Homilies on Second Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
9.0
Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιµος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισµένος.
9.1
Πολλὴν παράκλησιν ποιησάµενος καὶ παραµυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειοτέραν οὖσαν· εἰκότως δὲ ποιεῖται τοσαύτην παράκλησιν, ἐπειδὴ µέγα τι καὶ λυπηρὸν ἔµελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος µέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱµάτια αὐτοῦ, τί οἴειτοῦτον παθεῖν τὸν οὕτω µὲν ἀγαπώµενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι µέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸνἐγγὺς τοῦ θανάτου, ὃ µάλιστα πάντων εἴωθε λυπεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσµεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶµεν τῶν τετελευτηκότων.∆ ιὰ τοῦτο, ὅτε πολλὴν ἐποιήσατο τὴν παράκλησιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι χρῆται ἱκαναῖς αὐτὸν παραµυθήσασθαι καὶ χαρᾶς ἐµπλῆσαι, ὡς θυσίαν νοµισθῆναι εἶναι τὸ πρᾶγµα ἢ τελευτὴν, καὶ ἀποδηµίαν µᾶλλον, ὅπερ οὖν καὶ ἦν, καὶ µετάστασιν πρὸς τὰ κρείττω. Ἐγὼ γὰρ ἤδη σπένδοµαι, φησί.∆ ιὰ τοῦτο ἔγραφε, λέγων· Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιµος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. Πᾶσα, ποία; Περὶ ἧς εἶπον, φησὶ, πᾶσα ἱερά· περὶ ἧς διελέγετο, ταῦτα εἴρητο· περὶ ἧς ἔλεγεν, ὅτι Ἀπὸ βρέφους τὰ ἱερὰ γράµµατα οἶδας. Πᾶσα οὖν ἡ τοιαύτη θεόπνευστος.. 30] Μηδὲν οὖν ἀµφίβαλλε, φησί. Καὶ ὠφέλιµος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισµένος. Πρὸς διδασκαλίαν. Εἴ τι µαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόµεθα· εἰ ἐλέγξαι τὰ ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι. Πρὸς παράκλησιν, πρὸς παραµυθίαν, φησί. Πρὸς ἐπανόρθωσιν· τουτέστιν, εἴ τι λείπει, καὶ χρὴ προστεθῆναι· Ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος.∆ ιὰ τοῦτο, φησὶ, γέγονεν ἡ τῶν Γραφῶν παράκλησις, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος. Οὐκ ἄρα χωρὶς αὐτῆς ἄρτιον ἔνι γενέσθαι. Ἀντ' ἐµοῦ, φησὶ, τὰς Γραφὰς ἔχεις· εἰ τι βούλει µαθεῖν, ἐκεῖθεν δυνήσῃ. Εἰ δὲ Τιµοθέῳ ταῦτα ἔγραφε τῷ Πνεύµατος ἐµπεπλησµένῳ, πόσῳ µᾶλλον ἡµῖν; Πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισµένος. Οὐχ ἁπλῶς µετέχων, φησὶν, ἀλλὰ µετὰ ἀκριβείας ἐξηρτισµένος.