Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡµέραις ἐν στήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφηµοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήµεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωµένοι, φιλήδονοι µᾶλλον ἢ φιλόθεοι.
8.1
Εἴ τις ἐπὶ τοῖς αἱρετικοῖς ἀσχάλλει νῦν, ἐννοείτω, ὅτι καὶ ἐξ ἀρχῆς τοιαῦτα γέγονεν, ἀεὶ τοῦ διαβόλου τῇ ἀληθείᾳ τὸ ψεῦδος παρυφιστῶντος. Ἐπηγγείλατο ὁ Θεὸς ἐξ ἀρχῆς τὰ ἀγαθὰ, ἦλθε καὶ ὁ διάβολος ἐπαγγελλόµενος· ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί. Ἐπειδὴ γὰρ ἔργοις οὐδὲν ἐδείκνυ, ῥήµασι τὰ µείζονα ὑπισχνεῖται. Τοιοῦτον γὰρ οἱ ἀπατεῶνες. Μετὰ ταῦτα ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ, εἶτα οἱ υἱοὶ τοῦ Σὴθ καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων, εἶτα ὁ Χὰµ καὶ ὁ Ἰάφεθ, ὁ Ἀβραὰµ καὶ ὁ Φαραὼ, ὁ Ἰακὼβ καὶὁ Ἡσαῦ· καὶ µέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ µάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται, οἱ ἀπόστολοι καὶ οἱ ψευδαπόστολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος. Καὶ πρότερον οὖν, καὶ τότε τὰ αὐτὰ ἦν. Τότε ὁ Θευδᾶς, τότε ὁ Σίµων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρµογένην καὶ Φίλητον. Οὐκ ἔστιν οὖν ὅτε οὐ παρυφέστηκε τῇ ἀληθείᾳ τὸ ψεῦδος. Μὴ τοίνυν ἀσχάλλωµεν, ἄνωθεν ταῦτα εἴρηται.∆ ιὰ τοῦτο ἔλεγε· Γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡµέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφηµοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι. Ἄρα ὁ ἀχάριστος ἀνόσιος· εἰκότως. Ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; Ὁ ἀχάριστος ἄσπονδος, ὁ ἀχάριστος ἄστοργος.∆ ιάβολοι, φησί· τουτέστι, κακήγοροι. Οἱ γὰρ µηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραµυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφηµεῖν, µυρία πληµµελοῦσι καὶ ἁµαρτάνουσιν. Ἀκρατεῖς, καὶ γλώσσης καὶ γαστρὸς καὶ τῶν ἄλλων ἁπάντων. Ἀνήµεροι. Ἐντεῦθεν ἡ ὠµότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν τις φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. Ἀφιλάγαθοι, προδόται, προπετεῖς. Προδόται, τῆς φιλίας· Προπετεῖς, τουτέστιν, οὐδὲν βεβηκὸς ἔχοντες. Τετυφωµένοι· ἀπονοίας πεπληρωµένοι. Φιλήδονοι µᾶλλον ἢ φιλόθεοι· ἔχοντες µόρφωσιν εὐσεβείας, τὴν δὲ δύναµιν αὐτῆς ἠρνηµένοι. Καὶ ἐν τῇ πρὸς Ῥωµαίους γράφων, οὕτω πώς φησιν· Ἔχοντες τὴν µόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόµῳ. Ἀλλ' ἐκεῖ µὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώµατα χαλεπώτερον τοῦτο δείκνυσι τὸ ἁµάρτηµα. Τί δήποτε; Ὅτι οὐ κατὰ τὸ αὐτὸ σηµαινόµενον αὐτὸ ἔλαβεν. Ὥσπερ γὰρ τὴν εἰκόνα πολλάκις µὲν εἰς ὁµοίωσιν λαµβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαµινόν· οἷον καθάπερ καὶ αὐτός φησι Κορινθίοις γράφων· Ἀνὴρ µὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ὁ δὲ Προφήτης· Πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· καὶ τὸν λέοντα ἡ Γραφὴ ποτὲ µὲν εἰς τὸ βασιλικὸν λαµβάνει· Ἐκοιµήθη, φησὶν, ὡς λέων, καὶ ὡς σκύµνος λέοντος· τίς ἐγερεῖ αὐτόν; ποτὲ δὲ εἰς τὸ ἁρπακτικόν· Ὡς λέων ἁρπάζων καὶ ὠρυόµενος· οὕτω καὶ ἡµεῖς τὸ αὐτὸ ποιοῦµεν. Ἐπειδὴ γὰρ τὰ πράγµατα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγµατα παρείληπται· οἷον, τὴν καλὴν ὅταν θαυµάζειν βουλώµεθα, ταῖς γραφαῖς παρεικάζοµεν, καὶ τὰς γραφοµένας ὅταν θαυµάζειν βουλώµεθα, λέγοµεν ὅτι λαλεῖ, ὅτι φθέγγεται· οὐ ποιοῦµεν δὲ τὸ αὐτό· ἐκεῖ µὲν γὰρ, ὅτι ἐγγὺς ὁµοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς. Οὕτω καὶ ἐν τῇ µορφῇ, ἐκεῖ µὲν, ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ, ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆµα µόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ. Ἄρα σχῆµά ἐστι µόνον χωρὶς δυνάµεως πίστις χωρὶς ἔργων· εἰκότως. Ὥσπερ γὰρ σῶµα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν µὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφηµένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Θῶµεν γὰρ εἶναί τινα φιλάργυρον, προδότην, προπετῆ· εἶτα πιστεύειν ὀρθῶς· τί τὸ κέρδος ἂν µηδὲν ἔχῃ τῶν τῷ Χριστιανῷ πρεπόντων; ὅταν µηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ τοὺς Ἕλληνας παρ ελαύνῃ τῇ ἀσεβείᾳ; ὅταν ἐπὶ λύµῃ τῶν συνόντων ᾖ; ὅταν ἐπὶ βλασφηµίᾳ τοῦ Θεοῦ; ὅταν διαβάλλῃ τὸ δόγµα διὰ τῶν ἔργων; Καὶ τούτους, φησὶν, ἀποτρέπου. Εἰ τοίνυν ἐν ὑστέροις καιροῖς τοιοῦτοι ἔσονται, πῶς φησι, Καὶ τούτους ἀποτρέπου; Εἰκὸς µὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ µὴ µεθ' ὑπερβολῆς, ἀλλ' ὅµως εἶναι· τὸ δ' ἀληθὲς δι' ἐκείνου πᾶσι παραινεῖ, ὥστε ἐκτρέπεσθαι τοὺς τοιούτους. Ἐκ τούτων γάρ εἰσι, φησὶν, οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχµαλωτίζοντες γυναικάρια σεσωρευµένα ἁµαρτίαις, ἀγόµενα ἐπιθυµίαις ποικίλαις, πάντοτε µανθάνοντα, καὶ µηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάµενα ἐλθεῖν.
