Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
4.0
Σὺ οὖν, τέκνον µου, ἐνδυναµοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐµοῦ διὰ πολλῶν µαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρα τιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόµενος ἐµπλέκεται ταῖς τοῦ βίου πραγµατείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν µὴ νοµίµως ἀθλή σῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν µεταλαµβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
4.1
Φέρει µὲν ἐν θαλάσσῃ πολὺ τὸ θάρσος τῷ µαθητῇ τὸ τὸν διδάσκαλον ἐν ναυαγίῳ γενέσθαι καὶ διασωθῆναι· οὐ γὰρ ἡγήσεται λοιπὸν ἀπὸ τῆς οἰκείας ἀµαθίας συµπίπτειν τοὺς χειµῶνας, ἀλλὰ ἀπὸ τῆς τῶν πραγµάτων φύσεως· τοῦτο δὲ εἰς ψυχαγωγίαν οὐ µικρόν. Φέρει δὲ καὶ ἐν πολέµοις τῷ ταξιάρχῃ προτροπὴν τὸ τὸν στρατηγὸν τρωθέντα ὁρᾷν, καὶ ἀνενεγκόντα πάλιν. Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραµυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖν δεινὰ, καὶ ὑπ' οὐδενὸς τούτων καταµαλακισθῆναι· οὐ γὰρ ἂν, εἰ µὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη διηγεῖτο. Ὁ γὰρ Τιµόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάµενος καὶ πάσης τῆς οἰκουµένης κρατήσας, ἐν δεσµοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲδυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς, εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγµα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ µαθητὴς εἶναικαὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγµατος φύσιν ταῦτα πάντα συµβεβηκέναι. Καὶ γὰρ καὶ αὐτὸς ταῦτα εἰργάσατο, καὶ διὰ τοῦτο ταῦτα διηγεῖται, ἵνα αὐτὸν ῥώσῃ καὶ ἀνακτήσηται. Ὅτι γοῦν τούτου ἕνεκεν τοῦτο ἐποίει, διηγησάµενος αὐτοῦ τὰς θλίψεις καὶ τοὺς πειρασµοὺς, ἐπήγαγε· Σὺ οὖν τέκνον µου, ἐνδυναµοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Τί λέγεις; κατέσεισας ἡµᾶς τῷ φόβῳ, εἶπες ὅτι δέδεσαι, ὅτι ἐν θλίψει εἶ, ὅτι πάντες σε ἀπεστράφησαν· καὶ ὥσπερ εἰρηκὼς, ὅτι οὐδὲν πέπονθας δεινὸν, οὐδὲ ὑπό τινων ἐγκατελείφθης, οὕτως ἐπάγεις, Σὺ οὖν, τέκνον µου, ἐνδυναµοῦ; Εἰκότως· ὅτι ταῦτα σὲ µᾶλλον ἐνεδυνάµωσεν, ἢ ἐκεῖνον. Εἰ γὰρ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ µᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ µᾶλλον ὁ µαθητής. Καὶ µετὰ πολλῆς τῆς φιλοστοργίας τὴν παραίνεσιν προσάγει, τέκνον αὐτὸν καλῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ, Τέκνον ἐµόν. Εἰ τέκνον εἶ, φησὶ, τὸν πατέρα µιµοῦ· εἰ τέκνον εἶ, ἐνδυναµοῦ οἷς εἶπον· µᾶλλον δὲ οὐκ ἀπὸ τῶν διηγηµάτων µόνον, ἀλλὰ καὶ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· Ἐνδυναµοῦ γὰρ, φησὶν, ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Τουτέστι, Στῆθι γενναίως, οἶδας τὴν παράταξιν. Ἐπεὶ καὶ ἀλλαχοῦ λέγων, Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, οὐχὶ καταβάλλων αὐτοὺς λέγει, ἀλλὰ διεγείρων. Οὐκοῦν νῆφε, φησὶ, γρηγόρει, ἔχε τὴν χάριν τοῦ Κυρίου συµµαχοῦσαν καὶ συναγωνιζοµένην, πολλῇ τῇ προθυµίᾳ καὶ τῇ προαιρέσει τὰ παρὰ σεαυτοῦ εἴσφερε. Καὶ ἃ ἤκουσας παρ' ἐµοῦ διὰ πολλῶν µαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς. Πιστοῖς· ποίοις; Τοῖς µὴ προδιδοῦσι τὸ κήρυγµα. Ἃ ἤκουσας, οὐχ ἃ συνεζήτησας· Ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήµατος Θεοῦ. Τί ἐστι,∆ ιὰ πολλῶν µαρτύρων; Ὡς ἂν εἰ ἔλεγεν, Οὐ λάθρα ἤκουσας οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων, µετὰ παῤῥησίας. Οὐκ εἶπεν, Εἰπὲ, ἀλλὰ, Παράθου, καθάπερ ἐπὶ θησαυροῦ τὸ παρατιθέµενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Πάλιν φοβεῖ τὸν µαθητὴν καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω. Ἀλλ' οὐ πιστοῖς µόνον λέγει, Παράθου· τί γὰρ ὄφελος, ὅταν πιστὸς µὲν ᾖ, µὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν; ὅταν αὐτὸς µὲν µὴ προδῷ τὴν πίστιν, ἑτέρους δὲ µὴ κατασκευάζῃ τοιούτους;∆ ύο τοίνυν ἔχειν χρὴ τὸν διδάσκαλον, καὶ πιστὸν εἶναι, καὶ διδακτικόν.∆ ιὰ τοῦτό φησιν, Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον τὸ ἀξίωµα, στρατιώτην εἶναι τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐννόησον τοὺς ἐπὶ τῆς γῆς, πῶς µέγα τι εἶναι νοµίζουσιν οἱ ὑπ' αὐτοὺς στρατευόµενοι. Εἰ τοίνυν τὸ κακοπαθεῖν βασιλικοῦ στρατιώτου, τὸ µὴ κακοπαθεῖν οὐκ ἔστι στρατιώτου. Ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γάρ ἐστι στρατιώτου· ἀλλὰ δυσχεραίνειν, εἰ µὴ κακοπαθοίης. Οὐδεὶς στρατευόµενος ἐµπλέκεται ταῖς τοῦ βίου πραγµατείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν µὴ νοµίµως ἀθλήσῃ. Ταῦτα εἴρηται µὲν πρὸς Τιµόθεον, λέγεται δὲ πρὸς πάντα καὶ διδάσκαλον καὶ µαθητὴν δι' ἐκείνου. Μηδεὶς τοίνυν ἀπαξιούτω τῶν τὴν ἐπισκοπὴν ἐχόντων ταῦτα ἀκούων, ἀλλ' ἀπαξιούτω µὴ ταῦτα πράττων. Ἐὰν ἀθλῇ τις, φησὶν, οὐ στεφανοῦται ἐὰν µὴ νοµίµως ἀθλήσῃ. Τί ἐστιν, Ἐὰν µὴ νοµίµως; Οὐκ, ἐὰν εἰς τὸν ἀγῶνα εἰσέλθῃ, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν συµπλακῇ, ἀλλὰ ἂν µὴ πάντα τὸν τῆς ἀθλήσεως νόµον φυλάττῃ, καὶ τὸνἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεµνότητος, καὶ τὸν ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διέλθῃ τὰ τοῖς ἀθληταῖς προσήκοντα, οὐδέποτε στεφανοῦται. Καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐµνήσθη, τὸ µὲν, ὥστε ἕτοιµον εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵµατα, τὸ δὲ καρτερικὸν, ἵνα πάντα γενναίως φέρῃ, ἵνα διαπαντὸς ἐν ἀσκήσει ᾖ. Τὸν κοπιῶντα γεωργὸν, φησὶ, δεῖ πρῶτον τῶν καρπῶν µεταλαµβάνειν. Εἶπεν ἀπὸ τῶν αὐτοῦ παραδειγµάτων, εἶπεν ἀπὸ τοῦ διδασκάλου· λέγει λοιπὸν καὶ ἀπὸ τῶν κοινῇ συµβαινόντων, τῶν ἀθλητῶν, τῶν στρατιωτῶν· καὶ τίθησιν ἐκεῖ τὰ ἔπαθλα, τὸ µὲν, Ἵνα ἀρέσῃ τῷ στρατολογήσαντι· τὸ δὲ, Ἵνα στεφανωθῇ. Καὶ λέγει καὶ τρίτον ὑπόδειγµα, ὃ µάλιστα αὐτῷ ἁρµόζει· τὸ µὲν γὰρ τοῦ στρατιώτου καὶ τὸ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχοµένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ λοιπὸν τῷ διδασκάλῳ. Μὴ ὡς στρατιώτης, µηδὲ ὡς ἀθλητὴς µόνον, ἀλλὰ καὶ ὡς γεωργός. Ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιµελεῖται µόνον, ἀλλὰ καὶ τῶν καρπῶν τῆς γῆς· τουτέστιν, οὐ µικρὰν ἀµοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός.