∆ ιαµαρτύροµαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ µέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς. Ἤτοι ἁµαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ὅτι πολλοὶ καταλειφθήσονται ζῶντες. Ἐφόβησεν αὐτὸν ἐν µὲν τῇ προτέρᾳ λέγων, Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε, Τοῦ µέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς· τουτέστι, τοῦ µέλλοντος εὐθύνας ἀπαιτεῖν· κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ. Κρίνειν, πότε; Ἐν τῇ ἐπιφανείᾳ αὐτοῦ τῇ µετὰ δόξης, τῇ µετὰ βασιλείας. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι οὐχ οὕτως ἥξει, ὡς νῦν· ἢ ὅτι δια µαρτύροµαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν. Μάρτυρα καλεῖ ἐκεῖνον, δεικνὺς ὅτι καὶ τούτου αὐτὸν ἀνέµνησεν. Εἶτα πῶς δεῖ κηρύττειν τὸν λόγον διδάσκων, ἐπάγει· Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίµησον, παρακάλεσον ἐν πάσῃ µακροθυµίᾳ καὶ διδαχῇ. Τί ἐστιν, Εὐκαίρως, ἀκαίρως; Τουτέστι, µὴ καιρὸν ἔχε ὡρισµένον, ἀεί σοι καιρὸς ἔστω, µὴ ἐν εἰρήνῃ, µὴ ἐν ἀδείᾳ, µηδὲ ἐν ἐκκλησίᾳ καθήµενος µόνον· κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσµωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείµενος, κἂν µέλλῃς ἐξιέναι ἐπὶ θάνατον καὶ παρ' αὐτὸν τὸν καιρὸν ἔλεγξον, µὴὑποσταλῇς ἐπιτιµῆσαι. Τότε γὰρ καὶ ἡ ἐπιτίµησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον. Παρακάλεσον, φησὶ, καθάπερ ἐπὶ τῶν ἰατρῶν, εἰπὼν τὸ τραῦµα, ἔδωκε τὴν τοµὴν, ἐπήγαγε τὸ φάρµακον· ὅπερ δὲ ἂν τούτων ἀπολειφθῇ, τὸ ἕτερον ἄχρηστον γίνεται. Ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιµήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· µετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίµησιν, πρότερον δὲ ἰταµὸς ἔσται· ἄν τε ἐλέγξῃς µὲν καὶ ἐπιτιµήσῃς, σφοδρῶς δὲ, καὶ µὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται. Ἀφόρητον γὰρ ἔλεγχος καθ' ἑαυτὸν, ὅταν µὴ καὶ παράκλησιν ἀναµεµιγµένην ἔχῃ. Καθάπερ γὰρ ἡ τοµὴ, καίτοι σωτήριος οὖσα, ἂν µὴ πολλὰ τὰ παραµυθούµενα τὰς ἀλγηδόνας ἔχῃ, οὐκ ἀνέχεται κοπτόµενος καὶ τεµνόµενος ὁ κάµνων· οὕτω καὶ ἐνταῦθα. Καὶ ἐν πάσῃ, φησὶ, µακροθυµίᾳ καὶ διδαχῇ. Καὶ γὰρ ὁ ἐλέγχων µακροθυµίας δεῖται, ὥστε µὴ ἁπλῶς πιστεύειν, καὶ ἡ ἐπιτίµησις παρακλήσεως, ὥστε δεχθῆναι. Τί ἐστιν ὃ τῇ µακροθυµίᾳ προστίθησι λέγων, Καὶ διδαχῇ; Μὴ ὡς ὀργιζόµενος, µὴ ὡς ἀπεχθανόµενος, µὴ ὡς ἐπεµβαίνων, µὴ ὡς ἐχθρὸν εὑρηκὼς, πάντα ταῦτα ἀφείσθω· ἀλλὰ τί; Ὡς φιλῶν, ὡς συναλγῶν, ὡς µᾶλλον ἐκείνου πενθῶν, ὡς τηκόµενος ἐπὶ τοῖς ἐκείνου. Ἐν πάσῃ µακροθυµίᾳ, φησὶ, καὶ διδαχῇ, µὴ ἐν τῇ τυχούσῃ. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Πρὶν ἢ ἐκτραχηλισθῆναι, προκατάλαβε πάντας αὐτούς· διὰ τοῦτο εἶπε, Καὶ εὐκαίρως, καὶ ἀκαίρως· ὡς ἔχειν ἑκόντας µαθητευοµένους, πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἐπιθυµίας τὰς ἰδίας, φησὶν, ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους.