8.2
Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρηµένους, τῷ ὅπλῳ, ᾧ ὁ διάβολος κατὰ τοῦ Ἀδὰµ ἐχρήσατο; Ἐνδύνοντες εἰς τὰς οἰκίας, φησίν. Εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Ἐνδύνοντες; τὸ ἄτιµον, τὴν ἀπάτην, τὴν κολακείαν; Καὶ αἰχµαλωτίζοντες γυναικάρια. Ὥστε γυναικάριον ὁ εὐεξαπάτητος, καὶ ἀνδρὸς πόῤῥω. Γυναικῶν δὲ τὸ ἀπατᾶσθαι, µᾶλλον δὲ οὐδὲ γυναικῶν, ἀλλὰ γυναικαρίων. Σεσωρευµένα. Ὅρα πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι, ἀπὸ τῶν ἁµαρτιῶν, ἀπὸ τοῦ µηδὲν ἑαυταῖς συνειδέναι καλόν. Καὶ σφόδρα κυρίως εἶπε, Σεσωρευµένα· τὸ πλῆθος γὰρ τῶν ἁµαρτιῶν διὰ τούτου παρίστησι, καὶ τὸ ἄτακτον καὶ συγκεχυµένον. Ἀγόµενα ἐπιθυµίαις ποικίλαις. Οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς γυναῖκας εἶπεν, ἀλλὰ τοιάσδε γυναῖκας. Τί ἐστι, Ποικίλαις; Ἐνταῦθα πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχηµοσύνην, τὴν λαγνείαν. Ποικίλαις, φησὶν, ἐπιθυµίαις, τουτέστι, χρηµάτων, δόξης, τρυφῆς, αὐθαδείας, τιµῆς. Ἴσως δὲ καὶ ἑτέρας αἰσχρὰς ἐπιθυµίας αἰνίττεται. Πάντοτε µανθάνοντα, καὶ µηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάµενα.∆ ιὰ τί ταῦτά φησιν; Οὐ συγγινώσκων αὐταῖς, ἀλλὰ καὶ σφόδρα καταπειλῶν. Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυµίαις ἐκείναις καὶ τοῖς ἁµαρτήµασιν, ἐπωρώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαµβρῆς ἀντέστησαν Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Τίνες εἰσὶν οὗτοι οἱ µάγοι οἱ ἐπὶ Μωϋσέως; πῶς δὲ αὐτῶν τὰ ὀνόµατα οὐδαµοῦ ἐµφέρεται ἀλλαχοῦ; Ἢ ἀγράφως παραδέδοται, ἢ ἀπὸ τοῦ Πνεύµατος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτω καὶ οὗτοι, φησὶν, ἀντιστήσονται τῇ ἀληθείᾳ, ἄνθρωποι τὸν νοῦν κατεφθαρµένοι ἀδόκιµοι περὶ τὴν πίστιν· ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον. Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Ἀλλ' οὐ προκόψουσι, φησί. Πῶς οὖν λέγει ἀλλαχοῦ, ὅτι Προκόψουσιν ἐπὶ πλεῖον ἀσεβείας· ἐνταῦθα δὲ, Οὐ προκόψουσιν; Ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόµενοι καινοτοµεῖν καὶ πλανᾷν, οὐ στήσονται τῆς πλάνης, ἀλλ' ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγµατα διεφθαρµένα· καὶ γὰρ ἡ πλάνη οὐδαµοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινας παρακρούεσθαι, ἀλλ' εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαµένει. Τοιαῦτα γὰρ τὰ µὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς καιρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ' οὐ τὰ ἡµέτερα τοιαῦτα· καὶ τούτων σὺ µάρτυς· οὐ γὰρ ἐν ἀπάτῃ τὰ ἡµέτερα· τίς γὰρ ἂν ὑπὲρ ἀπάτης καὶ ἀποθανεῖν ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς µου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρεγένου, ἀλλὰ παρηκολούθηκας. Ἐνταῦθα τὸν χρόνον σηµαίνει πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, Παρηκολούθηκας τῇ διδασκαλίᾳ. Τοῦτο περὶ λόγου. Τῇ ἀγωγῇ· τοῦτο περὶ βίου. Τῇ προθέσει· τοῦτο περὶ προθυµίας καὶ τοῦ παραστήµατος τῆς ψυχῆς. Οὐχὶ ἔλεγον µὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις µόνον ἐφιλοσόφουν. Τῇ πίστει, τῇ µακροθυµίᾳ. Πῶς οὐδέν µε τούτων, φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑποµονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ µακροθυµίᾳ, φησί. Πρὸς τοὺς αἱρετικοὺς πολλὴν ἐπεδεικνύµην τὴν µακροθυµίαν. Τῇ ὑποµονῇ, πρὸς τοὺς διωγµούς. Τοῖς διωγµοῖς, τοῖς παθήµασι.