Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
7.0
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡµέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφηµοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήµεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωµένοι, φιλήδονοι µᾶλλον ἢ φιλόθεοι, ἔχοντες µόρφωσιν εὐσεβείας, τὴν δὲ δύναµιναὐτῆς ἠρνηµένοι. Καὶ τούτους ἀπο τρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχµαλωτίζοντες γυναικάρια σεσωρευµένα ἁµαρτίαις, ἀγόµενα ἐπιθυµίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε µανθάνοντα, καὶ µηδέποτε εἰς ἐπίγνωσιν ἀληθείαςδυνάµενα ἐλθεῖν.
7.1
Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦµα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον ταί τινες τῆς πίστεως· καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόµενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαµβρῆςἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισµῶν πάλιν· Ἐν µεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι µόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα µὴ θορυβῆται Τιµόθεος, µηδὲ ἡµῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ µετὰ ταῦτα ἔσονται, οὐδὲν θαυµαστὸν εἶναι καὶ ἐφ' ἡµῶν. Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡµέρας διαβάλλων λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡµῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συµβαινόντων πραγµάτων ὑπὸ τῶν ἀνθρώπων. Καὶ εὐθέως τὸ πάντων αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπεροψίαν. Ὁ τούτῳ ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκοπεῖ. Ὅταν γὰρ µὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀµελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσπερ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου· οὕτως ὁ καταφρονῶν τὰ ἐκείνου, καὶ τὰ αὑτοῦ ὑπερόψεται. Εἰ γὰρ µέλη ἀλλήλων ἐσµὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου µόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώµατος· καὶ ἡ τοῦ πλησίον βλάβη, οὐ µέχρις ἐκείνου µόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει ταῖς ὀδύναις. Εἰ οἰκοδοµή ἐσµεν, ὅπερ ἂν πάθῃ µέρος, καὶ τῷ λοιπῷ λυµαίνεται· ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν διαβαστάζειν δύναται. Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερεῖδες τοῦ ἀδελφοῦ; σαυτὸν ἠδίκησας. Πῶς; Τὸ µέλος τὸ σὸν βλάβην ὑπέστη οὐ µικράν. Εἰ γὰρ ὁ χρηµάτων µὴ µεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα µὴ ὀρέγων, πολλῷ µᾶλλον ἐκείνουτοῦτο πείσεται, ὅσῳ καὶ ἐν µείζονι ἡ ζηµία γέγονεν· Ἔσονται γὰρ, φησὶν, οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν ὁ µάλιστα ἑαυτὸν µὴ φιλῶν· ὁ δὲ φιλάδελφος, οὗτος µᾶλλόν ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν. Ἀπὸ τούτου ἡ φιλαργυρία. Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυµένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ µικρολόγον. Φιλάργυροι. Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφηµία, ἀπὸ τῆς βλασφηµίας ἀπόνοια καὶ ἀπείθεια. Ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόµενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ. Οὕτω καὶ τὰ ἁµαρτήµατα τίκτεται· πολλάκις κάτωθεν ἄνεισιν. Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ µᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁµοδούλους ἐπιεικὴς, πολλῷ µᾶλλον πρὸς τὸν∆ εσπότην· ὁ δὲ τῶν ὁµοδούλων καταφρονῶν, ὁδῷ προβαίνων καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. Μὴ τοίνυν καταφρονῶµεν ἀλλήλων· διδασκαλία γὰρ αὕτη κακὴ, διδάσκουσα ἡµᾶς τοῦ Θεοῦ καταφρονεῖν. Καὶ ἐν αὐτῷ µὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶµεν, ὅταν ἀλλήλων καταφρονῶµεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν. Πλὴν καὶ ἑτέρως, εἰ βούλεσθε, ἐκ παραδείγµατος τοῦτο ποιήσω φανερόν. Κατεφρόνησε τοῦ ἀδελφοῦ ὁ Κάϊν, κατεφρόνησεν εὐθέως καὶ τοῦ Θεοῦ. Πῶς κατεφρόνησεν; Ὅρα πῶς ὑβριστικῶς ἀποκρίνεται πρὸς τὸν Θεόν· Μὴ φύλαξ εἰµὶ τοῦ ἀδελφοῦ µου; Κατεφρόνησε πάλιν τοῦ ἀδελφοῦ ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ.∆ ιὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐµίσησα.∆ ιὸ καὶ Παῦλός φησι· Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ. Κατεφρόνησαν τοῦ Ἰωσὴφ οἱ ἀδελφοὶ, κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οἱ Ἰσραηλῖται κατεφρόνησαν Μωϋσέως· διὰ τοῦτο κατεφρόνησαν καὶ τοῦ Θεοῦ. Οὕτω καὶ οἱ υἱοὶ Ἠλεὶ κατεφρόνουν τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ. Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰµἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ· καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς. Πάλιν ὁ Ἄβελ ἐπιεικὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν. Μὴ τοίνυν καταφρονῶµεν ἀλλήλων, ἵνα µὴ µάθωµεν καὶ τοῦ Θεοῦ καταφρονεῖν· τιµῶµεν ἀλλήλους, ἵνα µάθωµεν καὶ τὸν Θεὸν τιµᾷν. Ὁ θρασὺς κατὰ ἀνθρώπων, καὶ κατὰ τοῦ Θεοῦ γίνεται θρασύς. Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν συνέλθῃ, τί λοιπὸν λείπεται πρὸς τελείαν ἀπώλειαν; τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁµαρτηµάτων ἐπιῤῥεῖ βόρβορος. Ἀχάριστοι, φησί. Πῶς γὰρ ὁ φιλάργυρος εὐχάριστος ἔσται; τίνι εἴσεται χάριν; Οὐδενί· πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν. Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν κενώσῃς, οὐδεµίαν οἶδέ σοι χάριν· ἀγανακτεῖ, ὅτι µὴ πολλὰ εἶχες, καὶ πολλῶν αὐτὸν πεποίηκας κύριον. Κἂν τῆς οἰκουµένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν· οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι. Ἀκόρεστος ἡ ἐπιθυµία τούτου. Νόσου γάρ ἐστιν ἐπιθυµία. Τοιαῦται δὲ αἱ τῶν νόσων ἐπιθυµίαι.
7.2
Καὶ ὁ πυρέττων οὐδέποτε ἐµφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυµίᾳ µεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ. Οὕτω καὶ ὁ περὶ χρήµατα µαινόµενος, οὐδέποτε οἶδε τὴν ἐπιθυµίαν ἐµπλῆσαι· µηδέποτε δὲ ἐµπιπλάµενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χάριν. Ἐκείνῳ γὰρ εἴσεται µόνῳ τῷ δεδωκότι ὅσα βούλεται· τοῦτο δὲ οὐδεὶς δυνήσεται ποιῆσαι· οὐ γὰρ ἔχει µέτρον ἃ βούλεται· οὐκοῦν οὐδενὶ εἴσεται χάριν. Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος· οὐδὲν οὕτως ἀναίσθητον, ὡς φιλοχρήµατος· τῆς οἰκουµένης ἁπάσης ἐστὶν ἐχθρός· ἀγανακτεῖ ὅτι εἰσὶν ἄνθρωποι· βούλεται γὰρ πάντα ἐρηµίας εἶναι µεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός. Καὶ πολλὰ τοιαῦτα φαντάζεται· Εἰ ἐγένετο σεισµὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων καταχωσθέντων, ἐγὼ µόνος περιελείφθην, ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν· εἰ ἐπῆλθε λοιµὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς· εἰ καταποντισµὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις· καὶ µυρία τοιαῦτα ἐπινοεῖ· χρηστὸν µὲν οὐδὲν, σεισµὸς δὲ καὶ σκηπτοὺς καὶ πολέµους καὶ λοιµοὺς, καὶ πάντα τὰ τοιαῦτα γενέσθαι εὔχεται. Εἰπὲ δή µοι, ἄθλιε καὶ ταλαίπωρε καὶ παντὸς ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυσοῦ, λιµῷ διαφθαρείς; εἰ σεισµὸς ἐγένετο, τῆς οἰκουµένης καταποθείσης, ἀπωλώλεις ἂν καὶ σὺ ὑπὸ τῆς ὀλεθρίας ταύτης ἐπιθυµίας· οὐ γὰρ ὄντος ἀνθρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκεκρότητο. Θῶµεν γὰρ πάντας ἄρδην ἠφανίσθαι τοὺς κατὰ τὴν οἰκουµένην