις ἄρα ἐστὶ τοιοῦτος· οὐ γὰρ πείθοµαι. Ὅσον γὰρ ἡ ἱεροσυλία κακὸν, οὐδὲ ἔστιν εἰπεῖν· ἀλλ' ὑµῶν φείδοµαι· οὐ γὰρ βούλοµαι τὴν ἀρετὴν τὴν ἡµετέραν κενοῦσθαι τῷ κατηγορεῖν ἑτέρων. Τί τοῦ τελώνου χεῖρον, εἰπέ µοι; Ἀληθὲς ἦν, ὅτι καὶ τελώνης ἦν, καὶ µυρίων ἔνοχος κακῶν· καὶ µόνον ἵνα εἴπῃ ὁ Φαρισαῖος, Ὅτι οὐκ εἰµὶ ὡς οὗτος ὁ τελώνης, πάντα ἀπώλεσε· σὺ περὶ τοῦ ἱερέως λέγεις, ὅτι Οὐκ εἰµὶ ὡς οὗτος ἱερόσυλος, καὶ οὐ πάντα κενοῖς; Ταῦτα λέγειν ἀναγκάζοµαι καὶ ἐπεξιέναι τούτῳ τῷ λόγῳ, οὐκ ἐπειδὴ ἐκείνων µοι µέλει τοσοῦτον, ἀλλ' ἐπειδὴ περὶ ὑµῶν δέδοικα, µὴ κενώσητε ὑµῶντὴν ἀρετὴν διὰ τῆς καυχήσεως ταύτης, διὰ τῆς κατακρίσεως. Ἄκουε γὰρ τοῦ Παύλου παραινοῦντος καὶ λέγοντος· Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιµαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν µόνον τὸ καύχηµα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
2.4
Εἰπέ µοι, ἂν εἰς ἰατρεῖον ἔλθῃς τραῦµα ἔχων, µὴ ἀφεὶς φάρµακον ἐπιθεῖναι καὶ θεραπεῦσαι τὸ ἕλκος, περιεργάζῃ τὸν ἰατρὸν, εἴτε ἕλκος ἔχει, εἴτε οὐκ ἔχει; κἂν ἔχῃ δὲ, φροντίζεις; ἢ ἐπειδὴ ἔχει ἐκεῖνος, τὸ σαυτοῦ οὐ θεραπεύεις, καὶ λέγεις, Ἐχρῆν αὐτὸν ὑγιαίνειν ἰατρὸν ὄντα· ἐπειδὴ οὐχ ὑγιαίνει ἰατρὸς ὢν, ἀφίηµι κἀγὼ τὸ ἕλκος τὸ ἐµὸν ἀνίατον; µὴ γὰρ, ἂν ὁ ἱερεὺς ᾖ κακὸς, παραµυθία ἔσται τῷ ἀρχοµένῳ; Οὐδαµῶς, ἀλλὰ δώσει µὲν ἐκεῖνος δίκην τὴν ὡρισµένην· δώσεις δὲ καὶ σὺ τὴν ὀφειλοµένην καὶ πρέπουσαν· καὶ γὰρ ὁ διδάσκαλος τάξιν λοιπὸν πληροῖ µόνον. Ἔσονται γὰρ, φησὶ, πάντες διδακτοὶ Θεοῦ, καὶ οὐ µὴ εἴπωσι, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί µε ἀπὸ µικροῦ ἕως µεγάλου αὐτῶν. Τίνος οὖν ἕνεκεν, φησὶ, προκάθηται· τίνος οὖν ἕνεκεν ἐφ έστηκε; Μὴ λέγωµεν, παρακαλῶ, κακῶς τοὺς διδασκάλους, µηδὲ ἀκριβολογώµεθα περὶ τούτων, ἵνα µὴ κακῶς ἑαυτοὺς διαθῶµεν· τὰ ἡµέτερα ἐξετάζωµεν, καὶ οὐδένα ἐροῦµεν κακῶς. Αἰδεσθῶµεν τὴν ἡµέραν ἐκείνην, καθ' ἣν ἡµᾶς ἐφώτισεν. Ἂν πατέρα τις ἔχῃ, κἂν µυρία ἔχῃ δεινὰ, πάντα συσκιάζει. Μὴ δοξάζου γὰρ, φησὶν, ἐν ἀτιµίᾳ πατρός σου· οὐ γάρ ἐστί σοι δόξα ὡς ὄνειδος. Κἂν ἀπολίπῃ σύνεσις, συγγνώµην ἔχε. Εἰ δὲ ἐπὶ τῶν σωµατικῶν πατέρων, πολλῷ µᾶλλον ἐπὶ τῶν πνευµατικῶν πατέρων ταῦτα λεκτέον. Αἰδέσθητι ὅτι καθ' ἑκάστην ἡµέραν σοι διακονεῖται· ἀναγινώσκεσθαι ποιεῖ τὰς Γραφὰς, διὰ σὲ τὸν οἶκον κοσµεῖ, διὰ σὲ ἀγρυπνεῖ, διὰ σὲ εὔχεται, ὑπὲρ σοῦ ἕστηκε τὸν Θεὸν παρακαλῶν, διὰ σὲ λιτὰς ποιεῖ, ὑπὲρ σοῦ πᾶσα αὐτῷ ἡ θρησκεία. Ταῦτα αἰδέσθητι, ταῦτα ἐννόησον, µετὰ πάσης εὐλαβείας πρόσιθι. Εἰπέ µοι, φαῦλός ἐστι; Καὶ τί τοῦτο; ὁ γὰρ µὴ φαῦλος αὐτός σοι χαρίζεται τὰ µεγάλα ἀγαθά; Οὐδαµῶς· πρὸς τὴν πίστιν τὴν σὴν τὸ πᾶν ἐνεργεῖται. Οὔτε ὁ δίκαιος ὠφελήσει τι, µὴ ὄντος σου πιστοῦ, οὔτε ὁ φαῦλος βλάψει τι, ὄντος σου πιστοῦ.