In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
11.1
Οὐχὶ φιλοτιµίας ἕνεκεν διηγοῦνται· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Χριστοῦ χάριτος ταῦτα τεκµήρια ἐπιδείκνυνται.∆ ιὸ καὶ ὅσα µὲν ἐκεῖνοι εἶπον, ταῦτα διηγοῦνται· τὰ δὲ αὐτῶν εἰ καὶ παρατρέχουσιν, ὅµως καὶ ταύτῃ θαρσαλεώτεροι γίνονται. Καὶ σκόπει, πῶς πάλιν ἐπὶ τὴν ἀληθῆ βοήθειαν κατέφυγον, ἐπὶ τὴν συµµαχίαν τὴν ἄµαχον, καὶ πάλιν ὁµοθυµαδὸν, καὶ µετὰ σπουδῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινοµένη. Οἱ δὲ ἀκούσαντες, ὁµοθυµαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν, καὶ εἶπον. Ὅρα, πῶς εἰσιν ἠκριβωµέναι αὐτῶν αἱ εὐχαί. Ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν ἠξίουν αὐτοῖς ἀναδειχθῆναι, οὕτως ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον( προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστοµισθῆναι τοὺς ἐναντίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ἤρξαντο·∆ έσποτα ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ στόµατος∆ αυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐµελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς µέσον ἄγουσιν, ἅµα καὶ ἑαυτοὺς παραµυθούµενοι, ὅτι εἰκῆ ἅπαντα µελετῶσιν οἱ ἐχθροί. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Ἐκεῖνα εἰς πέρας ἄγαγε, καὶ δεῖξον, ὅτι κενὰ ἐµελέτησαν. Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖςἸσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Ὁρᾷς τὴν φιλοσοφίαν, καὶ πῶς οὐχὶ καταρωµένων ἐστὶ ταῦτα; Οὐκ ἔθηκαν δὲ τὰς ἀπειλὰς ἰδικῶς, ἀλλ' ὅτι ἠπείλησαν µόνον λέγουσιν· ἐπιτέµνεται γὰρ ὁ συγγραφεὺς τὸν λόγον. Καὶ ὅρα· οὐκ εἶπον, Ῥάξον αὐτοὺς, κατάβαλε αὐτούς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου µετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Οὕτω µανθάνωµεν εὔχεσθαι καὶ ἡµεῖς. Καίτοι γε πόσου οὐκ ἄν τις ἐµπλησθείη θυµοῦ, εἰς ἄνδρας ἐµπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας, καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; Ἀλλ' οὐχ οἱ ἅγιοι οὗτοι. Ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν εἰς ἴασιν, καὶ σηµεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόµατος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Ἂν ἐν τῷ ὀνόµατι ἐκείνῳ γίνωνται αἱ ἐνέργειαι, µεγάλη ἔσται ἡ παῤῥησία, φησί.∆ εηθέντων δὲ αὐτῶν, ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγµένοι. Τοῦ ἀκουσθῆναι αὐτοὺς, καὶ τῆς ἐπισκέψεως τοῦ Θεοῦ τοῦτο τεκµήριον γέγονε. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύµατος ἁγίου. Τί ἐστιν, Ἐπλήσθησαν; Ἀντὶ τοῦ, Ἀνεπυρώθησαν τῷ Πνεύµατι. Καὶ γὰρ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισµα. Καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ µετὰ παῤῥησίας. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Ὁρᾷς, ὅτι µετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν εἰσέφερον; Πανταχοῦ γὰρ τοῦτο χρὴ παρατηρεῖν, ὅτι µετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν ἐπιδεικνύουσι· καθάπερ Πέτρος ἔλεγεν, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι. Ὃ ἀνωτέρω οὖν εἶπεν, ὅτι πάντες ἦσαν ἐπιτοαυτὸ, πάλιν ἐνταῦθα δηλῶν τὸ αὐτὸ λέγει, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Εἰπὼν δὲ, ὅτι ἠκούσθησαν, λέγει λοιπὸν αὐτῶν καὶ τὴν ἀρετήν. Καὶ γὰρ µέλλει ἐµβαίνειν εἰς τὸ διήγηµα τῆς Σαπφείρας καὶ τοῦ Ἀνανίου.∆ ιὸ θέλων δεῖξαι τὴν µιαρίαν ἐκείνων, πρότερον περὶ τῆς τῶν ἄλλων ἀρετῆς διαλέγεται. Εἰπὲ δή µοι, ἡ ἀγάπη τὴν ἀκτηµοσύνην ἔτεκεν, ἢ ἡ ἀκτηµοσύνη τὴν ἀγάπην; Ἐµοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτηµοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν µᾶλλον. Ἄκουε δὲ καὶ τί φησιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Ἰδοὺ καρδία καὶ ψυχὴ τὸ αὐτό. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. Καὶ δυνάµει µεγάλῃ ἀπεδίδουν τὸ µαρτύριον τῆς ἀναστάσεως οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Καθάπερ ἐγχειρισθέντας αὐτοὺς τοῦτο δείκνυσιν· ἢ καὶ ὡς περὶ ὀφλήµατος λέγει· τουτέστι, τὸ µαρτύριον τῆς βασιλείας µετὰ παῤῥησίας πᾶσιν ἀπεδίδουν. Χάρις τε µεγάλη ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ υἱοὶ ὁµότιµοι πάντες, οὕτω διέκειντο. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι ἔτρεφον µὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες, οὕτω διέκειντο. Ἀλλὰ τὸ θαυµαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγµατα, οὕτως ἔτρεφον, ἵνα µηκέτι ὡς ἐξ ἰδίων, ἀλλ' ὡς ἐκ κοινῶν τρέφειν δοκῶσιν. Ὅσοι δὲ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιµὰς τῶν πιπρασκοµένων, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων.∆ ιεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε. Πολλὴ ἡ τιµὴ, εἴ γε µὴ εἰς χεῖρας, ἀλλὰ παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἐτίθουν. Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων, ὅ ἐστι µεθερµηνευόµενον, Υἱὸς παρακλήσεως. Οὐ δοκεῖ µοι οὗτος ἐκεῖνος εἶναι ὁ µετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰωσῆς ἐλέγετο καὶ Βαρσαβᾶς, ὕστερον δὲ ἐπεκλήθη καὶ Ἰοῦστος· οὗτος δὲ Βαρνάβας, υἱὸς παρακλήσεως ὑπὸ τῶν ἀποστόλων ἐπωνοµάσθη. Καὶ δοκεῖ µοι ἀπὸ τῆς ἀρετῆς εἰληφέναι τὸ ὄνοµα, ὡς πρὸς τοῦτο ἱκανὸς ὢν καὶ ἐπιτήδειος. Λευίτης, Κύπριος τῷγένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆµα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
11.2
Ἐνταῦθά µοι παρατήρει, πῶς δείκνυσι τὸν νόµον λυόµενον, καὶ πῶς φησι, Λευίτης ὢν, Κύπριος ἦν. Ὅτι λοιπὸν καὶ µετοικοῦντες ἐχρηµάτιζον Λευῖται. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἀπολυθέντες, φησὶν, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Ὅρα τὸ ἄτυφον τῶν ἀποστόλων, καὶ τὴν φιλοσοφίαν. Οὐ περιελθόντες ἐκόµπασαν καὶ εἶπον, πῶς ἀπεχρήσαντο τοῖς ἱερεῦσιν, οὐδὲ ἐφιλοτιµήσαντο τῇ ἀπαγγελίᾳ, ἀλλ' ἁπλῶς ἐλθόντες, ἅπερ ἤκουσαν παρὰτῶν πρεσβυτέρων, ἀπαγγέλλουσιν. Ἐντεῦθεν µανθάνοµεν, ὅτι τοῖς πειρασµοῖς ἑαυτοὺς οὐκ ἐπέῤῥιπτον, ἀλλὰ µᾶλλον καὶ τοὺς ἐπαγοµένους γενναίως ἔφερον. Ἄλλος δὲ εἴ τις ἦν, ἴσως ἂν τῇ τοῦ πλήθους παῤῥησίᾳ θαῤῥῶν κἂν ὕβρισε, κἂν µυρία ἐφθέγξατο δυσχερῆ. Ἀλλ' οὐχ οἱ φιλόσοφοι οὗτοι· ἀλλ' ἅπαντα ἡµέρως καὶ ἐπιεικῶς. Οἱ δὲ ἀκούσαντες, φησὶ, ὁµοθυµαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολλῆς. Καὶ γὰρ αἱ τοιαῦται ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέµουσαι, αἱ περὶ τοιούτων γινόµεναι, αἱ παρὰ τῶν τοιούτων, αἱ ἐν τοῖς τοιούτοις καιροῖς, αἱ κατὰτὸν τρόπον τοῦτον· ὡς αἵ γε ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι. Ὅρα, πῶς οὐδὲν περιττὸν, ἀλλὰ περὶ τῆς δυνάµεως αὐτοῦ διαλέγονται µόνον· µᾶλλον δὲ καθάπερ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, Εἰ δὲ ἐγὼ ἐν Πνεύµατι Θεοῦ λαλῶ· οὕτω καὶ αὐτοί φασι,∆ ιὰ Πνεύµατος ἁγίου. Ἰδοὺ καὶ ὁ Σωτὴρ ἐν Πνεύµατι φθέγγεται. Τί δέ ἐστιν, ὃ καὶ λέγουσιν, ἄκουε.∆ έσποτα ὁ Θεὸς ὁ διὰ στόµατος∆ αυῒδ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη; Ἔθος γὰρ τῇ Γραφῇ περὶ ἑνὸς ὡς περὶ πολλῶν λέγειν. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Οὐκ αὐτοὶ ἴσχυσαν, ἀλλὰ σὺ τὸ πᾶν, ὁ ἐπιτρέψας καὶ εἰς πέρας ἀγαγὼν, εἰργάσω, ὁ εὐµήχανος καὶ σοφὸς, ὁ τοῖς ἐχθροῖς εἰς τὸ βούληµά σου χρησάµενος. Ἐνταῦθα γὰρ ταῦτα περὶ τῆς εὐµηχανίας καὶ σοφίας αὐτοῦ διαλέγονται, δηλοῦντες, ὅτι αὐτοὶ µὲν συνῆλθον ὡς ἐχθροὶ φονικῇ προαιρέσει, καὶὡς ἐναντιούµενοι· ἐποίουν δὲ, ἃ σὺ ὅµως ἐβούλου ποιῆσαι, Ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Τί