9.2
Οὐδὲν ἐµφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ, Σωρεύσουσιν, ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν µαθητῶν χειροτονεῖσθαι. Ἑαυτοῖς ἐπισωρεύσουσι, φησὶ, διδασκάλους, κνηθόµενοι τὴν ἀκοήν· τῆς ἡδονῆς χάριν λέγοντας καὶ τέρποντας τὴν ἀκοὴν ἐπιζητοῦντες. Καὶ ἀπὸ µὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς µύθους ἐκτραπήσονται. Ταῦτα προλέγει, οὐκ εἰς ἀθυµίαν βουλόµενος ἐµβαλεῖν, ἀλλ' ἵνα, ὅταν ἐκβῇ, γενναίως φέρῃ· ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἐποίει λέγων, ὅτι Παραδώσουσιν ὑµᾶς, καὶ µαστιγώσουσι, καὶ εἰς τὰς συναγωγὰς ἄξουσιν ἕνεκεν τοῦ ὀνόµατός µου. Ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ὁ µακάριος οὗτος· Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται µετὰ τὴν ἄφιξίν µου λύκοι βαρεῖς εἰς ὑµᾶς, µὴ φειδόµενοι τοῦ ποιµνίου. Ταῦτα δὲ ἔλεγεν, ὥστε νήφειν αὐτοὺς, ὥστε τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον. Σὺ δὲ νῆφε, φησὶν, ἐν πᾶσι, κακοπάθησον. Ὁρᾷς ὅτι διὰ τοῦτο ταῦτα προλέγει; Καὶ γὰρ καὶ ὁ Χριστὸς ἔλεγε πρὸς τῷ τέ λει, ὅτι Ἔσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται· οὕτω καὶ οὗτος, ὅτε ἔµελλεν ἀποδηµεῖν, ταῦτα ἔλεγε. Σὺ δὲ νῆφε ἐν πᾶσι. Κακοπάθησον, τουτέστι, Κάµε, προκατάλαβε, πρὶν ἢ τὴν λύµην ἐκείνην ἐπελθεῖν, ἐν ἀσφαλεῖ τὰ πρόβατα κατάστησον, ἕως οὗ πάρεισιν οἱ λύκοι, πανταχοῦ κακοπάθησον. Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ' ἑαυτοῦ, καὶ παρὰ τῶν ἔξωθεν. Τὴν διακονίαν σου πληροφόρησον· τουτέστι, πλήρωσον. Ἰδοὺ καὶ ἄλλη ἀνάγκῃ τοῦ κακοπαθεῖν· Ἐγὼ γὰρ ἤδη σπένδοµαι, φησὶ, καὶ ὁ καιρὸς τῆς ἐµῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε, Τῆς ἐµῆς θυσίας, ἀλλ' ὃ περισσόν ἐστι. Τῆς µὲν γὰρ θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισµαι, τὸν δρόµον τετέλεκα, τὴν πίστιν τετήρηκα. Πολλάκις τὸν Ἀπόστολον µετὰ χεῖρας λαβὼν ἐγὼ, καὶ τὸ χωρίον τοῦτο περισκεψάµενος, ἀπορῶν διετέλουν, τίνος ἕνεκεν οὕτω