4.2
Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας, πρᾶγµα εἰπὼν κοινόν. Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύει τῶν πόνων τῶν οἰκείων, οὕτω καὶ τὸν διδάσκαλον εἰκός. Ἢ τοῦτο, ἢ περὶ τοῦ τιµᾶσθαι τοὺς διδασκάλους φησίν. Ἀλλ' οὐκ ἔχει λόγον· πῶς γὰρ οὐχ ἁπλῶς γεωργὸν εἶπεν, ἀλλὰ τὸν κοπιῶντα; οὐδὲ ἁπλῶς τὸν κάµνοντα, ἀλλὰ τὸν κοπτόµενον; Ἐνταῦθα καὶ πρὸς τὴν µέλλησιν ἵνα µηδεὶς δυσχεραίνῃ, Ἤδη, φησὶν, ἀπολαµβάνεις· ἢ ὅτι ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις. Ἐπεὶ οὖν τὰ παραδείγµατα ἔθηκε τὸ τῶν στρατιωτῶν, καὶ ἀθλητῶν, καὶ γεωργῶν, καὶ πάντα ἁπλῶς αἰνιγµατωδῶς, Οὐδεὶς, φησὶ, στεφανοῦται, ἐὰνµὴ νοµίµως ἀθλήσῃ. Καὶ εἰπὼν, Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν µεταλαµβάνειν, ἐπήγαγε· Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Θεὸς σύνεσιν ἐν πᾶσι. Τούτων γὰρ ἕνεκεν ταῦτα εἴρηται ἐν παροιµίᾳ καὶ παραβολῇ. Εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόµενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι· Μνηµόνευε Χριστὸν Ἰησοῦν ἐγηγερµένον ἐκ νεκρῶν, ἐκ σπέρµατος∆ αυῒδ, κατὰ τὸ Εὐαγγέλιόν µου, ἐν ᾧ κακοπαθῶ µέχρι δεσµῶν, ὡς κακοῦργος. Τίνος ἕνεκεν ἐνταῦθα τούτου µέµνηται; Μάλιστα µὲν οὖν καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόµενος, ἅµα δὲ καὶ ἀνακτώµενος αὐτὸν, καὶ δεικνὺς τῶν παθηµάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁδιδάσκαλος ἡµῶν ὁ Χριστὸς διὰ πάθους τὸν θάνατον κατηγωνίσατο. Τοῦτο µνηµόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν. Μνηµόνευε, φησὶ, Χριστὸν Ἰησοῦν ἐγηγερµένον ἐκ νεκρῶν, ἐκ σπέρµατος∆ αυΐδ. Ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονοµίαν ἀνατρέπειν, ἐπαισχυνόµενοι τῷ µεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τοιαῦτα γὰρ ἦν ἃ εὐηργέτησεν ἡµᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῷ Θεῷ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη. Κατὰ τὸ εὐαγγέλιόν µου, φησί. Πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν λέγων, Κατὰ τὸ εὐαγγέλιόν µου, ἢ ἐπειδὴ αὐτῷ πείθεσθαι ἐχρῆν, ἢ ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόµενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ, φησὶ, µέχρι δεσµῶν, ὡς κακοῦργος. Πάλιν παρ' ἑαυτοῦ τὴν παραµυθίαν εἰσάγει, πάλιν τὴν προτροπήν· καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει, τῷ τε εἰδέναι κακοπαθεῖν, καὶ τῷ µὴ ἐπ' οὐδενὶ χρησίµῳ τοῦτο ποιεῖν. Οὕτω µὲν κερδανεῖ, ἐκείνως δὲ καὶ βλαβήσεται. Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα µὲν, ἐπ' οὐδενὶ δὲ χρησίµῳ; ἀλλ' ἐκεῖνο θαυµαστὸν, εἰ ἐπί τινι χρησίµῳεἰ ἐπ' ὠφελείᾳ τῶν διδασκοµένων. Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Τουτέστιν, εἰ µὲν κοσµικοὶ ἦµεν στρατιῶται, φησὶν, ἢ εἰ πόλεµον ἐπολεµοῦµεν αἰσθητὸν, ἴσχυε ταῦτα τὰ δεσµὰ τὰς χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡµᾶς ἐποίησεν ὁ Θεὸς, ὡς µηδενὶ καταγωνίζεσθαι.∆ εσµοῦνται µὲν γὰρ αἱ χεῖρες, ἀλλ' οὐχ ἡ γλῶττα· γλῶτταν γὰρ οὐδεὶς δῆσαι δύναται, ἀλλ' ἢ δειλία µόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην µὴ ἔχωµεν, κἂν περιβάλῃς δεσµὰ, τὸ κήρυγµα οὐ δέδεται. Οἷον, γεωργόν τις ἐὰν δήσῃ, τὸν σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς, τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ γὰρ σπείρει, οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται τοίνυν δεσµῷ ὁ λόγος ὁ ἡµέτερος· ἡµῶν γὰρ δεδεµένων, ἐκεῖνος λέλυται καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεµένοι κηρύττοµεν. Τοῦτο εἰς προτροπὴν τῶν λελυµένων· εἰ ἡµεῖς δεδεµένοι κηρύττοµεν, πολλῷ µᾶλλον ὑµᾶς τοὺς λελυµένους τοῦτο ποιεῖν χρή. Ἤκουσας ὅτι ὡς κακοῦργος ταῦτα πάσχω; µὴ κατηφὴς γένῃ. Πολὺ γὰρ τὸ θαῦµα, δεδεµένον ὄντα τὰ τῶν λελυµένων ποιεῖν, δεδεµένον πάντων περιγενέσθαι, δεδεµένον καταγωνίζεσθαι τοὺς δεδεκότας. Θεοῦ γάρ ἐστιν ὁ λόγος, οὐχ ἡµῶν· δεσµὰ δὲ ἀνθρώπινα Θεοῦ λόγον περιβαλεῖν οὐ δυνήσεται. Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς.∆ ιὰ τοῦτο γὰρ, φησὶ, πάντα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, µετὰ δόξης αἰωνίου. Ἰδοὺ καὶ ἄλλη προτροπή· Οὐχ ὑπὲρ ἐµαυτοῦ, φησὶν, ἀλλ' ὑπὲρ τῆς ἑτέρων σωτηρίας ταῦτα ὑποµένω. Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν µηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐµαυτοῦ ἐσκόπουν. Ἀλλὰ διὰ τίνα ταῦτα πάσχω; Ὑπὲρ τῶν ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. Τί οὖν καὶ ἐπαγγέλλῃ; Οὐχ ἁπλῶς εἶπε,∆ ιὰ τούσδε, ἀλλὰ,∆ ιὰ τοὺς ἐκλεκτούς. Εἰ ὁ Θεὸς αὐτοὺς ἐξελέξατο, πάντα ἡµᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, Ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι. Τὸ εἰπεῖν, Καὶ αὐτοὶ, δεικνύντος ἐστὶ καὶ λέγοντος, ὡς Καὶ ἡµεῖς· καὶ γὰρ καὶ ἡµᾶς ὁ Θεὸς ἐξελέξατο. Καὶ ὥσπερ δι' ἡµᾶς ὁ Θεὸς ἔπαθεν, οὕτω καὶ ἡµεῖς δι' ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγµα, οὐχὶ χάρις. Ἐπὶ µὲν τοῦ Θεοῦ χάρις ἦν· οὐ γὰρ προευπαθὼν εὐηργέτησεν· ἐπὶ δὲ ἡµῶν ἀντίδοσις· προευπαθόντες ἡµεῖς παρὰ τοῦ Θεοῦ, πάσχοµεν ὑπὲρ τούτων ὧν πάσχοµεν, ἵνα σωτηρίας τύχωσι. Τί λέγεις; ποίας σωτηρίας; ὁ σεαυτῷ αἴτιος µὴ ὢν σωτηρίας, ἀλλὰ ἀπολλύµενος, ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ;∆ ιὰ τοῦτο προσέθηκεν· Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, µετὰ δόξης αἰωνίου. Ὀδυνηρὰ τὰ παρόντα, ἀλλ' ἐπὶ τῆς γῆς· κατηφῆ τὰ παρόντα, ἀλλὰ πρόσκαιρα· ἀηδίας µεστὰ καὶ ὀδύνης, ἀλλὰ µέχρι σήµερον καὶ αὔριον µόνον.
4.3
Τὰ µέντοι χρηστὰ οὐ τοιαῦτα, ἀλλ' αἰώνια, ἀλλ' ἐν οὐρανῷ. Ὄντως ἐκείνη δόξα, αὕτη δὲ ἀτιµία. Θέα γάρ µοι, ἀγαπητέ· οὐκ ἔστι δόξα ἐπὶ τῆς γῆς, ἀλλ' ἡ ὄντως δόξα ἐν οὐρανοῖς ἐστιν. Εἰ δέ τις δοξάζεσθαι βούλεται, ἀτιµαζέσθω· εἴ τις ἀνέσεως βούλεται τυχεῖν, θλιβέσθω· εἴ τις διαπαντὸς εὐδοκιµεῖν καὶ τρυφᾷν, τὰ πρόσκαιρα διαπτυέτω. Ὅτι δὲ ἡ ἀτιµία δόξα ἐστὶν, ἡ δὲ δόξα ἀτιµία, φέρε, κατὰ δύναµιν τοῦτο παραστήσωµεν, ἵνα τὴν ὄντως δόξαν ἴδωµεν. Οὐκ ἔστιν ἐπὶ γῆς δοξάζεσθαι· εἰ δὲ βούλει δοξάζεσθαι, δι' ἀτιµίας. Καὶ φέρε ἐπὶ τῶν δύο προσώπων τοῦτο ἐξετάσωµεν, ἐπὶ τοῦ Νέρωνος καὶ τοῦ Παύλου. Ἐκεῖνος τὴν δόξαν εἶχε τοῦ κόσµου, οὗτος τὴν ἀτι µίαν. Πῶς; τύραννος ἦν ἐκεῖνος, πολλὰ κατωρθωκὼς, τρόπαια στήσας, πλοῦτον ἔχων ἐπιῤῥέοντα, πανταχόθεν στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουµένηςµέρος ὑποτεταγµένον, τὴν βασιλίδα πόλιν ὑποτεταγµένην, τὴν σύγκλητον ἅπασαν ὑποκύπτουσαν, τὰ βασίλεια αὐτὰ ἐν λαµπρῷ τῷ σχήµατι προῄει. Εἴτε ὁπλίζεσθαι ἔδει, χρυσῷ καὶ λίθοις τιµίοις ὁπλιζόµενος ἔξεισιν· εἴτε ἐν εἰρήνῃ καθῆσθαι, ἁλουργίδα περικείµενος ἐκάθητο. Πολλοὺς τοὺς δορυφόρους, πολλοὺς τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ πολλὰ ἕτερα ὀνόµατα τοιαῦτα, ἅπερ κολακείαν ἐπενόει καὶ θεραπείαν· καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν· ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρεµον, καὶ ἐδεδοίκεισαν τὸν ἄνδρα· καὶ γὰρ καὶ ἄλλως ὠµός τις καὶ ἰταµὸς εἶναι ἐλέγετο· οὗτος καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Τί ταύτης τῆς δόξης κρεῖττον; µᾶλλον δὲ τί τῆς ἀτιµίας χεῖρον; Ἀλλ' οὐκ οἶδα πῶς ὑπὸ τῆς ἀληθείας προὔδραµε τὸ στόµα, καὶ πρὸ τῆς κρίσεως τὴν ψῆφον ἤνεγκε. Τέως δὲ κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγµα ἐξετάσωµεν, κατὰ τὴν τῶν ἀπίστων, κατὰ τὴν κολακείαν. Τί µεῖζον εἰς λόγον δόξης τοῦ καὶ θεὸν νοµισθῆναι αὐτόν; Μεγάλη ὄντως τοῦτο ἀτιµία, τὸ ἄνθρωπον ὄντα τοιαῦτα λυττᾷν· ἀλλὰ τέως κατὰ τὴν τῶν πολλῶν ὑπόνοιαν τὸ πρᾶγµα ἐξετάσωµεν. Οὐδὲν τοίνυν ἐνέλιπεν αὐτῷ εἰς δόξαν τὴν ἀνθρωπίνην, ἀλλὰ ὡς θεὸς παρὰ πάντων ἐθεραπεύετο. Ἀλλὰ ἀντεξετάσωµεν αὐτῷ καὶ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν· ὅσον δὲ Κιλικίας καὶ Ῥώµης τὸ µέσον, πάντες ἴσασι· σκυτοτόµος, πένης, τῆς ἔξωθεν σοφίας ἄπειρος, Ἑβραϊστὶ µόνον εἰδὼς, γλῶτταν διασυροµένην παρὰ πάντων, καὶ µάλιστα παρὰ τῶν Ἰταλῶν. Οὐ γὰρ οὕτω τοὺς τὴν βάρβαρον, οὔτε τὴν Ἑλλάδα, οὔτε ἄλλην τινὰ ἔχοντας γλῶτταν διασύρουσιν, ὡς τὴν Σύρων· αὕτη δὲ πολλὴν ἔχει τὴν κοινωνίαν