ἀνθρώπους, εἶτα τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον αὐτοµάτως πως εἰς σὲπεριεληλυθέναι( καὶ γὰρ µωρὰ καὶ ἀδύνατα φαντάζονται), καὶ τὸν πλοῦτον ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱµάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτοµάτωςεἰς τὰς σὰς χεῖρας ἐλθεῖν· τί τὸ κέρδος; οὕτως ἂν µάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπωνοὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεµοµένων, δαιµόνων ἐκδειµατούντων σοι τὴν ψυχήν. Καὶ νῦν µὲν αὐτὴν κατέχουσι δαίµονες καὶ πολλοί· τότε δὲ ἄν σε καὶ εἰς ἔκπληξιν ἤγαγον, κἂν εὐθέως ἀπώλεσαν. Ἀλλ' οὐκ ἐβουλόµην, φησὶν, ἀλλ' εἶναι καὶ γεωργοὺς καὶ ἀρτοκόπους. Ἀλλ' ἔµελλον κἀκεῖνοι δαπανᾷν. Ἀλλ' οὐκ ἐβουλόµην αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυµία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀµηχανίαν πραγµάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουµένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι µετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ µοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύµατα, καὶ ζάλη, καὶ χειµὼν, καὶ τρικυµία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή µοι, τοῦτον οὐκ ἐλεήσοµεν οὐδὲ δακρύσοµεν; Ἀλλ' ἐν µὲν τοῖς σώµασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιµία λεγοµένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐµφορούµενος, τοῦ λιµώττεινµὴ ἀπαλλάττηται· ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσοµεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιµία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν µὲν ἐµπίπλαται, οὐδέποτε δὲ ἵσταται, ἀλλ' ὑπὸ τῆς ἐπιθυµίας ἀεὶ κατατείνεται. Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ µυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύµως καταδέξασθαι; Οὐκ ἔστι χρηµάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐµπλῆσαι δύναται. Οὐκ αἰδεσθησόµεθα τοίνυν ἡµεῖς, εἰ περὶ µὲν χρηµάτων οὕτω τινὲς µεµήνασι, περὶ δὲ τὸν Θεὸν ἡµεῖς οὐδὲ τὸ πολλοστὸν µέρος τῆς ἀγάπηςἐπιδεικνύµεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιµότερος ἡµῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ µὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδηµίας καὶ κινδύνους ἐπαλλήλους καὶ µῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑποµένουσιν ἄνθρωποι· ἡµεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆµα προέσθαι ἀνεχόµεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουµένων ἀµῦναι, τὰςτῶν δυναστευόντων ἔχθρας ὑποστελλόµενοι καὶ τοὺς κινδύνους, προδιδόαµεν τὸν ἠδικηµένον· καὶ δύναµιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυµεν αὐτὴν διὰ τὸ µὴ βούλεσθαι µισεῖσθαι µηδὲ ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ µὴ µισοῦ. Τοῦτο δὲ εἰκῆ µισεῖσθαί ἐστι; τί δὲ τοῦ µίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ µῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον. Ὅταν γὰρ φιλώµεθα διὰ τὸν Θεὸν, ἡµεῖς ὀφειλέται ἐσµὲν τῆς τιµῆς· ὅταν δὲ µισώµεθα, αὐτὸς ἡµῖν ὀφειλέτης ἐστὶ τοῦ µισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήµατοι, οὐκ ἴσασι µέτρον ἀγάπης· ἡµεῖς δὲ κἂν µικρόν τι ἐργασώµεθα, τὸ πᾶν ἠνυκέναι νοµίζοµεν. Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡµεῖς τὸν Θεὸν οὐ φιλοῦµεν, ἀλλ' οὐδὲ τὸ πολλοστὸν µέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν µανίαν ἔχουσι· πολλὴ ἡµῶν κατάγνωσις ὅτι οὐ µαινόµεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ( γῆ γὰρ ὁ χρυσὸς ὁ µεταλλικὸς), ὅσην τῇ γῇ τιµὴν ἀπονέµουσινἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέµοµεν ἡµεῖς τῷ πάντων∆ εσπότῃ.
7.3
Ἴδωµεν αὐτῶν τὴν µανίαν, καὶ αἰδεσθῶµεν. Τί γὰρ, εἰ καὶ ἡµεῖς µὴ περικαιόµεθα τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόµεθα σπουδαίως; Ἐνταῦθα µὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσιτὴν ἑαυτῶν· πολλάκις γὰρ ἐν µέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες ἀπῆλθον εἰκῆ πονήσαντες· ἡµεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόµεθα τοῦ ποθουµένου, ἂν αὐτὸν ἀγαπήσωµεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦµεν, ἀλλὰ πάντα κατεψύξαµεν, τὴν πρὸςτὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνηµα ἀνδρεῖον. Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόµος καὶ οἱ προφῆται κρέµανται. Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν· οὕτω καὶ ἡ τῆς ἀγάπης θερµότης ὅπουπερ ἂν ἐµπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυµαινόµενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸςὑποδοχὴν τῶν σπερµάτων ἐργάζεται. Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά· οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία· τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν µὲν οὖν οὕτω ποιεῖ ταπεινὸν ὡς ἀγάπη. Καὶ γὰρ τὰ τῶν οἰκετῶν τοῖς φίλοις διακονούµεθα, καὶ οὐκ αἰσχυνόµεθα, ἀλλὰ καὶ χάριν ἴσµεν τῆς δουλείας ταύτης αὐτοῖς· χρηµάτων οὐ φειδόµεθα, ἀλλ' οὐδὲ σωµάτων πολλάκις· ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε τοῦ φιλουµένου. Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία· οὐ γὰρ µόνον οὐ διαβάλλοµεν τοὺς φίλους, ἀλλὰ καὶ τοὺς διαβάλλοντας ἐπιστοµίζοµεν. Πάντα γαληνὰ, πάντα ἥµερα, µάχης καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται· πάντα εἰρήνης µεστά· Πλήρωµα γὰρ νόµου, φησὶν, ἡ ἀγάπη· οὐδὲν ἀηδὲς παρ' αὐτῇ. Πῶς; Αὐτὰ γὰρ τὰ ἁµαρτήµατα, πλεονεξία, ἁρπαγὴ, φθόνος, κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦδος, ταῦτα πάντα καταλύεται, τῆς ἀγάπης οὔσης· ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόµενοι· τὸν δὲ ἀγαπώµενον οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουµένῳ· χάριν γὰρ ἔχοµεν µᾶλλον, ἢ εἰ λάβοιµεν παρ' αὐτοῦ. Ἴστε ταῦτα ὅσοι φίλους ἐσχήκατε· φίλους οὐ µέχρι ὀνόµατος λέγω, οὐδὲ ἐκ ψιλῆς προσηγορίας, ἀλλ' εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν ἔδει, εἴ τις προσεδέθη τινί. Εἰ δέ τινες οὐκ ἴσασι, παρὰ τῶν εἰδότων µαθέτωσαν. Νῦν διηγήσοµαι ὑµῖν ἀπὸ τῶν Γραφῶν φιλίαν θαυµαστήν. Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν ἐφίλησε τὸν∆ αυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή· οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ' ἐµὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Εἰς θάνατον ἐτραυµατίσθης ἐµοί. Τί οὖν; ἐκεῖνος ἄρα ἐφθόνησεν αὐτῷ; Οὐδαµῶς, καίτοι γε εἶχεν ἀνάγκην τοῦ φθονεῖν. Πῶς; Ἀπὸ γὰρ τῶν πραγµάτων ἑώρα τὴν βασιλείαν ἐρχοµένην εἰς αὐτὸν, καὶ ὅµως οὐδὲν ἔπαθε τοιοῦτον· οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ ἐµὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον. Ἀλλὰ µή τις αὐτὸν πατραλοίαν νοµιζέτω· οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας κατεῖχε. Μᾶλλον ἐφείδετο, ἢ ἠδίκει· οὐκ ἀφῆκεν αὐτὸν εἰς φόνον ἄδικον ἐκβῆναι. Ἠθέλησε καὶ ἀποθανεῖν πολλάκις δι' αὐτόν. Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπεστόµισεν· οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ συγκατεσκεύασεν· οὐ χρηµάτων αὐτῷ µετέδωκε µόνον, ἀλλὰ καὶ σωτηρίας. Τί λέγω χρηµάτων; καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ προήκατο. Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα διὰ τὸν φίλον, ἐπειδὴ ὁ µὲν ἀδίκοις ἐπεχείρει πράγµα σιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον. Ἐκεῖ µὲν οὖν µετὰ τοῦ δικαίου ἦν ἡ φιλία· οὗτος οὖν ὁ Ἰωνάθαν. Ἴδωµεν δὲ λοιπὸν καὶ τὸν∆ αυΐδ. Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀµοιβάς· προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ∆ αυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο. Τί οὖν; ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωµεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν ὁ δίκαιος. Καλὸς ἐµοὶ, φησὶν, Ἰωνάθαν· εἰς θάνατον ἐτραυµατίσθης ἐµοί. Ἆρα τοῦτο µόνον; οὐ µικρὸν γὰρ καὶ τοῦτο· πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀποµνηµονεύων τοῦ πατρὸς τὴν χάριν· καὶ διετέλει καθάπερ υἱοῦ τινος ἔγγονα διατηρῶν καὶ διαφυλάττων. Τοιαύτην ἐγὼ βούλοµαι φιλίαν πάντας ἔχειν, καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας.
