Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Timothy
John ChrysostomHom. 2 Tim. 5 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
5.0
Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνοµεν, καὶ συ ζήσοµεν· εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσο µεν· εἰ ἀρνησόµεθα, κἀκεῖνος ἀρνήσεται ἡµᾶς· εἰ ἀπιστοῦµεν, ἐκεῖνος πιστὸς µένει· ἀρνήσα σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑποµί µνησκε, διαµαρτυρόµενος ἐνώπιον τοῦ Κυρίου, µὴ λογοµαχεῖν εἰς οὐδὲν χρήσιµον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.
5.1
Πολλοὶ τῶν ἀσθενεστέρων ἀνθρώπων πρὸς µὲν τὸν τῆς πίστεως πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν τῆς ἐλπίδος φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσινκαὶ ἀπὸ τούτων τὰ µέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ µὲν ἐνταῦθα θάνατος ἦν, βάσανοι, δεσµά· αὐτὸς δέ φησιν, ὅτι εἰς ζωὴν αἰώνιον ἥξουσιν, οὐκ ἂν δέ τις ἐπίστευσεν, ἀλλ' εἶπεν ἂν, Τί λέγεις; Ὅτε ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ µοι οὐδὲν ἐπαγγέλλῃ, καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ µικρὰ οὐ δίδως, καὶ τὰ µεγάλα παρέχεις; Ἵνα τοίνυν µηδεὶς ταῦτα ἐννοῇ, ἀναµφίβολον ποιεῖται τούτου τὴν κατασκευὴν, προκαταβάλλων µὲν αὐτὸ καὶ ἤδη, καὶ τεκµήρια διδοὺς( τὸ γὰρ, Μνηµόνευε Χριστὸν Ἰησοῦν ἐγηγερµένον ἐκ νεκρῶν, τοῦτό ἐστιν, ὅτι µετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται. Πόθεν πιστός; Εἰ γὰρ συναπεθάνοµεν, φησὶ, καὶ συζήσοµεν. Εἰπὲ γάρ µοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦµεν αὐτῷ καὶ ἐν τοῖς κόπον ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; Ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν, ὥστε τὸν ἑλόµενον αὐτῷ συναποθανεῖν καὶ συνθλιβῆναι, εἴ ποτε ἐν ἀνέσει γένηται, ἀρνήσασθαιαὐτῷ γενέσθαι κοινωνόν. Ποῦ δὲ συναπεθάνοµεν; Τοῦτον λέγει τὸν θάνατον, τόν τε διὰ τοῦ λουτροῦ, καὶ τὸν διὰ τῶν παθηµάτων· φησὶ γὰρ, Τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώµατι περιφέροντες· καὶ, Συνετάφηµεν αὐτῷ διὰ τοῦ βαπτίσµατος· καὶ Ὁ παλαιὸς ἡµῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύµφυτοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασµῶν λέγει· µᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασµοῖς ἦν, ὅτε ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι' αὐτὸν ἀπεθάνοµεν, δι' αὐτὸν οὐ ζησόµεθα; ἀναµφισβήτητον τοῦτό ἐστιν. Εἰ ὑποµένοµεν, φησὶ, καὶ συµβασιλεύσοµεν, Οὐχ ἁπλῶς εἶπε, Συµβασιλεύσοµεν· ἀλλ', Εἰ ὑποµένοµεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν( καθ' ἑκάστην ἡµέραν ἀπέθνησκεν ὁ µακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑποµονῆς, ἧς µάλιστα ἔδει Τιµοθέῳ. Μὴ γάρ µοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ' εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου µέρους προτρέπει, οὐκ ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν. Εἰ γὰρ µέλλοιεν τῶν αὐτῶν µετέχειν καὶ οἱ πονηροὶ, οὐκ ἔστι τοῦτο παράκλησις· καὶ εἰ µέλλοιεν ὑποµείναντες µὲν συµβασιλεύειν, µὴ ὑποµείναντες δὲ τοῦτο µόνον πάσχειν, τὸ µὴ συµβασιλεύειν, δεινὸν µὲν καὶ τοῦτο, πλὴν ἀλλὰτοὺς πολλοὺς οὐχ ἱκανὸν δακεῖν.∆ ιὸ τὸ φοβερώτερον λέγει· Εἰ ἀρνησόµεθα αὐτὸν, κἀκεῖνος ἀρνήσεται ἡµᾶς. Ἄρα οὐκ ἐν τοῖς χρηστοῖς µόνον, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις αἱ ἀµοιβαί. Τὸν δὲ ἀρνηθέντα ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐννοήσατε τί παθεῖν εἰκός· Ὃς ἐὰν ἀρνήσηταί µε, φησὶν, ἀρνήσοµαι κἀγὼ αὐτόν. Οὐκ ἐξ ἴσης ἡ ἀντίδοσις, εἰ καὶ οὕτω λέγων δοκεῖ· ἡµεῖς µὲν γὰρ ἄνθρωποι οἱ ἀρνούµενοι, ἐκεῖνος δὲ Θεός· ὅσον δὲ τὸ µέσον Θεοῦ καὶ ἀνθρώπων τί δεῖ λέγειν;
5.2
Ἄλλως δὲ ἡµεῖς ἐντεῦθεν ἑαυτοὺς βλάπτοµεν, ἐκεῖνον δὲ οὐδαµῶς, οὐδὲ δυνάµεθα.∆ ιὰ τοῦτο καὶ ἐπήγαγε τὸ αὐτὸ δηλῶν· Εἰ ἀπιστοῦµεν, ἐκεῖνος πιστὸς µένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦµεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθής ἐστι, βέβαιός ἐστιν, ἄν τε εἴπωµεν, ἄν τε µὴ εἴπωµεν. Εἰ τοίνυν οὐδὲν παρ' ἡµῶν βλάπτεται τῶν ἀρνουµένων, δι' οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁµολογίαν ἡµῶν, ἀλλ' ἢ διὰ τὸ ἡµῖν χρήσιµον. Ἐκεῖνος γὰρ ὁ αὐτὸς µένει καὶ ἀρνουµένων καὶ µὴ ἀρνουµένων. Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται, τουτέστι, µὴ εἶναι. Ἡµεῖς λέγοµεν ὅτι οὐκ ἔστιν, εἰ καὶ µὴ τὸ πρᾶγµα οὕτως ἔχει. Οὐκ ἔχει φύσιν µὴ εἶναι, οὐ δυνατόν· τουτέστιν, εἰς τὸ µὴ εἶναι αὐτὸν χωρῆσαι· ἀεὶ µένει, ἀεί ἐστιν αὐτοῦ ἡ ὑπόστασις. Μὴ τοίνυν ὡς χαριζόµενοι αὐτῷ, οὕτω διακεώµεθα, ἢ ὡς καταβλάπτοντες. Εἶτα, ἵνα µή τις νοµίσῃ τὸν Τιµόθεον τούτων δεῖσθαι, ἐπήγαγε· Ταῦτα ὑποµίµνησκε, διαµαρτυρόµενος ἐνώπιον τοῦ Κυρίου, µὴ λογοµαχεῖν εἰς οὐδὲν χρήσιµον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τοῦτο τὸ ἐπὶ µάρτυρος τοῦ Θεοῦ λέγειν. Εἰ γὰρ ἀνθρώπου µαρτυρίαν καλουµένην οὐκ ἄν τις τολµήσειεν ἀθετῆσαι, πολλῷ µᾶλλον Θεοῦ. Οἷόν τι λέγω· Εἴ τις συνθήκας τιθέµενος ἢ διαθήκας γράφων βούλεται ἀξιοπίστους µάρτυρας καλέσαι, ἆρα τολµήσει τις ἀναθέσθαι ἐκεῖνα τῶν