Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Timothy
John ChrysostomHom. 2 Tim. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐµοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χρι στῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύµατος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡµῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν µε πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρµογένης.∆ ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις µε ἀνέψυξε, καὶ τὴν ἄλυσίν µου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόµενος ἐν Ῥώµῃ σπουδαιότερόν µεἐζήτησε, καὶ εὗρε.∆ ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλ τιον σὺ γινώσκεις.
3.1
Οὐ διὰ γραµµάτων µόνον τὰ πρακτέα ὑπετίθετο τῷ µαθητῇ, ἀλλ' ἤδη καὶ διὰ ῥηµάτων. Καὶ τοῦτο πολλαχοῦ καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· Εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡµῶν· πολλῷ δὲ µᾶλλον καὶ ἐνταῦθα. Μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νοµίσωµεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκεν· ἅπερ οὖν ἀναµιµνήσκων αὐτὸν, ἔλεγεν· Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐµοῦ ἤκουσας. Τί δέ ἐστιν ὅ φησι; Καθάπερ ἐπὶ τῶν ζωγράφων ἐνετυπωσάµην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν. Ταῦτα οὖν ἔχε· κἂν περὶ πίστεως, κἂν περὶ ἀγάπης, κἂν περὶ σωφρονισµοῦ δέῃ τι βουλεύσασθαι, ἐκεῖθεν λάµβανε τὰ παραδείγµατα· οὐ δεήσει σοι παρ' ἑτέρων εἰκόνα ζητεῖν, πάντων ἐκεῖ κατακειµένων. Τὴν καλὴν παραθήκην φύλαξον. Πῶς;∆ ιὰ Πνεύµατος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡµῖν. Οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς οὐδὲ δυνάµεως, τοσαῦτα ἐµπιστευθέντα ἀρκέσαι πρὸς τὴν φυλακήν.∆ ιὰ τί; Ὅτι πολλοὶ οἱ λῃσταὶ, σκότος βαθύ· ὁ διάβολος ἐφέστηκεν ἔτι καὶ ἐφεδρεύει· οὐκ οἴδαµεν ποίᾳ ὥρᾳ, ποίῳ καιρῷ ἐπιτίθεται. Πῶς οὖν ἀρκέσοµεν πρὸς τὴν φυλακὴν, φησί;∆ ιὰ Πνεύµατος ἁγίου, τουτέστιν, ἐὰν τὸ Πνεῦµα ἔχωµεν παρ' ἡµῖν· ἐὰν µὴ τὴν χάριν φυγαδεύσωµεν, παρέσται. Ἐὰν γὰρ µὴ Κύριος οἶκον οἰκοδοµήσῃ, εἰς µάτην ἐκοπίασαν οἱ οἰκοδοµοῦντες· ἐὰν µὴ Κύριος φυλάξῃ πόλιν, εἰς µάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Τοῦτο τεῖχος ἡµῖν, τοῦτο φρούριον, τοῦτο καταφυγή. Εἰ τοίνυν ἐνοικεῖ, καὶ αὐτὸ φυλάσσει, τίς χρεία παραγγελίας; Ἵνα αὐτὸ, φησὶ, κατέχωµεν, ἵνα αὐτὸ φυλάσσωµεν, καὶ µὴ διώκωµεν διὰ τῶν φαύλων πράξεων. Εἶτα ἐξηγεῖται τοὺς πειρασµοὺς, οὐχὶ καταβαλεῖν τὸν µαθητὴν βουλόµενος, ἀλλὰ διαναστῆσαι, ἵνα εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, µὴ ξενοπαθῇ, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ µεµνηµένος πάντων τῶν συµβάντων αὐτῷ. Τί οὖν φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα ἐγκαταλειφθῆναι, καὶ µηδεµιᾶς ἀπολαῦσαι φιλανθρωπίας, µηδὲ ῥοπῆς, µηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ' αὐτῶν τῶνπιστῶν καὶ φίλων