µεγαληγορεῖ Παῦλοςλέγων, Τὸν καλὸν ἀγῶνα ἠγώνισµαι. Νῦν δέ µοι δοκῶ εὑρηκέναι τῇ τοῦ Θεοῦ χάριτι. Τίνος οὖν ἕνεκεν ταῦτά φησι; Τὴν ἀθυµίαν τοῦ µαθητοῦ παραµυθήσασθαι βούλεται, θαῤῥεῖν κελεύων ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος, ὡς καλῆςἐπιτυχόντος τελευτῆς. Χαίρειν δεῖ, φησὶν, οὐκ ἀλγεῖν.∆ ιὰ τί; Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισµαι. Ὥσπερ ἂν εἴ τις πατὴρ παιδίον αὐτῷ παρακαθήµενον, καὶ τὴν ὀρφανίαν οὐ φέρον παραµυθοῖτο λέγων· Τέκνον, µὴ κλαῖε, ἐζήσαµεν καλῶς, εἰς γῆρας ἐλθόντες καταλιµπάνοµέν σε· ἄληπτος ἡµῶν ὁ βίος γέγονε, µετὰ δόξης ἀπερχόµεθα· ἔχεις καὶ σὺ θαυµάζεσθαι ἀπὸ τῶν ἡµῖν πεπραγµένων· πολλὰς ἡµῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας. Ὡς ἂν εἰ ἔλεγε· Τρόπαια ἐστήσαµεν, τοὺς πολεµίους ἐνικήσαµεν, οὐ µεγαληγορῶν, ἄπαγε· ἀλλ' ἀνιστὰς τὸν παῖδα, καὶ παιδεύων τοῖς ἐγκωµίοις κούφως φέρειν τὰ συµβάντα, καὶ χρηστὰς ἔχειν ἐλπίδας, καὶ µὴ νοµίζειν, ὅτι φορτικὸν τὸ πρᾶγµα.∆ εινὸν γὰρ, δεινὸν ὁ χωρισµός· καὶ ἄκουε αὐτοῦ λέγοντος, Ἡµεῖς δὲ ἀπορφανισθέντες ἀφ' ὑµῶν πρὸς καιρὸν, προσώπῳ, οὐ καρδίᾳ. Εἰ οὖν αὐτὸς χωρισθεὶς τῶν µαθητῶν τοιαῦτα ἔπασχεν, οἷα οἴει τὸν Τιµόθεον πάσχειν; εἰ ζῶντος χωριζόµενος αὐτοῦ ἐδάκρυεν, ὡς λέγειν αὐτὸν, Μεµνηµένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, πόσῳ µᾶλλον τελευτήσαντος; Ταῦτα οὖν παραµυθούµενος ἔγραφε· καὶ πᾶσα δὲ ἡ ἐπιστολὴ παραµυθίας ἐστὶ πλήρης, καὶ ὡσανεὶ διαθήκη τίς ἐστι. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισµαι, τὸν δρόµον, φησὶ, τετέλεκα, τὴν πίστιν τετήρηκα. Τὸν ἀγῶνα, φησὶ, τὸν καλόν. Οὐκοῦν καὶ σὺ αὐτοῦ ἐπιλαβοῦ. Ἔνθα ἅλυσις, ἔνθα δεσµὰ, ἔνθα θάνατος, οὗτος ὁ ἀγὼν καλός; Ναὶ, φησίν· ὑπὲρ γὰρ Χριστοῦ γίνεται· στεφάνους ἔχει µεγάλους. Τὸν ἀγῶνα τὸν καλόν. Οὐδὲν τούτου βέλτιον τοῦ ἀγῶνος, οὐ λαµβάνει τέλος ὁ στέφανος οὗτος· οὗτος οὐκ ἀπὸ κοτίνων ἐστὶν, οὐκ ἔχει ἄνθρωπον ἀγωνοθέτην, οὐκ ἔχει ἀνθρώπους θεατάς· ἀπὸ ἀγγέλων σύγκειται τὸ θέατρον. Ἐκεῖ ἐν ἡµέραις πολλαῖς πονοῦσι καὶ ταλαιπωροῦνται, καὶ ἐν ὥρᾳ µιᾷ τὸν στέφανον ἔλαβον, καὶ παραχρῆµα ἀπέπτη τὰ τῆς ἡδονῆς· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ διαπαντὸς ἐν λαµπρότητι, ἐν δόξῃ, ἐν τιµῇ.