ἔξωθέν τινι; Οὐδαµῶς· κἂν βούληται, δεδοικὼς τὸ τῶν µαρτύρων ἀξιόπιστον, φυλάττεται. Τί ἐστι,∆ ιαµαρτυρόµενος; Μάρτυρα καλεῖ τὸν Θεὸν τῶν λεγοµένων, τῶν πραττοµένων. Μὴ λογοµαχεῖν εἰς οὐδὲν χρήσιµον. Οὐ τοῦτο µόνον, ἀλλὰ καὶ, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Οὐ µόνον οὐδὲν ἐκ τούτου κέρδος, ἀλλὰ καὶ βλάβη πολλή. Ταῦτα τοίνυν ὑποµίµνησκε· κἂν καταφρονῶσιν, ὁ Θεὸς αὐτοὺς κρινεῖ. Τί δήποτε καὶ περὶ τοῦ µὴ λογοµαχεῖν παραινεῖ; Οἶδεν ὅτι λίχνον τὸ πρᾶγµα, καὶ ὅτι ἀεὶ βούλεται ἡ ἀνθρωπίνη ψυχὴ µάχεσθαι καὶ λογοµαχεῖν. Ἵνα οὖν τοῦτο µὴ γίνηται, οὐχ ἁπλῶς φησι µὴ λογοµαχεῖν, ἀλλὰ φοβερώτερον τὸν λόγον ποιῶν ἐπήγαγεν, Ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιµον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτοµοῦντα τὸν λόγον τῆς ἀληθείας. Πανταχοῦ τὸ ἀνεπαίσχυντον. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγµα, ὡς τῶν διδασκάλων ἀπολλυµένων. Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔµελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστωνκαὶ ἰταµῶν. Ἐπειδὴ οὖν οὗτοι ἐκράτουν, Μὴ ἐπαισχυνθῇς, φησὶ, τουτέστι, µηδὲν ὅλως αἰσχύνου πράττειν τῶν εἰς εὐσέβειαν ἡκόντων, κἂν δουλεῦσαι δέῃ, κἂνὁτιοῦν παθεῖν. Πῶς δὲ γίνεταί τις δόκιµος; Ἐργάτης ὢν ἀνεπαίσχυντος. Ὁ ἐργάτης οὐδὲν αἰσχύνεται πράττειν· οὕτως οὐδὲ ὁ τοῦ Εὐαγγελίου ἐργάτης· πάντα γὰρ ὑφίστασθαι δεῖ. Ὀρθοτοµοῦντα τὸν λόγον τῆς ἀληθείας. Καλῶς τοῦτο εἶπε· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· πολλὰ ἔχει τὰ ἐπιφυόµενα. Καὶ οὐκ εἶπεν, Ἀπευθύνοντα, ἀλλ', Ὀρθοτοµοῦντα· τουτέστι, Τέµνε τὰ νόθα, καὶ τὰ τοιαῦτα µετὰ πολλῆς τῆς σφοδρότητος ἐφίστασο καὶ ἔκκοπτε· καθάπερ ἐπὶ ἱµάντος τῇ µαχαίρᾳ τοῦ πνεύµατος πάντοθεν τὸ περιττὸν καὶ ἀλλότριον τοῦ κηρύγµατος ἔκτεµνε. Τὰς δὲ βεβήλους καινοφωνίας περιίστασο. Οὐδὲ γὰρ µέχρι τούτου στήσονται. Ὅταν γάρ τι καινὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτοµίας τίκτει· καὶ ἄπειρος ἡ πλάνη τοῦ ἐξελθόντος τὸν λιµένα τὸν εὔδιον, καὶ οὐδαµοῦ στήσεται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, φησὶ, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα, νοµὴν ἕξει. Ἀκάθεκτον κακὸν, οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάµενον, ἀλλὰ τὸ πᾶν λυµαίνεται.