προδεδόσθαι, ἄκουε τί φησιν· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν µε πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Εἰκὸς ἦν ἐν Ῥώµῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν Ἀσίας µερῶν· ἀλλ' οὐδείς µοι παρέστη, φησὶν, οὐδείς µε ἐγνώρισε, πάντες ἀπηλλοτριώθησαν. Καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν. Εἶπε τὸ γενόµενον µόνον, οὐχὶ κατηράσατο αὐτοῖς· ἀλλὰ τὸν µὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται τούτῳ µυρία ἀγαθὰ, ἐκείνοις δὲ οὐ κατηράσατο, ἀλλὰ τί φησιν; Ὦν ἐστι Φύγελος καὶ Ἑρµογένης.∆ ῴη ἔλεος ὁ Κύριος, φησὶ, τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις µε ἀνέψυξε, καὶ τὴν ἅλυσίν µου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόµενος ἐν Ῥώµῃσπουδαιότερον ἐζήτησέ µε, καὶ εὗρε. Θέα πῶς πανταχοῦ τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε µὴ φοβηθῆναι τὸν Τιµόθεον, καίτοι κινδύνων τὸ πρᾶγµα ἔγεµε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειµένων αὐτῷ οἰκειωσάµενος. Ἀλλὰ γενόµενος, φησὶν, ἐν Ῥώµῃ οὐ µόνον οὐκ ἔφυγέ µου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ µε, καὶ εὗρε.∆ ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, µήτε φόβῳ, µήτε ἀπειλῇ, µήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συµπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέµῳ παρεστάναικαὶ βοηθεῖν. Οὐ γὰρ τοῖς κινδυνεύουσι τοσοῦτον, ὅσον ἑαυτοῖς χαρίζονται, κοινωνοὺς ἑαυτοὺς ποιοῦντες διὰ τῶν εἰς ἐκείνους γεγενηµένων τῶν ἐκείνοιςὀφειλοµένων στεφάνων. Οἷον, ἐν θλίψει καθέστηκέ τις τῶν ἀνακειµένων Θεῷ, πολλὰ πάσχων δεινὰ, καὶ µετὰ πολλῆς τῆς καρτερίας ἀθλῶν· σὺ οὐδέπω πρὸς τὸν ἀγῶνα τοῦτον εἱλκύσθης· ἔξεστί σοι, εἰ βουληθείης, καὶ µὴ ἐµβάντι εἰς τὸ στάδιον, µεριστῇ γενέσθαι τῶν ἀποκειµένων αὐτῷ στεφάνων, παρόντι, ἀλείφοντι, προτρέποντι, διεγείροντι. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ἑτέρωθι γράφων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές µου τῇ θλίψει· καὶ πάλιν· Ὅτε καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν µου ἐπέµψατε. Καὶ πῶς οἱ ἀπόντες τῷ µὴ παρόντι ἐκοινώνησαν τῆς θλίψεως; Πῶς; Ὅτι ἐπέµψατέ µοι, φησὶ, τὰ εἰς τὴν χρείαν καὶ ἅπαξ καὶ δίς. Καὶ πάλιν περὶ τοῦ Ἐπαφροδίτου λέγων φησίν· Ὅτι ἤγγισε µέχρι θανάτου παραβουλευσάµενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑµῶν ὑστέρηµα τῆς πρός µε λειτουργίας. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οὐχ οἱ πολεµοῦντες µόνον, ἀλλὰ καὶ οἱ τὰ σκεύη φυλάσσοντες τιµῆς µετέχουσι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ τῶν ἴσωνπολλάκις ἐπέτυχον δώρων, καίτοι γε οὐδὲ τὰς χεῖρας αἱµάξαντες, οὐδὲ τὰ ὅπλα θέµενοι, ἀλλ' οὐδὲ ὅλως τὴν παράταξιν θεασάµενοι τῶν πολεµίων· πολλῷ µᾶλλον ἐπὶ τούτων τῶν θλίψεων. Ὁ γὰρ βοηθῶν τῷ ἀθλητῇ λιµῷ τηκοµένῳ, ὁ παρὼν, ὁ λόγοις παρακαλῶν, ὁ τὴν ἄλλην θεραπείαν ἅπασαν παρέχων, τὸ ἴσον ἔχει τῷ ἀθλοῦντι.