∆ εῖ λοιπὸν χαίρειν· εἰς γὰρ ἀνάπαυσιν ἔρχοµαι, ἐξέρχοµαι τὸ στάδιον. Ἤκουσας ὅτι τὸ ἀναλῦσαι κρεῖσσον, καὶ σὺν Χριστῷ εἶναι. Τὸν δρόµον τετέλεκα. Καὶ γὰρ ἀγωνίζεσθαι χρὴ καὶ τρέχειν· ἀγωνίζεσθαι µὲν καρτεροῦντα τὰς θλίψεις, τρέχειν δὲ οὐχ ἁπλῶς, ἀλλὰ πρός τι χρήσιµον. Ὄντως καλὸς ὁ ἀγὼν, οὐ τέρπων ἁπλῶς τὸν θεατὴν, ἀλλὰ ὠφελῶν· καὶ ὁ δρόµος οὐκ εἰς τὸ µηδὲν χωρῶν, οὐδὲ ἰσχύος ἐπίδειξίς ἐστι καὶ φιλοτιµίας, ἀλλὰ πάντας ἕλκων εἰς τὸν οὐρανόν. Οὗτος ὁ δρόµος τοῦ ἡλίου καθαρώτερος, ὃν ὁ Παῦλος ἔτρεχεν ἐπὶ τῆς γῆς, ἢ ὃν ἐκεῖνος τρέχει ἐπὶ τοῦ οὐρανοῦ. Πῶς δὲ τετέλεκε τὸν δρόµον; Τὴν οἰκουµένην ἅπασαν περιῆλθεν, ἀρξάµενος ἀπὸ τῆς Γαλιλαίας καὶ ἀπὸ τῆς Ἀραβίας, καὶ µέχρι τῶν περάτων τῆς γῆς ἐλθών· Ὥστε µε, φησὶν, ἀπὸ Ἱερουσαλὴµ καὶ κύκλῳ µέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· καὶ πᾶσαν διαδραµὼν τὴν οἰκουµένην καθάπερ τις πτηνὸς, µᾶλλον δὲ καὶ πτηνοῦ σφοδρότερον· ὁ µὲν γὰρ πτηνὸς ἁπλῶς διέτρεχεν, οὗτος δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὸ πτερὸν ἔχων τοῦ πνεύµατος, καὶ µυρία διακόπτων κωλύµατα, θανάτους, ἐπιβουλὰς, συµφοράς. Ὥστε καὶ πτηνοῦ ταχύτερος ἦν. Εἰ πτηνὸς ἦν ἁπλῶς, καὶ κατηνέχθη ἂν καὶ ἀνάλωτο· ἐπειδὴ δὲ ὑπὸ τοῦ Πνεύµατος ἐκουφίζετο, πάντων ὑπερηνέχθη τῶν δικτύων, ὡσανεὶ πτηνὸς πτερὰ ἔχων ἀπὸ πυρός. Τὴν πίστιν, φησὶ, τετήρηκα. Πολλὰ γὰρ ἦν τὰ βουλόµενα αὐτὸν συλῆσαι, οὐχ αἱ φιλίαι τῶν ἀνθρώπων µόναι, ἀλλὰ καὶ ἀπειλαὶ καὶ θάνατοι καὶ µυρία ἕτερα. Ἀλλὰ πρὸς ἅπαντα ἔστη, Πῶς; Νήφων καὶ ἐγρηγορώς. Ἱκανὰ µὲν οὖν καὶ ταῦτα πρὸς παραµυθίαν τῶν µαθητῶν, αὐτὸς δὲ καὶ τὰ ἔπαθλα προστίθησι. Ποῖα δὲ ταῦτα; Λοιπὸν ἀπόκειταί µοι, φησὶν, ὁ τῆς δικαιοσύνης στέφανος.