∆ ύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ µὴ καρτερεῖν ἐν τοῖς παθήµασιν. Ἀλλ' ὅµως ὑπὲρ τούτων πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡµᾶς οὐδὲν βλάψαι δυνήσονται, καὶὅτι ἐν τῷ κόσµῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν αὐτὸν περὶ τῶν θλίψεων διαλεγόµενον; Οἷα µοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα µόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριµα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγµάτων τούτων µέµνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθµεῖται κατ' εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιµος· πρὸς γὰρ παραµυθίαν τοῦ µαθητοῦ, οὐ πρὸς ἐπίδειξιν λέγει. Ἀντιόχειαν δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιµόθεος. Οἵους διωγµοὺς ὑπέµεινα. Ἀµφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυµίαν παρειχόµην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι προέδωκέ µε ὁ Θεὸς, ἀλλὰτὸν στέφανόν µοι λαµπρότερον εἰργάσατο. Οἵους διωγµοὺς ὑπέµεινα, φησὶ, καὶ ἐκ πάντων µε ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
8.3
Τί δὲ ὅλως λέγω περὶ ἐµαυτοῦ, φησίν; ἕκαστος τῶν θελόντων ζῇν εὐσεβῶς, διωχθήσεται.∆ ιωγµοὺς ἐνταῦθά φησι τὰς θλίψεις, τὰς ὀδύνας. Καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα λύπης εἶναι χωρὶς, θλίψεως, ὀδύνης, πειρασµῶν· πῶς γὰρ, ὁ στενὴν καὶ τεθλιµµένην ὁδεύων ὁδόν; ὁ ἀκούσας, ὅτι Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε; Εἰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ µᾶλλον τότε; Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες, φησὶ, προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώµενοι. Μηδέν σε θορυβείτω τούτων, φησὶν, εἰ ἐκεῖνοι µὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειρασµοῖς· τοιαύτη τοῦ πράγµατος ἡ φύσις ἐστίν. Ἐκ τῶν ἐµῶν δύνασαι µαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεµοῦντα τοῖς πονηροῖς µὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα εὐωχεῖσθαι. Μηδεὶς τοίνυν τῶν ἀθλούντων ἄνεσιν ζητείτω, µηδεὶς ἐν εὐθυµίᾳ εἶναι. Πάλιν τὰ παρόντα ἀγὼν, πόλεµος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώνων τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως οἱ καιροί· οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός. Οὐδεὶς ἀποδυσάµενος καὶ ἀλειψάµενος ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲ ἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυµιῶν µὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως µὴ µάχῃ. Σὺ δὲ, µένε ἐν οἷς ἔµαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔµαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράµµατα οἶδας τὰ δυνάµενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης∆ αυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευοµένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· Σὺ δὲ, µένε ἐν οἷς ἔµαθες καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς, Ἔµαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν, Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, µὴ θορυβοῦ, ἐπεὶ καὶ ὁ Ἀβραὰµ ἐναντία ἑώρα, ἀλλ' οὐδὲν ἔπαθεν· ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ ἐταράττετο. Μηδεὶς σκανδαλιζέσθω ἐπὶ τοῖς πονηροῖς· τοῦτο ἄνωθεν εἶπεν ἡ Γραφή. Τί οὖν, ὅταν καὶ ἀγαθοὶ εὐφραίνωνται, καὶ πονηροὶ κολάζωνται; Τὸ µὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι· πονηροὺς µὲν γὰρ κολάζεσθαι ἔνι, ἀγαθοὺς δὲ εὐφραίνεσθαι ἀεὶ οὐκ ἔνι. Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ' ὅµως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν στεναγµοῖς νυκτὸς καὶ ἡµέρας. Μετὰ δακρύων γὰρ, φησὶ, νύκτα καὶ ἡµέραν τριετίαν νουθετῶν οὐκ ἐπαυσάµην· καὶ πάλιν, Ἡ ἐπισύστασίς µου ἡ καθ' ἡµέραν, φησίν. Οὐ σήµερον µὲν ἔχαιρεν, αὔριον δὲ ἤλγει, ἀλλὰ καθ' ἡµέραν οὐ διελίµπανεν ὀδυνώµενος Πῶς οὖν φησι, Πονηροὶ προκόψουσιν ἐπὶ τὸ χεῖρον; Οὐκ εἶπεν, ὅτι ἀνέσεως τυγχάνουσιν, ἀλλ', Ἐπὶ τὸ χεῖρον προκόψουσιν· εἰς τὸ χεῖρον ἡ προκοπὴ αὕτη. Οὐκ εἶπεν, Ἐν εὐθηνίᾳ ἔσονται. Εἰ δὲ καὶ κολάζονται, διὰ τοῦτο κολάζονται, ἵνα µὴ νοµίσῃς ἀτιµώρητα εἶναι τὰ ἁµαρτήµατα. Ἐπειδὴ γὰρ ἡ γέεννα οὐκ ἰσχύει κωλῦσαι ἡµᾶς τῆς κακίας, φειδόµενος ἡµῶν διυπνίζει καὶ διανίστησιν ἡµᾶς. Εἰ µηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἂν ἐνόµιζεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγµασιν· εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαµβανόντων.∆ ιὰ τοῦτο καὶ κολάζει, καὶ οὐ κολάζει· διὰ τοῦτο ἐνταῦθα δίκαιοι θλίβονται, ὅτι πάροικοί εἰσιν, ὅτι ξένοι, ὅτι ἐν ἀλλοτρίᾳ εἰσίν. Οἱ δίκαιοι τοίνυν δοκιµῆς ἕνεκεν ταῦτα ὑποµένουσιν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος πρὸς τὸν Ἰὼβ, Οἴει µε ἄλλως σοι κεχρηµατικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Οἱ δὲ ἁµαρτωλοὶ ἐὰν καί ποτέ τι τοιοῦτον ὑποµείνωσι, δίκην τιννύουσι τῶν ἁµαρτιῶν. Ἐν πᾶσι τοίνυν εὐχαριστῶµεν τῷ Θεῷ, εἴτε οὕτως, εἴτε ἐκείνως· ἀµφότερα γὰρ χρήσιµα. Οὐδὲν µισῶν, οὐδὲ ἀποστρεφόµενος ἡµᾶς ποιεῖ, ἀλλ' ἀµφότερα φροντίζων καὶ κηδόµενος. Εἰδὼς, φησὶν, ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράµµατα οἶδας. Τουτέστιν, Ἐκ πρώτης ἡλικίας τὰ ἱερὰ γράµµατα ἔµαθες. Ἱερὰ δὲ γράµµατα τὰς θείας καλεῖ Γραφάς. Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ µηδὲν παραβλάπτεσθαι. Κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, οὐ χρόνῳ τραφεῖσα πολλῷ· οὐδὲν αὐτὴν παρατρέψαι δύναται. Εἰπὼν δὲ, Τὰ ἱερὰ γράµµατα, ἐπήγαγε, Τὰ δυνάµενά σε σοφίσαι· τουτέστιν, Οὐκ ἀφιᾶσιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοί.
8.4
Ὁ γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινοµένων σκανδαλίζεται, πάντα φέρει γενναίως, τὰ µὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳτῆς τοῦ Θεοῦ οἰκονοµίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγµατα εὑρίσκων ἐν ταῖς Γραφαῖς. Ἐπεὶ καὶ τὸ µὴ πάντα περιεργάζεσθαι, καὶ τὸ µὴ πάντα θέλειν εἰδέναι, µέγα τοῦ εἰδέναι τεκµήριον. Καὶ εἰ βούλεσθε, ἐπὶ παραδείγµατος ἐρῶ· Ἔστω ποταµὸς, µᾶλλον δὲ ἔστωσαν ποταµοὶ( οὐ κατὰ συγχώρησιν λέγω, ἀλλ' ὅπερ εἰσὶν οἱ ποταµοί)· οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ' οἱ µὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν ἀποπνίξαι τὸν ἀγνοοῦντα· καὶ ἐνταῦθα µὲν ἴλιγγοι, ἐκεῖ δὲ οὐκέτι. Τὸ οὖν µὴ θέλειν πᾶσιν ὁµοίως ἐπιχειρεῖν, καλὸν, καὶ τὸ µὴ θέλειν πάντα τὰ βάθη εἰδέναι, οὐ µικρὸν τοῦ εἰδέναι τεκµήριον· ὡς ὅ γε βουλόµενος παντὸς τοῦ µέρους τοῦ ποταµοῦ κατατολµᾷν, οὗτος µάλιστα οὐκ οἶδε τῶν ποταµῶν τὰ ἰδιώµατα, καὶ ἀπολεῖται πολλάκις ἀπὸ τῆςαὐτῆς θρασύτητος τοῦ βάθους κατατολµήσας, ἀφ' ἧς διέβαινε τὸ µὴ βαθύ. Οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, ὁ πάντα θέλων εἰδέναι, καὶ πάντων κατατολµῶν, οὗτος οὐκ οἶδε µάλιστα τί ἐστι Θεός. Ἀλλ' ἐν µὲν τοῖς ποταµοῖς τὸ µὲν πλέον µέρος ἀσφαλὲς, ὀλίγοι δὲ ἴλιγγοι καὶ βάθη· ἐπὶ δὲ τοῦ Θεοῦ τὸ πλέον ἐν ἀποκρύφοις, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ ἔργα αὐτοῦ. Τί τοίνυν βιάζῃ καταποντίσαι σαυτόν; Τοῦτο µόνον ἴσθι, ὅτι πάντα ὁ Θεὸς οἰκονοµεῖ, ὅτι πάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσµεν, ὅτι τὰ µὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸνγίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήµατος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡµετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡµετέρου µόνον, πάντα τὰ ἀγαθὰ ἀπότε τοῦ ἡµετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει.∆ ιὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθµει τίνα µὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ µετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁµαρτωλοὶ, ἵνα τῶν ἁµαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁµαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα µὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα µὴ τὴνκακίαν ἐπαινετὴν εἶναι νοµίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραµµατισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθµὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα µερίζειν καὶ πολυπλασιάζειν δυνατὸνἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθµοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράµµατα µεµαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντοµώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα µὴ ἡ ἀρετὴ δόξῃ µισητὴ εἶναι· ὅτι οἱ πονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε µὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, µηδὲ ἀτιµώρητα τὰ πράγµατα· ὅτι οὐ κολάζονται πάντες, ἵνα µὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαµβάνουσιν, ἵνα ἐκεῖ τιµωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ µέσον ἡµῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώµεθα, οὐδὲν ἡµᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωµεν συνεχῶς, εὑρήσοµεν καὶ παραδείγµατα τοιαῦτα πολλά· Τὰ δυνάµενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται αἱ Γραφαὶ, καὶ τὰ µὴ πρακτέα· ἄκουε γὰρ τοῦ µακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόµος; Εἰ δὲ ὁ τὸ γράµµα δεικνὺς φῶς, τὸ γράµµα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦµα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ µέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης ἐµάθοµεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωµεν ἀλόγοις πράγµασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχµάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονοµεῖ. Εἰπέ µοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρηµίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ µέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁµοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀµφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσµου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
8.5
Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συµβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναµιν προγνωστικὴν, ἐµοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ µεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ µεγαληγορίας. Ἁµαρτηµάτων µὲν γάρ εἰµι µεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιµι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐµὲ τὸν ἄνδρα τὸν µάγον, εἴ τινα ἔχει δύναµιν προγνωστικὴν, εἰπάτω τί µοι συµβήσεται, αὔριον τί ἔσται µοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰµὶ, καὶ οὐκ ἔχει τὴν ἐµὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύοµαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεµήνυσε. Μάλιστα µὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, µᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήµατα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη.∆ ιὰ τί µὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρηµάτων µὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίµπραντο, καὶ πολλοὶ συναπώλλυντο.∆ ιὰ τί µὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία µόνον τὸ πρᾶγµά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡµῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο µὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς µανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ µὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀµφοτέραις ταῖς ἰγνύαις ὑµῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅµα προσῆλθες, ἅµα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισµένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀµφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ µὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, µάλιστα µὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ µέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ µαθὼν, ἢ λύπην περιττήν· τὸ µὲν γὰρ πρᾶγµα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέµεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡµῖν πάντων προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσµεν, ὅτι τὰ µὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήµατοςαὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡµετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡµετέρου µόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡµετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτιοὐδὲν αὐτὸν λανθάνει.∆ ιὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθµει τίνα µὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης, ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ µετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν, οἱ ἁµαρτωλοὶ, ἵνα τῶν ἁµαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁµαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα µὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα µὴ τὴνκακίαν ἐπαινετὴν εἶναι νοµίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραµµατισταῖς ὁ τῶν ἑξακισχιλίων ἀριθµὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα µερίζειν καὶ πολυπλασιάζειν δυνατὸνἐν τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθµοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράµµατα µεµαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντοµώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι, καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα µὴ ἡ ἀρετὴ δόξῃ µισητὴ εἶναι· ὅτι οἱ πονηροὶ εὐφραίνονται, ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε µὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, µηδὲ ἀτιµώρητα τὰ πράγµατα· ὅτι οὐ κολάζονται πάντες, ἵνα µὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται, καὶ τῶν πονηρῶν οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαµβάνουσιν, ἵνα ἐκεῖ τιµωρηθῶσιν· ὅτι ἀκατάληπτα τὰ πλείονα τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ µέσον ἡµῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώµεθα, οὐδὲν ἡµᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωµεν συνεχῶς, εὑρήσοµεν καὶ παραδείγµατα τοιαῦτα πολλά· Τὰ δυνάµενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται αἱ Γραφαὶ, καὶ τὰ µὴ πρακτέα· ἄκουε γὰρ τοῦ µακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόµος; Εἰ δὲ ὁ τὸ γράµµα δεικνὺς φῶς, τὸ γράµµα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦµα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ µέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης ἐµάθοµεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωµεν ἀλόγοις πράγµασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχµάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονοµεῖ. Εἰπέ µοι, εἴ τις λῄσταρχος υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρηµίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ µέλλον, ἀλλ' ἐπειδὴ ἑκατέρου κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν, ἐὰν θέλῃ, δυνήσεται, καὶ ἀφεῖναι, ἂν βουληθῇ, ὁµοίως δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀµφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσµου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
