In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.0
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.
10.1
Οὔπω τῶν προτέρων ἀναπνεύσαντες πειρασµῶν, εὐθέως εἰς ἑτέρους ἐνέβησαν. Καὶ ὅρα, πῶς οἰκονοµεῖται τὰ πράγµατα. Πρῶτον ἐχλευάσθησαν πάντες ὁµοῦ· οὐ µικρὸς οὗτος ὁ πειρασµός· δεύτερον, αὐτοὶ οἱ κορυφαῖοι εἰς κινδύνους ἐµπίπτουσιν. Οὐκ ἐφεξῆς δὲ τὰ δύο γέγονεν, οὐδὲ ἁπλῶς· ἀλλὰ πρότερον εὐδοκιµήσαντες ἐν ταῖς δηµηγορίαις, καὶ θαῦµα ἐργασάµενοι µετὰ ταῦτα µέγα· οὕτω δὴ λοιπὸν µετὰ τὸ θαῤῥῆσαι, συγχωροῦντος τοῦ Θεοῦ τῶν ἀγώνων ἅπτονται. Σὺ δέ µοι θέα, πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ τὰς χεῖρας ἐπιβάλλουσι, θρασύτεροι γεγονότες καὶἀναισχυντότεροι µετὰ τὸν σταυρόν. Ἡ γὰρ ἁµαρτία, ἕως µὲν ἂν ὠδίνηται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζοµένους αὐτήν. Τί δήποτε δὲ καὶ στρατηγὸς ἐφίσταται; Ἐπέστησαν γὰρ αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, φησίν. Ἵνα πάλιν δηµόσιον ἔγκληµα περιθῶσι τοῖς γινοµένοις, καὶ µὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν· ὅπερ πανταχοῦ σπουδάζουσι ποιεῖν.∆ ιαπονούµενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν.∆ ιεπονοῦντο, οὐ µόνον ὅτι ἐδίδασκον, ἀλλ' ὅτι οὐκ αὐτὸν µόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡµᾶς δι' ἐκεῖνον ἀνίστασθαι.∆ ιὰ τὸ διδάσκειν αὐτοὺς, φησὶ, τὸν λαὸν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Ὢ τῆς ἀναισχυντίας! ἔτι τῶν προτέρων αἱµάτων γεµούσας τὰς χεῖρας εἶχον, καὶ οὐκ ἐνάρκων, ἀλλ' ἐπέβαλλον πάλιν αὐτὰς ἑτέροις αἵµασιν ὥστε πληρῶσαι· ἢ τάχα καὶ ἔδεισαν πλῆθος αὐτοὺς ἤδη γεγονότας, καὶ διὰ τοῦτο αὐτοῖς ὁ στρατηγὸς συνεπέστη. Ἦν γὰρ, φησὶν, ἑσπέρα ἤδη. Ἐκεῖνοι µὲν οὖν βουλόµενοι αὐτοὺς µαλάξαι, τοῦτο ἐποίουν καὶ ἐφύλαττον· τοὺς δὲ ἀποστόλους τολµηροτέρους µᾶλλον εἰργάζετο ἡ ἀναβολὴ τοῦ χρόνου. Καὶ ὅρα, τίνες ἀπολαµβάνονται· οἱ κορυφαῖοι τῶν ἀποστόλων, τοῖς ἄλλοις λοιπὸν ὑπόδειγµα γενόµενοι, ἵνα µηκέτι ζητῶσιν ἀλλήλους, µηδὲ τὸ κοινῇ εἶναι. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθµὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τί τοῦτο; µὴ γὰρ εὐδοκιµήσαντας εἶδον; οὐχὶ δεθέντας ἐθεάσαντο; πῶς οὖν ἐπίστευσαν; Ὁρᾷς ἐνέργειαν φανεράν; Καὶ µὴν καὶ τοὺς ἤδη πιστεύσαντας ἔδει ἀσθενεστέρους γενέσθαι· ἀλλ' οὐκ ἐγένοντο· ἡ γὰρ Πέτρου δηµηγορία εἰς τὸ βάθος τὰ σπέρµατα κατέβαλε, καὶ τῆς διανοίας αὐτῶν ἥψατο. Οἱ δὲ διὰ τοῦτο ὠργίζοντο, ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο. Εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, καὶ τὸν χωλὸν ἀνέστησεν, οὐ φοβούµεθα οὐδὲ τούτους. Ἄρα καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονοµίας γέγονε. Ἐντεῦθεν πλείους οἱ νῦν πιστεύσαντες τῶν πρώτων ἐγένοντο. Ἐφ' ᾧ καὶ δείσαντες, διὰ τοῦτο αὐτῶν ὁρώντων ἔδησαν τοὺς ἀποστόλους, ἵνα καὶ αὐτοὺς δειλοτέρους ἐργάσωνται. Τὸ ἐναντίον δὲ γέγονεν ἢ ἐκεῖνοι ἐβούλοντο.∆ ιὰ τοῦτο καὶ οὐκ ἐπ' αὐτῶν αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ κατ' ἰδίαν, ἵνα µὴ ἀπὸ τῆς παῤῥησίας οἱ ἀκούοντες κερδάνωσιν. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραµµατεῖς ἐν Ἱερουσαλὴµ, καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἐκ γένους ἦσαν ἀρχιερατικοῦ. Πάλιν συνέρχονται ἐπιτοαυτό. Οὐκέτι γὰρ µετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόµου ἐφυλάττετο. Καὶ πάλιν δικαστηρίου σχῆµα τῷ πράγµατι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει. Καὶ στήσαντες αὐτοὺς ἐν µέσῳ, ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάµει, ἢ ἐν ποίῳ ὀνόµατι ἐποιήσατε τοῦτο ὑµεῖς; Καὶ µὴν ᾔδεισαν·∆ ιαπονούµενοι γὰρ, φησὶ, διὰ τὸ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν.∆ ιὰ δὴ τοῦτο καὶ κατέσχον αὐτούς. Τίνος οὖν ἕνεκεν ἐρωτῶσι; Προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους γενήσεσθαι, καὶ τὸ πᾶν διὰ τούτου νοµίζοντες κατωρθωκέναι. Ὅρα γοῦν καὶ τί φασιν· Ἐν ποίῳ ὀνόµατι ἐποιήσατε τοῦτο ὑµεῖς; Τότε Πέτρος πλησθεὶς Πνεύµατος ἁγίου, εἶπε πρὸς αὐτούς· ἀναµνήσθητί µοι νῦν τῶν τοῦ Χριστοῦ λόγων, καὶ πῶς ἐξέβη, ὃ ἔλεγεν· Ὅταν δὲ παραδιδῶσιν ὑµᾶς εἰς συναγωγὰς, µὴ µεριµνήσητε, πῶς ἢ τί λαλήσετε· τὸ γὰρ Πνεῦµα τοῦ Πατρὸς ὑµῶν ἐστι τὸ λαλοῦν ἐν ὑµῖν. Ἄρα ἐνεργείας πολλῆς ἀπέλαβον. Τί δὲ καὶ λέγει, ἄκουσον· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ. Ὅρα φιλοσοφίαν ἀνδρὸς, καὶ πῶς γέµων παῤῥησίας οὐδὲν ὑβριστικὸν φθέγγεται, ἀλλὰ µετὰ τιµῆς· Ἄρχοντες τοῦ λαοῦ, φησὶ, καὶ πρεσβύτεροι τοῦ Ἰσραὴλ, εἰ ἡµεῖς σήµερον ἀνακρινόµεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑµῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ. Σφόδρα αὐτῶν γενναίως καθήψατο ἀπὸ τοῦ προοιµίου, καὶ διεκωδώνισε· µᾶλλον δὲ αὐτοὺς καὶ ἀνέµνησε τῶν προτέρων, ὅτι ἐπ' εὐεργεσίᾳ αὐτοὺς κρίνουσιν, ὡσανεὶ ἔλεγε· Μάλιστα µὲν ἐχρῆν στεφανοῦσθαι ἡµᾶς ἐπὶ τούτοις, καὶ ὡς εὐεργέτας ἀνακηρύττεσθαι· νῦν δὲ καὶ κρινόµεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνάστου, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε;
10.2
Πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέµει.∆ είκνυται δὲ ἐντεῦθεν, ὅτι αὐτοὶ ἑαυτοὺς περιπείρουσι τοῖς κακοῖς. Ὅτι ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου. Ὃ µάλιστα αὐτοὺς ἐλύπει, προστίθησι. Τοῦτο ἦν ἄρα, ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωµάτων. Ὅτι ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑµεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑµῶν ὑγιής. Μὴ νοµίσητε, φησὶν, ὅτι κρύπτοµεν τὴν πατρίδα ἢ τὸ πάθος. Ὃν ὑµεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ αὐτὸς παρέστηκεν ἐνώπιον ὑµῶν ὑγιής. Πάλιν τὸ πάθος, πάλιν ἡ ἀνάστασις. Αὐτός ἐστιν ὁ λίθος ὁ ἐξουθενωθεὶς ὑφ' ὑµῶν τῶν οἰκοδοµούντων, ὁ γενόµενος εἰς κεφαλὴν γωνίας. Ἀνέµνησεν αὐτοὺς καὶ ῥήµατος ἱκανοῦ φοβῆσαι· Ὁ πεσὼν γὰρ, φησὶν, ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικµήσει αὐτόν. Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Ποίας οἴει πληγὰς αὐτοὺς λαµβάνειν ἐκ τούτων τῶν ῥηµάτων; Οὔτε γὰρ ὄνοµα ἕτερόν ἐστι ὑπὸ τὸν οὐρανὸν τὸ δεδοµένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡµᾶς. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται. Ὅταν γὰρ µὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παῤῥησίαν ἐπιδείξασθαι µόνον, οὐ φείδεται· οὐ γὰρ ἐδεδοίκει, µὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς,∆ ι' ἄλλου· ἀλλ', Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· δηλῶν, ὅτι οὗτος ἡµᾶς σῶσαι δύναται, ὁµοῦ δὲ καὶ βουλόµενος αὐτοὺς φοβῆσαι. Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόµενοι, ὅτι ἄνθρωποι ἀγράµµατοί εἰσι καὶ ἰδιῶται, ἐθαύµαζον, ἐπεγίνωσκόν τεαὐτοὺς, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Καὶ πῶς, φησὶν, οἱ ἀγράµµατοι κατεῤῥητόρευσαν καὶ αὐτῶν καὶ τῶν ἀρχιερέων; Ὅτι οὐκ αὐτοὶ ἐφθέγγοντο, ἀλλὰ δι' αὐτῶν ἡ τοῦ Πνεύµατος χάρις. Τόν τε ἄνθρωπον ὁρῶντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευµένον, οὐδὲν εἶχον ἀντειπεῖν. Πολλὴ ἡ τοῦ ἀνθρώπου παῤῥησία· καὶ δῆλον ἀπὸ τοῦ ἐν αὐτῷ τῷ δικαστηρίῳ µὴ καταλιπεῖν αὐτούς. Ὥστε εἰ εἶπον, ὅτι Οὐχ οὕτως ἔχει, ἐκεῖνος ἂν κατηγόρησε. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους, λέγοντες· Τί ποιήσοµεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν τὸν φόβον τὸν ἀνθρώπινον πάντα ἐργαζόµενον. Ὥσπερ οὖν ἐπὶ τοῦ Χριστοῦ ἀνατρέψαι τὸ γενόµενον οὐκ ἴσχυσαν οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων αὐτῶν µᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως· οὕτω καὶ νῦν γίνεται· Τί ποιήσοµεν; Ὢ τῆς ἀνοίας! εἰ γευσαµένους τῶν ἀγώνων λοιπὸν καταπλήξεσθαι ἐνόµιζον· µᾶλλον δὲ εἰ παρὰ τὴν ἀρχὴν µηδὲν ἰσχύσαντες, µετὰ τὴν τοσαύτην ῥητορείαν προσεδόκησάν τι ποιήσειν. Ὅσῳ οὖν ἐβούλοντο κωλύειν, τοσούτῳ µᾶλλον ηὔξετο τὰ πράγµατα· Ὅτι µὲν γνωστὸν σηµεῖον γέγονε δι' αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴµ φανερὸν, καὶ οὐ δυνάµεθα ἀρνήσασθαι. Ἀλλ' ἵνα µὴ ἐπὶ πλέον διανεµηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησώµεθα αὐτοῖς µηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόµατι τούτῳ µηδενὶ ἀνθρώπων. Καὶ καλέσαντες αὐτοὺς, παρήγγειλαν τὸ καθόλου µὴ φθέγγεσθαι, µηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόµατι τοῦ Ἰησοῦ. Ὅρα καὶ τούτων τὴν ἀναισχυντίαν, καὶ τῶν ἀποστόλων τὴν φιλοσοφίαν. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες, εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑµῶν ἀκούειν µᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ἡµεῖς οὐ δυνάµεθα, ἃ εἴδοµεν καὶ ἠκούσαµεν, µὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάµενοι ἀπέλυσαν αὐτοὺς, µηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτοὺς, διὰ τὸν λαόν. Ἐπεστόµισαν αὐτοὺς τὰ σηµεῖα, καὶ λοιπὸν οὐδὲ ἠνέσχοντο πληρῶσαι αὐτοὺς τὸν λόγον· ἀλλὰ µεταξὺ λέγοντας διέκοψαν σφόδρα ὑβριστικῶς. Ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. Ἐτῶν γὰρ ἦν πλειόνων ὁ ἄνθρωπος τεσσαράκοντα, ἐφ' ὃν ἐγεγόνει τὸ σηµεῖον τοῦτο τῆς ἰάσεως. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Τί ποιήσοµεν τοῖς ἀνθρώποις τούτοις; Τὸ µὲν οὖν πρῶτον διὰ δόξαν ἀνθρωπίνην πάντα ἐποίουν· νυνὶ δὲ καὶ ἕτερον προσέκειτο, τὸ µὴ δόξαι µιαιφόνους εἶναι· ὃ µετὰ ταῦτα ἔλεγον· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου. Ἀπειλῇ ἀπειλησώµεθα αὐτοῖς µηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόµατι τούτῳ µηδενὶ ἀνθρώπων. Ὢ τῆς ἀνοίας! Πεισθέντες ὅτι ἀνέστη, καὶ τοῦτο τεκµήριον λαβόντες ὅτι ἔστι Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου µὴ κατασχεθέντα ὑπὸ οἰκείωνπροσεδόκησαν µηχανηµάτων συσκιάζεσθαι. Τί ταύτης τῆς ἀνοίας ἴσον; καὶ µὴ θαυµάσῃς, ὅτι πάλιν ἀνηνύτοις ἐπιχειροῦσι. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾷ, ἀλλὰ πανταχοῦ θορυβεῖται. Ἐπηρεαζόµενοι γὰρ, ὡς ἠπατηµένοι οὕτω διέκειντο· ὅπερ ἐστὶν ἐπὶ τῶν προληφθέντων, ἐπὶ τῶν ἐµπαιχθέντων ἐπί τινι. Καὶ µὴν ἄνω καὶ κάτω διὰ τοῦτο ἔλεγον, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρε, καὶ ὅτι ἐν τῷ ὀνόµατι τοῦ Ἰησοῦ οὗτος παρέστηκεν ὑγιὴς, δεικνύντες, ὅτι ἀνέστη ὁ Ἰησοῦς. Ἄλλως δὲ καὶ αὐτοὶ ἀνάστασιν ἐνόµιζον, ψυχρὰν µὲν καὶ µειρακιώδη, ἐνόµιζον δὲ ὅµως· νῦν δὲ ἀπιστοῦσι καὶ θορυβοῦνται, τί ποιεῖν αὐτοῖς βουλευόµενοι. Τοῦτο γοῦν µόνον οὐκ ἦν ἱκανὸν πεῖσαι αὐτοὺς µηδὲν αὐτοῖς ποιῆσαι, τὸ οὕτω µετὰ παῤῥησίας διαλέγεσθαι;∆ ιὰ τί ἀπιστεῖς, εἰπέ µοι, ὦ Ἰουδαῖε; Τῷ γὰρ γενοµένῳ σηµείῳ προσέχειν ἔδει καὶ τοῖς λόγοις, οὐ τῇ τῶν πολλῶν πονηρίᾳ. Καὶ τί δήποτε οὐ παραδιδόασιν αὐτοὺς Ῥωµαίοις; Ἤδη ἦσαν διαβεβληµένοι πρὸς αὐτοὺς ἀπὸ τῶν περὶ τὸν Χριστὸν, ὥστε µᾶλλον ἑαυτοὺς ἐκάκιζον ὑπερτιθέµενοι τὴν αὐτῶν ἔνδειξιν. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλ' ἐν µέσαις νυξὶ λαβόντες αὐτὸν εὐθέως ἀπήγαγον, καὶ οὐκ ἀνεβάλοντο δεδοικότες σφόδρα τὸ πλῆθος. Περὶ δὲ τούτων οὔτε ἐθάῤῥουν, οὔτε µὴν ἄγουσιν αὐτοὺς πρὸς Πιλᾶτον, εὐλαβούµενοι καὶ ὑποπτεύοντες τὰ πρότερα, µὴ καὶ ὑπὲρ ἐκείνων ἐγκληθῶσι. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραµµατεῖς ἐν Ἱερουσαλήµ.