∆ είκνυσιν ὅτι νόσος ἐστὶν ἡ καινοφωνία, µᾶλλον δὲ νόσου χαλεπωτέρα. Ἐνταῦθα τὸ ἀδιόρθωτον αὐτῶν δηλοῖ, καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλ' ἑκόντες ἀπεπλανήθησαν· ὅθεν καὶ µάλιστα οὗτοί εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑµέναιος καὶ Φίλητος, φησὶν, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν. Καλῶς εἶπεν, Ἐπὶ πλεῖον προκόψουσι· δοκεῖ µὲν γὰρ τοῦτο µόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται. Εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο µόνον ζηµιούµεθα, ὅτι τῆς µεγάλης δόξης ἐκείνης ἀπεστερήµεθα, ἀλλὰ ὅτι καὶ τὰ τῆς κρίσεως ἀνῄρηται, εἰ ἤδη γέγονε, καὶ τὰ τῆς ἀντιδόσεως· εἰ γὰρ ἤδη γέγονεν ἡ ἀνάστασις, γέγονε καὶ ἡ ἀνταπόδοσις. Οὐκ οὖν ἀπέλαυσαν µὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν· οὐ κολάζονται δὲ οἱ πονηροὶ, καλῶς γε, οἱ ἐν τρυφῇ ὄντες πολλῇ. Βέλτιον ἦν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἀνάστασις, ἢ ὅτι ἤδη γέγονε. Καὶ ἀνατρέπουσι, φησὶ, τήν τινων πίστιν. Οὐ πάντων, ἀλλά τινων. Εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγµα ἡµῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ µὴ ἀνέστη, οὐδὲ ἐγεννήθη, οὐδὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁρᾷς πῶς δοκεῖ µὲν τῷ τῆς ἀναστάσεως ἐναντιοῦσθαι λόγῳ, πολλὰ δὲ συνεφέλκεται δεινά. Τί οὖν, φησίν; οὐδὲν δεῖ ποιεῖν ὑπὲρ τῶν ἀνατρεποµένων; Ὁ µέντοι, φησὶ, στερεὸς θεµέλιος τοῦ Θεοῦ ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνοµάζων τὸ ὄνοµα Κυρίου.
5.3
∆ είκνυσιν ὅτι καὶ πρὶν ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἂν ἀνετράπησαν ἀπὸ τῆς πρώτης προσβολῆς, ὥσπερ οὖν ὁ Ἀδὰµ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν. Οἱ γὰρ πεπηγότες οὐ µόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυµάζονται. Καὶ στερεὸς, φησὶ, καὶ θεµέλιος. Οὕτως ἔχεσθαι δεῖ τῆς πίστεως. Ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Τί ἐστι τοῦτο; Ἀπὸ τοῦ∆ ευτερονοµίου αὐτὸ ἔλαβε. Τουτέστιν, αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι. Πόθεν δὲ δῆλαί εἰσιν; Ἀπὸ τοῦ τὰ γράµµατα ταῦτα ἔχειν ἐπὶ τῶν πραγµάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ, καὶ µὴ συµπαραπόλλυσθαι, ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας. Καὶ ἀποστήτω, φησὶν, ἀπὸ ἀδικίας πᾶς ὁ ὀνοµάζων τὸ ὄνοµα Κυρίου. Ταῦτα τὰ γνωρίσµατα τοῦ θεµελίου· καθάπερ θεµέλιος στερεὸς δείκνυται. Ὡς ἄν τις ἐπὶ λίθον ἐπιγράψειεν, ἵνα ᾖ τὰ γράµµατα σηµαίνοντα· τὰ δὲ γράµµατα ταῦτα δι' ἔργων δείκνυται. Ἔχων, φησὶ, τὴν σφραγῖδα ταύτην ἐµπεπηγµένην. Πᾶς ὁ ὀνοµάζων, φησὶ, τὸ ὄνοµα Κυρίου ἀποστήτω ἀπὸ ἀδικίας. Ὥστε ὅταν ᾖ τις ἄδικος, οὐκ ἔστι τοῦ θεµελίου. Ὥστε καὶ τοῦτο σφραγῖδος, τὸ µὴ πράττειν ἄδικα. Μὴ τοίνυν τὸ σήµαντρον τὸ βασιλικὸν καὶ τὸ γνώρισµα ἀποθώµεθα, ἵνα