3.2
Μὴ γάρ µοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄµαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ ἄλλον τινὰ τῶν πολλῶν, ὃς εἰ µὴ ἔτυχε πολλῆς παραµυθίας, πολλῆς παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο. Ὥστε οἱ ἔξω τῶν ἀγώνων τῷ εἰς τοὺς ἀγώνας ἐµβε βηκότι τῆς νίκης γεγόνασιν αἴτιοι, καὶ τῶν ἐπὶ τῇ νίκῃ κειµένων στεφάνων γένοιντ' ἂν µέτοχοι. Καὶ τί θαυµαστὸν, εἰ τοῖς ἔτι ζῶσι κοινωνῶν τις τῶν αὐτῶν ἀξιοῦται τοῖς ἀγωνιζοµένοις; ὥσπερ οὖν καὶ τοῖς ἀπελθοῦσι, τοῖς ἤδη κειµένοις, τοῖς ἐστεφανωµένοις, τοῖς οὐδενὸς δεοµένοις ἔστι κοινωνεῖν καὶ µετὰ θάνατον· ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ταῖς µνείαις τῶν ἁγίων κοινωνοῦντες. Καὶ πῶς, φησὶν, ἔστι κοινωνεῖν; Ὅταν θαυµάσῃς τὸν ἄνδρα, ὅταν ἐργάσῃ τι τούτων ἐφ' οἷς ἐκεῖνος ἐστεφανώθη, κεκοινώνηκας αὐτῷ τῶν ἄθλων καὶ τῶν στεφάνων δηλονότι.∆ ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡµέρᾳ. Ἠλέησέ µε, φησίν· οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν ἐν ἐκείνῃ τῇ ἡµέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡµῖν.∆ ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου.∆ ύο Κύριοι; Οὐδαµῶς, ἀλλ' ἡµῖν εἷς Κύριος Χριστὸς Ἰησοῦς, καὶ εἷς Θεός. Ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρηµένῳ· ἀλλὰ µανθανέτωσαν, ὡς ἔθος τῇ Γραφῇ τοῦτο, καὶ πολλαχοῦ ἔστιν εὑρεῖν ταύτῃ τῇ συνηθείᾳ τὴν Γραφὴν κεχρηµένην, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου· καὶ πάλιν, Εἶπα τῷ Κυρίῳ, Κύριός µου εἶ σύ· καὶ ἀλλαχοῦ· Ἔβρεξε Κύριος παρὰ Κυρίου. Τοῦτο δὲ προσώπων ἐστὶ παραστατικὸν ὁµοουσίων, οὐ φύσεως διαιρετικόν· οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων, ἀλλ' ἵνα δύο πρόσωπα νοήσωµεν τῆς αὐτῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει. Ὅρα δὲ πῶς καὶ εἶπε·∆ ῴη αὐτῷ Κύριος. Τί τοῦτο; Οὐχ ἕτερον, ἀλλ' ἔλεος. Ἐπεὶ γὰρ αὐτὸς ἐλέους ἔτυχε παρὰ Ὀνησιφόρου, τούτου τυχεῖν ἐπεύχεται καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ. Εἰ δὲ Ὀνησιφόρος ὁ κινδύνοις παραβαλὼν ἑαυτὸν ἀπὸ ἐλέους σώζεται, πολλῷ µᾶλλον ἡµεῖς. Φοβεραὶ γὰρ αἱ εὐθῦναι, φοβεραὶ, καὶ πολλῆς δεόµεναι τῆς φιλανθρωπίας, ὥστε µὴ ἀκοῦσαι τὸ ῥῆµα τὸ φρικτὸν ἐκεῖνο· Ὑπάγετε, οὐκ οἶδα ὑµᾶς, οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν· ὥστε µὴ ἀκοῦσαι πάλιν ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηραµένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὥστε µὴ ἀκοῦσαι, Χάος ἐστὶ µεταξὺ ἡµῶν καὶ ὑµῶν· ὥστε µὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέµον, Ἄρατε αὐτὸν, καὶ ἐµβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὥστε µὴ ἀκοῦσαι ἐκεῖνο τὸ πολλοῦ φόβου γέµον, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Φρικτὸν γὰρ σφόδρα τὸ διδακτήριον ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥµερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρµῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βούλεται τὸν θάνατοντοῦ ἁµαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡµέρα γέµει ἐκείνη; πυρὸς ἕλκεται ποταµὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡµῶν ἀνοίγονται, αὕτη ἡ ἡµέρα ὡς κλίβανός ἐστι καιοµένη, ἄγγελοι περιτρέχουσι, καὶ κάµινοι προτίθενται πολλαί. Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήµων; πῶς ἀγαθός; Φιλάνθρωπος µὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων µάλιστα δείκνυται αὐτοῦ τῆς φιλανθρωπίας τὸ µέγεθος.∆ ιὰ γὰρ τοῦτο τοσοῦτον ἡµῖν ἐπισείει τὸν φόβον, ἵνα κἂν διὰ τούτων συνωθούµενοι πρὸς τὸν τῆς βασιλείας πόθον ποτὲ διεγερθῶµεν. Θέα δέ µοι, πῶς οὐχ ἁπλῶς τῷ Ὀνησιφόρῳ µαρτυρεῖ, ἀλλά φησι· Πολλάκις µε ἀνέψυξε. Καθάπερ ἀθλητήν τινα ὑπὸ αὐχµοῦ πιεζόµενον, ὑπὸ τῶν θλίψεων. ἀνεκτήσατο, φησὶ, καὶ ἀνέῤῥωσε. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Οὐ µόνον ἐν Ἐφέσῳ, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα. Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα καὶ διεγηγερµένον, οὐχ ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ δι' ὅλης τῆς ζωῆς. Ὥσπερ γὰρ τὸ σῶµα τὸ ἡµέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθηµερινῆς τροφῆς· οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ' ἑκάστην ἡµέραν δεόµεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας. Πολλοῦ γὰρ ἡµῖν ἐλέου χρεία· διὰ γὰρ τὰ ἁµαρτήµατα ἡµῶν καὶ ὁ φιλάνθρωπος Θεὸς ἐκεῖνα πάντα ποιεῖ, οὐδὲν µὲν αὐτῶν δεόµενος, πάντα δὲ ποιῶν δι' ἡµᾶς.∆ ιὰ γὰρ τοῦτο πάντα ἡµῖν ἐξεῖπε καὶ διηγήσατο, καὶ οὐ διηγήσατο µόνον, ἀλλὰ καὶ δι' ἔργων πιστοῦται. Ἀξιόπιστος µὲν γὰρ ἦν καὶ ἀπὸ ῥηµάτων µόνον· ἀλλ' ἵνα µή τις ὑπερβολῆς, µηδὲ ἀπειλῆς µόνης εἶναι νοµίσῃ τὰ ῥήµατα, καὶ τὴν ἀπὸ τῶν ἔργων πληροφορίαν προστίθησι. Πῶς; Καὶ ἰδίᾳ καὶ κοινῇ τὰς τιµωρίας ἐπάγων. Καὶ ἵνα µάθῃς δι' αὐτῶν τῶν πραγµάτων, ποτὲ µὲν τὸν Φαραὼ ἐκόλασε, ποτὲ δὲ κατακλυσµὸν τῶν ὑδάτων ἐπήγαγε καὶ τὴν πανωλεθρίαν ἐκείνην, ποτὲδὲ τὸν τοῦ πυρός. Καὶ νῦν δὲ ὁρῶµεν πολλοὺς κολαζοµένους τῶν πονηρῶν, καὶ δίκην τιννύντας· ἅπερ ὑποδείγµατα τῆς γεέννης ἐστίν.