10.3
Πάλιν συνέδρια ἐν Ἱεροσολύµοις, καὶ ἐκεῖ τὰ αἵµατα ἐκχεῖται, οὐδὲ τὴν πόλιν ᾐδέσθησαν. Ἄννας, φησὶ, καὶ Καϊάφας. Τούτου οὐδὲ τὴν δούλην ἐρωτῶσαν ἤνεγκεν ὁ Πέτρος, ἐπὶ τούτου ἠρνήσατο, ἑτέρου κατασχεθέντος. Νυνὶ δὲ εἰς µέσους αὐτοὺς παρελθὼν, ὅρα πῶς φθέγγεται. Εἰ ἡµεῖς ἀνακρινόµεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑµῖν. Οἱ δὲ, Ἐν ποίῳ ὀνόµατι ἐποιήσατε, λέγουσι, τοῦτο; Τὸ ποῖον διὰ τί µὴ λέγεις, ἀλλὰ συσκιάζεις; Ἐν ποίῳ ὀνόµατι ἐποιήσατε τοῦτο ὑµεῖς; Καὶ µὴν ἔλεγεν, ὅτι Οὐχ ἡµεῖς ἐποιήσαµεν. Ὅρα σύνεσιν· οὐκ εἶπεν εὐθέως, ὅτι Ἐν τῷ ὀνόµατι τοῦ Ἰησοῦ ἐποιήσαµεν· ἀλλὰ τί; Ἐν τῷ ὀνόµατι αὐτοῦ οὗτος παρέστηκεν ἐνώπιον ὑµῶν ὑγιής. Καὶ οὐ λέγει, Ἐγένετο ὑφ' ἡµῶν ὑγιής. Καὶ πάλιν, Εἰ ἡµεῖς ἀνακρινόµεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς. Πλήττει αὐτοὺς ὡς ἀεὶ τοιαῦτα ἐγκαλοῦντας, καὶ εὐεργεσίαις ἀνθρώπων µεµφοµένους· καὶ ἀναµιµνήσκει τῶν προτέρων, ὅτι αὐτοὶ ἐπὶ φόνους τρέχουσι· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἐπὶ εὐεργεσίαις ἐγκαλοῦσιν. Ὁρᾷς, πῶς ἔχει τὸ βαρὺ καὶ τὰ ῥήµατα; Ἐν τούτοις γὰρ ἐγυµνάζοντο, καὶ λοιπὸν ἀκατάπληκτοι ἦσαν. Ἐξ ὧν δείκνυσιν αὐτοῖς, ὅτι αὐτοὶ µᾶλλον κηρύττουσιν ἄκοντες τὸν Χριστὸν, καὶ αὐτοὶ τὸ δόγµα ἐπαίρουσιν οἱ ἀνακρίνοντες καὶ ἐξετάζοντες. Ὃν ὑµεῖς ἐσταυρώσατε. Βαβαὶ τῆς παῤῥησίας! Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Τοῦτο πάλιν µείζονος ἐλευθεροστοµίας. Ὃ τοίνυν λέγει, τοῦτό ἐστι· Μὴ νοµίσητε, ὅτι τὰ ἐπονείδιστα κρύπτοµεν· τοσοῦτον ἀπέχοµεν συσκιάσαι, ὅτι καὶ παῤῥησιαζόµεθα. Ταῦτα µονονουχὶ ὀνειδίζων αὐτοῖς λέγει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ ἐνδιατρίβει τῷ λόγῳ, Οὗτός ἐστιν ὁ λίθος, λέγων, ὁ ἐξουθενηθεὶς ὑφ' ὑµῶντῶν οἰκοδοµούντων. Εἶτα δεικνὺς, ὅτι καὶ εἰς σφόδρα δόκιµον τοῦτο εἰργάσαντο, ἐπάγει· Ὁ γενόµενος εἰς κεφαλὴν γωνίας· τουτέστιν, ὁ φύσει τίµιος καὶ δόκιµος, οὗτος ἐξουθενήθη. Οὕτως ἀπὸ τοῦ σηµείου πολλὴν ἔσχον τὴν παῤῥησίαν. Σὺ δέ µοι σκόπει, πῶς, ὅτε µὲν διδάξαι χρὴ, προφητείας παράγουσι πολλὰς, ὅτε δὲ παῤῥησιάσθαι, µόνον ἀποφαίνονται. Οὔτε γὰρ, φησὶν, ὄνοµά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδοµένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡµᾶς. Ὅτι πᾶσιν ἀνθρώποις καὶ οὐκ αὐτοῖς µόνοις ἐδόθη τὸ ὄνοµα. Πρὸς τοῦτο καὶ αὐτοὺς ἐπάγεται µάρτυρας. Ἐπειδὴ γὰρ ἔλεγον· Ἐν ποίῳ ὀνόµατι ἐποιήσατε; Εἰς τὸ τοῦ Χριστοῦ, φησὶν, ἄλλο οὐκ ἔστιν ὄνοµα. Πῶς οὖν ἐρωτᾶτε; Οὕτω πανταχοῦ τοῦτο δῆλόν ἐστιν. Οὔτε γὰρ ὄνοµα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν, φησὶν, ἐν ᾧ δεῖ σωθῆναι ἡµᾶς. Ταῦτα ψυχῆς κατεγνωκυίας τῆς ζωῆς τῆς παρούσης ἐστίν. Ἡ πολλὴ παῤῥησία δείκνυσι τοῦτο. Ἐνταῦθα δῆλον ποιεῖ, ὅτι καὶ ὅτε ταπεινὰ ἐφθέγγετο περὶ τοῦ Χριστοῦ, οὐ δεδοικὼς, ἀλλὰ συγκαταβαίνων· ἐπειδὴ δὲ νῦν καιρὸς ἦν, οὕτω φθέγγεται ὑψηλὰ, ὡς αὐτῷ τούτῳ καὶ τοὺς ἀκούοντας ἅπαντας καταπλῆξαι. Ἰδοὺ καὶ ἄλλο σηµεῖον οὐκ ἔλαττον τοῦ προτέρου. Ἐπεγίνωσκόν τε αὐτοὺς, φησὶν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Οὐχ ἁπλῶς τοῦτο τέθεικε τὸ χωρίον ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δηλώσῃ καὶ ποῦ ἦσαν. Ἐν τῷ πάθει, φησίν. Οὗτοι γὰρ µόνοι τότε συνῆσαν, ὅτε καὶ ἑώρων αὐτοὺς ταπεινοὺς, συνεσταλµένους· ὃ καὶ µάλιστα αὐτοὺς ἐξένιζεν, ἡ ἀθρόα µεταβολή. Καὶ γὰρ ἐκεῖ ἦσαν οἱ περὶ Ἄνναν καὶ Καϊάφαν, καὶ παρειστήκεσαν αὐτοῖς καὶ οὗτοι· νῦν δὲ ἐξέπληττεν αὐτοὺς ἡ σφόδρα παῤῥησία. Οὐ γὰρ τοῖς ῥήµασι µόνον ἐδείκνυντο ἀφροντιστοῦντες περὶ τοιούτων κρινόµενοι, καὶ ὑπὲρ τῶν ἐσχάτων ἐπηρτηµένου τοῦ κινδύνου, ἀλλὰ καὶ τῷσχήµατι, καὶ τῇ φωνῇ, καὶ τῷ βλέµµατι, καὶ πᾶσιν ἁπλῶς τὴν παῤῥησίαν ἐνέφαινον ἐπὶ τοῦ λαοῦ, ἐξ ὧν ἐφθέγγοντο. Ἐθαύµαζον δὲ ἴσως, ὅτι ἄνθρωποι καὶ ἀγράµµατοί εἰσι καὶ ἰδιῶται· ἐπειδὴ ἔνι ἀγράµµατόν τινα εἶναι, µὴ µέντοι καὶ ἰδιώτην· ἢ ἰδιώτην µὲν, οὐκ ἀγράµµατον δέ.∆ είκνυσιν ἐνταῦθα, ὅτι τὰ δύο συνῆλθε. Καταλαβόµενοι, φησί. Πόθεν; Ἀφ' ὧν ἔλεγον. Οὐ µακροὺς κατατείνει λόγους, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ἀπαγγελίας καὶ τῆς συνθήκης τὴν παῤῥησίαν δηλοῖ· ὥστε ἐπέσκηψαν ἂν αὐτοῖς, εἰ µὴ σὺν αὐτοῖς ἦν ὁ ἄνθρωπος. Ἐπεγίνωσκόν τε αὐτοὺς, φησὶν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Ὅπερ αὐτοὺς ἐποίει πιστεῦσαι, ὅτι παρ' ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου µαθηταὶ πάντα ἔπραττον. Οὐχ ἧττον δὲ τῆς τούτων φωνῆς ἠφίει φωνὴν τὸ θαῦµα καὶ τὸ σηµεῖον· ὃ δὴ καὶ µάλιστα ἐνέφραξεν αὐτῶν τὰ στόµατα. Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ὑµῶν ἀκούειν µᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅτε ὁ φόβος ὑπετµήθη µᾶλλον( τὸ γὰρ παραγγεῖλαι οὐδὲν ἦν ἕτερον ἢ ἀπολυθῆναι), τότε καὶ ἐπιεικέστερον φθέγγονται· οὕτω µακρὰν θράσους ἦσαν. Ὅτι γνωστὸν σηµεῖον γέγονεν, Οὐ δυνάµεθα ἀρνήσασθαι. Ὥστε ἠρνήσαντο ἂν, εἰ µὴ τοῦτο ἦν, εἰ µὴ ἡ τῶν πολλῶν µαρτυρία ἦν. Καὶ µὴν πᾶσι κατάδηλον ἦν. Ἀλλὰ τοιοῦτον ἡ κακία, θρασὺ καὶ ἰταµόν. Ἀπειλῇ ἀπειλησώµεθα. Τί λέγεις; ἀπειλῇ προσδοκᾶτε στήσειν τὸ κήρυγµα; Οὕτω πανταχοῦ αἱ ἀρχαὶ χαλεπαί τε καὶ δύσκολοι. Τὸν διδάσκαλον ἀνείλετε, καὶ οὐκ ἐστήσατε· καὶ νῦν, ἂν ἀπειλήσητε, προσδοκᾶτε ἀποστήσειν ἡµᾶς· Ὁ δεσµὸς οὐκ ἔπεισεν ὑφειµένως διαλεχθῆναι, καὶ ὑµεῖς πείσετε; Πάνυ γε, τοὺς οὐδὲν ὑµᾶς ἡγουµένους καὶ ἀπειλοῦντας. Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ, ὑµῶν µᾶλλον ἀκούειν ἢ τοῦ Θεοῦ. Ἐνταῦθα τοῦ Θεοῦ φασιν ἀντὶ τοῦ Χριστοῦ. Εἶδες, πῶς νῦν ἐξέβη ὃ εἶπεν αὐτοῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑµᾶς ὡς πρόβατα ἐν µέσῳ λύκων· µὴ φοβηθῆτε αὐτούς.
10.4
Εἶτα πάλιν τὴν ἀνάστασιν βεβαιοῦσι δι' ὧν ἐπάγουσι λέγοντες· Ἡµεῖς οὐ δυνάµεθα µὴ λαλεῖν ἃ εἴδοµεν καὶ ἠκούσαµεν. Ὥστε ἡµεῖς µὲν ἀξιόπιστοί ἐσµεν µάρτυρες, ὑµεῖς δὲ προσαπειλοῦντες, εἰκῆ πάλιν ἀπειλεῖτε.∆ έον οὖν µεταβάλλεσθαι ἐφ' οἷς ὁ λαὸς ἐδόξαζε τὸν Θεὸν, οἱ δὲ καὶ ἀνελεῖν ἀπειλοῦσιν· οὕτω θεοµάχοι ἦσαν. Οἱ δὲ προσαπειλησάµενοι ἀπέλυσαν αὐτούς. Ἐντεῦθεν περιφανέστεροι καὶ λαµπρότεροι ἐγένοντο. Ἡ γὰρ δύναµίς µου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. Ἤδη ἐµαρτύρησαν οὗτοι πρὸς πάντα παραταξάµενοι. Τί ἐστιν, Ἡµεῖς οὐ δυνάµεθα, ἃ εἴδοµεν καὶ ἠκούσαµεν, µὴ λαλεῖν; Εἰ ψευδῆ, φησὶν, ἃ λέγοµεν, ἐπιλαβοῦ· εἰ δὲ ἀληθῆ, τί κωλύεις; Τοιοῦτον ἡ φιλοσοφία. Ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέµοντες αἰσχύνης, οὗτοι µετὰ παῤῥησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι, οὗτοι ἐν τῷ θαῤῥεῖν. Τίνες γὰρ ἦσαν, εἰπέ µοι, οἱ φοβούµενοι; οἱ λέγοντες, Ἵνα µὴ ἐπὶ πλέον διανεµηθῇ εἰς τὸν λαὸν, ἢ οἱ λέγοντες, Οὐ δυνάµεθα, ἃ εἴδοµεν καὶ ἠκούσαµεν, µὴ λαλεῖν; Καὶ ἐν ἡδονῇ, καὶ ἐν παῤῥησίᾳ, καὶ ἐν εὐφροσύνῃ µείζονι πάντων οὗτοι· ἐκεῖνοι ἐν ἀθυµίᾳ, ἐν αἰσχύνῃ, ἐν φόβῳ· τὸν γὰρ λαὸν ἐδεδοίκεσαν. Ἃ ἐβούλοντο, ἐφθέγξαντο οὗτοι· ἐκεῖνοι, ἃ ἐβούλοντο, οὐκ ἐποίησαν. Τίνες ἦσαν ἐν δεσµοῖς καὶ ἐν κινδύνοις; οὐχὶ οὗτοι µάλιστα. Ἐχώµεθα τοίνυν τῆς ἀρετῆς· µὴ µέχρι τέρψεως τὰ λεγόµενα ἔστω, µηδὲ µέχρι παραµυθίας τινός. Οὐκ ἔστι τὸ θέατρον τοῦτο, ἀγαπητὲ, κιθαρῳδῶν οὐδὲ τραγῳδῶν, ἔνθα µέχρι τῆς τέρψεως ὁ καρπὸς, καὶ τῆς ἡµέρας παραδραµούσης παρῆλθεν ἡ τέρψις. Καὶ εἴθε ἦν τέρψις µόνη, καὶ µὴ καὶ βλάβη µετὰ τῆς τέρψεως· ἀλλ' ὅµως ἄπεισιν ἐκεῖθεν οἴκαδε ἕκαστος, καθάπερ ἀπό τινος λύµης ἀναµαξάµενος πολλὰ τῶν αὐτόθι· καὶ ὁ µὲν νέος ἀπολαβών τινα τῶν σατανικῶν ᾀσµάτων µέλη, ὅσα ἴσχυσε τῇ µνήµῃ καταθέσθαι, συνεχῶς ἐπὶ τῆς οἰκίας ᾄδει· ὁ δὲ πρεσβύτης, ἅτε δὴ σεµνότερος, τοῦτο µὲν οὐ ποιεῖ, τῶν δὲ ἐκεῖσε λεγοµένων ῥηµάτων µέµνηται πάντων. Ἐντεῦθεν οὐδὲν ἔχοντες ἄπιτε. Καὶ πῶς οὐκ αἰσχύνης ἄξιον; Νόµον ἐθήκαµεν· µᾶλλον δὲ οὐχ ἡµεῖς ἐθήκαµεν· µὴ γένοιτο· Μὴ γὰρ καλέσητε, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Νόµον ἔθηκεν ὁ Χριστὸς, ὥστε µηδένα ὀµνύναι. Τί γέγονεν, εἰπέ µοι, περὶ τούτου τοῦ νόµου; οὐ γὰρ παύσοµαι περὶ τούτου διαλεγόµενος, Μή πως πάλιν ἐλθὼν, κατὰ τὸν Ἀπόστολον, οὐ φείσωµαι. Ἆρα ἐµεριµνήσατε τὸ πρᾶγµα; ἆρα ἐφροντίσατε; ἆρα γέγονέ τις ὑµῖν σπουδὴ, ἢ πάλιν τῶν αὐτῶν ἁψόµεθα λόγων; Μᾶλλον δὲ εἴτε γέγονεν, εἴτε µὴ, τῶν αὐτῶν ἁψόµεθα λόγων, ἵνα φροντίσητε· εἰ δὲ ἐµεριµνήσατε, ἵνα πάλιν βεβαιότερον τοῦτο ἐργάσησθε, καὶ τοὺς ἄλλους παρακαλέσητε. Πόθεν οὖν ἡµῖν ἀρκτέον τοῦ λόγου; βούλεσθε ἀπὸ τῆς Παλαιᾶς; Ἀλλὰ τοῦτο ἡµετέρα αἰσχύνη, ὅτι τὰ ἐν τῇ Παλαιᾷ, ἃ ὑπερβαίνειν ἔδει, οὐδὲ οὕτω φυλάττοµεν. Ἡµᾶς γὰρ οὐ περὶ τούτων ἀκούειν ἔδει( τῆς γὰρ Ἰουδαϊκῆς εὐτελείας ταῦτα τὰ παραγγέλµατα), ἀλλ' ἐκεῖνα τὰ τέλεια· Ῥῖψον τὰ χρήµατα, στῆθι γενναίως, τὴν ψυχὴν ἐπίδος ὑπὲρ τοῦ κηρύγµατος, καταγέλασον τῶν ἐπὶ τῆς γῆς ἁπάντων, µηδὲν ἔστω σοι κοινὸν πρὸςτὸν παρόντα βίον· ἂν ἀδικήσῃ τις, εὐεργέτησον· ἂν πλεονεκτήσῃ, εὐλόγησον· ἂν βλασφηµήσῃ, τίµησον· πάντων ἀνώτερος ἔσο. Ταῦτα καὶ τὰ τοιαῦτα ἀκούειν ἔδει. Νυνὶ δὲ ὑπὲρ ὅρκου διαλεγόµεθα· καὶ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἴ τις τὸν ὀφείλοντα φιλοσοφεῖν, ἀφελκύσας τῶν διδασκάλων ἐκείνων, συλλαβὰς ἔτι καὶ τὸ κατὰ στοιχεῖον ἀναγινώσκειν ποιοῖ. Ἐννόησόν µοι ὅση ἐστὶν αἰσχύνη, ἄνθρωπόν τινα ὑπήνην βαθεῖαν ἔχοντα, καὶ ῥόπαλον ἐπιφερόµενον, καὶ ἐξωµίδα ἔχοντα, εἰς διδασκάλους µετὰ τῶνπαίδων ἀπιέναι, καὶ τὰ αὐτὰ ἐκείνοις µανθάνειν, ἆρα οὐ πολὺς ὁ γέλως; Ἀλλὰ πλείων οὗτος ὁ ἡµέτερος. Οὐ γὰρ ὅσον φιλοσοφίας τὸ µέσον καὶ γραµµάτων, τοσοῦτον τῆς Ἰουδαϊκῆς πολιτείας καὶ τῆς ἡµετέρας τὸ διάφορον, ἀλλ' ὅσον ἀγγέλων καὶ ἀνθρώπων. Εἴ τις, εἰπέ µοι, ἄγγελον ἐκ τοῦ οὐρανοῦ καταγαγὼν, κελεύσειεν ἐνταῦθα ἑστάναι καὶ ἀκροᾶσθαι τῶν ἡµετέρων λόγων, ὡς ὀφείλοντα ἀπὸτούτων ῥυθµίζεσθαι, ἆρα οὐκ αἰσχύνη καὶ γέλως ἦν; Εἰ δὲ τὸ περὶ τούτων ἔτι παιδεύεσθαι γέλως· τὸ µηδὲ τούτοις προσέχειν, εἰπέ µοι, πόση κατάγνωσις; πόση αἰσχύνη; Καὶ πῶς γὰρ οὐκ αἰσχύνης, ὅτι ἔτι Χριστιανοὶ περὶ τοῦ µὴ δεῖν ὀµνύναι παιδεύονται; Πλὴν ἀλλ' ἀνασχώµεθα, ἵνα µὴ µᾶλλον γελώµεθα. Φέρε οὖν ἀπὸ τῆς Παλαιᾶς ὑµῖν διαλεχθῶµεν τήµερον. Τί δὲ αὕτη φησίν; Ὅρκῳ µὴ ἐθίσῃς τὸ στόµα σου, µηδὲ τῷ ὀνόµατι τοῦ ἁγίου συνεθισθῇς.∆ ιὰ τί; Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόµενος ἐνδελεχῶς, ἀπὸ µώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀµνύων.
10.5
Ὅρα τὴν σύνεσιν τοῦ σοφοῦ τούτου. Οὐκ εἶπεν, Ὅρκῳ µὴ ἐθίσῃς τὴν διάνοιάν σου, ἀλλὰ, Τὸ στόµα σου· ὅτι τοῦ στόµατος ὂν τὸ πᾶν οἶδε, καὶ ὅτι εὐκόλως κατορθοῦται. Συνήθεια γάρ ἐστι λοιπὸν ἀπροαιρέτως γινοµένη· οἷόν εἰσι πολλοὶ, οἳ ἐν βαλανείοις εἰσιόντες, ἅµα τῷ τὰς θύρας ὑπερβῆναι σφραγίζονται. Τοῦτο οἶδεν ἡ χεὶρ καὶ µηδενὸς κελεύοντος ἀπὸ τῆς συνηθείας ποιεῖν. Πάλιν λύχνου ἁφθέντος, πολλάκις τῆς διανοίας ἕτερόν τι σκεπτοµένης, ἡ χεὶρ τὴν σφραγῖδα ποιεῖ. Οὕτω δὴ καὶ τὸ στόµα, οὐ µετὰ τῆς ψυχῆς φθέγγεται, ἀλλὰ ἀπὸ τῆς συνηθείας, καὶ ἐν τῇ γλώττῃ τὸ πᾶν ἐστι. Καὶ τῷ ὀνόµατι, φησὶ, τοῦ Ἁγίου µὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόµενος ἐνδελεχῶς, ἀπὸ µώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀµνύων. Οὐχὶ τὴν ἐπιορκίαν ἐνταῦθα, ἀλλὰ τὸν ὅρκον ἐκκόπτει, καὶ αὐτῷ τίθησι τὴν τιµωρίαν. Ἄρα τὸ ὀµνύειν ἁµαρτία. Τοιαύτη ὄντως ἐστὶν ἡ ψυχὴ, τοσούτων γέµει τραυµάτων, τοσούτων µωλώπων. Ἀλλ' οὐχ ὁρᾷς; Τοῦτο γὰρ τὸ δεινόν· καίτοι γε δύνασαι, ἐὰν θέλῃς, ὁρᾷν· ἔδωκε γάρ σοι ὀφθαλµοὺς ὁ Θεός. Τοιούτοις ὀφθαλµοῖς ἑώρα ὁ προφήτης, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ µώλωπές µου ἀπὸ προσώπου τῆς ἀφροσύνης µου. Κατεφρονήσαµεν τοῦ Θεοῦ, ἐµισήσαµεν τὸ ὄνοµα τὸ καλὸν, κατεπατήσαµεν τὸν Χριστὸν, ἐλύσαµεν τὴν αἰδῶ, οὐδεὶς µετὰ τιµῆς µέµνηται τοῦ ὀνόµατοςτοῦ Θεοῦ. Καὶ σὺ µὲν ἂν φιλῇς τινα, καὶ πρὸς τὸ ὄνοµα διανίστασαι· τὸν δὲ Θεὸν οὕτω συνεχῶς καλεῖς ὡς οὐδέν. Κάλεσον αὐτὸν ἐπὶ εὐεργεσίᾳ ἐχθροῦ· κάλεσον αὐτὸν ἐπὶ σωτηρίᾳ τῆς σῆς ψυχῆς· τότε παρέσται, τότε εὐφραίνεις αὐτόν· νῦν δὲ παροξύνεις. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσε Στέφανος. Τί λέγων; Κύριε, µὴ στήσῃς αὐτοῖς τὴν ἁµαρτίαν ταύτην. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσεν ἡ τοῦ Ἑλκανᾶ γυνὴ, µετὰ δακρύων, µετὰ θρήνων, µετὰ εὐχῆς. Οὐ κωλύω, ἀλλὰ καὶ σφόδρα παραινῶ. Κάλεσον αὐτὸν ὡς ἐκάλεσε Μωϋσῆς, καὶ ἐβόα παρακαλῶν ὑπὲρ τῶν φυγαδευσάντων αὐτόν. Καὶ σὺ µὲν ἄν τινος µνησθῇς ἁπλῶς ἀνδρὸς αἰδεσίµου, ὕβρις τὸ πρᾶγµα· τὸν δὲ Θεὸν περιφέρων, οὐ µόνον ἁπλῶς, ἀλλὰ καὶ ἀκαίρως ἐν τοῖς σοῖς λόγοις, οὐδὲν τὸ πρᾶγµα νοµίζεις; Καὶ πόσης οὐχὶ κολάσεως ἄξιος ἂν εἴης; Οὐ κωλύω τὸν Θεὸν ἔχειν διαπαντὸς ἐν διανοίᾳ( τοῦτο γὰρ καὶ εὔχοµαι καὶ βούλοµαι), ἀλλὰ µὴ παρὰ τὸ δοκοῦν αὐτῷ, ἀλλ' αἰνοῦντα, ἀλλὰ τιµῶντα. Μεγάλα ἂν τοῦτο εἰργάσατο ἡµῖν ἀγαθὰ, εἰ ὅτε ἔδει, καὶ ἐφ' οἷς ἔδει µόνον ἐκαλοῦµεν αὐτόν.∆ ιὰ τί, εἰπέ µοι, ἐπὶ µὲν τῶν ἀποστόλων τοσαῦται δυνάµεις ἐγίνοντο, ἐπὶ δὲ ἡµῶν οὐχί; καίτοι ὁ αὐτός ἐστι Θεὸς, τὸ αὐτὸ ὄνοµα. Ἀλλ' οὐκ ἔστιν ἴσον. Πῶς; Ὅτιἐκεῖνοι µὲν ἐπὶ τούτοις, οἷς εἶπον, αὐτὸν ἐκάλουν µόνον· ἡµεῖς δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ' ἐπ' ἄλλοις. Εἰ δὲ ἀπιστεῖ, καὶ διὰ τοῦτο ὀµνύεις, λέγε µὲν, Πίστευσον· πλὴν εἰ βούλει, ὄµοσον κατὰ σαυτοῦ. Οὐκ ἀντινοµοθετῶν τῷ Χριστῷ λέγω, µὴ γένοιτο· Ἔστω γὰρ, φησὶν, ὑµῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἀλλὰ συγκαταβαίνων ὑµῖν, ἵνα µᾶλλον εἰς τοῦτο ὑµᾶς ἐναγάγω, καὶ τῆς συνηθείας ἀπαγάγω τῆς τυραννικῆς. Πόσοι ἐν τοῖς ἄλλοις εὐδοκιµοῦντες ἀπώλοντο ἀπὸ τούτων τῶν πραγµάτων; Βούλεσθε µαθεῖν, διὰ τί συνεχώρουν τοῖς ἀρχαίοις ὀµνύειν;( ἐπιορκεῖν γὰρ οὐδὲ ἐκείνοις συγκεχώρητο). Ἐπειδὴ ἐν τοῖς εἰδώλοις ὤµνυον. Οὐκ αἰσχύνεσθε τούτοις ἐµµένοντες τοῖς νόµοις, οἷς ἐκεῖνοι ἐνήγοντο οἱ ἀσθενεῖς; Ἐπεὶ καὶ νῦν Ἕλληνα ἐὰν λάβω, οὐκ εὐθέως αὐτῷ ἐπιτάσσω τοῦτο, ἀλλὰ τέως εἰδέναι τὸν Χριστὸν παραινῶ· ὁ δὲ πιστὸς καὶ µαθὼν αὐτὸν καὶ ἀκούσας, εἰ µέλλοι τῆς αὐτῆς τῷ Ἕλληνι συγκαταβάσεως δεῖσθαι, τί τὸ ὄφελος; ποῖον τὸ κέρδος; Ἀλλ' ἡ συνήθεια χαλεπὸν, καὶ δυσαποσπάστως ἔχεις; Οὐκοῦν ἐπεὶ τοσαύτη τῆς συνηθείας ἡ τυραννὶς, εἰς ἑτέραν αὐτὴν µετάγαγε συνήθειαν. Καὶ πῶς δυνατόν; φησίν. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω· Ἔστωσαν λογισταὶ τῶν λεγοµένων πολλοὶ, ἔστωσαν ἐξετασταὶ καὶ διορθωταί. Οὐκ ἔστιν αἰσχύνη τὸ ὑφ' ἑτέρων διορθοῦσθαι· µᾶλλον µὲν οὖν αἰσχύνη τὸ ἀπωθεῖσθαι τοὺς διορθοῦντας, καὶ ἐπὶ βλάβῃ τῆς οἰκείας σωτηρίας τοῦτο ποιεῖν. Καὶ σὺ µὲν τὴν ἐσθῆτα ἂν ἐναλλὰξ περιβάλῃ, καὶ παῖδα ἐπιτρέπεις διορθῶσαι, καὶ οὐκ αἰσχύνῃ παρ' ἐκείνου µανθάνων, καίτοι γε ἐν τούτῳ πολλὴ ἡ αἰσχύνη· ἐνταῦθα δὲ τὴν ψυχὴν βλαπτόµενος, αἰσχύνῃ, εἰπέ µοι, παρ' ἑτέρου παιδεύεσθαι; καὶ κοσµοῦντα µέν σε περὶ τὴν ἐσθῆτα φέρεις τὸν οἰκέτην καὶ ὑποδοῦντα, κοσµοῦντα δὲ τὴν ψυχὴν οὐ φέρεις; Καὶ πόσης οὐ ταῦτα ἀνοίας; Ἔστω καὶ οἰκέτης τούτων διδάσκαλος, ἔστω καὶ παιδίον, ἔστω καὶ γυνὴ, ἔστω καὶ φίλος καὶ συγγενὴς καὶ γείτων. Ὥσπερ γὰρ τὸ πάντοθεν ἐλαυνόµενον θηρίον οὐχ οἷόν τε διαφυγεῖν· οὕτω τὸν τοσούτους ἔχοντα φύλακας, τὸν τοσούτους ἐπιτιµῶντας, τὸν πάντοθεν πληττόµενον, οὐκ ἔνι µὴ φυλάξασθαι. Καὶ ἐν µὲν τῇ πρώτῃ ἡµέρᾳ χαλεπῶς οἴσει τοῦτο, καὶ κατὰ τὴν δευτέραν, καὶ ἐν τῇ τρίτῃ· λοιπὸν δὲ ῥᾷστον ἔσται, καὶ µετὰ τὴν τετάρτην οὐδὲ τὸ πρᾶγµα ἔσται αὐτό. Ἀπόπειραν ποιήσατε, εἴ γε ἀπιστεῖτε· φροντίσατε, παρακαλῶ. Οὐκ ἔστι τὸ τυχὸν ἁµαρτανόµενον, οὐδὲ κατορθούµενον, ἀλλὰ ἑκατέρωθεν µέγα, καὶ κακὸν καὶ καλόν. Γένοιτο δὲ καλὸν γενέσθαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 10]