Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ignantioc
John ChrysostomIgnantioc 1.0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἅγιον ἱεροµάρτυρα Ἰγνάτιον τὸν θεοφόρον ἀρχιεπίσκοπον γενόµενον Ἀντιοχείας τῆς µεγάλης εἰς Ῥώµην ἀπενεχθέντα, καὶ αὐτόθι µαρτυρήσαντα, κακεῖθεν αὖθις εἰς Ἀντιόχειαν κοµισθέντα.
1.1
Οἱ πολυτελεῖς καὶ φιλότιµοι τῶν ἑστιατόρων πυκνὰς καὶ ἐπαλλήλους ποιοῦνται τὰς ἑστιάσεις, ὁµοῦ µὲν τὴν οἰκείαν περιουσίαν ἐπιδεικνύµενοι, ὁµοῦ δὲτὴν περὶ τοὺς ἐπιτηδείους φιλοφροσύνην ἐµφαίνοντες. Οὕτω καὶ ἡ τοῦ Πνεύµατος χάρις τῆς οἰκείας δυνάµεως τὴν ἀπό δειξιν ἡµῖν παρεχοµένη, καὶ πολλὴν τὴν φιλοφροσύνην περὶ τοὺς τοῦ Θεοῦφίλους ἐπιδεικνυµένη, συνεχεῖς ἡµῖν καὶ ἐπαλλήλους τὰς τῶν µαρτύρων παρατίθεται τραπέζας. Πρῴην γοῦν ἡµᾶς κόρη κοµιδῇ νέα καὶ ἀπειρό γαµος, ἡ µακαρία µάρτυς Πελαγία, µετὰ πολλῆς τῆς εὐφροσύνης εἱστίασε· σήµερον πάλιν τὴν ἐκείνης ἑορτὴν ὁ µακάριος οὗτος καὶ γενναῖος µάρτυς Ἰγνάτιος διεδέ ξατο.∆ ιάφορα τὰ πρόσωπα, ἀλλὰ µία ἡ τράπεζα· ἐνηλλαγµένα τὰ παλαίσµατα, ἀλλ' εἷς ὁ στέφανος· ποικίλα τὰ ἀγωνίσµατα, ἀλλὰ τὸ αὐτὸ βραβεῖον. Ἐπὶ µὲν γὰρ τῶν ἔξωθεν ἀγώνων, ἐπειδὴ σωµάτων εἰσὶν οἱ πόνοι, εἰκότως ἄνδρες ἐγκρίνονται µόνοι· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς ψυχῆς ὁ ἀγὼν ἅπας ἐστὶν, ἑκατέρᾳ τῇ φύσει τὸ στάδιον ἀνέῳγεν, ἑκατέρῳ τῷ γένει τὸ θέατρον κάθη ται. Καὶ οὔτε ἄνδρες ἀπεδύσαντο µόνον, ἵνα µὴ πρὸς τὴν τῆς φύσεως ἀσθένειαν αἱ γυναῖκες καταφεύγουσαι δόξωσιν ἔχειν εὐπρόσωπον ἀπολογίαν· οὔτε γυναῖκες ἠνδρίσαντο µόναι, ἵνα µὴ τὸ τῶν ἀνδρῶν καταισχύνηται γένος· ἀλλὰ καὶ ἐντεῦθεν κἀκεῖθεν πολλοὶ οἱ ἀνακηρυτ τόµενοι καὶ στεφανούµενοι, ἵνα µάθῃς διὰ τῶν ἔργων αὐτῶν ὅτι ἐν Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ, ὅτι οὔτε φύσις, οὔτε σώµατος ἀσθένεια, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων ἐµποδίσαι δύναιτ' ἂν τοῖς τὸν τῆς εὐσεβείας τρέχουσι δρόµον, ἐὰν προθυµία γενναία, καὶ φρόνηµα διεγηγερµένον, καὶ φόβος Θεοῦ θερµὸς καὶ διάπυρος ἐῤῥιζωµένος ἡµῶν ἐν ταῖς ψυχαῖς ᾖ.∆ ιὰ τοῦτο καὶ κόραι, καὶ γυναῖκες, καὶ ἄν δρες, καὶ νέοι, καὶ γέροντες, καὶ δοῦλοι, καὶ ἐλεύθεροι, καὶ πᾶσα ἀξία, καὶ ἡλικία ἅπασα, καὶ φύσις ἑκατέραπρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο τούτους, καὶ οὐδαµόθεν οὐ δὲν παρεβλάβησαν, ἐπεὶ προαίρεσιν γενναίαν εἰσήνεγκαν εἰς τὰ παλαίσµατα ταῦτα. Ὁ µὲν οὖν καιρὸς ἡµᾶς ἤδη πρὸς τὴν διήγησιν τῶν τοῦ µακαρίου τούτου κατορθω µάτων καλεῖ· ὁ λογισµὸς δὲ ταράττεται καὶ θορυβεῖται, οὐκ ἔχων τί πρῶτον, τί δεύτερον εἰπεῖν, τί τρίτον· τοσοῦτον περιῤῥεῖ πάντοθεν ἡµᾶς ἐγκωµίων πλῆθος. Καὶ ταὐτὸν πάσχοµεν, οἷον ἂν εἴ τις εἰς λειµῶνα εἰσελθὼν, καὶ πολλὴν µὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωµένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις. Καὶ γὰρ καὶ ἡµεῖς εἰς τὸν πνευµατικὸν τοῦ τον λειµῶνα τῶν Ἰγνατίου κατορθωµάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύµατοςτὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώµενοι θορυβούµεθα, καὶ διαποροῦµεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισµὸν ἀπερείσωµεν, ἑκάστουτῶν ὁρωµένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωµένου τὴν τῆς ψυχῆς ὄψιν. Σκοπεῖτε γάρ· προέστη τῆς παρ' ἡµῖν Ἐκκλησίας γενναίως, καὶ µετὰ τοσαύτης ἀκριβείας, µεθ' ὅσης ὁ Χριστὸς βούλεται· ἂν γὰρ µέγιστον ὄρον καὶ κανόνα τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος, τοῦτον οὗτος διὰ τῶν ἔργων ἐπεδείξατο. Καὶ γὰρ τοῦ Χριστοῦ λέγον τος ἀκούσας, ὅτι Ὁ ποιµὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, µετὰ πάσης ἀνδρείας αὐτὴν ἐπέδωκεν ὑπὲρτῶν προβάτων. Συνεγένετο τοῖς ἀποστόλοις γνησίως, καὶ τῶν πνευ µατικῶν ναµάτων ἀπήλαυσεν. Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα ἐκείνοις, καὶ πανταχοῦ συγγενόµε νον, καὶ ῥητῶν καὶ ἀποῤῥήτων αὐτοῖς κοινωνήσαντα, καὶ τοσαύτης εἶναιδόξαντα αὐτοῖς ἀρχῆς ἄξιον; Ἐπέστη πάλιν καιρὸς ἀνδρείαν ἐπιζητῶν καὶ ψυχὴν τῶν παρόν των ὑπερορῶσαν ἁπάντων, καὶ τῷ θείῳ ζέουσαν ἔρωτι, καὶ τὰ µὴ βλεπόµενα τῶνὁρωµένων προτιµῶσαν· καὶ µετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, µεθ' ὅσης ἄν τις ἱµάτιον ἀποδύσαιτο. Τί οὖν πρότερον εἴπωµεν; τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς παρούσης ζωῆς τὴν ὑπεροψίαν, ἢ τὴν ἀκρίβειαν τῆς ἀρετῆς, µεθ' ἧς τὴν προστασίαντῆς Ἐκ κλησίας ᾠκονόµησε; Τίνα πρότερον ἀνυµνήσοµεν; τὸν µάρτυρα, ἢ τὸν ἐπίσκοπον, ἢ τὸν ἀπόστολον; Τριπλοῦν γὰρ στέφανον ἡ τοῦ Πνεύµατος πλέξασα χάρις, οὕτω τὴν ἁγίαν ἐκείνην ἀνέδησε κεφαλήν· µᾶλλον δὲ πολλα πλοῦν. Τῶν γὰρ στεφάνων ἕκαστον, εἴ τις αὐτοὺς µετὰ ἀκριβείας ἀναπτύξειεν, εὑρήσει καὶ ἑτέρους ἡµῖν βλα στάνοντας στεφάνους.
1.2
Καὶ εἰ βούλεσθε, πρότερον ἐπὶ τὸν τῆς ἐπισκο πῆς ἔπαινον ἔλθωµεν· οὐ δοκεῖ εἷς οὗτος εἶναι στέφανος µόνος; Φέρε οὖν αὐτὸν ἀναπτύξωµεν τῷ λόγῳ, καὶ ὄψεσθε καὶ δύο, καὶ τρεῖς, καὶ πλείους ἐξ αὐτοῦ τικτο µένους ἡµῖν. Οὐ γὰρ µόνον ὅτι τοσαύτης ἀρχῆς ἄξιος εἶναι ἔδοξε, θαυµάζω τὸν ἄνδρα ἐγὼ, ἀλλ' ὅτι καὶ παρὰ τῶν ἁγίων ἐκείνων τὴν ἀρχὴν ταύτην ἐνεχειρίσθη, καὶ αἱτῶν µακαρίων ἀποστόλων χεῖρες τῆς ἱερᾶς ἥψαντο κεφαλῆς. Οὐδὲ γὰρ µικρὸν τοῦτο εἰς ἐγκωµίου λόγον· οὐκ ἐπειδὴ πλείω τὴν ἄνωθεν ἐπεσπάσατο χάριν, οὐδ' ὅτι δαψιλεστέραν ἐπ' αὐτὸν ἐποίησαν ἐλθεῖν τὴν τοῦ Πνεύ µατος ἐνέργειαν µόνον· ἀλλ' ὅτι καὶ πᾶσαν αὐτῷ τὴν ἐν ἀνθρώποις ἐµαρτύρησαν ἀρετήν· τὸ δὲ πῶς ἐγὼ λέγω. Τίτῳ γράφων ὁ Παῦλος ποτέ· ὅταν δὲ Παῦλον εἴπω, οὐ τοῦτον µόνον λέγω, ἀλλὰ καὶ Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ πάντα αὐτῶν τὸν χορόν. Καθάπερ γὰρ ἐν λύρᾳ µιᾷ διάφοροι µὲν αἱ νευραὶ, µία δὲ ἡ συµφωνία· οὕτω καὶ ἐν τῷ χορῷ τῶν ἀποστόλων διάφορα µὲν τὰ πρόσ ωπα, µία δὲ ἡ διδασκαλία, ἐπειδὴ καὶ εἷς ὁ τεχνίτης ἦν, τὸ Πνεῦµα τὸ ἅγιον τὸ κινοῦν τὰςἐκείνων ψυχάς. Καὶ τοῦτο ἐµφαίνων ὁ Παῦλος ἔλεγεν· Εἴτε οὖν ἐκεῖνοι, εἴτε ἐγὼ, οὕτω κηρύσσοµεν. Γράφων τοίνυν οὗτος τῷ Τίτῳ, καὶ δεικνὺς ὁποῖόν τινα τὸν ἐπίσκοπον εἶναι χρὴ, φησί·∆ εῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόµον, µὴ αὐθάδη, µὴ ὀργίλον, µὴ πάρ οινον, µὴ πλήκτην, µὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόµενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ ἑτέρους παρακαλεῖν ἐν τῇ διδα σκαλίᾳτῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγ χειν. Καὶ Τιµοθέῳ πάλιν περὶ τῆς ὑποθέσεως ταύτης ἐπιστέλλων, οὕτω πώς φησιν· Εἴ τις ἐπισκοπῆς ὀρέγε ται, καλοῦ ἔργου ἐπιθυµεῖ· δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, µιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσµιον, φιλόξενον, διδακτικὸν, µὴ πλή κτην, µὴ πάροινον, ἀλλ' ἐπιεικῆ, ἄµαχον, ἀφιλάρ γυρον. Εἶδες πόσην ἀκρίβειαν ἀρετῆς ἀπαιτεῖ τὸν ἐπί σκοπον; Καθάπερ γάρ τις ζωγράφος ἄριστος ποικίλα κεράσας χρώµατα, ἣν ἂν µέλλῃ βασιλικῆς µορφῆς πρω τότυπον κατασκευάζειν εἰκόνα, µετὰ πάσηςἐργάζεται τῆς ἀκριβείας, ὥστε τοὺς µιµουµένους αὐτὴν ἅπαντας καὶ γράφοντας ἐξ αὐτῆς διηκριβωµένην ἔχειν εἰκόνα· οὕτω δὴ καὶ ὁ µακάριος Παῦλος καθάπερ τινὰ εἰκόνα βασιλικὴν γράφων, καὶ τὸ ἀρχέτυπον αὐτῆς κατασκευά ζων, τὰ ποικίλα τῆς ἀρετῆς κεράσαςχρώµατα, ἀπηρτι σµένους ἡµῖν τοὺς χαρακτῆρας ὑπέγραψε τῆς ἐπισκο πῆς, ἵν' ἕκαστος τῶν εἰς τὴν ἀρχὴν ταύτην ἀναβαινόν των, εἰς ἐκείνην ὁρῶν, µετὰτοσαύτης ἀκριβείας τὰ καθ' ἑαυτὸν ἅπαντα οἰκονοµῇ. Θαῤῥῶν τοίνυν εἴποιµι ἂν, ὅτι πᾶσαν αὐτὴν µετὰ ἀκριβείας ὁ µακάριος Ἰγνάτιος ἀπε µάξατο ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ ἀνεπίληπτος ἦν καὶ ἀνέγκλητος, καὶ οὔτε αὐθάδης, οὔτε ὀργίλος, οὔτε πάρ οινος, οὔτε πλήκτης, ἀλλ' ἄµαχος, ἀφιλάργυρος, δίκαιος, ὅσιος, ἐγκρατὴς, ἀντεχόµενος τοῦ κατὰ τὴν διδαχὴν πι στοῦλόγου, νηφάλιος, σώφρων, κόσµιος, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλος ἀπῄτησε. Καὶ τίς τούτων ἀπόδειξις; φησίν· Αὐτοὶ οἱ ταῦτα εἰρηκότες αὐτὸν ἐχειροτόνησαν, καὶ οὐκ ἂν οἱ µετὰ τοσαύτης ἀκριβείας παραινοῦντες ἑτέροις τὴν δοκιµασίαν ποιεῖσθαι τῶν µελλόντωνἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀναβαίνειν ταύτης, αὐτοὶ παρέργως τοῦτο ἐποίησαν ἄν· ἀλλ' εἰ µὴ πᾶσαν εἶδον τὴν ἀρετὴν ταύτην ἐν τῇ ψυχῇ τοῦ µάρτυρος τούτου πεφυτευµένην, οὐκ ἂν αὐτῷ ταύτην ἐνεχείρισαν τὴν ἀρχήν. Καὶ γὰρ ᾔδεισαν ἀκριβῶς ὅσος κίνδυνος κεῖται τοῖς ἁπλῶς καὶ ὡς ἔτυχε τὰς τοιαύτας ποιουµένοις χειροτονίας. Καὶ τοῦτο αὐτὸ πάλιν ἐµφαίνων ὁ Παῦλος τῷ αὐτῷ Τιµοθέῳ γρά φων ἔλεγε· Χεῖρας ταχέως µηδενὶ ἐπιτίθει, µηδὲ κοινώνει ἁµαρτίαις ἀλλοτρίαις. Τί λέγεις; ἄλλος ἥµαρτε, κἀγὼ κοινωνῶ τῶν ἐγκληµάτων καὶ τῆς τιµω ρίας; Ναὶ, φησὶν, ὁ τῇ πονηρίᾳ τὴν ἐξουσίαν παρασχών. Καὶ καθάπερ τις µαινοµένῳ καὶ παραπαίοντι ξίφος ἐγχειρίσας ἠκονηµένον, ὃν ἂν ἐργάσηται φόνον ὁ µεµη νὼς, ἐκεῖνος ὑφίσταται τὴν αἰτίαν ὁ τὸξίφος δεδωκὼς, οὕτω καὶ ἀνθρώπῳ τις πονηρίᾳ συζῶντι τὴν ἀπὸ τῆς ἀρχῆς ταύτης ἐξουσίαν παρασχὼν, τὸ πῦρ ἅπαν τῶν ἁµαρτηµάτων ἐκείνου καὶ τῶντολµηµάτων ἐπὶ τὴν οἰ κείαν ἕλκει κεφαλήν· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, παν ταχοῦ οὗτος τῶν ἐξ αὐτῆς φυοµένων ἐστὶν αἴτιος. Εἶδες πῶς διπλοῦς ἡµῖν ὁ στέφανος ἐφάνη τῆς ἐπισκοπῆς τέως, καὶ λαµπροτέραν ἐποίησε τὴν ἀρχὴν τὸ τῶν χειροτονη σάντων αὐτὸν ἀξίωµα, πᾶσαν ἀπόδειξιν ἀρετῆς αὐτῷ µαρτυρῆσαν;
1.3
Βούλεσθε καὶ ἕτερον ὑµῖν ἐκκαλύψω στέφανον ἀπ' αὐτοῦ τούτου βλαστάνοντα; Ἀναλογισώµεθα τὸν καιρὸν καθ' ὃν τὴν ἀρχὴν ἐνεχειρίσθη ταύτην. Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονοµῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριµµένην ὁδὸν, καὶ κατεσκευασµένην κα λῶς, µετὰ πολλοὺςὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέµνεσθαι µέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέµουσαν, καὶ µηδέπω µηδένα δεξαµένην ὁδοιπόρον. Νῦν µὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι κίνδυνος οὐδεὶς τοῖς ἐπισκόποις, ἀλλ' εἰρήνη πανταχόθεν βαθεῖα, καὶ γαλήνης ἀπολαύοµεν ἅπαντες, τοῦ λόγου τῆςεὐσε βείας ἐκτεταµένου πρὸς τὰ πέρατα τῆς οἰκουµένης, καὶ τῶν βασιλευόντων ἡµῖν τὴν πίστιν συντηρούντων µετὰ ἀκριβείας. Τότε δὲ οὐδὲν τούτων ἦν, ἀλλ' ὅπουπερ ἄν τις εἶδε, κρηµνοὶ, καὶ βάραθρα, καὶ πόλεµοι, καὶ µάχαι, καὶ κίνδυνοι, καὶ ἄρχοντες, καὶ βασιλεῖς, καὶ δῆµοι, καὶ πόλεις, καὶ ἔθνη, καὶ οἰκεῖοι, καὶ ἀλλότριοι τοῖς πι στεύουσιν ἐπεβούλευον. Καὶ οὐ τοῦτο µόνον ἦν τὸ δεινὸν, ἀλλ' ὅτι καὶ αὐτῶν τῶν πιστευσάντων πολλοὶ, ἅτε νῦν πρώτως δογµάτων γευσάµενοι ξένων, πολλῆς ἐδέοντοτῆς συγκαταβάσεως, καὶ ἀσθενέστερον ἔτι διέκειντο, καὶ πολλάκις ὑπεσκελίζοντο· καὶ τοῦτο ἦν ὃ τῶν ἔξωθεν πο λέµων οὐκ ἔλαττον ἐλύπει τοὺς διδασκάλους, µᾶλλον δὲ καὶ πολλῷ πλέον· αἱ µὲν γὰρ ἔξωθεν µάχαι, καὶ ἐπι βουλαὶ, καὶ ἡδονὴν παρεῖχον αὐτοῖς πολλὴν διὰ τὴν ἐλ πίδα τῶν ἀποκειµένων µισθῶν.∆ ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες ὅτι ἐµαστιγώθησαν, καὶ Παῦλος βοᾷ λέγων· Χαίρω ἐν τοῖς παθήµασί µου, καὶ καυχᾶται ἐν ταῖς θλίψεσι παν ταχοῦ· τὰ δὲ τῶν οἰκείων τραύµατα καὶ τὰ τῶν ἀδελφῶν πτώµατα οὐδὲ ἀναπνεῖν αὐτοὺς ἠφίει, ἀλλ' ὥσπερ τις κύφων βαρύτατος τὸν αὐχένα τῆς ψυχῆς αὐτῶνἐπίεζε καὶ κατέσπα διηνεκῶς. Ἄκουσον γοῦν, ὁ Παῦλος ὁ οὕτω χαίρων ἐν τοῖς παθήµασι πῶς ὑπὲρ τούτων πικρῶς ὀδυνᾶται. Τίς γὰρ, φησὶν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦµαι; Καὶ πάλιν· Φοβοῦµαι µή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑµᾶς, κἀγὼ εὑρεθῶ ὑµῖν οἷον οὐ θέλετε· καὶ µετ' ὀλίγα· Μὴ πάλιν ἐλθόντα µε πρὸς ὑµᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προηµαρτηκότων, καὶ µὴ µετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶἀσελγείᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Καὶ διὰ παντὸς ὁρᾷς ἐν δάκρυσιν αὐτὸν ὄντα καὶ θρήνοις διὰ τοὺς οἰκείους, καὶ δεδοικότα, καὶ τρέµοντα ὑπὲρ τῶν πεπιστευκότων ἀεί. Ὥσπερ οὖν κυβερνήτην θαυµάζοµεν οὐχ ὅταν ἡσυχαζούσης τῆς θα λάττης καὶ ἐξ οὐρίων τῆς νηὸς φεροµένης δυνηθῇ τοὺς ἐµπλέοντας διασῶσαι, ἀλλ' ὅταν µαινοµένου τοῦ πελά γους, διανισταµένων τῶν κυµάτων, αὐτῶν τῶν ἔνδον ἐπι βατῶν στασιαζόντων, πολλοῦ χειµῶνος ἔσωθεν ἔξωθεν τοὺςἐµπλέοντας πολιορκοῦντος, δυνηθῇ κατευθῦναι τὸ σκάφος µετὰ ἀσφαλείας ἁπάσης· οὕτω καὶ τοὺς τότε τὴν Ἐκκλησίαν ἐγχειρισθέντας ἐκπλήττεσθαι χρὴ καὶ θαυ µάζειν πολλῷ πλέον τῶν νῦν οἰκονοµούντων αὐτὴν, ὅτε πολὺς ὁπόλεµος ἔξωθεν ἔσωθεν, ὅτε ἁπαλώτερον ἔτι τὸ φυτὸν τῆς πίστεως ἦν, καὶ πολλῆς δεόµενον ἐπιµελείας, ὅτε καθάπερ ἀρτίτοκον βρέφος τὸ τῆς Ἐκκλησίαςπλῆθος πολλῆς ἔχρῃζε τῆς προνοίας, καὶ σοφωτάτης τινὸς τῆς µελλούσης αὐτὸ τιθηνεῖσθαι ψυχῆς. Καὶ ἵνα σαφέ στερον µάθητε, ὅσων ἦσαν ἄξιοι στεφάνων οἱ τότε τὴν Ἐκκλησίαν ἐµπιστευθέντες, καὶ ὅσος πόνος καὶ κίνδυνος ἐν προοιµίοις καὶἀρχῇ πρᾶγµα ἀναδέξασθαι, καὶ πρώ τως ἐλθεῖν ἐπ' αὐτῷ, τοῦ Χριστοῦ παράγω µαρτυρίαν ὑµῖν ψηφιζοµένου ταῦτα καὶ τὴν ὑφ' ἡµῶν εἰρηµένην κυροῦντος γνώµην. Ἰδὼν γὰρ πολλοὺς πρὸς αὐτὸν ἐρχο µένους, καὶ βουλόµενος δεῖξαι τοῖς ἀποστόλοις, ὅτι πλέον αὐτῶν ἔκαµον οἱ προφῆται, φησίν· Ἄλλοι κεκοπιάκα σι, καὶ ὑµεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Καίτοι πολλῷ πλείονα τῶν προφητῶν ἔκαµνον οἱ ἀπό στολοι· ἀλλ' ἐπειδὴ πρότεροι ἐκεῖνοι τὸν λόγον τῆς εὐ σεβείας κατέβαλον, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀδι δάκτους οὔσας πρὸς τὴν ἀλήθειανἐπεσπάσαντο, ἐκείνοις τὸ πλέον τοῦ πόνου ψηφίζεται. Οὐ γάρ ἐστιν ἴσον, οὐκ ἔστι, µετὰ πολλοὺς ἑτέρους διδασκάλους ἐλθόντα διδάσκειν, καὶ πρῶτον αὐτὸν κατα βάλλειν τὰ σπέρµατα. Τὸ µὲν γὰρ ἤδη µελετηθὲν, καὶ ἐν συνηθείᾳ γενόµενον πολλῶν, εὐπαράδεκτον ἂν ῥᾳδίως γένοιτο· τὸ δὲ νῦν πρῶτον ἀκουόµενον θορυβεῖ τὴν διά νοιαν τῶν ἀκροατῶν, καὶ πολλὰ τοῖς διδάσκουσι παρέχει πράγµατα. Τοῦτο γοῦν καὶ ἐν Ἀθήναις ἐθορύβει τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο ἀπεστρέφοντο τὸν Παῦλον, ἐγ καλοῦντες, ὅτι Ξενίζοντά τινα εἰσφέρεις εἰς τὰςἀκοὰς ἡµῶν. Εἰ γὰρ νῦν κάµατον καὶ πόνον πολὺν Ἐκκλησίας προστασία παρέχει τοῖς κυβερνῶσιν αὐτὴν, ἐννόησον πῶς διπλοῦς, καὶ τριπλοῦς, καὶ πολλαπλασίων ἦντότε ὁ πόνος, ὅτε κίνδυνοι, καὶ µάχαι, καὶ ἐπιβουλαὶ, καὶ φό βος διηνεκής. Οὐκ ἔστιν, οὐκ ἔστι, παραστῆσαι τῷ λόγῳ τὴν δυσκολίαν, ἢν ὑπέµενον οἱ ἅγιοι τότε ἐκεῖνοι· ἀλλ' οὗτος αὐτὴν εἴσεται µόνος ὁ διὰ τῆς πείρας αὐτῆς ἐλθών.
1.4
Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡµῖν ἀνίσχοντα ταύτης. Τίς οὖν ἐστιν οὗτος; Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι τὴν ἡµετέραν. Ἐπίπονον µὲν γὰρ καὶ ἑκατὸν ἀνδρῶν καὶ πεντήκοντα προστῆναι µόνον· τὸ δὲ πόλιν ἐγχειρισθῆναι τοσαύτην, καὶ δῆµον εἰς εἴκοσιν ἐκτεινόµενον µυριάδας, πόσης ἀρετῆς οἴει καὶ σοφίας ἀπόδειξιν εἶναι; Καὶ γὰρ ὥσπερ ἐπὶ τῶν στρατοπέδων τὰς βασιλικωτέρας φάλαγγας καὶ πληθυούσας µᾶλλον οἱ σοφώτεροι τῶν στρατηγῶν ἐγχειρίζονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων, τὰς µείζους καὶ πολυανθρώπους οἱ δο κιµώτεροι τῶν ἀρχόντων ἐµπιστεύονται. Καὶ ἄλλως δὲ πολὺς ἦν τῆς πόλεως ταύτης τῷ Θεῷ λόγος, ὡς καὶ διὰ τῶν ἔργων αὐτῶν ἐδήλωσε· τὸν γοῦν τῆς οἰκουµένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐν ταῦθαχρόνον ἐνδιατρίψαι ἐκέλευσεν· οὕτως αὐτῷ τῆς οἰκουµένης ἁπάσης ἡ πόλις ἀντίῤῥοπος ἡ ἡµετέρα. Ἐπειδὴ δὲ ἐµνήσθην Πέτρου, καὶ πέµπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόµενον· οὗτος δέ ἐστι τὸ µετ' ἐκεῖ νον τοῦτον διαδέξασθαι τὴν ἀρχήν. Ὥσπερ γὰρ ἄν τις λίθον ἐξαίρων µέγαν ἐκ θεµελίων, ἕτερον ἀντίῤῥοπον ἐκείνου σπουδάζει πάντως ἀντεισαγαγεῖν, εἰ µὴ µέλλοι πᾶσαν σαλεύειντὴν οἰκοδοµὴν, καὶ σαθροτέραν ποιεῖν· οὕτω δὴ καὶ Πέτρου µέλλοντος ἐντεῦθεν ἀποδηµεῖν, ἕτε ρον ἀντίῤῥοπον Πέτρου διδάσκαλον ἡ τοῦ Πνεύµατος ἀντεισήγαγε χάρις, ὥστε µὴ τὴνἤδη γενοµένην οἰκοδο µὴν τῇ τοῦ διαδεξοµένου εὐτελείᾳ σαθροτέραν γενέσθαι. Πέντε µὲν οὖν στεφάνους ἀπηριθµησάµεθα, ἀπὸ τοῦ µεγέθους τῆς ἀρχῆς, ἀπὸ τῆς ἀξίας τῶν κεχειροτονηκό των, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας, ἀπὸτοῦ µέτρου τῆς πόλεως. ἀπὸ τῆς ἀρετῆς τοῦ παραδόντος αὐτῷ τὴν ἐπι σκοπήν. Τούτους ἅπαντας πλέξαντας ἐνῆν καὶ ἕκτον εἰ πεῖν, καὶ ἕβδοµον, καὶ πλείους τούτων· ἀλλ' ἵνα µὴ τὸν ἅπαντα χρόνον εἰς τὸν περὶ τῆς ἐπισκοπῆς ἀναλώσαντες λόγον, ἐκπέσωµεν τῶν περὶ τοῦ µάρτυρος διηγηµάτων, φέρε λοιπὸν ἐπὶ τὸνἆθλον ἐκεῖνον ἴωµεν. Πόλεµος ἀνεῤ ῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθά περ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ µέσης ἀνηρπάζοντοτῆς ἀγορᾶς ἅπαντες, ἄτοπον µὲν οὐδὲν ἐγκαλούµενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραµον, ὅτι τῆς τῶν δαιµόνων θρη σκείαςἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν µονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυµάζεσθαικαὶ τιµᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ µυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάµε νοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες. Ὁ γὰρ διάβολος, κακουργὸς ὢν καὶ δεινὸς τὰς τοιαύτας ῥάπτειν ἐπιβουλὰς, προσεδόκησεν ὅτι, τοὺς ποιµένας ἐὰν ἀφέλῃ, τὰ ποίµνια ῥᾳδίωςδιασπάσαι δυνήσεται. Ἀλλ' ὁ δρασσόµενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, βουλόµενος αὐτῷ δεῖξαι, ὅτι οὐκ ἄνθρωποι τὰς αὐ τοῦ κυβερνῶσιν Ἐκκλησίας, ἀλλ' αὐτός ἐστινὁ παντα χοῦ ποιµαίνων τοὺς πιστεύοντας εἰς αὐτὸν, συνεχώρησε τοῦτο γενέσθαι, ἵν' ὅταν ἀφαιρεθέντων ἐκείνων ἴδῃ τὰ τῆς εὐσεβείας οὐκ ἐλαττούµενα, οὐδὲ σβεννύµενον τὸν τοῦ κηρύγµατος λόγον, ἀλλ' αὐξόµενον µᾶλλον, µάθῃ διὰ τῶν ἔργων αὐτῶν καὶ αὐτὸς, καὶ οἱ ταῦτα αὐτῷ διακονούµενοι πάντες, ὅτιοὐκ ἀνθρώπινα τὰ καθ' ἡµᾶς, ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν ἔχει τὴν ῥίζαν ἡµῖν ἡ τῆς διδασκαλίας ὑπόθεσις, καὶ Θεός ἐστιν ὁ πανταχοῦ τὰς Ἐκκλησίας ἄγων, καὶὅτι τὸν Θεὸν πολεµοῦντα οὐκ ἔνι περιγενέσθαι ποτέ. Οὐ τοῦτο δὲ ἐκακούργησεν ὁ διάβολος µόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Οὐ γὰρ ἐν ταῖς πόλεσιν, ὧν προειστήκεισαν, ἠφίει σφάτ τεσθαι τοὺς ἐπισκόπους, ἀλλ' εἰς τὴν ἀλλοτρίαν ἄγων ἀνῄρει· ἐποίει δὲ τοῦτο ὁµοῦ µὲν ἐρήµους τῶν ἐπιτη δείων λαβεῖν σπεύδων, ὁµοῦ δὲ ἀσθενεστέρους ἐργάσε σθαι τῷ µόχθῳ τῆς ὁδοιπορίας ἐλπίζων· ὃ δὴ καὶ ἐπὶ τοῦ µακαρίου τούτου πεποίηκεν. Ἀπὸ γὰρ τῆς ἡµετέρας πόλεως εἰς τὴν Ῥώµην αὐτὸν ἐκάλεσεν, µακροτέρους αὐτῷ τιθεὶς τοὺς διαύλους τοῦ δρόµου, καὶ τῷ µήκει τῆς ὁδοῦ καὶ τῷ πλήθειτῶν ἡµερῶν τὸ φρόνηµα κατα βάλλειν αὐτοῦ προσδοκῶν, οὐκ εἰδὼς ὅτι συνέµπορον ἔχων Ἰησοῦν καὶ συναπόδηµον τῆς τοσαύτης ὁδοιπορίας, ἰσχυρότεροςµᾶλλον ἐγίνετο, καὶ τῆς µετ' αὐτοῦ δυνά µεως οὔσης πλείονα παρεῖχε τὴν ἀπόδειξιν, καὶ τὰς Ἐκκλησίας συνεκρότει µειζόνως. Αἱ γὰρ κατὰ τὴν ὁδὸν πόλεις συντρέχουσαι πάντοθεν ἤλειφον τὸν ἀθλητὴν, καὶ µετὰ πολλῶν ἐξέπεµπον τῶν ἐφοδίων, εὐχαῖς καὶ πρεσβείαιςαὐτῷ συναγωνιζόµεναι. Καὶ αὐταὶ δὲ οὐ τὴν τυχοῦσαν παράκλησιν ἐλάµβανον µετὰ προθυµίας τοσαύτης ἐπὶ θάνατον τρέχοντα ὁρῶσαι τὸν µάρτυρα, µεθ' ὅσης εἰκὸς ἦν τὸνἐπὶ βασίλεια καλούµενον τὰ ἐν οὐρανῷ. Καὶ διὰ τῶν ἔργων ἐµάνθανον αὐτῶν, διὰ τῆς τοῦ γενναίου προθυµίας ἐκείνου καὶ φαιδρότητος, ὅτι οὐ θάνατος ἦν ἐφ' ὃν ἔτρεχεν, ἀλλ' ἀποδηµία τις καὶµετά στασις, καὶ πρὸς τὸν οὐρανὸν ἀνάβασις. Καὶ ταῦτα δι δάσκων κατὰ πᾶσαν πόλιν ἀπῄει διὰ τῶν λόγων, διὰ τῶν πραγµάτων αὐτῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων συνέβη, ὅτε τὸν Παῦλον δήσαντες καὶ εἰς τὴν Ῥώµην ἀποστείλαντες ἐνόµιζον µὲν ἐπὶ θάνατον πέµπειν, ἔπεµπον δὲ τοῖςἐκεῖ κατοικοῦσιν Ἰουδαίοις διδάσκαλον, τοῦτο δὴ καὶ ἐπὶ Ἰγνατίου γέγονε µετὰ περιουσίας τινός. Οὐδὲ γὰρ τοῖς τὴν Ῥώµην οἰκοῦσι µόνοις, ἀλλὰ καὶ ταῖς ἐν τῷ µέσῳ κειµέναις πόλεσιν ἁπάσαις διδά σκαλος ἀπῄει θαυµάσιος, πείθων καταφρονεῖν τῆςπαρ ούσης ζωῆς, καὶ µηδὲν ἡγεῖσθαι τὰ βλεπόµενα, καὶ τῶν µελλόντων ἐρᾷν, καὶ πρὸς τὸν οὐρανὸν βλέπειν, καὶ πρὸς µηδὲν τῶν ἐν τῷ παρόντι βίῳ δεινῶνἐπιστρέφε σθαι. Ταῦτα γὰρ καὶ τὰ τούτων πλείονα διὰ τῶν ἔργων αὐτοὺς παιδεύων ὥδευε, καθάπερ ἥλιός τις ἐξ ἀνατολῆς ἀνίσχων καὶ πρὸς τὴν δύσιν τρέχων· µᾶλλον δὲ καὶ τούτου φαιδρότερος· οὗτος µὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαµπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς· κἀκεῖνος µὲν εἰς τὰ τῆς δύσεως ἀπιὼν µέρη κρύπτεται, καὶ νύκτα εὐθέως ἐπάγει· οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπ ελθὼν µέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ µέγιστα· ἐπειδὴ δὲ τῆς πόλεως ἐπέβη, κἀκείνην φιλοσοφεῖν ἐπαίδευσε.∆ ιὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἐκεῖ τὸν βίον αὐτὸν καταλῦσαι, ὥστε τὴν τούτου τελευτὴν διδασκάλιον γενέσθαι εὐσεβείας τοῖς τὴν Ῥώµηνοἰκοῦσιν ἅπασιν. Ὑµεῖς µὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι οὐδεµιᾶς ἐδέεσθε λοιπὸν ἀποδείξεως, ἐῤῥιζωµένοι κατὰ τὴν πίστιν· οἱ δὲ τὴν Ῥώµην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας.∆ ιὰ τοῦτο καὶ Πέτρος καὶ Παῦλος καὶ µετ' ἐκείνους οὗτος ἐκεῖ πάντες ἐτύθη σαν· τοῦτο µὲν ἵνα µολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰ δώλων αἵµασι, τοῖς οἰκείοις αἵµασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς ἀναστάσεως τοῦ σταυρωθέντοςΧριστοῦ διὰ τῶν ἔργων παράσχωνται τὴν ἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώµην οἰκοῦντας ὡς οὐκ ἂν µετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰµὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωµένον ἔµελ λον ἀναβαίνειν Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψε σθαι. Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην µετὰ θάνατον ἐπιδείξασθαι δύναµιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαικαὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁµολογίας, καὶ µάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶτῶν παρόντων ἡδέων ἑλέσθαι. Ταῦτα γὰρ οὐχὶ νεκροῦ τινος, οὐδὲ ἐπὶ τῷ τάφῳ µείναντος, ἀλλ' ἀναστάντος καὶ ζῶν τος ἦν τὰ κατορθώµατα. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ἡνίκα µὲν ἔζη, τοὺς συνόντας αὐτῷ πάντας ἀποστόλους ἀπὸ τοῦ φόβου γενοµένους ἀσθενεστέρους προδοῦναι τὸν δι δάσκαλον, καὶ φεύγοντας ἀπελθεῖν, ἐπειδὴ δὲ ἐτελεύτη σεν, µὴ µόνον Πέτρον καὶ Παῦλον, ἀλλὰ καὶ Ἰγνάτιον τὸν οὐδὲ ἑωρακότα αὐτὸν, οὐδὲ ἀπολελαυκότα αὐτοῦτῆς συνουσίας τοσαύτην ὑπὲρ αὐτοῦ προθυµίαν ἐπιδεί ξασθαι, ὡς καὶ αὐτὴν δι' αὐτὸν ἐπιδοῦναι τὴν ψυχήν;
1.5
Ἵν' οὖν ταῦτα ἔργῳ µάθωσιν οἱ τὴν Ῥώµην οἰκοῦντες ἅπαντες, συνεχώρησεν ὁ Θεὸς ἐκεῖ τελειωθῆναι τὸν ἅγιον. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο πιστώσοµαι. Οὐ γὰρ ἔξω τειχῶν ἐν βαράθρῳ, οὐδὲ ἐν δικαστηρίῳ, οὐδὲ ἐν γωνίᾳ τινι τὴν καταδικάζουσαν ἐδέξατο ψῆφον, ἀλλ' ἐν µέσῳ τῷ θεάτρῳ, τῆς πόλεωςἄνω καθεζοµένης ἁπάσης, τὸν τοῦ µαρτυ ρίου τρόπον ὑπέµεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων, ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦδιαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισµάτων τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων µόνον οὕτω γενναίως, ἀλλὰ καὶ µεθ' ἡδονῆς ἀποθνήσκων. Οὐ γὰρ ὡς ζωῆς ἀποῤῥήγνυσθαι µέλλων, ἀλλ' ὡς ἐπὶ ζωὴν καλού µενος βελτίω καὶ πνευµατικωτέραν, οὕτως ἀσµένως ἑώρα τὰ θηρία. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν ῥηµάτων ὧν ἀποθνήσκειν µέλλων ἐφθέγξατο. Ἀκούσας γὰρ ὅτι οὗτος αὐτὸν τῆς τιµωρίας ὁ τρόπος µένει, Ἐγὼ τῶν θηρίων ἐκείνων ὀναίµην, ἔλεγεν. Τοιοῦτοι γὰρ οἱ ἐρῶντες· ὅπερ ἂν πάσχωσιν ὑπὲρ τῶν ἐρωµένων, µεθ' ἡδονῆς δέχονται, καὶ τότε δοκοῦσιν ἐµφορεῖσθαι τῆς ἐπιθυµίας, ὅταν πολλῷ χαλεπώτερα ᾖ τὰ γινόµενα· ὅπερ οὖν καὶ ἐπὶ τούτου συνέβαινεν. Οὐ γὰρ τῷ θανάτῳ µόνον, ἀλλὰ καὶ τῇ προθυµίᾳ ζηλῶσαι τοὺς ἀποστόλους ἔσπευδε· καὶ ἀκούων ὅτι µαστιχθέντες ἐκεῖνοι µετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς µὴ τῇ τελευτῇ µόνον, ἀλλὰ καὶ τῇ χαρᾷ µιµήσασθαι τοὺς διδασκάλους· διὰ τοῦτο, Τῶν θηρίων, ἔλεγεν, ὀναίµην. Καὶ πολλῷ τού των ἡµερώτερα τὰ στόµατα ἐνόµιζεν εἶναι τῆς τοῦ τυράννου γλώττης, καὶ µάλα εἰκότως· ἐκείνη µὲν γὰρ πρὸς τὴν γέενναν ἐκάλει, τὰ δὲ τούτων στόµατα πρὸς βασιλείαν παρέπεµπεν. Ἐπειδὴ τοίνυν κατέλυσεν ἐκεῖ τὴν ζωὴν, µᾶλλον δὲ ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἀνέβη, ἐπανῄει στεφανίτης λοιπόν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονοµίας, τὸ πάλιν αὐτὸν πρὸς ἡµᾶς ἐπαναγαγεῖν, καὶ ταῖς πόλεσι διανεῖµαι τὸν µάρτυρα. Ἐκείνη µὲν γὰρ αὐτοῦ στάζον τὸ αἷµα ἐδέξατο, ὑµεῖς δὲ τῷ λειψάνῳ τετίµησθε· ἀπηλαύσατε τῆς ἐπισκοπῆς ὑµεῖς, ἀπήλαυσαν ἐκεῖνοι τοῦ µαρτυρίου· εἶδον ἀγωνιζό µενον καὶ νικῶντα καὶ στεφανούµενον ἐκεῖνοι, ἔχετε διηνεκῶς αὐτὸν ὑµεῖς· ὀλίγον ὑµῶν αὐτὸν χρόνον ἀπέ στησεν ὁ Θεὸς, καὶ µετὰ πλείονος ὑµῖν δόξης αὐτὸν ἐχα ρίσατο. Καὶ καθάπερ οἱ δανειζόµενοι χρήµατα µετὰ τόκων ἀποδιδόασιν ἅπερ ἂν λάβωσιν· οὕτω καὶ ὁ Θεὸς τὸν τίµιον τοῦτον θησαυρὸν παρ' ὑµῶν ὀλίγον χρησάµε νος χρόνον, καὶ τῇ πόλει δείξας ἐκείνῃ, µετὰ πλείονος ὑµῖν αὐτὸν ἀποδέδωκετῆς λαµπρότητος. Ἐξεπέµψατε γὰρ ἐπίσκοπον, καὶ ἐδέξασθε µάρτυρα· ἐξεπέµψατε µετ' εὐχῶν, καὶ ἐδέξασθε µετὰ στεφάνων· καὶ οὐχ ὑµεῖς δὲ µόνον, ἀλλὰ καὶ πᾶσαι αἱ ἐν µέσῳ πόλεις. Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόµενον τὸ λείψανον; πόσην καρποῦσθαι ἡδονήν; πόσον ἀγάλλεσθαι; πόσαις εὐφηµίαις πάντοθεν βάλλειν τὸν στεφανίτην; Καθάπερ γὰρ ἀθλητὴν γενναῖον τοὺς ἀνταγωνιστὰς καταπαλαίσαν τα ἅπαντας, καὶ µετὰ λαµπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάµµατος, εὐθέωςδεχόµενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι τῆς γῆς ἀφίασι, φοράδην ἀπάγοντες οἴκαδε, καὶ µυρίοις βάλλοντες ἐγκωµίοις· οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώµης αἱ πόλεις ἑξῆς διαδεχόµεναι, καὶ ἐπ' ὤµων φέρουσαι µέχρι τῆς πόλεως ταύτηςπαρέπεµπον ἐγκωµιάζουσαι τὸν στεφανίτην, ἀνυµνοῦσαι τὸν ἀγωνο θέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον αὐτῷ περιετράπη τὸ σόφισµα, καὶὅπερ ἐνόµισε κατὰ τοῦ µάρτυρος ποιεῖν, τοῦτο ὑπὲρ αὐτοῦ γέγονε. Καὶ τότε µὲν τὰς πόλεις ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθω σεν· ἐξ ἐκείνου δὲ καὶ µέχρι τῆς παρούσης τὴν ὑµετέρανπλουτίζει πόλιν· καὶ καθάπερ θησαυρὸς διηνεκὴς, καθ' ἑκάστην ἀντλούµενος τὴν ἡµέραν, καὶ οὐκ ἐπιλείπων, ἅπαντας τοὺς µετέχοντας εὐπορωτέρους ποιεῖ· οὕτω δὴ καὶ ὁ µακάριος οὗτος Ἰγνάτιος τοὺς πρὸς αὐτὸν ἐρχο µένους εὐλογιῶν, παῤῥησίας, γενναίου φρονήµατος, καὶ πολλῆς ἀνδρείας πληρῶνοἴκαδε ἀποπέµπει. Μὴ τοίνυν σήµερον µόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡµέραν πρὸς αὐτὸν βαδίζωµεν, πνευµατικοὺς ἐξ αὐτοῦ δρεπόµενοι καρπούς. Ἔστι γὰρ, ἔστι τὸν µετὰ πίστεως ἐνταῦθα παραγινόµενον µεγάλα καρπώσασθαι ἀγαθά· οὐδὲ γὰρ τὰ σώµατα µόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι τῶν ἁγίων πνευµατικῆς εἰσι πεπληρωµέναι χάριτος. Εἰ γὰρ ἐπὶ Ἐλισσαίου τοῦτο συνέβαινε, καὶ θήκης νεκρὸς ἁψάµενος τοῦ θανάτου τὰ δεσµὰ διέῤῥηξε, καὶ πρὸς ζωὴν ἐπανῆλθε πάλιν, πολλῷ µᾶλλον νῦν, ὅτε δαψιλεστέρα ἡ χάρις, ὅτε πλείων ἡ τοῦ Πνεύµατος ἐνέργεια, ἔστι καὶ θήκης µετὰ πίστεως ἁψάµενον πολ λὴν ἐκεῖθεν ἐπισπάσαθαι δύναµιν.∆ ιὰ τοῦτο καὶ τὰ λείψανα τῶν ἁγίων εἴασεν ἡµῖν ὁ Θεὸς, βουλόµενος ἡµᾶς πρὸς τὸν αὐτὸν ἐκείνοις χειραγωγῆσαι ζῆλον, καὶ λιµένα τινὰ παρασχεῖνκαὶ παραµύθιον ἀσφαλὲς τῶν ἀεὶ καταλαµβανόντων ἡµᾶς κακῶν.∆ ιὸ παρακαλῶ πάν τας ὑµᾶς, εἴτε ἐν ἀθυµίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε ἐν ἁµαρτιῶνβάθει, µετὰ πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ µετὰ πολλῆς ἐπαν ήξει τῆς ἡδονῆς, κουφότερον τὸ συνειδὸς ἐργασάµενος ἀπὸτῆς θεωρίας µόνης· µᾶλλον δὲ οὐ τοὺς ἐν δεινοῖς ὄντας µόνον ἀναγκαῖον ἐνταῦθα παραγίνεσθαι, ἀλλὰ κἂν ἐν εὐθυµίᾳ τις ᾖ, κἂν ἐν δόξῃ, κἂν ἐν δυναστείᾳ, κἂν ἐνπαῤῥησίᾳ πολλῇ τῇ πρὸς τὸν Θεὸν, µηδὲ οὗτος καταφρονείτω τῆς ὠφελείας. Ἐλθὼν γὰρ ἐνταῦθα καὶ τὸν ἅγιον ἰδὼν τοῦτον, ἀκίνητα ἕξει τὰ καλὰ, τῇ µνήµῃ τῶν τούτου κατορθωµάτων µετριάζειν τὴν αὐτοῦ ψυχὴν ἀναπείσας, καὶοὐκ ἀφιεὶς τὸ συνειδὸς ὑπὸ τῶν κατορθωµάτων πρὸς ὄγκον ἐπαρθῆναί τινα. Οὐ µικρὸν δὲ τοῖς ἐν εὐπραγίαις τὸ µὴ φυσᾶσθαι ἐπὶ ταῖς εὐηµερίαις, ἀλλ' εἰδέναι µετρίως φέρειν τὰς εὐπραγίας. Ὥστε ἅπασι χρήσιµος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς µὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασµῶν, τοῖς δὲ εὐηµεροῦσιν, ἵνα βέβαιααὐτοῖς µείνῃ τὰ καλά· τοῖς µὲν ἐν ἀῤῥωστίᾳ, ἵνα πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα µὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν. Ἅπερ ἅπαντα λογιζόµενοι, πάσης τέρψεως, πάσης ἡδονῆς τὴν ἐνταῦθα προτιµῶµεν διατριβὴν, ἵν' ὁµοῦ καὶ εὐφραινόµενοι καὶ κερδαίνοντες, καὶἐκεῖ σύσκηνοι τοῖς ἁγίοις τούτοις καὶ ὁµοδίαιτοι γενέσθαι δυνηθῶµεν εὐχαῖς αὐτῶν τῶν ἁγίων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅµα τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note