µὴ ἀσφράγιστοι ὦµεν, ἵνα µὴ σαθροὶ, ἵνα θεµέλιοι ὦµεν, καὶ θεµέλιοι στερεοὶ, ἵναµὴ περιφερώµεθα· τοῦτο δείκνυσι τοὺς τοῦ Θεοῦ, τοὺς ἀφισταµένους ἀπὸ ἀδικίας. Πῶς γάρ τις τοῦ Θεοῦ δύναται εἶναι δικαίου ὄντος, ὁ ἄδικα ποιῶν, ὁ µαχόµενος αὐτῷ διὰ τῶν ἔργων, καὶ ὑβρίζων αὐτὸν διὰ τῶν πράξεων; Πάλιν ἡµεῖς τῆς ἀδικίας κατηγοροῦµεν, καὶ πάλιν πολλοὺς ἔχοµεν τοὺς ἀπεχθανοµένους. Ὥσπερ γὰρ τύραννός τις τὰς ἁπάντων κατέλαβε ψυχὰς τοῦτο τὸ πάθος· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ χάριν ἴσασι τῆς δουλείας ταύτης. Τοῦτο γὰρ ὄντως τὸ δεινόν· ὡς εἴ γε βίᾳ κατείχοντο καὶ µὴ ἀγάπῃ, ταχέως ἂν ἀπέστησαν. Καὶ πόθεν ἡδὺ τὸ πρᾶγµα εἶναι δοκεῖ, σφόδρα πικρὸν ὄν; πόθεν δὲ πικρὸν ἡ δικαιοσύνη, σφόδρα ἡδὺ ὄν· Παρὰ τὰ αἰ σθητήρια τὰ ἡµέτερα. Οὕτω γοῦν καὶ µέλι πικρὸν ἐνόµισάν τινες, καὶ ἄλλο τι τῶν βλαβερῶν µετὰ ἡδονῆς προσήκαντο. Τὸ δὲ αἴτιον οὐ παρὰ τὴν τῶν πραγµάτων φύσιν, ἀλλὰ παρὰ τὴν τῶν κακουµένων διαστροφήν. Νόει τὸ κριτήριον τῆς ἡµετέρας ψυχῆς. Ἐπεὶ καὶ ζυγὸς ἐὰν ἔχῃ παρασαλευοµένην τὴν πλάστιγγα, οὐ κρίνει δικαίως τὰ σταθµητὰ περιφερόµενος. Καὶ ψυχὴ ἐὰν µὴ ἔχῃ τὴν πλάστιγγα τῶν οἰκείων λογισµῶν πεπηγυῖαν καὶ προσηλωµένην ἀσφαλῶς τῷ νόµῳ τοῦ Θεοῦ, οὐ δυνήσεται κρῖναι καλῶςτὰ πράγµατα, ἀλλὰ περιφέρεται καὶ καθέλκεται. Ἐπεὶ εἴ τις ἀκριβῶς ἐξετάσειε, πολλὴν ὄψεται τῆς ἀδικίας τὴν πικρίαν, οὐ τοῖς πάσχουσιν, ἀλλὰ τοῖς ποιοῦσι, καὶ τούτοις µᾶλλον ἢ ἐκείνοις. Καὶ µήπω περὶ τῶν µελλόντων, ἀλλὰ τέως περὶ τῶν ἐνταῦθα διαλεχθῶµεν, οὐχὶ µάχας ἔχει καὶ δικαστήρια, καὶ κατάγνωσιν καὶ φθόνον καὶ κακηγορίαν; τί τούτων πικρότερον; οὐχὶ ἀπεχθείας; οὐχὶ πολέµους; οὐχὶ κατηγορίας; Οὐ τὸ συνειδὸς µαστίζον ἡµᾶς συνεχῶς καὶ δάκνον; Ἐβουλόµην, εἴ γε δυνατὸν ἦν, ἐξελκύσαι τοῦ σώµατος τὴν ψυχὴν τοῦ ἀδίκου, καὶ εἶδες ἂν αὐτὴν ὠχρὰν, τρέµουσαν, αἰσχυνοµένην, ἀγωνιῶσαν, καταδικάζουσαν ἑαυτήν. Κἂν γὰρ εἰς αὐτὸν τὸν πυθµένα τῆς κακίας καταπέσωµεν, τὸ κριτήριον τοῦ νοῦ οὐ διαφθείρεται, ἀλλ' ἕστηκεν ἀδέκαστον· καὶ οὐδεὶς καλὸν εἶναι λέγων τὴν ἀδικίαν µετέρχεται, ἀλλὰ προφάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥηµάτων ἀποδύσασθαι τὸ ἔγκληµα· ἀλλ' οὐχὶ καὶ ἀπὸ τοῦ συνειδότος δυνήσεται. Ἐνταῦθα µὲν γὰρ καὶ κοµψεία λόγων, καὶ ἀρχόντων διαφθορὰ, καὶ πλήθη κολάκων δυνήσεται συσκιάσαι τὸ δίκαιον· ἔνδον δὲ ἐν τῷ συνειδότι οὐδὲν τούτων γίνεται, οὐ πάρεισι κόλακες, οὐ πάρεστι χρήµατα τὸν κριτὴν διαφθείροντα· φυσικῶς γὰρ ἡµῖν ἔγκειται τὸ κριτήριον παρὰ τοῦ Θεοῦ· τὸ δὲ παρὰ τοῦ Θεοῦ οὐδὲν ἂν πάθοι τοιοῦτο.