πρὸς ταύτην. Καὶ µὴ θαυµάσῃς ὅτι ταύτην διέπτυον· εἰ γὰρ τὴν Ἑλλάδα τὴν θαυµαστὴν καὶ καλὴν διαπτύουσι, πολλῷ µᾶλλον τὴν Ἑβραίων. Ἄνθρωπος πολλάκις ἐν λιµῷ ζήσας, καὶ κοιµηθεὶς πεινῶν, ἄνθρωπος γυµνὸς, οὔτε ὅ τι περιβάλοιτο ἔχων. Ἐν ψύχει καὶ γυµνότητι, φησίν. Οὐ ταῦτα δὲ µόνον, ἀλλὰ καὶ ἐν δεσµοῖς γεγονώς· µετὰ γὰρ λῃστῶν, µετὰ γοήτων, µετὰ τυµβωρύχων, µετὰ ἀνδροφόνων αὐτοῦ ἐκείνου κελεύσαντος ἐβέβλητο καὶ ἐµαστίζετο ὡς κακοῦργος, ὅπερ οὖνκαὶ αὐτός φησι. Τίς οὖν λαµπρότερος; οὐχὶ ἐκείνου µὲν οὐδὲ ὄνοµα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουµένης τὰ τέρµατα καθ' ἑκάστην ᾄδουσι τὴν ἡµέραν; Ἀλλὰ µήπω τὰ νῦν, ἀλλὰ τὰ τότε ἐξετάσωµεν. Τίς ἦν λαµπρότερος; τίς ἐπιδοξότερος; ὁ τὴν ἅλυσιν περικείµενος, καὶ δεδεµένος ἑλκόµενος ἐκ τοῦ δεσµωτηρίου, ἢ ὁ τὴν ἁλουργίδα περικείµενος, καὶ ἐκ τῶν βασιλείων προϊών; Ὁ δεδεµένος πάντως. Πῶς; Ὅτι ἐκεῖνος µὲν καὶ στρατόπεδα ἔχων, καὶ ἐν λαµπρῷ τῷ σχήµατι προκαθήµενος, ἅπερ ἤθελεν οὐκ ἴσχυσεν ἀνύειν· ὁ δὲ δεσµώτης, καὶ ὡς κακοῦργος ἐν εὐτελεῖ σχήµατι, αὐθεντικώτερον πάντα ἔπραττε. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος ἔλεγε, Μὴ διασπείρῃς τὸν λόγον τῆς εὐσεβείας· οὗτος ἔλεγεν, Οὐκ ἀνέχοµαι· οὐδὲ γὰρ δέδεται ὁ λόγος τοῦ Θεοῦ. Καὶ διέπτυσεν ὁ Κίλιξ, ὁ δεσµώτης, ὁ σκηνοποιὸς, ὁ πένης, ὁ ἐν λιµῷ ζῶν τὸν ἀπὸ τῆς Ῥώµης, τὸν πλούσιον, τὸν βασιλεύοντα, τὸν πάντων κρατοῦντα, τὸν µυρίοις µυρία παρέχοντα· καὶ τοσούτων ὄντων στρατοπέδων, οὐδὲν ἴσχυσε. Τίς ἄρα λαµπρὸς ἦν; τίς σεµνός; ὁ ἐν δεσµοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώµενος; ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήµενος καὶ βαλλόµενος; ὁ ἐπιτάττων καὶ καταφρονούµενος, ἢὁ ἐπιταττόµενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγµάτων; ὁ µόνος ὢν καὶ περιγινόµενος, ἢ ὁ µετὰ µυρίων στρατοπέδων ἡττώµενος; Ἀπήρχετο οὖν ὁ βασιλεὺς, τοῦ δεσµώτου κατ' αὐτοῦ τρόπαιον στήσαντος. Εἰπὲ οὖν µοι, ποίας ἄν τις ἠβουλήθη µερίδος εἶναι; Μὴ γάρ µοι τὰ µετὰ ταῦτα εἴπῃς, ἀλλὰ τέως ἐκεῖνα ἐξέτασον· ποίας µερίδος ἄν τις ἠθέλησεν εἶναι, τῆς τοῦ Παύλου, ἢ τῆς τοῦ Νέρωνος; οὐ λέγω κατὰ τὸν τῆς πίστεως λόγον· τοῦτο γὰρ δῆλον· ἀλλὰ κατὰ τὸν τῆς δόξης καὶ τῆς σεµνότητος καὶ τῆς λαµπρότητος. Εἴ τις εὐγνώµων, τοῦ Παύλου ἔφησεν ἄν. Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαµπρότερον, ἐκεῖνος ἐπίδοξος. Καὶ οὔπω τοῦτο µέγα, ὅτι ἐνίκησεν, ἀλλὰ ὅτι ἐν τοιούτῳ σχήµατι τὸν ἐν τοιούτῳ ἐνίκησε. Πάλιν γὰρ ἐρῶ, καὶ οὐ παύσοµαι τὰ αὐτὰ λέγων· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεµένον τὸ διάδηµα ἔβαλε.