7.4
Αἱ γυναῖκες ἀκουέτωσαν( µάλιστα γὰρ διὰ τοῦτο εἶπον πρὸς ἀπελθόντας), αἱ δευτέροις ὁµιλοῦσαι γάµοις, καὶ τὴν εὐνὴν διαφθείρουσαι τοῦτετελευτηκότος, αἱ στέρξασαι τὸν πρότερον. Οὐκ ἀπαγορεύων τὸν δεύτερον γάµον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φηµι· οὐ γὰρ ἀφίησί µε ὁ Παῦλος, χαλινὸν ἐπιτιθείς µου τῷ στόµατι, καὶ λέγων ταῖς γυναιξὶν, Ἐὰν δὲ καὶ γήµῃ, οὐχ ἥµαρτεν. Ἀλλ' ἴδωµεν καὶ τὸ ἑξῆς· Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω µείνῃ· πολλῷ τοῦτο βέλτιον ἐκείνου.∆ ιὰ τί;∆ ιὰ πολλά. Εἰ γὰρ τοῦ γαµῆσαι τὸ µηδ' ὅλως γαµῆσαι βέλτιον, πολλῷ µᾶλλον τοῦτο ἐκείνου βέλτιον. Ἀλλ' οὐκ ἤνεγκάν τινες, φησὶ, τὴν χηρείαν, ἀλλὰ συµφοραῖς περιέπεσον· οὐ γὰρ ἔγνωσαν τί ἐστι χηρεία. Οὐ τοῦτό ἐστι χηρεία, τὸ µὴ δευτέροις ὁµιλῆσαι γάµοις, ὥσπερ οὖν οὐδὲ παρθενία τοῦτό ἐστι τὸ ἀπειρόγαµον εἶναι· ἀλλὰ τί; Ὥσπερ ἐκεῖ τὸ εὔσχηµον καὶ εὐπρόσεδρον, οὕτως ἐνταῦθα τὸ µεµονῶσθαι, τὸ προσκαρτερεῖν ταῖς δεήσεσι, τὸ τρυφῆς ἀπηλλάχθαι καὶ σπατάλης· Ἡ γὰρ σπαταλῶσα, φησὶ, ζῶσα τέθνηκεν. Εἰ µέλλοις χήρα µένουσα τὸν αὐτὸν κόµπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαµῆσαι· οὐ γὰρ ἡ µίξις κακὸν, ἀλλ' ἡ πολυπραγµοσύνη. Σὺ δὲ τὸ µὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ' ὑπὸ ἔγκληµα ὂν, τοῦτο ὑποµένεις.∆ ιὰ τοῦτο ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν χηρεῦσαι καλῶς. Βούλει µαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωµα; ἄκουε Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβοµένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβληµένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν. Μετάθες τοίνυν τὸν πλοῦτον τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν τῆς χηρείας τὸ φορτίον. Τί οὖν, ἂν παῖδας ἔχω τοῦ πατρῴου κλήρου διαδόχους, φησί; Παίδευε κἀκείνους χρηµάτων καταφρονεῖν· τὰ σαυτῆς µετάθες, ἐκείνοις ἀπονείµασα τοσοῦτον ὅσον ἀρκεῖ· παίδευε κἀκείνους εἶναι χρηµάτων κρείττους. Τί οὖν, ἂν περιῤῥέῃ, φησὶν, ἀνδραπόδων πλῆθος; ἐὰν πραγµάτων ἐσµὸς, χρυσίον, ἀργύριον; πῶς ἱκανὴ πρὸς ταύτην ἔσοµαι τὴν φυλακὴν, δεοµένη ἀνδρὸς προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις· καὶ τοῦτο δῆλον πολλαχόθεν. Εἰ γὰρ µὴ ἐφίεσαι χρηµάτων, µηδὲ πλείω τὰ ὄντα ποιῆσαι θέλεις, κοῦφόν σοι τὸ φορτίον· φορτικώτερον τοῦ φυλάξαι πολλῷ πλέον