5.4
Ἀλλὰ καὶ ὕπνοι ἀηδεῖς καὶ φαντασίαι καὶ συνεχῶς εἰς µνήµην ἐρχόµενον τὸ κακὸν λυµαίνεται τὴν ἀνάπαυσιν ἡµῶν. Οἷον, οἰκίαν τις ἀφείλετο ἀδίκως τινός· οὐχ ὁ ἀποστερούµενος στένει µόνον, ἀλλὰ καὶ ὁ ἀποστερήσας, ἐὰν µὲν ᾖ περὶ τῆς κρίσεως πεπεισµένος· εἴ γέ τις πέπεισται, καὶ σφοδρῶς στένει καὶ ὀδύρεται· ἐὰν δὲ µὴ πιστεύῃ τοῖς µέλλουσι, καὶ οὕτως ἐρυθριᾷ αἰσχυνόµενος· µᾶλλον δὲ οὐκ ἔστιν ἄνθρωπος, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος, κἂν αἱρετικὸς, ὃς περὶ κρίσεως οὐ δέδοικε· κἂν µὴ περὶ τῶν µελλόντων φιλοσοφῇ, ἀλλὰ τὰ ἐνταῦθα δέδοικε καὶ τρέµει, µὴ εἰς χρήµατα ἀπολάβῃ µειζόνως, µὴ εἰς τέκνα, µὴ εἰς οἰκείους, µὴ εἰς ψυχήν· καὶ γὰρ πολλὰ τοιαῦτα ποιεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ οὐκ ἰσχύει ὁ τῆς ἀναστάσεως λόγος σωφρονίσαι πάντας, καὶ ἐνταῦθα τῆς αὐτοῦ δικαιοκρισίας πολλὰ ἡµῖν τεκµήρια παρέχεται καὶ εἰςµέσον φέρει· ὁ δεῖνα πλεονεκτήσας οὐκ ἔσχε παῖδας, ὁ δεῖνα ἐν τῷ πολέµῳ ἔπεσεν, ἄλλος τὸ σῶµα ἐπηρώθη, ἕτερος παῖδα ἀπέβαλε. Ταῦτα ἐννοεῖ, ταῦτα φαντάζεται, διηνεκεῖ φόβῳ συζῇ. Οὐκ ἴστε ὅσα πάσχουσιν οἱ ἀδικοῦντες; ἢ οὐχὶ πικρὰ ταῦτα; Εἰ δὲ καὶ µηδὲν εἴη τοιοῦτον, οὐχὶ πάντες αὐτοῦ καταγινώσκουσιν; οὐχὶ πάντες µισοῦσιν; οὐχὶ πάντες ἀποστρέφονται; οὐχὶ πάντες τῶν θηρίων ἀλογώτερον εἶναί φασι, καὶ αὐτοὶ οἱ ἀδικοῦντες; Εἰ γὰρ ἑαυτοὺς καταδικάζουσι, πολλῷ µᾶλλον ἕτερον, τὸν ἅρπαγα, τὸν πλεονέκτην, τὸν λυµεῶνα ὀνοµάζοντες. Τί οὖν ἔχει ἡδύ; Οὐδὲν ἕτερον, ἢ τὸ πλείονα προσκεῖσθαι φροντίδα ὑπὲρ τῆς φυλακῆς τῆς ἐκείνων, τὸ µᾶλλον φροντίζειν καὶ µεριµνᾷν. Ὅσῳ γὰρ ἄν τις πλείονα περιβάληται χρήµατα, τοσούτῳ µᾶλλον ἰσχυροτέραν αὑτῷ τὴν ἀγρυπνίαν ἐργάζεται. Τί δὲ αἱ κατάραι αἱ τῶν ἀδικουµένων, αἱ ἐντυχίαι; τί δὲ, ἂν καὶ νόσος προσπέσῃ; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν νόσῳ γενόµενον, κἂν ἁπάντων ἀθεώτερος ᾖ, µὴ ἐκεῖνα µεριµνᾷν µηδὲ φροντίζειν, ὅτε οὐδὲν δύναται ἐργάσασθαι. Ἕως µὲν γὰρ ἐνταῦθα ὦµεν, ἡ ψυχὴ ἡδυπαθοῦσα οὐκ ἀνέχεται τῶν λυπηρῶν· ἐπειδὰν δὲ ἀποπηδᾷν µέλλῃ τοῦ σώµατος, τότε αὐτὴν µείζων φόβος συνέχει, ἅτε εἰς αὐτὰ τοῦ δικαστηρίου τὰ πρόθυρα ἥκουσαν. Ἐπεὶ καὶ οἱ λῃσταὶ ἐν µὲν τῷ δεσµωτηρίῳ ζῶντες, ἀδεῶς ζῶσιν· ὅταν δὲ παρὰ τὸ παραπέτασµα ἀγαγών τις στήσῃ αὐτοὺς, διαλύονται τῷ φόβῳ. Ὅταν γὰρ ὁ τοῦ θανάτου φόβος ἐπιστῇ, καθάπερ πῦρ πάντα ἐκεῖνα ἐκκόψας, φιλοσοφεῖν αὐτὴν ἀναγκάζει, καὶ τὰ ἐκεῖ µεριµνᾷν· οὐκέτι χρηµάτων ἐπιθυµία κατέχει, οὐκέτι πλεονεξίας ἔρως, οὐκέτι σωµάτων. Ὥσπερ οὖν νέφη ταῦτα παρελθόντα ἀφίησι τὸ κριτήριον εἶναι καθαρὸν καὶ τῆς λύπης ἐπεισελθούσης καὶ µαλαττούσης τὸ σκληρόν. Οὐδὲν γὰρ οὕτως ὡς σπατάλη πρὸς φιλοσοφίαν ἐναντίον, ὥσπερ οὖν καὶ τὸ ἐναντίον θλῖψις πρὸς φιλοσοφίαν ἐπιτήδειον. Ἐννόει µοι τίς ἔσται ὁ πλεονέκτης τότε· Ὥρα γὰρ, φησὶ, κακώσεως, ἐπιλησµονὴν ποιεῖ πολλῆς τρυφῆς. Τίς ἔσται τοὺς ἡρπασµένους ἐννοῶν, τοὺς ἠδικηµένους, τοὺς πλεονεκτηθέντας; τίς ἔσται ὁρῶν τῆς πλεονεξίας ἑτέρους ἀπολαύοντας, ἑαυτὸν δὲ µέλλοντα τὴν δίκην τίνειν; Οὐ γὰρ ἔνι, οὐκ ἔνι ἐµπεσόντα µὴ καὶ ταῦτα, ὑποπτεῦσαι· πολλάκις αὐτὴ ἡ ψυχὴ στρέφεται κάτωθεν, ἀγωνιῶσα, τρέµουσα. Πόση τοῦτο πικρία; εἰπέ µοι. Ταῦτα γὰρ καθ' ἑκάστην νόσον ἀνάγκη γίνεσθαι. Εἰ δὲ καὶ κολαζοµένους ἴδοι, εἰ δὲ καὶ ἀποθνήσκοντας, τί οὐ πείσεται; Καὶ ταῦτα µὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ, οὐδὲ εἰπεῖν ἔνι, ὅση ἡ κόλασις, ὅσαι αἱ τιµωρίαι, ὅσαι αἱ βάσανοι, ὅσα τὰ στρεβλωτήρια. Ταῦτα λέγοµεν ἡµεῖς· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Συνεχῶς περὶ αὐτῶν λέγοµεν, οὐ βουλόµενοι λέγειν συνεχῶς, ἀλλὰ ἀναγκαζόµενοι. Ἐβουλόµεθα µὲν γὰρ µηδὲ τὴν ἀρχὴν ἡµῖν ἀνάγκην γίνεσθαι τῶν τοιούτων λόγων· εἰ δὲ µὴ, κἂν ἐξ ὀλίγης ἰατρείας ἀπαλλαγέντας τοῦ νοσήµατος, ἐπὶ τὴν ὑγίειαν ὑµᾶς ἐπαναγαγεῖν· µενόντων δὲ ὑµῶν ἐν τῇ ἀῤῥωστίᾳ, ἐκλύτου καὶ βαναύσου ψυχῆς ἂν εἴη ἀποστῆναι τῆς µεθοδείας τῆς ἰατρικῆς, καὶ ἀπηνείας καὶ ὠµότητος. Εἰ γὰρ τοὺς τὰ σώµατα ἀπαγορεύσαντας ἰατροὺς παρακαλοῦµεν, λέγοντες, Μὴ ἀµελήσῃς, ἀλλ' ὅλως µέχρις ἐσχάτης ἀναπνοῆς τὰ παρὰ σεαυτοῦπροσφέρων µὴ ἀνήσῃς· οὐ πολλῷ µᾶλλον ἡµεῖς ἑαυτοὺς παραινέσοµεν; Ἴσως γὰρ µετὰ τὸ ἐλθεῖν εἰς αὐτὰς τοῦ ᾅδου τὰς πύλας, καὶ τῆς κακίας αὐτῆς τὰ πρόθυρα, ἀνανῆψαι δυνήσεται καὶ ἀνακτήσασθαι καὶ ῥωσθῆναι, καὶ ἐπιλαβέσθαι τῆς αἰωνίου ζωῆς. Πόσοι ἀπὸ µὲν δεκάτης ἀκροάσεως οὐδὲ αἴσθησιν ἔλαβον, ὕστερον δὲ ἀπὸ µιᾶς µόνης ἐπεστράφησαν; µᾶλλον δὲ οὐκ ἀπὸ µιᾶς· εἰ γὰρ καὶ ἀναισθήτως εἶχον ἐν ταῖς δέκα, ἀλλ' ὅµως ἐκέρδαναν, καὶ ὕστερον τὸν καρπὸν ἀθρόον ἔδειξαν. Ὥσπερ γὰρ ἐπὶ δένδρου, τὸ δέκα λαβὸν τοµὰς, καὶ µὴ καταπεσὸν ὑπὸ τῶν δέκα, ὕστερον δὲ µιᾶς ἐπαχθείσης πᾶν κατηνέχθη· οὐ τῆς µιᾶς δὲ γέγονε τοµῆς, ἀλλὰ τῶν δέκα ἐστὶ τὸ τῆς ὑστέρας κατόρθωµα· καὶ ὁ µὲν πρὸς τὴν ῥίζαν ἰδὼν οἶδε τοῦτο, ὁ δὲ ἄνωθεν ἀπὸ τοῦ στελέχους καταµανθάνων οὐδὲν τοιοῦτο δύναται συνιδεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ ἰατρῶν δὲ πολλάκις πολλὰ προσενεγκάντων φάρµακα, οὐδεµία γέγονεν ὠφέλεια, ὕστερον δέ τις προσελθὼν, τὸ πᾶν κατώρθωσεν· οὐκ ἐκείνου δέ ἐστι µόνου τὸ ἔργον, ἀλλὰ καὶ ἐκείνων τῶν ἤδη κατεργασαµένων τὸ πάθος. Ὥστε κἂν µὴ νῦν δῶµεν τῆς ἀκροάσεως τοὺς καρποὺς, ὕστερον δώσοµεν· ὅτι γὰρ δώσοµεν, σφόδρα πέπεισµαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοσαύτην φιληκοΐαν, καὶ τοσοῦτον πόθον διαπεσεῖν· µὴ γένοιτο· ἀλλὰ πάντες ἄξιοι τῶν τοῦ Χριστοῦ παραινέσεων γενόµενοι, τύχοιµεν τῶν αἰωνίων ἀγαθῶν.

Intertext edge

Open linked passage

Note