ἐστιν, Ἡ χείρ σου; Ἐνταῦθά µοι δοκεῖ χεῖρα λέγειν τὴν δύναµιν καὶ βουλήν. Ἀρκεῖ, φησὶ, βουληθῆναί σε µόνον· οὐδεὶς γὰρ δυνάµει προορίζει. Τὸ οὖν, Ὅσα ἡ χείρ σου, τοῦτό ἐστιν, Ὅσα διέταξας. Ἢ τοίνυν τοῦτο λέγει, ἢ ὅτι τῇ χειρὶ διέπραττεν. Ὥσπερ οὖν τότε κενὰ ἐµελέτησαν, οὕτω καὶ νῦν, φησὶ, κενὰ µελετῆσαι αὐτοὺς ποίησον. Καὶ δὸς τοῖς δούλοις σου· τουτέστι, Μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν. Ταῦτα δὲ ἔλεγον, οὐκ αὐτοὶ παραιτούµενοι δυσχερές τι παθεῖν, ἀλλ' ὑπὲρ τοῦ κηρύγµατος. Οὐ γὰρ εἶπον, Καὶ ἐξελοῦ τῶν κινδύνων ἡµᾶς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου µετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Ὁ οὖν ἐκεῖνα εἰς τέλος ἀγαγὼν, καὶ ταῦτα ἄγαγε. Ὃν ἔχρισας, φησίν. Ὅρα, πῶς καὶ ἐν τῇ εὐχῇ διαιροῦσι τὸ πάθος, καὶ τὸ πᾶν εἰς αὐτὸν ἀνατιθέασι, καὶ τῆς παῤῥησίας αὐτὸν αἴτιον εἶναι λέγουσιν. Εἶδες, πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσι, καὶ οὐδὲν εἰς οἰκείαν δόξαν οὐδὲ φιλοτιµίαν; Τὸ µὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ σηµεῖα γενέσθαι. Ἐν τῷ τὴν χεῖρά σου, φησὶν, ἐκτείνειν εἰς ἴασιν, καὶ σηµεία καὶ τέρατα γίνεσθαι. Καλῶς· χωρὶς γὰρ τούτων, εἰ µυρίαν ἐπεδείξαντο προθυµίαν, εἰκῆ πάντα ἐποίουν. Ἐπένευσεν αὐτῶν τῇ δεήσει, καὶ δῆλον τοῦτο ἐποίησε σείσας τὸν τόπον, ὅτι πάρεστι ταῖς εὐχαῖς αὐτῶν.∆ εηθέντων γὰρ αὐτῶν, φησὶ, ἐσαλεύθη ὁ τόπος. Ὅτι δὲ διὰ τοῦτο ἐγένετο, ἄκουε τοῦ προφήτου λέγοντος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέµειν· καὶ πάλιν, Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον µείζονα, καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων µετὰ τὰς ἀπειλὰς ἐκείνας, καὶ εἰς παῤῥησίαν πλείονα ἀλείφων. Ἐπεὶ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σηµείου πρὸς τὸ πιστευθῆναι αὐτοὺς, µετὰ δὲ ταῦτα οὐδαµοῦ τοῦτο γίνεται· πολλῆς οὕτω παρακλήσεως ἔτυχον ἀπὸ τῆς εὐχῆς. Εἰκότως δὲ καὶ σηµείων χάριν αἰτοῦσιν· οὐδαµόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σηµείων. Ὥστε οὐ τὴν ἀσφάλειαν ἐζήτουν τὴν αὐτῶν µόνον, ἀλλὰ[ καὶ] τὸ µὴ καταισχυνθῆναι, ἀλλὰ τὸ ἐν παῤῥησίᾳ φθέγγεσθαι. Ἐσαλεύθη ὁ τόπος, καὶ αὐτοὺς µᾶλλον ἐστερέωσε. Τοῦτο δὲ ποτὲ µὲν ὀργῆς ἐστι δεῖγµα, ποτὲ δὲ ἐπισκέψεως καὶ προνοίας, νυνὶ δὲ ὀργῆς. Ἐπὶ δὲ τοῦ σωτηρίου πάθους ξένως καὶ παρὰ φύσιν γέγονε.[ Καὶ γὰρ τότε πᾶσα ἐσαλεύθη ἡ γῆ. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἔλεγε· Τότε ἔσονται λιµοὶ καὶ λοιµοὶ, καὶ σεισµοὶ κατὰ τόπους. Ἄλλως δὲ καὶ ὀργῆς τῆς κατ' ἐκείνων ἦν· τούτους γὰρ Πνεύµατος ἐνέπλησεν. Ὅρα, καὶ οἱ ἀπόστολοι µετὰ τὴν εὐχὴν Πνεύµατος πληροῦνται. Καὶ χάρις µεγάλη ἦν, φησὶν, ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.] Ὁρᾷς, ὅτι πολλὴ τοῦ πράγµατος ἡ δύναµις, ὅπου γε καὶ ἐκεῖ ταύτης ἔδει. Αὕτη γὰρ ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ἧς καὶ δεύτερον µέµνηται, παραινῶν πᾶσι τὴν τῶν χρηµάτων ὑπεροψίαν· ἀνωτέρω µὲν λέγων, ὅτι Οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἐνταῦθα δὲ, ὅτι Οὐκ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.
11.3
Ὅτι γὰρ οὐ τῶν σηµείων ἦν τὸ γινόµενον µόνον, ἀλλὰ καὶ τῆς αὐτῶν προαιρέσεως, δηλοῖ ἡ Σάπφειρα καὶ ὁ Ἀνανίας. Οὐ λόγῳ δὲ, ἀλλὰ καὶ δυνάµει τὸ µαρτύριον τῆς ἀναστάσεως ἐδείκνυσαν· καθάπερ καὶ Παῦλος λέγει· Καὶ τὸ κήρυγµά µου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύµατος καὶ δυνάµεως. Καὶ οὐχ ἁπλῶς δυνάµει, ἀλλὰ, µεγάλῃ δυνάµει. Καλῶς δὲ εἶπε, Χάρις ἦν ἐπὶ πάντας.∆ ιὰ τοῦτο γὰρ ἡ χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτέστιν, ἀπὸ τῆς πολλῆς προθυµίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής. Οὐ γὰρ µέρει µὲν ἐδίδοσαν, µέρει δὲ ἐταµιεύοντο· οὐδὲ πάντα µὲν, ὡς ἴδια δέ. Τὴν ἀνωµαλίαν ἐκ µέσου ἐξήγαγον, καὶ ἐν ἀφθονίᾳ ἔζων πολλῇ· καὶ µετὰ πολλῆς δὲ τῆς τιµῆς τοῦτο ἐποίουν. Οὐδὲ γὰρ εἰς τὰς χεῖρας ἐτόλµων δοῦναι, οὐδὲ τετυφωµένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον, καὶ αὐτοὺς οἰκονόµους ἠφίεσαν γίνεσθαι, καὶκυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν λοιπὸν ἀναλίσκηται, ἀλλὰ µὴ ὡς ἐξ ἰδίων. Τοῦτο καὶ πρὸς τὸ µὴ κενοδοξεῖν αὐτοὺς συνεβάλλετο. Τοῦτο εἰ καὶ νῦν γέγονε, µετὰ πλείονος ἂν τῆς ἡδονῆς ἐβιώσαµεν, καὶ πλούσιοι καὶ πένητες. Οὐ τοῖς πένησι δὲ µᾶλλον, ἢ τοῖς πλουσίοις τοῦτο ἔφερεν ἂν τὴν ἡδονήν. Καὶ εἰ βούλει, τέως ὑπογράψωµεν αὐτὸ τῷ λόγῳ, καὶ ταύτῃ καρπωσώµεθα τὴν ἡδονὴν, ἐπειδὴ ἐν ἔργοις οὐ βούλεσθε. Μάλιστα µὲν γὰρ καὶ ἐξ ἐκείνων δῆλον τῶν τότε γενοµένων, ὅτι πωλοῦντες οὐκ ἦσαν ἐνδεεῖς, ἀλλὰ καὶ τοὺς πένητας πλουσίους ἐποίουν. Πλὴν ἀλλὰ καὶ νῦν ὑπογράψωµεν τοῦτο τῷ λόγῳ, καὶ πάντες τὰ αὐτῶν πωλείτωσαν πάντα, καὶ φερέτωσαν εἰς µέσον, τῷ λόγῳ λέγω· µηδεὶς θορυβείσθω, µήτε πλούσιος, µήτε πένης. Πόσον οἴει χρυσίον συνάγεσθαι; Ἐγὼ στοχάζοµαι( οὐ γὰρ δὴ µετὰ ἀκριβείας δυνατὸν εἰπεῖν), ὅτι εἰ πάντες καὶ πᾶσαι τὰ αὐτῶν ἐνταῦθα ἐκένωσαν χρήµατα, καὶ χωρία καὶ κτήµατα καὶ οἰκίας ἀπέδοντο( ἀνδράποδα γὰρ οὐκ ἂν εἴποιµι· οὐδὲ γὰρ τότε τοῦτο ἦν, ἀλλ' ἐλευθέρους ἴσως ἐπέτρεπον γίνεσθαι)· τάχα ἂν ἑκατὸν µυριάδες λιτρῶν χρυσίου συνήχθησαν· µᾶλλον δὲ καὶ δὶς καὶ τρὶς τοσαῦτα. Εἰπὲ γάρ µοι, ἡ πόλις ἡµῖν εἰς πόσον µιγάδων ἀριθµὸν νῦν τελεῖ; πόσους βούλεσθε εἶναι Χριστιανούς; βούλεσθε δέκα µυριάδας, τὸ δὲ ἄλλο Ἑλλήνων καὶ Ἰουδαίων; πόσαι µυριάδες χρυσίου συνελέγησαν; πόσος δὲ ἀριθµός ἐστι πενήτων; Οὐκ οἶµαι πλέον µυριάδων πέντε. Τούτους δὴ καθ' ἑκάστην ἡµέραν τρέφεσθαι, πόσῃ ἀφθονία ἦν; Μᾶλλον δὲ κοινῆς τῆς τροφῆς γινοµένης, καὶ συσσίτων ὄντων, οὐδὲ πολλῆς ἂν ἐδέησε δαπάνης. Τί οὖν, φησὶν, ἐµέλλοµεν ποιεῖν µετὰ τὸ ἀναλωθῆναι; Σὺ οἴει δυνηθῆναι ἀναλωθῆναί ποτε; οὐ γὰρ ἂν µυριοπλασίων ἡ τοῦ Θεοῦ χάρις γέγονε; οὐ γὰρ πλουσίως ἂν ἡ τοῦ Θεοῦ χάρις ἐξεχύθη; Τί δέ; οὐκ ἂν οὐρανὸν ἐποιήσαµεν τὴν γῆν; Εἰ ἔνθα τρισχίλιοι καὶ πεντακισχίλιοι, τοῦτο γενόµενον οὕτως ἔλαµψε, καὶ οὐδεὶς αὐτῶν πενίαν ᾐτιάσατο, πόσῳ µᾶλλον ἐν τοσούτῳ πλήθει; τίς δὲ οὐκ ἂν καὶ τῶν ἔξωθεν ἐπέδωκεν; Ἵνα δὲ δείξω, ὅτι τὸ διεσπάσθαι, τοῦτο δαπανηρὸν καὶ πενίας ποιητικὸν, ἔστω οἰκία, ἔνθα παιδία δέκα καὶ γυνὴ καὶ ἀνὴρ καὶ ἡ µὲν ἐριουργείτω, ὁ δὲἔξωθεν φερέτω προσόδους· εἰπὲ δή µοι, οὗτοι κοινῇ σιτούµενοι, καὶ µίαν ἔχοντες οἰκίαν, πλείονα ἂν ἀναλίσκοιεν, ἢ διασπασθέντες; Εὔδηλον, ὅτι διασπασθέντες; Εἰ γὰρ µέλλοιεν διεσπάσθαι τὰ δέκα παιδία, δέκα καὶ οἰκηµάτων χρεία, δέκα τραπεζῶν, δέκα ὑπηρετῶν, καὶ τῆς ἄλλης προσόδου τοσαύτης. Τί δὲ, ἔνθα δούλων πλῆθός ἐστιν; οὐχὶ διὰ τοῦτο πάντες µίαν ἔχουσι τράπεζαν, ὥστε µὴ πολλὴν γενέσθαι τὴν δαπάνην; Ἡ γὰρ διαίρεσις ἀεὶ ἐλάττωσιν ἐµποιεῖ, ἡ δὲ ὁµόνοια καὶ συµφωνία αὔξησιν. Οὕτως οἱ ἐν τοῖς µοναστηρίοις ζῶσι νῦν, ὥσπερ ποτὲ οἱ πιστοί. Τίς ἂν ἀπέθανεν οὖν ἀπὸ λιµοῦ; τίς δὲ οὐ διετράφη µετὰ ἀφθονίας πολλῆς; Νῦν µὲν οὖν τοῦτο δεδοίκασιν ἄνθρωποι µᾶλλον, ἢ εἰς πέλαγος ἐµπεσεῖν ἄπλετον καὶ ἄπειρον. Εἰ δὲ πεῖραν ἐποιησάµεθα τούτου, τότε ἂν κατετολµήσαµεν τοῦ πράγµατος. Πόσην οἴει καὶ χάριν εἶναι; Εἰ γὰρ τότε, ὅτε οὐδεὶς ἦν πιστὸς, ἀλλὰ τρισχίλιοι καὶ πεντακισχίλιοι µόνον· ὅτε πάντες οἱ τῆς οἰκουµένης ἦσαν ἐχθροί· ὅτε οὐδαµόθεν προσεδόκων παραµυθίαν, οὕτω δὴ κατετόλµησαν τοῦ πράγµατος· πόσῳ µᾶλλον νῦν τοῦτο ἂν ἐγένετο, ἔνθα τῇ τοῦ Θεοῦ χάριτι πανταχοῦ τῆς οἰκουµένης πιστοί; τίς δ' ἂν ἔµενεν Ἕλλην λοιπόν; Οὐδένα ἔγωγε ἡγοῦµαι· οὕτως ἂν πάντας ἐπεσπασάµεθα, καὶ εἱλκύσαµεν πρὸς ἡµᾶς αὐτούς. Πλὴν ἀλλ' ἐὰν ὁδῷ ταύτῃ προβαίνωµεν, πιστεύω τῷ Θεῷ, ὅτι καὶ τοῦτο ἔσται. Πείσθητέ µοι µόνον, καὶ κατὰ τάξιν κατορθώσοµεν τὰ πράγµατα· καὶ ἂν ὁ Θεὸς ζωὴν δῷ, πιστεύω, ὅτι ταχέως εἰς ταύτην ἡµᾶς ἄξοµεν τὴν πολιτείαν. Τέως τὸν νόµον τὸν περὶ τοῦ ὅρκου κατορθώσατε, καὶ βεβαιώσατε· καὶ ὁ φυλάξας τὸν µὴ φυλάξαντα δῆλον ποιείτω, καὶ ἐγκαλείτω λοιπὸν, καὶ ἐπιτιµάτω σφοδρῶς. Ἡ γὰρ προθεσµία ἐγγὺς, καὶ ἐξέτασιν ποιήσω τοῦ πράγµατος, καὶ τὸν ἁλόντα ἀφορίσω καὶ ἀπείρξω. Ἀλλὰ µηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡµῖν, ἀλλὰ πάντας µετὰ ἀκριβείας τὸ σύνθηµα τὸ πνευµατικὸν τοῦτο φυλάξαι. Καθάπερ οὖν ἐν πολέµῳ ἀπὸ τοῦ συνθήµατος οἵ τε οἰκεῖοι καὶ ἀλλότριοι γνωρίζονται· οὕτω δὴ καὶ νῦν γινέσθω. Καὶ γὰρ καὶ νῦν ἐν πολέµῳ ἐσµὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωµεν τοὺς οἰκείους. Ὅσον γάρ ἐστιν ἀγαθὸν τοῦτο ἡµῖν εἶναι τὸ γνώρισµα, καὶ ἐνταῦθα καὶ ἐπὶ τῆς ἀλλοτρίας; οἷον τοῦτο ὅπλον κατὰ τῆς τοῦ διαβόλου µηχανῆς; Στόµα γὰρ οὐκ εἰδὸς ὀµνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν· στόµα οὐκ εἰδὸς ὀµνύειν, οὐδὲ ὑβρίζειν εἴσεται. Καθάπερ ἐξ οἰκίας τινὸς, οὕτως ἀπὸ τῆς γλώττης τὸ πῦρ ἔκβαλε τοῦτο, καὶ παρέλκυσον ἔξω.∆ ὸς αὐτῇ µικρὸν ἀναπνεῦσαι· τὸ ἕλκος ἀσθενέστερον ποίησον. Ναὶ παρακαλῶ, ἵνα ὑµῖν καὶ ἕτερόν τι ἐκδῶ µάθηµα· οὔπω γὰρ τούτου κατωρθωµένου, οὐ τολµῶ ἐπὶ ἕτερόν τι ἐλθεῖν. Τοῦτο µετὰ ἀκριβείας ὑµῖν κατορθωθήτω· τούτου λάβετε τοῦ κατορθώµατος αἴσθησιν πρότερον, καὶ τότε ὑµῖν καὶ ἑτέρους εἰσάξω νόµους, µᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Χριστός. Φυτεύσατε ἐν τῇ ψυχῇ τῇ ὑµετέρᾳ τοῦτο τὸ καλὸν, καὶ κατὰ µικρὸν ἔσεσθε παράδεισος τοῦ Θεοῦ, πολλῷ βελτίων ἐκείνου τοῦ παραδείσου. Οὔτε γὰρ ὄφις παρ' ἡµῖν, οὔτε δένδρον θανατηφόρον, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Πήξατε ἐν βάθει ταύτην τὴν συνήθειαν. Ἂν τοῦτο γένηται, οὐχ ὑµεῖς οἱ παρόντες ὠφεληθήσεσθε µόνον, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ οἰκουµένῃ· καὶ οὐκ ἐκεῖνοι µόνον, ἀλλὰ καὶ οἱ µετὰ ταῦτα ἐπιγινόµενοι. Ἔθος γὰρ καλὸν εἰσελθὸν, καὶ παρὰ πάντων φυλαττόµενον, εἰς µακροὺς διαδοθήσεται χρόνους, καὶ οὐδεὶς αὐτὸ καιρὸς ἐκκόψαι δυνήσεται. Εἰ ξύλα τις συλλέγων ἐν σαββάτῳ λιθόλευστος γέγονεν· ὁ τὰ πολλῷ τῆς συλλογῆς ἐκείνης χαλεπώτερα ἐργαζόµενος, καὶ φορτίον ἁµαρτιῶν συλλέγων( τοῦτο γὰρ τῶν ὅρκων τὸ πλῆθος), τί οὐχ ὑποστήσεται; τί δὲ οὐχ ὑποµενεῖ; Πολλὴν λήψεσθε παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν, ἐὰν τοῦτο ὑµῖν κατωρθωµένον ᾖ. Ἂν εἴπω, Μὴ ὑβρίσῃς, εὐθέως τὸν θυµόν µοι φέρεις εἰς µέσον· ἂν εἴπω, Μὴ βασκήνῃς, ἄλλην αἰτίαν ἐρεῖς. Ἐνταῦθα οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν.∆ ιὰ τοῦτο ἀπὸ τῶν εὐκόλων ἠρξάµην, ἐπεὶ καὶ ἐν ταῖς τέχναις ἁπάσαις τὸ αὐτὸ ποιοῦσιν. Οὕτω τις καὶ ἐπὶ τὰ µείζονα ἔρχεται, τὰ εὐκολώτερα πολλῷ πρῶτον µανθάνων. Εἴσεσθε, πῶς ἔστιν εὔκολον τοῦτο, ὅταν τῇ τοῦ Θεοῦ χάριτι κατορθώσαντες, καὶ ἕτερον δέξησθε νόµον.∆ ότε µοι παῤῥησίαν, καὶ ἐπὶ Ἑλλήνων, καὶ ἐπὶ Ἰουδαίων, καὶ πρὸ πάντων ἐπὶ τοῦ Θεοῦ. Ναὶ παρακαλῶ πρὸς τῆς ἀγάπης, πρὸς τῆς ὠδῖνος, δι' ἧς ὑµᾶς ὤδινα, Τεκνία µου. Τὸ δὲ ἑξῆς οὐκ ἐπάξω τὸ, Οὓς πάλιν ὠδίνω· οὐδὲ ἐρῶ τὸ, Ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν. Πιστεύω γὰρ, ὅτι µεµόρφωται Χριστὸς ἐν ὑµῖν. Ἀλλ' ἕτερα πρὸς ὑµᾶς ἐρῶ· Ἀδελφοί µου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός µου. Πιστεύσατε γάρ µοι, ὅτι οὐκ ἄλλως ἐρῶ. Εἰ µυρίους τις λιθοκολλήτους στεφάνους βασιλικοὺς ἐπέθηκέ µου τῇ κεφαλῇ νῦν, οὐκ ἂν εὐφράνθην ὡς εὐφραίνοµαι ἐπὶ τῇ προκοπῇ τῇ ὑµετέρᾳ· µᾶλλον δὲ, οὐδὲ τὸν βασιλέα οὕτως οἶµαι χαίρειν, ὡς ἐγὼ ἐφ' ὑµῖν. Τί λέγω; Εἰ πάντα τὰ ἔθνη τὰ πολεµοῦντα αὐτῷ νικήσας ἐπανῆλθε, καὶ τοῦ νενοµισµένου στεφάνου πλείους ἑτέρους ἔλαβε στεφάνους, καὶ ἕτερα διαδήµατασύµβολα τῆς νίκης, οὐκ ἂν αὐτὸν οὕτως οἶµαι χαίρειν ἐπὶ τοῖς τροπαίοις, ὡς ἐγὼ ἐπὶ τῇ προκοπῇ τῇ ὑµετέρᾳ. Ὥσπερ γὰρ µυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, οὕτως ἀγάλλοµαι· καὶ εἰκότως. Ἂν γὰρ τῇ τοῦ Θεοῦ χάριτι τοῦτο ὑµῖν κατορθωθῇ τὸ ἔθος, µυρίους νενικήκατε πολέµους, καὶ πολλῷ χαλεπωτέρους ἐκείνου· πρὸς δαίµονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ µαχεσάµενοι, οὐ διὰ µαχαίρας, ἀλλὰ διὰ γλώττης καὶ προαιρέσεως. Ὅρα γὰρ, ὅσα κατορθοῦται, ἐὰν ἄρα καὶ κατορθώσητε. Πρῶτον, ὅτι συνή θειαν χαλεπὴν ἐκκόπτετε· δεύτερον, λογισµὸν πονηρὸν, καὶ ὅθεν πάντα τὰ κακὰ, τῷ νοµίζειν ἀδιάφορον εἶναι τὸ πρᾶγµα καὶ µηδὲν βλάπτειν· τρίτον, τὸν θυµόν· τέταρτον, τὴν φιλοχρηµατίαν· πάντα γὰρ ταῦτα ὁ ὅρκος τίκτει. Ἀλλὰ ἀπὸ τούτου καὶ εἰς τὰ ἄλλα κατορθώµατα λήψεσθε πολλὴν ἀφορµήν. Καθάπερ γὰρ οἱ τὰ στοιχεῖα µανθάνοντες τῶν παίδων, οὐκ ἐκεῖνα µόνα µανθάνουσιν, ἀλλ' ἐν ἐκείνοις παιδεύονται κατὰ µικρὸν ἀναγινώσκειν· οὕτω δὴ καὶ ὑµεῖς· οὐκ ἔτι λοιπὸν ὑµᾶς ὁ πονηρὸς λογισµὸς ἀπατήσει, οὐδὲ ἐρεῖτε, ὅτι Ἀδιάφορόν ἐστι τόδε, οὐκ ἔτι τῇ συνηθείᾳ φθέγξεσθε, ἀλλὰ πρὸς ἅπανταστήσεσθε γενναίως, ἵνα διὰ πάντων τὴν κατὰ Θεὸν ἀρετὴν διανύσαντες, τῶν αἰωνίων ἀπολαύσητε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 20]