ἐστὶ τὸ περιβαλέσθαι. Ἂν τοίνυν τὸ ἓν ἐκκόψῃς, τὸ περιβαλέσθαι, φησὶ, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεοµένοις χορηγῇς, ὁ Θεὸς ὑπερασπιεῖ τὴν χεῖρα τὴν αὐτοῦ· κἂν ὄντως τῆς τῶν ὀρφανῶν κληρονοµίας προεστῶσα ταῦτα λέγῃς, οὐχὶ δὲ προφάσει ταύτης κέκτησαι φιλαργυρίᾳ, οἶδεν ὁ τὰς καρδίας ἐµβατεύωνἐν ἀσφαλεῖ τὸν ἐκείνων καταστῆσαι πλοῦτον, αὐτὸς ὁ ἐπιτάξας τεκνοτροφεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οἰκίαν ὑπὸ ἐλεηµοσύνης ἐῤῥιζωµένην παθεῖν τι δεινόν· ἀλλὰ κἂν πάθῃ πρὸς καιρὸν, εἰς ἀγαθὸν τελευτήσει. Τοῦτο µᾶλλον ἀσπίδος καὶ δόρατος ἔσται πάσῃ τῇ οἰκίᾳ. Ἄκουε τί φησιν ὁ διάβολος περὶ τοῦ Ἰώβ· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω;∆ ιὰ τί; ἄκουε αὐτοῦ Ἰὼβ λέγοντος· Ὀφθαλµὸς ἤµην τυφλῶν, φησὶ, ποῦς χωλῶν, πατὴρ ὀρφανῶν. Ὥσπερ ὁ µὴ ἀποσχίζων ἑαυτὸν τῶν ἀλλοτρίων συµφορῶν, οὐδέποτε οὐδὲ ἐν τοῖς οἰκείοις πείσεταί τι κακοῖς, ὅταν ἐν τῷ συναλγεῖν µανθάνῃ· οὕτως ὁ µὴ βουλόµενος τὴν ἀπὸ τῆς συµπαθείας φέρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώµατος ἡ χεὶρ, τοῦ ποδὸς σηποµένου, ἂν µὴ συµπαθῇ καὶ τραῦµα καθάρῃ καὶ φάρµακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖςἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ µὴ βουληθεῖσα διακονῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει· ἐκεῖθεν γὰρ ἕρπον τὸ κακὸν ἥξει καὶ ἐπὶ ταύτην, καὶ οὐκέτι περὶ διακονίας ὁ λόγος αὐτῆς ἔσται, ἀλλὰ περὶ ἰατρείας καὶ ἀπαλλαγῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὁ µὴ βουλόµενος ἑτέροις συµπάσχειν, αὐτὸς ἀλγήσει. Περιέφραξας αὐτοῦ, φησὶ, τὰ ἔσω καὶ τὰ ἔξω, καὶ οὐ τολµῶ ἐπελθεῖν. Ἀλλ' ἔπαθε, φησὶ, δεινά. Ἀλλὰ τὰ δεινὰ ἐκεῖνα πολλῶν ἐγένετο ἀγαθῶν αἰτία· διπλασίων ἡ οὐσία, µείζων ὁ µισθὸς, πλείων ἡ δικαιοσύνη, λαµπροὶ οἱ στέφανοι, φαιδρὰ τὰ βραβεῖα, καὶ τὰ πνευµατικὰ καὶ τὰ βιωτικὰ ηὐξήθη. Ἀπώλεσε παῖδας; ἀλλ' ἔλαβεν, οὐ τοὺς αὐτοὺς, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων, καὶ ἐκείνους δὲ ἔσωζεν ἐν τῇ ἀναστάσει. Εἰ τοὺς αὐτοὺς ἀνέλαβεν, ἠλάττωτο ἂν αὐτῷ τὰ τοῦ ἀριθµοῦ· νῦν δὲ ἑτέρους δοὺς ἀντ' ἐκείνων, καὶ ἐκείνους ἐν τῇ ἀναστάσει παραστήσει. Ταῦτα πάντα αὐτῷ ἀπὸ τοῦ πρόχειρον αὐτὸν εἶναι περὶ τὰς ἐλεηµοσύνας ὑπῆρξεν· ὅπερ καὶ ἡµεῖς ποιήσωµεν, ἵνα τῶν αὐτῶν ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ Ἀµήν.