8.ς
Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συµβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα ἔχουσι δύναµιν προγνωστικὴν, ἐµοὶ τῷ πιστῷ τούτους ἄγε. Οὐ µεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ µεγαληγορίας. Ἁµαρτηµάτων µὲν γάρ εἰµι µεστός· τούτων δὲ ἕνεκεν οὐκ ἂν ταπεινοφρονήσαιµι· πάντων τῇ τοῦ Θεοῦ χάριτι καταγελῶ. Ἄγε πρὸς ἐµὲ τὸν ἄνδρα τὸν µάγον, εἴ τινα ἔχει δύναµιν προγνωστικὴν, εἰπάτω τί µοι συµβήσεται, αὔριον τί ἔσται µοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰµὶ, καὶ οὐκ ἔχει τὴν ἐµὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν· πόῤῥω τῶν καταδύσεων αὐτοῦ καὶ τῶν σπηλαίων τυγχάνω, τῷ βασιλεῖ στρατεύοµαι. Ἀλλ' ὁ δεῖνα ἔκλεψε, φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεµήνυσε. Μάλιστα µὲν οὖν οὐδὲ πανταχοῦ τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, µᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήµατα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη.∆ ιὰ τί µὴ προεῖπον τοῖς ἱερεῦσιν αὐτῶν; Ὥστε οὐδὲν ἴσασιν· ἀλλὰ χρηµάτων µὲν ἕνεκεν οὐδὲ εἰπεῖν ἐδύναντο, ὅταν οἱ ναοὶ αὐτῶν οἱ εἰδωλικοὶ ἐπίµπραντο, καὶ πολλοὶ συναπώλλυντο.∆ ιὰ τί µὴ φείδονται τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία µόνον τὸ πρᾶγµά ἐστιν, εἴ πού τι καὶ προείποιεν. Εἰσὶ παρ' ἡµῖν προφῆται, ἀλλ' οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο µὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς ἐστι. Παύσασθέ ποτε τῆς µανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ µὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε ἐπ' ἀµφοτέραις ταῖς ἰγνύαις ὑµῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅµα προσῆλθες, ἅµα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων αὐτὸν ἀληθεύειν, ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισµένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀµφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ µὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ, µάλιστα µὲν οὐδὲ οὕτως ἐχρῆν εἰδωλολατρεῖν, πλὴν ἀλλ' οὐ τοσαύτη ἡ ἀπόνοια· εἰ δὲ τὰ µέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ µαθὼν, ἢ λύπην περιττήν· τὸ µὲν γὰρ πρᾶγµα οὐκ ἐξέβη, τὴν δὲ λύπην ὑπέµεινεν, ἐταρίχευσεν ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡµῖν ἐφθόνησεν ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρανοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς, φησὶ, πάντα ἐγνώρισα ὑµῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑµῖν· καὶ, Οὐ λέγω ὑµᾶς δούλους, ἀλλὰ φίλους· ὑµεῖς φίλοι µού ἐστε.∆ ιὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡµῖν· Ὅτι βούλεται µηδένα λόγον ἔχειν ἡµᾶς αὐτῶν. Ἐπεὶ ὅτι οὐ βασκαίνει, τοῖς παλαιοῖς ταῦτα ἐλέγετο, καὶ περὶ ὄνου καὶ ἑτέρων τινῶν, ἐπειδὴ νήπιοι ἦσαν· ἡµῖν δὲ, ἐπειδὴ βούλεται µηδένα λόγον ἡµῖν εἶναι περὶ αὐτῶν, οὐδὲ φροντίδα ἔθετο ταύτην τοῦ γνωρίσαι ἡµῖν. Ἀλλὰ τί µανθάνοµεν; Ὅπερ οὐκ ἔµαθον ἐκεῖνοι· µικρὰ γὰρ ἅπαντα ἐκεῖνα· ἃ δὲ ἡµεῖς ἐµάθοµεν ἐστὶ ταῦτα, ὅτι ἐγειρόµεθα, ὅτι ἀθάνατοι ἐσόµεθα, ὅτι ἄφθαρτοι, ὅτι οὐκ ἔχει τέλος ἡ ζωὴ, ὅτι πάντα παρελεύσεται, ὅτι ἐννεφέλαις ἁρπαγησόµεθα, ὅτι οἱ πονηροὶ κόλασιν τίσουσι, µυρία πρὸς τούτοις ἕτερα, καὶ οὐδέν ἐστι ψεῦδος. Οὐ πολλῷ βέλτιον εἰδέναι ταῦτα, ἢ ὅτι ὁ ὄνος ὁ ἀπολόµενος εὑρέθη; Ἰδοὺ ἔλαβες τὸν ὄνον, ἰδοὺ εὗρες· τί τὸ κέρδος; οὐ πάλιν ἀπολλύεις αὐτὸν ἑτέρῳ τρόπῳ; Κἂν γὰρ αὐτός σε µὴ ἀφῇ, σὺ αὐτὸν ἀφήσεις τῇ τελευτῇ· τὰ δὲ πράγµατα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώµεθα, διηνεκῶς ἔχοµεν. Ἐκεῖνα τοίνυν διώκωµεν, ἐκείνων ἐχώµεθα τῶν µενόντων, τῶν βεβαίων. Μὴ προσέχωµεν µάντεσι, µηδὲ χρησµολόγοις, µηδὲ ἀγύρταις, ἀλλ' ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων· καὶ οὕτω πάντα εἰσόµεθα, ὃ εἰδέναι χρὴ, καὶ πάντων τῶν ἀγαθῶν ἐπιτευξόµεθα.