3.3
Ἵνα γὰρ µὴ καθεύδωµεν, µηδὲ ῥᾳθυµῶµεν, µηδὲ ἐπιλανθανώµεθα τῶν ῥηµάτων, διὰ τῶν ἔργων ἡµᾶς ὑποµιµνήσκει καὶ διεγείρει, ἐνταῦθα δεικνὺςκριτήρια, δικαστήρια, εὐθύνας. Εἶτα παρὰ ἀνθρώποις µὲν τοσαύτη τοῦ δικαίου ἐπιµέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νοµοθετήσαντι οὐδεὶς τούτων λόγος; καὶ πῶς ἂν ἔχοι ταῦτα πίστιν; Καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ δικαστήρια ἔστιν ἰδεῖν. Ἐν οἰκίᾳ µὲν γὰρ ὁ δεσπότης δούλοις δικάζει καθ' ἑκάστην ἡµέραν, καὶ τῶν ἁµαρτηµάτων αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ µὲν κολάζει, τὰ δὲ ἀφίησιν. Ἐν ἀγροῖς πάλιν ὁ γεωργὸς καὶ ἡ γυνὴ δικάζεται καθ' ἑκάστην ἡµέραν· ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ στρατηγὸς τοὺς στρατιώτας· καὶ πολλὰ ἄν τις εὕροι δικαστήρια· ἐν τέχναις ὁ διδάσκαλος τῷ µαθητῇ. Καὶ ἰδίᾳ τοίνυν καὶ κοινῇ πάντες ἀλλήλοις δικάζουσι, καὶ οὐδαµοῦ τοῦ δικαίου τὸν λόγον παραµελούµενον ἴδοι τις ἂν, ἀλλὰ πάντας εὐθύναςδιδόντας πανταχοῦ. Εἶτα ἐνταῦθα µὲν οὕτω διέσπαρται καὶ κατὰ πόλιν καὶ κατὰ οἰκίας, καὶ καθ' ἕνα ἕκαστον ἡ τοῦ δικαίου ζήτησις, ἐκεῖ δὲ, ἔνθα δικαιοσύνης πλήρης ἡ δεξιὰτοῦ Θεοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ὡς ὄρη Θεοῦ, ἐκεῖ οὐδεὶς τοῦ δικαίου λόγος; Καὶ πῶς ὁ Θεὸς ὁ κριτὴς καὶ δίκαιος καὶ ἰσχυρὸς καὶ µακρόθυµος ἀνέχεται, καὶ οὐκ ἀπαιτεῖ τὰς τιµωρίας; Ἐνταῦθα ἔχεις τὴν αἰτίαν· µακρόθυµος, φησὶν, ἐστὶ, µακροθυµεῖ δὲ εἰς µετάνοιάν σε ἕλκων· ἂν δὲ ἐπιµένῃς, Κατὰ τὴν σκληρότητά σου καὶ ἀµετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ' ἀξίαν ἀποδίδωσι, καὶ οὐ περιορᾷ ἀτιµωρητὶ τοὺς πάσχοντας κακῶς· τοῦτο γὰρ δικαίου. Εἰ ἰσχυρὸς, καὶ µετὰθάνατον ἀποδίδωσι, καὶ ἐν τῇ ἀναστάσει· τοῦτο γὰρ ἰσχυροῦ. Εἰ δὲ µακρόθυµος ὢν ἀνέχεται, µὴ θορυβηθῶµεν, µηδὲ λέγωµεν,∆ ιὰ τί ἐνταῦθα οὐκ ἐπεξέρχεται; Εἰ γὰρ τοῦτο ἐγίνετο, προανήρπαστο ἂν τὸ γένος τὸ ἀνθρώπινον, εἰ καθ' ἑκάστην ἡµέραν ἀπῄτει δίκας ἡµᾶς τῶν πεπληµµεληµένων. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἡµέρα ἁµαρτηµάτων καθαρὰ, ἀλλ' ἢ µέγα, ἢ µικρόν τι προσκρούοµεν. Ὥστε οὐδ' ἂν ἐφθάσαµεν οὐδὲ εἰς εἰκοστὸν ἔτος ἕκαστος ἐλθεῖν, εἰ µὴ πολλὴ αὐτοῦ ἦν ἡ µακροθυµία καὶ ἡ ἀγαθότης, πολλὴν ἡµῖν παρέχουσατὴν προθεσµίαν τῆς µετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπληµµεληµένα. Ἕκαστος τοίνυν µετὰ συνειδότος ὀρθοῦ εἰσιὼν εἰς τὰ πεπραγµένα αὐτῷ, καὶ τὸν βίον αὐτοῦ πάντα εἰς µέσον ἀγαγὼν, ἐπισκοπείτω, εἰ µὴ µυρίωντιµωριῶν ἄξιος καὶ κολάσεών ἐστι· καὶ ὅταν ἀγανακτῇ, διὰ τί µὴ ὁ δεῖνα µυρία πράττων φαῦλα, δίκην δίδωσιν, ἐννοείτω τὰ ἑαυτοῦ, καὶ παύσει τὴν ἀγανάκτησιν. Ἐκεῖνα γὰρ µεγάλα φαίνεται, ἐπειδὴ ἐπὶ µεγάλοις γίνεται καὶ φανεροῖς· εἰ δὲ τὰ ἑαυτοῦ ἐξετάσειεν, ἴσως εὑρήσει πλείονα. Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν ὅµοιόν ἐστιν, ἄν τε ἐπὶ χρυσίου, ἄν τε ἐπὶ ἀργυρίου γένηται· ἀπὸ γὰρ τῆς αὐτῆς διανοίας ἀµφότερα τίκτεται, καὶ ὁ τὸ µικρὸν ὑφελόµενος οὐ παραιτήσεται καὶ µέγα ὑφελέσθαι· εἰ δὲ µὴ πάρεστιν, οὐ παρ' ἐκεῖνον τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν τοῦ πράγµατος συντυχίαν. Ὁ τὸν πενέστερον ἀδικῶν πένης, οὐκ ἂν, εἴ γε ἐδύνατο, καὶ τὸν πλουτοῦντα παρεῖδεν, ἀλλὰ τῆς ἀσθενείας, οὐ τῆς ἐκείνου προαιρέσεως τὸ πρᾶγµαγίνεται λοιπόν. Ὁ δεῖνα ἄρχει, φησὶ, καὶ τὰ τῶν ἀρχοµένων ἁρπάζει. Σὺ δὲ οὐχ ἁρπάζεις; εἰπέ µοι. Μὴ γάρ µοι εἴπῃς, ὅτι χρυσίου µὲν τάλαντα ἐκεῖνος, σὺ δὲ ὀβολοὺς δέκα· ἐπεὶ καὶ ἐν τῇ ἐλεηµοσύνῃ οἱ µὲν ἔβαλον χρυσίον, ἡ δὲ δύο λεπτὰ, καὶ οὐδὲν ἔλαττον ἤνεγκεν ἐκείνων.∆ ιὰ τί, Ἡ γὰρ προαίρεσις κρίνεται, καὶ οὐχ ἡ δόσις. Εἶτα ἐπὶ µὲν τῆς ἐλεηµοσύνης ἀξιοῖς οὕτω δικάζειν τὸν Θεὸν, καὶ µηδὲν ἔλαττον διὰ τὴν πενίαν ἀποφέρεσθαι, εἰ δύο λεπτὰ καταβάλοις, τῶν µυρίατάλαντα καταθεµένων χρυσίου, ἐπὶ δὲ τῆς πλεονεξίας οὐχ οὕτω; καὶ πῶς ἂν ἔχοι λόγον; Ὥσπερ ἐκείνη δύο λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν ἔλαττον ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόµενος, οὐδὲν ἄµεινονἐκείνων διάκεισαι, ἀλλ' εἰ δεῖ τι καὶ θαυµαστὸν εἰπεῖν, µᾶλλον αὐτῶν πλεονεκτεῖς. Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις µοιχεύσῃ γυναῖκα, κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁµοίως ἐστὶ µοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπωντοῦ ἁµαρτήµατος κρινοµένου, ἀλλὰ τῇ µοχθηρίᾳ τῆς τοῦ τολµήσαντος προαιρέσεως· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ µᾶλλον ἐγὼ µοιχὸν ἂν εἴποιµι τὸν εἰς τὴν τυχοῦσαν µοιχευόµενον, ἢ τὸν εἰς τὴν βασιλίδα αὐτήν· ἐκεῖ µὲν γὰρ ὁ πλοῦτος καὶ ἡ ὥρα καὶ πολλὰ ἕτερα ἦν τὰ ἐπισπώµενα, ἐνταῦθα δὲ οὐδέν· ὥστε µᾶλλον οὗτος ἂν εἴη µοιχός. Πάλιν, µέθυσον ἐκεῖνον ἂν εἴποιµι µᾶλλον τὸν τῷ φαύλῳ οἴνῳ προσκεχρηµένον· οὕτω καὶ πλεονέκτην τὸν µηδὲ τῶν µικρῶν καταφρονοῦντα. Ὁ µὲν γὰρ τὰ πολλὰ ἁρπάζων τῶν µικρῶν ἴσως καταφρονήσειεν ἄν· ὁ δὲ τὰ µικρὰ ὑφελόµενος, τῶν µεγάλων οὐδαµῶς· ὥστε µᾶλλον οὗτος κλέπτης ἐστίν. Ὁ γὰρ µὴ καταφρονῶν ἀργυρίου, πῶς ἂν χρυσίου καταφρονήσειεν; Ὥστε ὅταν τῶν ἀρχόντων κατηγορῶµεν, τὰ ἡµέτερα αὐτῶν ἀναλογισώµεθα, καὶ εὑρήσοµεν µᾶλλον ἡµᾶς αὐτοὺς καὶ κλέπτοντας καὶ πλεονεκτοῦνταςπλέον ἐκείνων, εἰ µὴ τῷ πράγµατι, ἀλλὰ τῇ προαιρέσει ταῦτα κρίνοµεν, ὥσπερ οὖν καὶ κρίνειν δίκαιον. Εἰπὲ γάρ µοι, εἴ τις προσενεχθείη τὰ τοῦ πένητος λαβὼν, ἕτερος δὲ τὰ τοῦ πλουσίου, οὐχ ὁµοίαν ἀµφότεροι τίσουσι δίκην; Τί δέ; ὁ φονεὺς οὐχ ὁµοίως ἐστὶ φονεὺς, ἄν τε ἀνάπηρον καὶ πένητα, ἄν τε πλούσιον καὶ καλὸν ἀποκτείνῃ; Ὅταν οὖν εἴπωµεν ὅτι ὁ δεῖνα τοῦ δεῖνος τὸ χωρίον ἥρπασεν, ἐννοήσωµεν τὰ ἑαυτῶν, καὶ οὕτως οὔτε τοὺς ἄλλους κατακρινοῦµεν, καὶ τὸνΘεὸν θαυµασόµεθα τῆς µακροθυµίας, καὶ οὐκ ἀγανακτήσοµεν, ὅτι ἡ κρίσις οὐκ ἔρχεται ἐπ' αὐτοὺς, καὶ αὐτοὶ ὀκνηρότεροι ἐσόµεθα πρὸς τὴν τῶν κακῶν ἐργασίαν. Ὅταν γὰρ ἴδωµεν τοῖς αὐτοῖς ὑπευθύνους ὄντας καὶ ἡµᾶς αὐτοὺς, οὐκέτι ὁµοίως δυσχερανοῦµεν, ἀλλ' ἀποστησόµεθα τῶν ἁµαρτηµάτων, καὶἐπιτευξόµεθα τῶν µελλόντων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ µετὰ Πατρὸς καὶ ἁγίου Πνεύµατος δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note