∆ ιὰ βοῶν ἐνήργησεν ὁ Θεὸς ἐπὶ τῆς κιβωτοῦ, ὅτε ἐβούλετο σῶσαι τὸν λαόν. Μὴ γὰρ ὁ βίος τοῦ ἱερέως, µὴ γὰρ ἡ ἀρετὴ τοσοῦτόν τι συντελεῖ; Οὐκ ἔστι τοιαῦτα ἃ χαρίζεται ὁ Θεὸς, ὡς ὑπὸ ἱερατικῆς ἀρετῆς ἀνύεσθαι· τὸ πᾶν τῆς χάριτός ἐστι· τούτου ἐστὶν ἀνοῖξαι µόνον τὸ στόµα, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται· σύµβολον οὗτος πληροῖ µόνον. Ἐννόησον ὅσον ἐστὶ τὸ µέσον Ἰωάννου καὶ τοῦ Ἰησοῦ· ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ, Οὐκ εἰµὶ ἱκανὸς λῦσαι τὸν ἱµάντα τοῦ ὑποδήµατος. Ἀλλ' ὅµως καὶ τοσούτου ὄντος τοῦ µέσου, καὶ Πνεῦµα κατηνέχθη, ὅπερ οὐκ εἶχεν Ἰωάννης. Ἐκ γὰρ πληρώµατος αὐτοῦ, φησὶν, ἡµεῖς πάντες ἐλάβοµεν. Ἀλλ' ὅµως πρὶν ἢ βαπτισθῆναι, οὐ κατηνέχθη· οὐ µὴν οὐδὲ Ἰωάννης ἐποίησεν αὐτὸ κατενεχθῆναι. Τί οὖν τοῦτο γίνεται; Ἵνα µάθῃς, ὅτι σύµβολον ὁ ἱερεὺς πληροῖ. Οὐδεὶς ἀνθρώπων ἀνθρώπου τοσοῦτον ἀφέστηκεν, ὅσον Ἰωάννης τοῦ Ἰησοῦ· ἀλλ' ὅµως ἐπ' αὐτοῦ κατῆλθε τὸ Πνεῦµα, ἵνα µάθῃς ὅτι τὸ πᾶν ὁ Θεὸς ἐργάζεται, ὅτι τὸ πᾶν ὁ Θεὸς ποιεῖ. Βούλοµαί τι παράδοξον εἰπεῖν, ἀλλὰ µὴ θαυµάσητε µηδὲ θορυβηθῆτε. Τί δὴ τοῦτό ἐστιν; Ἡ προσφορὰ ἡ αὐτή ἐστι, κἂν ὁ τυχὼν προσενέγκῃ, κἂν Παῦλος, κἂν Πέτρος· ἡ αὐτή ἐστιν, ἣν ὁ Χριστὸς τοῖς µαθηταῖς ἔδωκε, καὶ ἣν νῦν οἱ ἱερεῖς ποιοῦσιν· οὐδὲν αὕτη ἐλάττων ἐκείνης, ὅτι καὶ ταύτην οὐκ ἄνθρωποι ἁγιάζουσιν, ἀλλ' αὐτὸς ὁ καὶ ἐκείνην ἁγιάσας. Ὥσπερ γὰρ τὰ ῥήµατα, ἅπερ ὁ Θεὸς ἐφθέγξατο, τὰ αὐτά ἐστιν, ἅπερ ὁ ἱερεὺς καὶ νῦν λέγει· οὕτω καὶ ἡ προσφορὰ ἡ αὐτή ἐστι, καὶ τὸ βάπτισµα ὅπερ ἔδωκεν. Οὕτω τὸ πᾶν τῆς Πίστεώς ἐστιν. Ἐπεπήδησεν εὐθέως τὸ πνεῦµα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσήνεγκε. Καὶ τοῦτο τοίνυν σῶµά ἐστι, κἀκεῖνο· ὁ δὲ νοµίζων τοῦτο ἔλαττον ἐκείνου εἶναι, οὐκ οἶδεν ὅτι ὁ Χριστὸς καὶ νῦν πάρεστι, καὶ νῦν ἐνεργεῖ. Ταῦτα τοίνυν εἰδότες( οὐδὲ γὰρ ἁπλῶς εἴρηται ἡµῖν ταῦτα πάντα, ἀλλ' ἵνα διορθώσωµεν ὑµῶν τὴν γνώµην, καὶ ἀσφαλεστέρους εἰς τὸ ἑξῆςἐργασώµεθα), πολλὴν τῶν εἰρηµένων τὴν φυλακὴν ἐπιδείξασθε. Ἂν δὲ ἀεὶ µὲν ἀκούωµεν, πράττωµεν δὲ µηδέποτε, οὐδὲν ἡµῖν ὄφελος ἔσται τῶν λεγοµένων. Προσέχωµεν τοίνυν ἀκριβῶς, προσέχωµεν τοῖς λεχθεῖσι µετ' ἐπιµελείας, ἀπογράψωµεν αὐτὰ ἐπὶ τῆς διανοίας τῆς ἡµετέρας, ἔχωµενἀεὶ κεκολαµµένα τῷ συνειδότι καὶ διηνεκῶς δόξαν ἀναπέµψωµεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι.