Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Second Timothy
John ChrysostomHom. 2 Tim. 6 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
6.0
Ἐν µεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι µόνον σκεύη χρυ σᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστρά κινα· καὶ ἃ µὲν εἰς τιµὴν, ἃ δὲ εἰς ἀτιµίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιµὴν ἡγιασµένον, εὔχρηστον τῷ∆ εσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιµασµένον.
6.1
Πολλοὺς τῶν ἀνθρώπων θορυβεῖ ἔτι καὶ νῦν, τί δήποτε µένουσιν οἱ κακοὶ, καὶ οὐκ ἀπόλλυνται Εἰσὶ µὲν οὖν τούτου καὶ ἕτεραι πολλαὶ αἰτίαι, οἷον, ἵνα µεταβάλωνται, ἵνα διὰ τῆς κολάσεως ὑπόδειγµα γένωνται τοῖς πολλοῖς· ἐνταῦθα δὲ ὁ Παῦλος πρᾶγµά φησιν ἐοικός. Ἐν µεγάλῃ γὰρ οἰκίᾳ, φησὶν, οὐκ ἔστι µόνον σκεύη χρυσᾶ, καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα· δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ µεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν διαφορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουµένῃ πάσῃ· οὐ περὶ τῆς Ἐκκλησίας λέγων, ἀλλὰ περὶ τοῦ κόσµου παντός. Μὴ γάρ µοι τὴν Ἐκκλησίαν ὑπολάβῃς· ἐνταῦθα γὰρ οὐδὲν βούλεται εἶναι σκεῦος ξύλινον οὐδὲ ὀστράκινον, ἀλλὰ πάντα χρυσᾶ καὶ ἀργυρᾶ, ἔνθα σῶµα Χριστοῦ, ἔνθα Παρθένος ἁγνὴ µὴἔχουσα σπῖλον ἢ ῥυτίδα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μή σε ταραττέτω, ὅτι εἰσὶν ἄνθρωποι πονηροὶ καὶ µιαροί· καὶ γὰρ ἐν µεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα. Τί οὖν; Ἀλλ' οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιµῆς, ἀλλὰ τὰ µὲν εἰς τιµήν ἐστι, τὰ δὲ εἰς ἀτιµίαν. Ναὶ, φησὶν, ἀλλ' ἐνταῦθα µὲν χρῆσίν τινα πληροῖ, ἐπὶ δὲ τοῦ κόσµου οὐδαµῶς. Εἰ καὶ µὴ πρὸς τοιαύτην ἐνέργειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον, ὁ κενόδοξος πολλὰ οἰκοδοµεῖ, ὁ πλεονέκτης, ὁ ἔµπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστιν ἔργα τινὰ ἐν τῷ κόσµῳ αὐτοῖς ἁρµόζοντα. Τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀναγκαῖον πρᾶγµα ἡ πονηρία· πῶς γάρ; ἀλλ' ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον. Εἰ γὰρ πάντες ἦσαν χρυσοῖ καὶ ἀργυροῖ, οὐκ ἂν ἐδέησεν ἐκείνων· οἷον, εἰ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδοµηµάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγµένοι, οὐκ ἔδει ἐδεσµάτων· εἰ τῆς χρείας ἐπεµέλοντο πάντες, οὐκ ἔδει λαµπρᾶς οἰκοδοµῆς. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιµὴν ἡγιασµένον. Ὁρᾷς ὅτι οὐ φύσεως οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον, ἀλλὰ τῆς ἡµετέρας προαιρέσεως; Ἐκεῖ µὲν γὰρ τὸ ὀστράκινον οὐκ ἂν γένηται χρυσοῦν, οὐδὲ τοῦτο εἰς τὴν ἐκείνου καταπεσεῖν εὐτέλειαν δυνήσεται· ἐνταῦθα δὲ πολλὴ ἡ µεταβολὴ καὶ ἡ µετάστασις. Σκεῦος ὀστράκινον ἦν ὁ Παῦλος, ἀλλ' ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν ὁ Ἰούδας, ἀλλ' ἐγένετο ὀστράκινον. Ἄρα ἀπὸ ἀκαθαρσίας τὰ ὀστράκινα· ὁ πόρνος, ὁ πλεονέκτης, ὀστράκινος γίνεται. Πῶς οὖν ἀλλαχοῦ φησιν, Ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν; ὥστε τιµᾷ, καὶ οὐ διαβάλλει τὸ σκεῦος τὸ ὀστράκινον, θησαυροῦ δεκτικὸν αὐτὸ προσειπών. Ἐκεῖ τὴν φύσιν αὐτὴν δηλοῖ, οὐ τὸ εἶδος τῆς ὕλης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Σκεῦος ὀστράκινον ἡµῶν τὸ σῶµα. Ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτηµένος· οὕτω καὶ τὸ σῶµα τὸ ἡµέτερον, οὐδὲν ἄλλο ἐστὶν, ἢ πηλὸς τῇ θερµότητι τῆς ψυχῆς στερεούµενος. Ὅτι γὰρ ὀστράκινόν ἐστι, δῆλον· πολλάκις γὰρ, ὡς ἐκεῖνο τὸ σκεῦος πεσὸν κατεάγη καὶ συνετρίβη, οὕτω καὶ τὸ σῶµα θανάτῳ καταπεσὸν διαλύεται. Τί γὰρ ὀστράκων διενήνοχε τὰ ὀστᾶ, οὕτως ὄντα κραταιὰ, οὕτως ὄντα ξηρά; τί δὲ πηλοῦ αἱ σάρκες; οὐχ ὁµοίως ἀπὸ ὕδατός εἰσι καὶ αὗται; Ἀλλ', ὅπερ ἔφην, πῶς ἐκεῖ οὐ διαβάλλει τὸ πρᾶγµα; Ἐκεῖ περὶ φύσεως διαλέγεται, ἐνταῦθα περὶ προαιρέσεως. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, φησίν. Οὐκ εἶπε, Καθάρῃ, ἀλλ', Ἐκκαθάρῃ, τουτέστι, παντελῶς καθάρῃ. Ἔσται σκεῦος εἰς τιµὴν ἡγιασµένον, εὔχρηστον τῷ∆ εσπότῃ. Ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιµασµένον. Κἂν µὴ πράττῃ, ἀλλ' ὅµως ἐπιτήδειόν ἐστι, δεκτικόν.∆ εῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς µαρτύριον· δεῖ ἡτοιµάσθαι, κἂν πρὸς παρθενίαν, κἂν πρὸς ταῦτα πάντα. Τὰς δὲ νεωτερικὰς ἐπιθυµίας φεῦγε. Νεωτερικαὶ οὐχ αὗταί εἰσιν αἱ τῆς πορνείας µόνον, ἀλλὰ πᾶσα ἐπιθυµία ἄτοπος νεωτερική. Ἀκουέτωσαν οἱ γεγηρακότες, ὅτι οὐ δεῖ τὰ τῶν νεωτέρων ποιεῖν. Κἂν ὑβριστὴς ᾖ τις, κἂν δυναστείας ἐρᾷ, κἂν χρηµάτων, κἂν σωµάτων, κἂν ὁτουοῦν δήποτε, νεωτερικὴ ἡ ἐπιθυµία, ἀνόητος· οὔπω τῆς καρδίας βεβηκυίας, οὐδὲ τῶν φρενῶν ἐν βάθει τεθεισῶν, ἀλλ' ᾐωρηµένων ἀνάγκη ταῦτα πάντα γίνεσθαι. Ἵνα οὖν µηδεὶς τούτοις ἁλῷ, τί παραινεῖ; Φαντασίας νεωτερικὰς φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην µετὰ πάντων τῶν ἐπικαλουµένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας.∆ ικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα. Τί ἐστι, Μετὰ τῶν ἐπικαλουµένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας; Ὡσεὶ ἔλεγεν, Ἐκείνοις θάῤῥει µόνοις, µὴ τοῖς ἁπλῶς ἐπικαλουµένοις, ἀλλὰ τοῖς ἀνυπούλως, τοῖς ἀνυποκρίτως, τοῖς οὐδὲν ἔχουσι δολερὸν, τοῖς µετ' εἰρήνης προσιοῦσι, τοῖς ἀµάχοις· µετ' ἐκείνων ἀναµίγνυσο, µετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾶον εἶναι, ἀλλ' εἰρηνεύειν µόνον τὸ ἐξ αὐτοῦ. Τὰς δὲ µωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι µάχας.
6.2
Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ µὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτάς· εἶχε γάρ· εἰ δὲ καὶ µὴ εἶχεν, εἶπεν ἂν πρὸς αὐτὸν, ὅτι Σπούδασον εἶναι ἐπιτήδειος πρὸς ἀνατροπὴν τῶν τοιούτων· ὥσπερ ὅταν λέγῃ, Πρόσεχε τῇ ἀναγνώσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούοντάς σου· ἀλλ' οἶδεν ἄχρηστον ὂν καὶ τὸ καθεῖναι ὅλως εἰς ἀγῶνας τοιούτους, καὶ ὅτι οὐδὲν τέλος ἔσται, ἀλλ' ἢ µάχη καὶ ἀπέχθεια, ὕβρεις καὶ λοιδορίαι. Ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ. Ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ τῶν Γραφῶν, αἱ περὶ τῶν ἄλλων.∆ οῦλον δὲ Κυρίου οὐ δεῖ µάχεσθαι. Οὐκοῦν οὐ δεῖ µάχεσθαι οὐδὲ ἐν ζητήσει· πόῤῥω γὰρ µάχης εἶναι δεῖ τὸν τοῦ Θεοῦ δοῦλον. Εἰρήνης γάρ ἐστι Θεὸς ὁ Θεός· ὁ δὲ τοῦ Θεοῦ τῆς εἰρήνης δοῦλος, πῶς ἂν µαχέσοιτο; Ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.∆ οῦλον γὰρ Κυρίου οὐ δεῖ µάχεσθαι, φησὶν, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, Ἔλεγχε αὐτοὺς µετὰ πάσης ἐπιταγῆς; καὶ ἐνταῦθα πάλιν, Μηδείς σου τῆς νεότητος καταφρονείτω; καὶ πάλιν, Ἔλεγχε αὐτοὺς ἀποτόµως; Ὅτι καὶ τοῦτο πραότητός ἐστιν. Ὁ γὰρ σφοδρὸς ἔλεγχος, ὅταν µετ' ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ µάλιστα δακεῖν δυνάµενος. Ἔνεστι γὰρ, ἔνεστι µετὰ πραότητος καθάψασθαι µᾶλλον, ἢ µετὰ θρασύτητος ἐντρέψαι.∆ ιδακτικόν· τουτέστι, πρὸς πάντας τοὺς βουλοµένους διδαχθῆναι. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον µετὰ µίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Ἀνεξίκακον. Καλῶς τοῦτο προσέθηκε· µάλιστα γὰρ τοῦτο ἔχειν χρὴ τὸν διδάσκαλον· ἐπεὶ πάντα µάτην γίνεται. Εἰ γὰρ οἱ ἁλιεῖς πολλάκις δι' ὅλης ἡµέρας βάλλοντες τὰ δίκτυα, καὶ οὐκ ἐπιτυγχάνοντες οὐκ ἀπαγορεύουσι, πολλῷ µᾶλλον ἡµεῖς. Ὅρα γὰρ τί γίνεται· Συµβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος. Ὁ γὰρ µυριάκις ἀκούσας, πείσεταί τι· οὐ γὰρ ἔστιν ἄνθρωπον ἀκούοντα συνεχῶς, µηδὲν παθεῖν. Ἔστιν οὖν ὅτε µέλλων πείθεσθαι, ἡµῶν ἀπαγορευσάντων, τὸ πᾶν ἀπώλεσε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις γεωργίας ἄπειρος τὴν ἄµπελον· φυτευθεῖσαν σκάπτοι µὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ µὴ λαµβάνων, εἶτα τῶν τριῶνἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔµελλε κοµίζεσθαι τὴν ἀντίδοσιν. Εἰπὼν δὲ, Ἀνεξίκακον, οὐκ ἀρκεῖται, ἀλλ' ἐπάγει λέγων· Ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεµένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν ἐν πραότητι· οὐ γὰρ ἔνι ψυχὴν δεοµένην µαθεῖν, µετὰ θρασύτητος καὶ µάχης δυνηθῆναί τι τῶν χρησίµων συνιδεῖν· κἂν γὰρ µέλλῃ προσέχειν, ἀπορηθεῖσα οὐδὲν εἴσεται.∆ εῖ γὰρ τὸν µέλλοντά τι τῶν χρησίµων µαθεῖν, πρὸ τῶν ἄλλων πάντων ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· τούτου δὲ µὴ προκατασκευασθέντος, οὐκ ἔνι γενέσθαι τι τῶν δεόντων οὐδὲ τῶν χρησίµων· ἡδέως δὲ οὐκ ἄν τις σχοίη πρὸς τὸν θρασυνόµενον καὶ ὑβρίζοντα. Πῶς οὖν αἱρετικὸν, φησὶν, ἄνθρωπον µετὰ µίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ; Τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδεν ἀνίατα νοσοῦντα. Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς µετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἔσται τις διόρθωσις· τὸ δὲ, ἴσως, ἐπὶ τῶν ἀδήλων ἐστίν. Ὥστε ἐκείνων µόνον ἀφίστασθαι χρὴ, περὶ ὧν δυνάµεθα σαφῶς ἀποφήνασθαι, καὶ ὑπὲρ ὧν πεπείσµεθα, ὅτι οὐδ' ἂν ὁτιοῦν γένηται, µεταστήσονται. Ἐν πραότητι, φησίν. Ὁρᾷς ὅτι τοὺς βουλοµένους µαθεῖν οὕτω χρὴ προσίεσθαι, καὶ µηδέποτε πρὸ τῆς ἀποδείξεως ἀφίστασθαι τῶν διαλέξεων; Ἐζωγρηµένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέληµα. Καλῶς εἶπεν, Ἐζωγρηµένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται. Ὅρα πῶς διδάσκει µετριοφρονεῖν. Οὐκ εἶπε, Μή ποτε δυνηθῇς, ἀλλὰ, Μή ποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι. Κἂν γένηταί τι, τοῦ Κυρίου τὸ πᾶν γίνεται· σὺ φυτεύεις, σὺ ποτίζεις, ἐκεῖνος σπείρει καὶ ποιεῖ καρποφορεῖν. Μή ποτε τοίνυν διακεώµεθα, ὡς αὐτοί τινα πείθοντες, κἂν πείσωµεν. Καὶ ζωγρηθέντες, φησὶν, ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέληµα. Τοῦτο δὲ οὐ περὶ δογµάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ γὰρ θέληµα αὐτοῦ ἐστιν ὀρθῶς βιοῦν. Εἰσὶ δέ τινες ἐν τῇ παγίδι τοῦ διαβόλου καὶ βίου ἕνεκεν· οὐ τοίνυν οὐδὲ πρὸς τούτους περικακεῖν χρή. Μή ποτε ἀνανήψωσι, φησὶν, ἐζωγρηµένοι εἰς τὸ ἐκείνου θέληµα. Τὸ δὲ, Μή ποτε, πολλῆς µακροθυµίας ἐστὶ δεικτικόν· τὸ γὰρ µὴ ποιεῖν τὸ θέληµα τοῦ Θεοῦ, παγὶς διαβολική.
6.3
Ὥσπερ γὰρ ὁ στρουθὸς, κἂν µὴ ἐξ ὅλου τοῦ µέρους κατέχηται, ἀλλ' ἐξ ἑνὸς, τοῦ ποδὸς λέγω, ὑπὸ τὴν ἐξουσίαν ἐστὶ τοῦ τὴν παγίδα θέντος· οὕτω καὶ ἡµεῖς, κἂν µὴ ἐξ ὅλου κατεχώµεθα, καὶ ἐκ πίστεως καὶ ἐκ βίου, ἀλλ' ἐκ τοῦ βίου µόνον, ὑπὸ τὴν ἐξουσίαν ἐσµὲν τοῦ διαβόλου. Οὐ γὰρ ὁ λέγων µοι, Κύριε, Κύριε, φησὶν, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Οὐκ οἶδα ὑµᾶς, ἀποχωρεῖτε ἀπ' ἐµοῦ, οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν. Ὁρᾷς ὅτι κέρδος οὐδὲν ἐκ τῆς πίστεως, ὅταν ἡµᾶς ἀγνοῇ ὁ∆ εσπότης; Καὶ ταῖς παρθένοις τὸ αὐτό φησιν· Οὐκ οἶδα ὑµᾶς. Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ∆ εσπότης; Καὶ πολλαχοῦ εὑρίσκοµεν ὑπὲρ µὲν πίστεως οὐδὲν ἐγκαλουµένους, ἀπὸ δὲ βίου πονηροῦ κολαζοµένους, µόνον· ὥσπερ ἀλλαχοῦ ὑπὲρ βίου µὲν οὐδὲν ἐγκαλουµένους, διὰ δὲ δόγµα διεστραµµένον ἀπολλυµένους· ταῦτα γὰρ ἀλλήλων ἔχεται. Ὁρᾷς ὅτι, ὅταν µὴ ποιῶµεν τὸ θέληµα τοῦ Θεοῦ, ὑπὸ τὴν παγίδα τοῦ διαβόλου ἐσµέν; Οὐκ ἀπὸ βίου δὲ µόνον, ἀλλὰ καὶ ἀπὸ ἑνὸς ἐλαττώµατος πολλάκις εἰσερχόµεθα εἰς τὴν γέενναν, ὅταν µὴ τὰ ἄλλα ἀντίῤῥοπα ᾖ ἀγαθά. Ἐπεὶ καὶ αἱ παρθένοι οὐ πορνείαν ἐνεκλήθησαν, οὐ µοιχείαν, οὐ φθόνον, οὐ βασκανίαν, οὐ µέθην, οὐ κακοπιστίαν, ἀλλ' ἔλλειψιν ἐλαίου· τουτέστιν, οὐκ ἐποίουν ἐλεηµοσύνην· τὸ γὰρ ἔλαιον τοῦτό ἐστι. Καὶ ἐκεῖνοι οἱ κατακριθέντες, Ἀπέλθετε οἱ κατηραµένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐδὲν πάλιν τούτων ἐνεκαλοῦντο, ἀλλὰ καὶ αὐτοὶ, ὅτι οὐκ ἔθρεψαντὸν Χριστόν. Ὁρᾷς ὅτι ἀρκεῖ ἐλεηµοσύνη ἐλλειφθεῖσα εἰσαγαγεῖν εἰς τὸ τῆς γεέννης πῦρ; Ποῦ γὰρ ἔσται χρήσιµος, εἰπέ µοι, ὁ ἐλεηµοσύνην µὴ ποιῶν; Νηστεύεις καθ' ἑκάστην ἡµέραν; ἀλλὰ καὶ αἱ παρθένοι τότε ἐκεῖναι, ἀλλ' οὐδὲν ἀπώναντο. Εὔχῃ; καὶ τί τοῦτο; Ἐλεηµοσύνης χωρὶς ἄκαρπος ἡ εὐχή· πάντα ἀκάθαρτα ταύτης χωρὶς, πάντα ἀνόνητα· τὸ πλέον τῆς ἀρετῆς µέρος ἐκκόπτεται. Ὁ µὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, φησὶ, τὸν Θεὸν οὐκ οἶδε. Σὺ δὲ πῶς ἀγαπᾷς, µηδὲ τῶν µικρῶν τούτων καὶ εὐτελῶν αὐτῷ µεταδοῦναι βουλόµενος; Εἰπὲ δή µοι, σωφρονεῖς; τίνος ἕνεκεν; οὐχὶ δεδοικὼς τὴν κόλασιν; Οὐδαµῶς, ἀλλὰ φύσει τὸ πρᾶγµα µετέρχῃ· ἐπεὶ, εἰ σωφρονεῖς δεδοικὼς τὴν κόλασιν, καὶ τοσαύτην ὑποµένεις βίαν καὶ τοσαύτην τυραννίδα, πολλῷ µᾶλλον ἐλεηµοσύνας ποιεῖν ἔδει. Οὐ γάρ ἐστιν ἴσον ἐπιθυµίας κρατῆσαι χρηµάτων, καὶ σωµάτων, ἀλλὰ µείζων ὁ πόνος ἐνταῦθα. Τί δήποτε; Ὅτι ἡ µὲν ἡδονὴ φυσικὴ, καὶ ἐνέσπαρται καὶ ἐµπεφύτευται ἡµῶν τῷ σώµατι, τὰ δὲ τῶν χρηµάτων οὐκέτι. Τοῦτό ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάµεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν· ὅταν οὖν τοῦτο µὴ ἔχωµεν, τοῦ παντὸς ἀπεστερήµεθα. Οὐκ εἶπεν, Ἐὰν νηστεύητε, ὅµοιοί ἐστε τῷ Πατρὶ ὑµῶν· οὐκ εἶπεν, Ἐὰν παρθενεύσητε, οὐδὲ εἶπεν, Ἐὰν εὔχησθε, ὅµοιοί ἐστε τῷ Πατρὶ ὑµῶν· οὐδὲν γὰρ τούτων περὶ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεός· ἀλλὰ τί; Γίνεσθε οἰκτίρµονες, ὡς ὁ Πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο Θεοῦ ἔργον. Ἐὰν οὖν τοῦτο µὴ ἔχῃς, τί ἔχεις; Ἔλεον θέλω, φησὶ, καὶ οὐ θυσίαν. Ἐποίησεν οὐρανὸν ὁ Θεὸς, ἐποίησε γῆν, θάλασσαν· µεγάλα ταῦτα, καὶ τῆς αὐτοῦ σοφίας ἄξια· ἀλλ' οὐδενὶ τούτων ἐφειλκύσατο τὴν ἀνθρωπίνην φύσιν, ὡς τῷ ἐλέῳ καὶ τῇ φιλανθρωπίᾳ· τοῦτο µὲν γὰρ σοφίας ἔργον καὶ δυνάµεως καὶ ἀγαθότητος· πολλῷ δὲ µᾶλλον, ὅτι δοῦλος ἐγένετο. Οὐκ ἐπὶ τούτῳ µᾶλλον αὐτὸν θαυµάζοµεν; οὐκ ἐπὶ τούτῳ µᾶλλον αὐτὸν ἐκπληττόµεθα; Οὐδὲν οὕτως ἐπισπᾶται τὸν Θεὸν, ὡς ἔλεος. Καὶ πολλὰ περὶ τούτων ἅπαντες διαλέγονται ἄνω καὶ κάτω οἱ προφῆται. Ἔλεον δὲ λέγω οὐ τὸν µετὰ πλεονεξίας· οὐ γάρ ἐστι τοῦτο ἔλεος. Οὐδὲ γὰρ ἀκάνθης ῥίζα ἔλαιον τίκτει ποτὲ, ἀλλ' ἐλαίας· ὥσπερ οὖν οὐδὲ πλεονεξίας ῥίζα ἔλεον τίκτει, οὐδὲ ἀδικίας, οὐδὲ ἁρπαγῆς. Μὴ διαβάλῃς τὴν ἐλεηµοσύνην, µὴ ποίει αὐτὴν κατηγορεῖσθαι ὑπὸ πάντων. Εἰ γὰρ διὰ τοῦτο ἁρπάζεις, ἵνα ἐλεήσῃς, οὐδὲν τῆς ἐλεηµοσύνης ταύτης χεῖρον. Ὅταν γὰρ ἐξ ἁρπαγῆς τίκτηται, οὐκ ἔστι τοῦτο ἐλεηµοσύνη· ἀπήνειά τίς ἐστι καὶ ὠµότης, ὕβρις τοῦτο εἰς τὸν Θεόν. Εἰ ὁ τὰ ἐλάττονα τῶν αὐτοῦ προσενεγκὼν οὕτω προσέκρουσεν ὁ Κάϊν, ὁ τὰ ἀλλότρια προσφέρων πῶς οὐ προσκρούσει; Προσφορὰ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ θυσία, κάθαρσις, οὐκ ἀκαθαρσία. Καὶ ῥυπαραῖς µὲν χερσὶν οὐ τολµᾷς εὔξασθαι, ῥύπον δὲ καὶ ἀκαθαρσίαν προσφέρων ἐξ ἁρπαγῆς οὐδὲν ἡγῇ ποιεῖν δεινόν; Τὰς χεῖρας οὐκ ἀφιεὶς ῥύπου καὶ ἀκαθαρσίας πληροῦσθαι, ἀλλὰ καθαρὰς εἶναι ποιήσας, οὕτω προσφέρεις· καίτοι οὗτος ὁ ῥύπος οὐδὲν ἔγκληµα φέρει, ἐκεῖνος δὲ κατηγορίας ἄξιος καὶ διαβολῆς.
6.4
Μὴ τοίνυν τοῦτο σκοπῶµεν, ὅπως καθαραῖς προσφέρωµεν καὶ εὐχώµεθα χερσὶν, ἀλλ' ὅπως καὶ τὰ προσφερόµενα ᾖ καθαρά. Ἐπεὶ τοῦτο γέλως ἐστίν· ὥσπερ ἂν εἴ τις τὸν πίνακα περιπλύνας δώρων ἀκαθάρτων τοῦτον ἐµπλήσειεν, οὐχὶ χλευασία τοῦτό ἐστι καὶ γέλως; Ἔστωσαν αἱ χεῖρες καθαραί· ἔσονται δὲ, ἂν µὴ ὕδατι αὐτὰς ἀπονίπτωµεν µόνον, ἀλλὰ καὶ δικαιοσύνῃ πρότερον· τοῦτο χειρῶν καθάρσιον. Ἂν δὲ γέµωµεν ἀδικίας, κἂν µυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν. Λούσασθε, φησὶ, καθαροὶ γένεσθε. Τί οὖν; ἆρα προσθεὶς εἶπε, Πορεύεσθε ἐπὶ τὰς πηγὰς, πορεύεσθε ἐπὶ τὰ βαλανεῖα καὶ τὰς λίµνας καὶ τοὺς ποταµούς; Οὐδὲν τούτων· ἀλλὰ τί; Ἀφέλετε τὰς πονηρίας ὑµῶν ἀπὸ τῶν ψυχῶν ὑµῶν· τουτέστι, Καθαροὶ γένεσθε. Τοῦτο ἀπηλλάχθαι ποιεῖ µολυσµοῦ, αὕτη ἐστὶν ἡ ὄντως καθαρότης. Ἐκείνη µὲν γὰρ οὐδὲν µέγα ὤνησεν, αὕτη δὲ παῤῥησίαν ἡµῖν χαρίζεται τὴν πρὸς τὸν Θεόν· κἀκείνην καὶ µοιχοὺς καὶ κλέπτας καὶ ἀνδροφόνους ἔχειν δυνατὸν, καὶ βλᾶκας καὶ ἐκλύτους ἄνδρας καὶ πόρνους καὶ ἡταιρηκότας, καὶ µάλιστα τούτους. Οὗτοι γάρ εἰσιν οἱ τῆς τοῦ σώµατος καθαρότητος ἐπιµελόµενοι µάλιστα πάντων, µύρων ὄζοντες συνεχῶς, ἀποσµύχοντες τὸ σῆµα· σῆµα γάρ ἐστιν αὐτοῖς τὸ σῶµα, τῆς ψυχῆς ἔνδον οὔσης νεκρᾶς. Ὥστε ταύτης µὲν τῆς καθαρότητος κἀκείνοις µετιέναι δυνατὸν, τῆς δὲ ἔνδον οὐκέτι. Οὐδὲν µέγα, ἐὰν τὸ σῶµα ἀποπλύνῃς· Ἰουδαϊκός ἐστιν οὗτος ὁ καθαρµὸς, ἀνόνητος καὶ ἀνωφελὴς, τοῦ ἔνδον οὐκ ὄντος. Ἔστω τις σηπεδόνα ἔχων ἢ νοµὴν τραυµάτων, περιπλυνέτω τὸ σῶµα· τί τὸ κέρδος; τί τὸ πέρας; Εἰ δὲ τὴν ἐν σώµατι σηπεδόνα οὐδὲν ὠφελῆσαι δυνήσεταί τις ἀπὸ τῆς ἐπιφανείας τῆς ἔξωθεν περικλυζοµένης καὶ ἀφανιζοµένης· ὅταν ἐν ψυχῇ ἡ σηπεδὼν ᾖ, τί ἀπὸ τῆς τοῦ σώµατος καθαρότητος ὀνήσοµεν; Οὐδέν. Εὐχῶν ἡµῖν δεῖ καθαρῶν· εὐχαὶ δὲ οὐκ ἂν γένοιντο καθαραὶ, τῆς τικτούσης αὐτὰς ψυχῆς οὔσης µιαρᾶς. Οὐδὲν γὰρ οὕτω ποιεῖ ψυχὴν µιαρὰν, ὡς πλεονεξία καὶ ἁρπαγή. Ἀλλ' εἰσί τινες οἳ κατὰ τὴν ἑσπέραν, µυρία διὰ τῆς ἡµέρας ἐργαζόµενοι κακὰ, λουόµενοι εἰσίασιν εἰς τὴν ἐκκλησίαν µετὰ πολλῆς τῆς παῤῥησίας τὰςχεῖρας ἀνατείνοντες, ὡς τὸ πᾶν διὰ τῆς τῶν ὑδάτων κολυµβήθρας ἀποθέµενοι. Εἰ τοῦτο ἦν, µέγα τὸ κέρδος ἦν τὸ καθ' ἑκάστην ἡµέραν λούεσθαι· εἰ τοῦτο ἦν, οὐκ ἂν οὐδὲ αὐτὸς ἐπαυσάµην τὰ βαλανεῖα διενοχλῶν, εἰ καθαροὺς ἐποίει καὶ ἁµαρτηµάτων ἀπήλλαττε. Γέλως ταῦτα καὶ λῆρος, παίγνια καὶ παίδων ἀθύρµατα. Οὐκ ἀποστρέφεται σώµατος ῥύπον ὁ Θεὸς, ἀλλ' ἀκαθαρσίαν ψυχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· ἆρα τῷ σώµατι; οὐδαµῶς, ἀλλ', Οἱ τῇ καρδίᾳ καθαροί· ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὁ δὲ Προφήτης τί φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεός· καὶ πάλιν, Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Μέγα ἀγαθὸν ἐν συνηθείᾳ ἀγαθῶν εἶναι. Ὅρα πῶς ἐστι µικρὰ ταῦτα καὶ ἀνόνητα. Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται µὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ. Οἷόν τι λέγω· Ἐν συνηθείᾳ κατεστήσαµεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι µὴ νιψάµενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόµεθα, εἰ ἀνίπτοις χερσὶτοῦτο ποιοῦµεν, ὡς προσκρούειν µέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες. Εἰ τὸ µικρὸν τοῦτο τοσαύτην ἔχει τὴν τυραννίδα, καὶ πάντως ἐκπληροῦται καθ' ἑκάστην ἡµέραν· εἰ ἐν ἐλεηµοσύνης συνηθείᾳ κατεστήσαµεν ἑαυτοὺς, καὶ τοῦτο πληροῦν ἀεὶ ὡρίσαµεν, µηδέποτε εἰσιέναι κεναῖς ταῖς χερσὶν εἰς οἶκον εὐκτήριον, κατώρθωτο ἂν τὸ πρᾶγµα. Μεγάλη γὰρ καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς τῆς συνηθείας ἡ τυραννίς· οὐ δεησόµεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡµᾶς. Ἐν συνηθείᾳ πολλοὶ κατέστησαν τοῦ σφραγίζειν ἑαυτοὺς συνεχῶς, καὶ οὐκέτι δέονται τοῦ ὑποµιµνήσκοντος, ἀλλὰ καὶ τοῦ νοῦ πολλάκιςἀλλαχοῦ ῥεµβοµένου, καθάπερ ὑπό τινος ἐµψύχου διδασκάλου τῆς συνηθείας, ἡ χεὶρ αὐτόµατος ἕλκεται πρὸς τὸ σηµεῖον ἐργάσασθαι. Ἐν συνηθείᾳ κατέστησαν ἑαυτούς τινες, ὥστε µὴ ὀµνύειν, καὶ οὔτε ἑκόντες οὔτε ἄκοντες τοῦτο πείσονται. Καταστήσωµεν καὶ ἡµεῖς ἑαυτοὺς ἐν ταύτῃ τῇ συνηθείᾳ τῇ τῆς ἐλεηµοσύνης. Πόσων ἡµῖν ἔδει καµάτων, ὥστε εὑρεθῆναι τὸ φάρµακον τοῦτο; Εἰπὲ γάρ µοι, εἰ µὴ ἦν ἡ τῆς ἐλεηµοσύνης παραµυθία, εἶτα µυρία ἡµαρτηκότες ὑπευθύνους ἑαυτοὺς κατεσκευάζοµεν τῇ τιµωρίᾳ, ἆρα οὐκ ἂνἀπωδυρόµεθα πολλά; ἆρα οὐκ ἂν εἴπαµεν, Εἴθε ἦν διὰ χρηµάτων ἀπολούσασθαι τὰ ἁµαρτήµατα, καὶ πάντα ἂν ἐκενώσαµεν· εἴθε ἦν διὰ χρηµάτων ἐκβαλεῖν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ οὐκ ἂν ἐφεισάµεθα τῶν ὄντων; Εἰ γὰρ ἐν νόσῳ τοῦτο ποιοῦµεν, καὶ ἐν θανάτῳ λέγοµεν, ὅτι Εἰ ἦν θάνατον πρίασθαι, πάντα ἂν ἔδωκεν ὁ δεῖνα τὰ ὑπάρχοντα, πολλῷ µᾶλλον ἐνταῦθα. Καίτοι ὅρα τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὅση τίς ἐστιν· οὐκ ἔδωκέ σοι θάνατον ἀγοράζειν τὸν πρόσκαιρον, ἀλλὰ θάνατον τὸν αἰώνιον. Μὴ τὴν µικρὰν ἀγοράσῃς, φησὶ, ζωὴν ταύτην, ἀλλὰ ζωὴν ἐκείνην τὴν αἰώνιον· ἐκείνην σοι πωλῶ, οὐ ταύτην· οὐκ ἐµπαίζω σοι. Κἂν λάβῃς ταύτην, οὐδὲν ἔλαβες· ἐγὼ οἶδα ὅτι ἐκείνη µεγάλη ἐστίν. Ἀλλ' οὐχ οὕτως οἱ κάπηλοι, καὶ οἱ τὰ βιωτικὰ ἐµπορευόµενοι ποιοῦσιν· ἐκείνοις ἂν ἐξῆν ἐµπαῖξαι οἷς βούλονται, καὶ τὸ µικρὸν διδόασιν ἀντὶ τοῦ µεγάλου. Αὐτὸς δὲ οὐχ οὕτως, ἀλλ' ἀντὶ τῶν µικρῶν τὰ πολλῷ µείζονα δίδωσιν. Εἰπέ µοι, εἰ πρὸς ἔµπορόν τινα ἀπελθὼν, δύο λίθων κειµένων, τοῦ µὲν εὐτελοῦς, τοῦ δὲ βαρυτίµου καὶ ἱκανὸν ἐργαζοµένου πλοῦτον, καταθεὶς ἐκείνουτοῦ µικροῦ τὸ τίµηµα, τὸν µέγαν ἔλαβες, ἆρα ἂν ἐνεκάλεσας ἐκείνῳ; Οὐδαµῶς, ἀλλὰ µᾶλλον[ ἂν] ἐθαύµασας. Οὕτω καὶ νῦν κεῖνται δύο ζωαὶ, ἡ πρόσκαιρος καὶ ἡ αἰωνία· πωλεῖ δὲ ταύτης ὁ Θεός· ἀλλὰ ταύτην ἡµῖν πωλεῖ, οὐκ ἐκείνην· τί ἀσχάλλοµεν κατὰ τοὺς ἀνοήτους τῶν παίδων, ὅτι τὸ τίµιον λαµβάνοµεν; Ἔστιν οὖν ἀγοράσαι ζωὴν χρηµάτων, φησί; Ναὶ, ὅταν τὰ ἑαυτῶν, καὶ µὴ τὰ ἀλλότρια καταβάλλωµεν, ὅταν µὴ ἐπίθεσιν ποιῶµεν. Ἀλλ' ἐµὰ λοιπόν ἐστι, φησίν. Οὐκ ἔστι σὰ µετὰ τὴν ἁρπαγὴν, ἀλλ' ἐκείνου ἐστίν· ἀλλότριά ἐστι, κἂν µυριάκις αὐτῶν κύριος ᾖς. Οὐδὲ γὰρ, εἰ παρακαταθήκην λάβοις τὸν καιρὸν, καθ' ὃν ὁ παρακαταθέµενος ἀποδηµεῖ, σὰ ταῦτά ἐστι, καίτοι γε παρὰ σοὶ κεῖται. Εἰ τοίνυν, ἅπερ ἑκόντων καὶ χάριν εἰδότων τῶν παρακαταθεµένων ἐλάβοµεν, οὐκ ἔστιν ἡµέτερα, οὐδὲ ἐκεῖνον τὸν καιρὸν καθ' ὃν ἔχοµεν, πολλῷµᾶλλον ταῦτα, ἅπερ ἀκόντων καὶ µὴ βουλοµένων ἁρπάζοµεν. Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν µυριάκις αὐτὰ ἔχῃς. Ἡµετέρα ὄντως ἐστὶν ἡ ἀρετή· τὰ δὲ χρήµατα οὐδὲ τὰ ἡµέτερα, µήτι γε τὰ ἀλλότρια, ἀλλὰ νῦν µὲν ἡµῶν, αὔριον δὲ οὐχ ἡµῶν. Τὰ δὲ τῆς ἀρετῆς ἡµέτερα· οὐ γὰρ ζηµιοῦται αὕτη, καθάπερ ἐκεῖνα, ἀλλὰ πᾶσι παροῦσά ἐστιν ὁλόκληρος. Ταύτην οὖν κτησώµεθα, καὶ χρηµάτων καταφρονῶµεν, ἵνα δυνηθῶµεν τῶν ὄντως ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἀξιωθῆναι.

Intertext edge

Open linked passage

Note