4.4
Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναµις· ἅλυσις τὸν στέφανον ἐνίκα τὸν βασιλικὸν, καὶ λαµπρότερον τοῦτο ἐκείνου τὸ σχῆµα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐχµῶντα, ἅτε δεσµωτήριον οἰκῶν, καὶ µᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείµενα αὐτῷ δεσµά· ἐπὶ γῆς εἱστήκει κατεχόµενος καὶ κάτω νεύων, καὶ τὸν ἐπ' ὀχήµατος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ µὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν ἐπὶ ζεύγους καθήµενον λευκοῦ· τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσµώτην ὁρᾷν µετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόµενον, µεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸνκαὶ ταλαίπωρον. Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες τοῦ βασιλέως ἦσαν· ἐθαύµαζον δὲ οὐ τὸν δεσπότην τὸν αὑτῶν, ἀλλὰ τὸν νικῶντα τὸν δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεµον, τοῦτον µόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσµοῖς πόση ἡ λαµπρότης. Τί ἄν τις εἴποι τὰ µετὰ ταῦτα; Ἐκείνου µὲν οὐδὲ τὸ µνῆµα δῆλον· οὗτος δὲ πάντων βασιλέων λαµπρότερος ἐν αὐτῇ κεῖται τῇ βασιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον ἔστησεν. Ἐκείνου κἂν µνησθῇ τις, µετὰ ψόγου µέµνηται, καὶ τῶν οἰκείων( καὶ γὰρ καὶ ἀσελγὴς λέγεται γεγενῆσθαι)· τούτου µετ' εὐφηµίας ἡ µνήµη πανταχοῦ· οὐ γὰρ ἡµῖν µόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάµπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναισχυντεῖν ἔχουσιν· εἰ γὰρ καὶ µὴ τῆς πίστεως ἕνεκεν αὐτὸν θαυµάζουσιν, ἀλλὰ τῆς παῤῥησίας, ἀλλὰ τῆς ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων στόµασι πανταχοῦ καθ' ἑκάστην ἡµέραν στεφανούµενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόµενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαµπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν, δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει µετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, µετὰ λαµπροῦ τοῦ σχήµατος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέλαστος εἶ γελῶν τὰ µὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπιστεῖς τοῖς µέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιµῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης ἔλθοι, πόσης ἀπολαύσεται τιµῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδηµος, καὶ οὕτω θαυµάζεται· ὅταν ἐν τοῖς ἰδίοις ᾖ, τίνος οὐκ ἀπολαύσεται ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡµῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅµως τῶν ζώντων ὁ τεθνηκὼς µᾶλλον ἐνεργεῖ καὶ τιµᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡµῶν, τίνος οὐ µεθέξει, τίνος οὐκ ἐπιτεύξεται;∆ ιὰ τοῦτο ταύτης αὐτὸν τῆς τιµῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώµατι ὢν κατεφρόνει τῆς παρὰ τῶν πολλῶν δόξης, πολλῷ µᾶλλον ἀπαλλαγεὶς τοῦ σώµατος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι µόνον, ἀλλ' ἵνα οἱ τοῖς µέλλουσιν ἀπιστοῦντες κἂν ἐκ τῶν παρόντων ἐνάγωνται. Λέγω ὅτι ἥξει Παῦλος µετὰ τοῦ βασιλέως τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι µυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ' οὐ πιστεύει ὁ ἄπιστος· οὐκοῦν ἀπὸ τῶν παρόντων πιστεύσει. Λαµπρότερος τοῦ βασιλέως ὁ σκηνοποιὸς, ἐντιµότερος τοῦ βασιλέως· οὐδεὶς βασιλεὺς τῆς Ῥώµης γενόµενος, τοσαύτης ἀπέλαυσε τιµῆς· ἀλλ' ὁ µὲν βασιλεὺς ἐῤῥιµµένος ἔξω που κεῖται, ὁ δὲ τὸ µέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεὺς ὢν καὶ ζῶν. Ἀπὸ τούτων πίστευσον καὶ περὶ τῶν µελλόντων. Εἰ ἐνταῦθα, ἔνθα ἠλαύνετο, ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιµῆς, ὅταν ἔλθῃ, τί ἔσται; Εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαµπρὸς, ὅταν ἔλθῃ ἀντιλάµπων ταῖς ἡλιακαῖς ἀκτῖσι, τί ἔσται; Εἰ µετὰ τοσαύτης εὐτελείας, τοσαύτης µεγαλοπρεπείας περιεγένετο, ὅταν ἔλθῃ, τίνος οὐ περιέστα; Μὴ ἔνι φυγεῖν τὰ πράγµατα; Τίνα οὐκ ἐντρέπει τὸ τὸν σκηνοποιὸν ἐντιµότερον γενέσθαι τοῦ πάντων βασιλέων µᾶλλον θαυµασθέντος; Εἰ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, πολλῷ µᾶλλον ἐν τῷ µέλλοντι. Πίστευσον, ἄνθρωπε, τοῖς παροῦσιν, εἰ µὴ θέλεις τοῖς µέλλουσι· πίστευσον, ἄνθρωπε, τοῖς ὁρωµένοις, εἰ µὴ βούλει τοῖς ἀοράτοις. Μᾶλλον δὲ πίστευσον τοῖς ὁρωµένοις· οὕτω γὰρ καὶ τοῖς ἀοράτοις πιστεύσεις· εἰ δὲ οὐ θέλεις, εὔκαιρον τὸ τοῦ Ἀποστόλου εἰπεῖν, Καθαροὶ ἡµεῖς ἀπὸ τοῦ αἵµατος ὑµῶν· ἅπαντα γὰρ ὑµῖν διεµαρτυράµεθα, καὶ οὐδὲν ἐνελίποµεν τῶν ὀφειλόντων λεχθῆναι· ὑµεῖς ἑαυτοὺς αἰτιάσασθε, καὶ λογιεῖσθε τὴν ἐν τῇ γεέννῃ τιµωρίαν. Ἡµεῖς δὲ, ὦ τέκνα ἀγαπητὰ, Παύλου µιµηταὶ µὴ κατὰ τὴν πίστιν µόνον, ἀλλὰ καὶ κατὰ τὸν βίον γενώµεθα. Ἵνα τύχωµεν δόξης ἐπουρανίου, καταπατήσωµεν τὴν ἐνταῦθα δόξαν· µηδὲν ἡµᾶς ἐφελκέσθω τῶν παρόντων ἁπάντων· καταφρονήσωµεν τῶν ὁρωµένων, ἵνα τῶν οὐρανίων τύχωµεν, µᾶλλον δὲ καὶ τούτων ἐπιτευξώµεθα δι' ἐκείνων, πλὴν προηγουµένως ἔστω ὁ σκοπὸςἐκείνων ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡµᾶς ἀξιωθῆναι.