∆ ικαιοσύνην ἐνταῦθα πάλιν τὴν καθόλου φησὶν ἀρετήν. Οὐ τοίνυν ἀλγεῖν χρὴ, ὅτι ἄπειµι στεφανωσόµενος τὸν στέφανον τὸν ἀπὸ Χριστοῦ τιθέµενον ἐπὶ τῆς ἐµῆς κεφαλῆς. Ἀλλ' εἰ ἐνταῦθα παρέµενον, ὄντως ἀλγεῖν ἐχρῆν µᾶλλον καὶ δεδοικέναι, µὴ παραπέσω, µὴ παραπόλωµαι. Ὃν ἀποδώσει µοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡµέρᾳ, ὁ δίκαιος κριτὴς, οὐ µόνον δὲ ἐµοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
9.3
Ἐνταῦθα καὶ αὐτὸν ἀνέστησεν. Εἰ πᾶσι, πολλῷ µᾶλλον Τιµοθέῳ. Ἀλλ' οὐκ εἶπε, Καὶ σοὶ, ἀλλὰ, Πᾶσι· δηλῶν ὅτι, εἰ πᾶσι, πολλῷ µᾶλλον αὐτῷ. Πῶς δὲ ἄν τις ἀγαπήσειε, φησὶ, τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; Εἰ χαίρει ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ· ὁ δὲ χαίρων ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, ἄξια πράττει τῆς χαρᾶς, τὰ ὑπάρχοντα προήσεται, εἰ δέοι, καὶ τὴν ψυχὴν, ὥστε τῶν µελλόντων τυχεῖν ἀγαθῶν, ὥστε καταξιωθῆναι τὴν δευτέραν παρουσίαν µετὰ τοῦ προσήκοντος σχήµατος ἰδεῖν, µετὰ παῤῥησίας, µετὰ δόξης καὶ λαµπρότητος. Τοῦτό ἐστιν ἀγαπᾷν τὴν ἐπιφάνειαν αὐτοῦ. Ὁ ἀγαπῶν αὐτοῦ τὴν ἐπιφάνειαν, πάντα πράξει ὥστε καὶ πρὸ ἐκείνης τῆς καθολικῆς γενέσθαι αὐτῷ τὴν µερικήν. Καὶ πῶς ἔνι τοῦτο, φησίν; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ ἀγαπῶν µε τὰς ἐντολάς µου τηρήσει, καὶ πορευσόµεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Ἐννόησον δὲ ὅσον ἐστὶ τὸν κοινῇ πᾶσιν ἐπιφαίνεσθαι µέλλοντα, τοῦτον ἰδίᾳ ὑπισχνεῖσθαι ἐπιφανῆναι ἡµῖν. Ἐλευσόµεθα γὰρ, φησὶ, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Εἴ τις ἀγαπᾷ τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πράξει, ὥστε αὐτὸν καλέσαι πρὸς ἑαυτὸν, καὶ ἔχειν, ὥστε ἐπιλάµψαι αὐτῷ τὸ φῶς. Μηδὲν ἀνάξιον ἔστω τῆς παρουσίας αὐτοῦ, καὶ ταχέως καταλύει παρ' ἡµῖν. Ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Οὐκοῦν τὰ ἄνω ζητῶµεν, καὶ ταχέως τὰς ἀκτῖνας ἐκείνας ἐπισπασόµεθα. Οὐδεὶς τῶν κάτω κυπτόντων, καὶ κατορυττόντων ἑαυτὸν εἰς τὴν γῆν, δυνήσεται τὸ ἡλιακὸν φῶς ἰδεῖν· οὐδεὶς τῶν καταµολυνόντων ἑαυτὸν τοῖς βιωτικοῖς πράγµασι, δυνήσεται τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν· οὐδενὶ ἐπιφαίνει τῶν τούτοις ἐνστρεφοµένων. Ἀνάνηψον µικρὸν, ἀνάνηψον ἀπὸ τοῦ βάθους, ἀπὸ τοῦ κλύδωνος τοῦ βιωτικοῦ, εἰ βούλει τὸν ἥλιον ἰδεῖν, εἰ βούλει τῆς ἐπιφανείας τυχεῖν· ἂν τύχῃς αὐτοῦ τῆς ἐπιφανείας ταύτης, τότε αὐτὸν ὄψει µετὰ πολλῆς τῆς παῤῥησίας. Φιλοσόφησον νῦν· µὴ ἔστω παρὰ σοὶ πνεῦµα ἀπονοίας, ἵνα µή σε ῥαπίσῃ σφοδρῶς καὶ καταβάλῃ· µὴ ἔστω λελιθωµένη ἡ καρδία, καὶ σκότος, ἵνα µὴ προσαῤῥάξῃς ἐκεῖ τὸ πλοῖον· µὴ ἔστω τις δόλος· καὶ γὰρ αἱ ὕφαλοι ναυάγια ἐργάζονται χαλεπώτατα. Μὴ τρέφε θηρία, τὰ πάθη λέγω· θηρίων γὰρ ἐκεῖνα χαλεπώτερα· µὴ τοῖς ῥευστοῖς πράγµασι θάῤῥει, ἵνα δυνηθῇς ἑστάναι βεβαίως. Οὐδεὶς ἐπὶ ὕδατος ἵσταται, ἐπὶ δὲ πέτρας ἅπαντες ἀσφαλῶς ἵστανται. Ὕδωρ ἐστὶ τὰ βιωτικὰ πράγµατα· Ἦλθον, φησὶν, ὕδατα ἕως ψυχῆς µου, ὡς χειµάῤῥους παραῤῥέων. Πέτρα ἐστὶ τὰ πνευµατικά· Ἐν πέτρᾳ γὰρ, φησὶν, ὕψωσας τοὺς πόδας µου. Ἰλύς ἐστι καὶ πηλὸς τὰ βιωτικά· ἀνασπάσωµεν ἑαυτοὺς ἀπὸ τούτων· οὕτω γὰρ δυνησόµεθα τυχεῖν τῆς ἐπιφανείας τοῦ Χριστοῦ. Πᾶν ὃ ἐὰν ἐπέλθῃ, φέρωµεν· ἱκανὴ ἐν πᾶσι παραµυθία τὸ διὰ Χριστὸν παθεῖν· ταύτην τὴν θείαν ἐπῳδὴν ἐπιλέγωµεν, καὶ παύσεται τοῦ τραύµατος ἡ ἀλγηδών. Καὶ πῶς διὰ Χριστὸν ἔστι παθεῖν, φησίν; Ἐσυκοφάντησέ σέ τις ἁπλῶς οὐ διὰ Χριστόν; ἂν ἐνέγκῃς γενναίως, ἐὰν εὐχαριστήσῃς, ἐὰν εὔξῃ ὑπὲρ ἐκείνου, ταῦτα πάντα διὰ Χριστὸν ποιεῖς. Ἂν καταράσῃ, ἂν ἀποδυσπετήσῃς, ἂν ἐπιχειρήσῃς ἀµύνασθαι, κἂν µὴ δυνηθῇς, οὐκ ἔστι διὰ τὸν Χριστὸν, ἀλλὰ ζηµίαν ὑπήνεγκας, καὶ τοῦκαρποῦ ἀπεστέρησαι διὰ τὴν προαίρεσιν τὴν σήν. Ἐν ἡµῖν γάρ ἐστι καὶ κερδαίνειν ἐκ τῶν δεινῶν, καὶ βλάπτεσθαι· οὐ παρὰ τὴν φύσιν τῶν δεινῶν τοῦτο γίνεται, ἀλλὰ παρὰ τὴν ἡµετέραν προαίρεσιν. Οἷόν τι λέγω· ἔπαθε τοσαῦτα ὁ Ἰὼβ, εὐχαρίστως ἤνεγκεν, ἐδικαιώθη, οὐκ ἐπειδὴ ἔπαθεν, ἀλλ' ἐπειδὴ παθὼν εὐχαρίστως ἤνεγκεν. Ἕτερος τὰ αὐτὰ παθὼν, µᾶλλον δὲ οὐδὲ τὰ αὐτὰ( οὐδεὶς γάρ ἐστιν ὁ τοιαῦτα παθὼν, ἀλλὰ πολλῷ ἐλάττονα), ἐδυσφήµησεν, ἠγανάκτησε, κατηράσατοτῷ κόσµῳ παντὶ, ἐδυσχέρανε πρὸς τὸν Θεόν; οὗτος κατεκρίθη καὶ κατεδικάσθη, οὐκ ἐπειδὴ πέπονθεν, ἀλλ' ἐπειδὴ ἐβλασφήµησεν· ἐβλασφήµησε δὲ, οὐ παρὰ τὴν ἀνάγκην τῶν συµβάντων ἐπεὶ εἰ ἡ ἀνάγκη τῶν συµβάντων τοῦτο ἐποίησεν, ἔδει καὶ τὸν Ἰὼβ βλασφηµῆσαι· εἰ δὲ χαλεπώτερα παθὼν οὐδὲν τοιοῦτον εἰργάσατο, οὐ παρὰ τοῦτο ταῦτα συνέβη, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς προαιρέσεως. Ἰσχυρᾶς οὖν δεῖ ἡµῖν ψυχῆς, καὶ οὐδὲν ἡµῖν χαλεπὸν φανεῖται, ὥσπερ ἀσθενούσης, οὐδὲν ὅπερ οὐ χαλεπόν. Παρὰ τὴν ἡµετέραν διάθεσιν πάντα καὶ φορητὰ καὶ ἀφόρητα γίνεται· ταύτην ὀχυρώσωµεν, καὶ πάντα οἴσοµεν εὐκόλως. Καὶ γὰρ τὸ δένδρον, ὅταν µὲν κατὰ βάθους παραπέµψῃ τὴν ῥίζαν, οὐδὲ σφοδρὰ καταιγὶς αὐτὸ διασαλεῦσαι δυνήσεται· ἂν δὲ ἐξ ἐπιπολῆς ᾖ κείµενον, καὶ ὑπὲρ τῆς ἐπιφανείας, κἂν µικρὰ προσπέσῃ ἀνέµου ῥοπὴ, πρόῤῥιζον αὐτὸ ἀνέσπασεν. Οὕτω καὶ ἐφ' ἡµῶν, ἐὰν καθηλώσωµεν τὰς σάρκας ἡµῶν τῷ φόβῳ τοῦ Θεοῦ, οὐδὲν παρασαλεῦσαι δυνήσεται· ἐὰν δὲ ἁπλῶς προτιθῶµεν, καὶ µικρὰ ῥοπὴ ἠφάνισε καὶ ἀπώλεσε.∆ ιὸ παρακαλῶ, µετὰ πολλῆς τῆς προθυµίας ἅπαντα φέρειν, καὶ µιµεῖσθαι τὸν προφήτην τὸν λέγοντα, Ἐκολλήθη ἡ ψυχή µου ὀπίσω σου. Ὅρα τί φησιν, Ἐκολλήθη ἡ ψυχή µου. Οὐχ ἁπλῶς εἶπεν, Ἤγγισεν, ἀλλ', Ἐκολλήθη. Καὶ πάλιν, Ἐδίψησέ σε ἡ ψυχή µου. Οὐχ ἁπλῶς εἶπεν, Ἐπεπόθησεν, ἵνα τὸ σφοδρὸν τοῦ πόθου διὰ τούτων ἐµφήνῃ τῶν λέξεων. Καὶ πάλιν, Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας µου. Βούλεται γὰρ ἡµᾶς ἀεὶ προσκολλᾶσθαι αὐτῷ οὕτω καὶ συνδεδέσθαι, ὡς µηδέποτε αὐτοῦ ἀφίστασθαι. Ἂν οὕτως ἐχώµεθα τοῦ Θεοῦ, ἂν προσηλώσωµεν αὐτῷ τὰς ἡµετέρας διανοίας, ἂν διψῶµεν αὐτοῦ τὸν πόθον καὶ πάντα ἡµῖν ἔσται ἅπερ βουλόµεθα, καὶτῶν µελλόντων ἀγαθῶν ἐπιτευξόµεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ µετὰ Πατρὸς καὶ ἁγίου Πνεύµατος δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.