Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 12 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
12.0
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀπο στόλων( ὅ ἐστι µεθερµηνευόµενον, υἱὸς παρα κλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆµα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
12.1
Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν, καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡµαρτηκότα, πρώτου µέµνηται τοῦ κατωρθωκότος· ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σηµείων, οὐχ ὑπ' οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸτῆς φιλοχρηµατίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ· οὕτως εἶπεν, δηλῶν, ὅτι τοῦτον µόνον ἐκέκτητο· πωλήσας ἤνεγκε τὸ χρῆµα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἀνὴρ δέ τις ὀνόµατι Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆµα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιµῆς, συνειδυίας καὶ τῆς γυναικός· καὶ ἐνέγκας µέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε. Τὸ δεινὸν, ὅτι µετὰ συγκαταθέσεως ἡ ἁµαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόµενον. Πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι; Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦµα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιµῆς τοῦ χωρίου; Ὅρα καὶ νῦν µέγα σηµεῖον γενόµενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου. Οὐχὶ µένον σοὶ ἔµενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τουτέστι, Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; µὴ γὰρ ἄκοντας ὑµᾶς ἕλκοµεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγµα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. Ὁρᾷς, πόθεν µεῖζον τὸ σηµεῖον τοῦτο; Ἀπὸ τοῦ ἀνελεῖν, ἀπὸ τοῦ τὰ ἐν διανοίᾳ εἰδέναι, καὶ τὰ λάθρᾳ γεγονότα. Ἐγένετο δὲ φόβος µέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστηµα, καὶ ἡ γυνὴ αὐτοῦ µὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· Εἰπέ µοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁµαρτίας. Καὶ διὰ τοῦτο αὐτῇ δίδωσι τάχα καιρὸν ἀπολογίας, καὶ ἐξουσίαν µετανοίας.∆ ιὸ καὶ λέγει· Εἰπέ µοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναὶ τοσούτου. Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑµῖν πειρᾶσαι τὸ Πνεῦµα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆµα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν. Εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος µέγας ἐφ' ὅλην τὴν Ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείονα σηµεῖα ἐποίουν· καὶ ὅτι ἐποίουν, ἄκουε.∆ ιὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σηµεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Καὶ ἦσαν ὁµοθυµαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολοµῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλµα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐµεγάλυνεν αὐτοὺς ὁ λαός. Εἰκότως. Καὶ γὰρ ὁ Πέτρος ἦν λοιπὸν φοβερὸς, κολάζων καὶ τὰ εἰς νοῦν ἐξελέγχων· ᾧ καὶ µᾶλλον προσέκειντο διά τε τὸ σηµεῖον, καὶ τὴν πρώτην δηµηγορίαν, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην. Αὐτὸς γὰρ καὶ τὸ σηµεῖον εἰργάσατο τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ τὸ νῦν, ὅπερ ἐµοὶ καὶ διπλοῦν, ἀλλ' οὐχ ἁπλῶς ἕν τι καὶ µόνον εἶναι δοκεῖ· ἓν µὲν, τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ, τὸ ἀνελεῖν προστάγµατι. Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες, φησὶν, τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶτῶν κλινῶν καὶ κραββάτων, ἵνα ἐρχοµένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅθεν καὶ ὁρᾷν νῦν ἐστιν ἔργῳ τὸ ὑπ' αὐτοῦ εἰρηµένον ἐξελθόν. Ποῖον δὴ τοῦτο; Ὁ πιστεύων εἰς ἐµὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ µείζονα τούτων ποιήσει. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴµ, φέροντες ἀσθενεῖς καὶ ὀχλουµένους ὑπὸ πνευµάτων ἀκαθάρτων, οἵτινεςἐθεραπεύοντο ἅπαντες. Σὺ δέ µοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων. Οἷον, ἀθυµία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυµία διὰ τὴν τοῦ Πνεύµατος κάθοδον· πάλιν ἀθυµία διὰ τοὺς χλευάζοντας, εἶτα εὐθυµία διὰ τοὺς πιστοὺς καὶ τὸ σηµεῖον· πάλιν ἀθυµία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυµία διὰ τῆς ἀπολογίας. Πάλιν ἐνταῦθα καὶ εὐθυµία καὶ ἀθυµία. Ὅτι µὲν γὰρ ἦσαν λαµπροὶ, καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν, εὐθυµία· ὅτι δὲ τοὺς αὐτῶν ἀνῄρουν, ἀθυµία. Πάλιν εὐθυµία ἀπὸ τῆς λαµπρότητος· πάλιν ἀθυµία ἀπὸ τοῦ ἀρχιερέως. Καὶ διόλου τοῦτο σκοπουµένοις ἰδεῖν δυνατόν· καὶ ἐπὶ τῶν παλαιῶν δὲ οὕτως εὕροι τις ἄν. Ἴδωµεν δὲ ἄνωθεν τὰ εἰρηµένα. Ἐπώλουν, φησὶ, καὶ ἔφερον τὰς τιµὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὅρα µοι, ἀγαπητὲ, πῶς οὐ τοῖς ἀποστόλοις ἐπέτρεπον πωλεῖν, ἀλλ' αὐτοὶ ἐπώλουν, καὶ τὰς τιµὰς ἐκείνοις ἐδίδοσαν. Ἀλλ' οὐχ οὕτως ὁ Ἀνανίας, ἀλλ' ὑφαιρεῖταί τι τῆς τιµῆς οὗ ἀπέδοτο ἀγροῦ· διὸ καὶ τιµωρεῖται ὡς τὸ πρᾶγµα µὴ καλῶς διαθέµενος, καὶ κλέπτων τὰ ἑαυτοῦ φωραθείς. Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος. Ἐπεὶ δὲ συνῄδει τῷ γενοµένῳ καὶ ἡ τούτου γυνὴ, διὰ τοῦτο καὶ αὐτὴν ἐξετάζει.
12.2
Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι σφόδρα πικρῶς αὐτῇ ἐχρήσατο. Τί λέγεις; εἰπέ µοι, ποία πικρία; Εἰ ξύλα τις συλλέξας καταλεύεται, πολλῷ µᾶλλον ὁ ἱερόσυλος· καὶ ταῦτα γὰρ ἱερὰ λοιπὸν ἦν τὰ χρήµατα. Οὐκοῦν ὁ ἑλόµενος τὰ αὐτοῦ πωλῆσαι καὶ διαδοῦναι, εἶτα λαβὼν, ἱερόσυλος ἂν εἴη. Εἰ δὲ ὁ ἐκ τῶν αὐτοῦ λαβὼν, ἱερόσυλος, πολλῷ µᾶλλον ὁ ἐκ τῶν ἀλλοτρίων. Μὴ γὰρ, ἐπειδὴ νῦν µὴ γίνεται τοῦτο, καὶ ἕπεται παρὰ πόδας ἡ κόλασις, νοµίσητε ἀτιµωρητὶ ταῦτα γίνεσθαι. Ὁρᾷς, ὅτι τοῦτο ἐγκαλεῖται, ὅτι ποιήσας αὐτὰ ἱερὰ χρήµατα, τότε ἔλαβε; Μὴ γὰρ οὐκ ἠδύνασο, φησὶ, καὶ µετὰ τὸ πωλῆσαι αὐτὰ ὡς ἰδίοις ἀποχρήσασθαι; µὴ γὰρ ἐκωλύθης; διὰ τί µετὰ τὸ ὑποσχέσθαι λαµβάνεις; Ὅρα, πῶς εὐθέως ἐξ ἀρχῆς ἐπέθετο ὁ διάβολος µεταξὺ σηµείων γενοµένων καὶ θαυµάτων τοσούτων· µᾶλλον δὲ πῶς καὶ οὗτος ὑπ' αὐτοῦ ἐπωρώθη. Τοιοῦτόν τι καὶ ἐν τῇ Παλαιᾷ γέγονεν, ὅτε ὁ Χαρµὶ τὸ ἀνάθηµα κλέψας ἑάλω· ἀλλ' ὅµως ἔγνως καὶ ἐκεῖ µεθ' ὅσης ἐκδικίας διωρθώθη τὸ πρᾶγµα. Ἱεροσυλία γὰρ σφόδρα χαλεπὸν, ἀγαπητὲ, καὶ πολλῆς γέµον καταφρονήσεως. Οὔτε πωλῆσαι ἠναγκάσαµεν, φησὶν, οὔτε πωλήσαντα δοῦναι τὰ χρήµατα· σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως· τί τοίνυν ἔκλεψας ἀπὸ τῶν ἱερῶν χρηµάτων;∆ ιὰ τί ἐπλήρωσε, φησὶν, ὁ Σατανᾶς τὴν καρδίαν σου; Καὶ εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς ἐγκαλεῖται; Αἴτιος γέγονε δεξάµενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς. Ἀλλ' ἔδει διορθῶσαι, φησίν. Ἀλλ' οὐκ ἂν διωρθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ µὴ κερδάνας, πολλῷ µᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. Οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ' ὡς σηπεδόνα τινὰ ἐκτµηθῆναι, ἵνα µὴ τῷ λοιπῷ λυµήνηται σώµατι. Νῦν µὲν γὰρ καὶ οὗτος ὠφέληται µὴ προελθὼν περαιτέρω κακίας, καὶ οἱ λοιποὶ σπουδαιότεροι γενόµενοι· τότε δὲ ἂν τοὐναντίον συνέβη.∆ ιὰ τοῦτο πρῶτον ἐλέγχει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονὸς, καὶ τότε καταδικάζει.∆ ιὰ τί γὰρ, φησὶ, τοῦτο πεποίηκας; ἤθελες ἔχειν; Ἔδει ἔχειν ἐξ ἀρχῆς, καὶ µὴ ὑποσχέσθαι· νῦν δὲ λαβὼν µετὰ τὸ ἀναθέσθαι, µείζονα τὴν ἱεροσυλίαν εἰργάσω. Ὁ µὲν γὰρ τὰ τῶν ἄλλων λαµβάνων, ἴσως ἀλλοτρίων ἐπιθυµήσας λαµβάνει· σοὶ δὲ ἐξῆν ἔχειν τὰ σά. Τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες; Ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας. Οὐκ ἔχει τὸ γενόµενον συγγνώµην, ἐκτός ἐστιν ἀπολογίας. Μηδεὶς δὲ σκανδαλιζέσθω, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι. Εἰ γὰρ τότε ἦσαν, πολλῷ µᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά. Ἀλλ' ἐλέγχωµεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὁ Ἰούδας ἱερόσυλος ἦν· ἀλλ' οὐκ ἐσκανδάλισε τοῦτο τοὺς µαθητάς. Ὁρᾷς, ὅσα κακὰ ἡ τῶν χρηµάτων ἐπιθυµία ποιεῖ; Καὶ ἐγένετο, φησὶ, φόβος µέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἐκεῖνος ἐτιµωρήθη, καὶ ἄλλοι ἐκέρδαναν. Ὥστε οὐχ ἁπλῶς τοῦτο οἰκονοµεῖται· καίτοι δὲ σηµείων ἄλλων πρότερον γενοµένων, ὅµως οὐκ ἦν φόβος τοιοῦτος. Οὕτως ἀληθές ἐστιν ἐκεῖνο, ὅτι Γινώσκεται Κύριος κρίµατα ποιῶν. Οὕτω καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· Ὀζᾶν ἐτιµωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος. Ἀλλ' ἐκεῖ µὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτόν· ἐνταῦθα δὲ οὗτοι µᾶλλον προσεκτικώτεροι γίνονται. Εἶδες, πῶς οὐκ ἐκάλεσε αὐτὸν ὁ Πέτρος, ἀλλ' ἀνέµεινεν ὥστε εἰσελθεῖν· οὐδὲ τῶν ἄλλων τις ἐτόλµησεν ἐξειπεῖν τὸ γεγονός. Τοῦτο φόβος διδασκάλου, τοῦτο τιµὴ µαθητῶν, τοῦτο ὑπακοή. Τριῶν ὡρῶν διάστηµα. Καὶ οὐκ ἔµαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων, καίτοι γε ἱκανὸν ἦν ἐξηχθῆναι· ἀλλ' ἐφοβοῦντο. Τοῦτο γοῦν καὶ θαυµάζων ὁ συγγραφεὺς λέγει, ὅτι Μὴ εἰδυῖα τὸ γεγονὸς, εἰσῆλθε. Καίτοι γε ἀπὸ τούτου ἐνῆν µαθεῖν, ὅτι οἶδε τὰ λανθάνοντα.∆ ιὰ τί γὰρ µηδένα ἐρωτήσας, ὑµᾶς ἐρωτᾷ; Ἢ δῆλον, ὅτι ὡς εἰδώς; Ἀλλ' ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκληµα ἀποδύσασθαι, ἀλλὰ µετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται· ἐνόµιζε γὰρ πρὸς ἄνθρωπον διαλέγεσθαι. Τὸ δεινὸν τοῦτο, ὅτι ὡς ἐκ µιᾶς βουλῆς ἐπὶ τὴν ἁµαρτίαν ἦλθον, ἢ ὥσπερ ἀπὸ συνθήκης τινός. Τί ὅτι συνεφωνήθη ὑµῖν, φησὶ, πειρᾶσαι τὸ Πνεῦµα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τὴν θύραν, καὶ ἐξοίσουσί σε. Πρότερον αὐτὴν διδάσκει τὸ ἁµάρτηµα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί· ἐπειδὴ καὶ τὰ αὐτὰ ἥµαρτε. Καὶ πῶς, φησὶ, Παραχρῆµα ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν; Ὅτι πλησίον εἱστήκει. Οὕτως αὐτοὶ καθ' ἑαυτῶν τὴν τιµωρίαν ἐπεσπάσαντο. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν ἀπόστολον; τίς οὐκ ἂν ἐθαύµασε; Καὶ ἦσαν ὁµοθυµαδὸν, φησὶν, ἅπαντες ἐν τῇ στοᾷ Σολοµῶντος. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν οἰκίᾳ, ἀλλὰ τὸ ἱερὸν καταλαβόντες ἐκεῖ διέτριβον· οὔτε µὴν λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, ἀλλ' ἁπλῶς ἥπτοντο τῶν νεκρῶν. Καὶ ὅρα, πῶς ἐν µὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάµει. Μᾶλλον δὲ, φησὶ, προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας τιθέναι τοὺς ἀσθενεῖς ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχοµένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.
12.3
Πολλὴ τῶν προσιόντων ἡ πίστις, καὶ µείζων ἢ ἐπὶ τοῦ Χριστοῦ. Πόθεν δὴ τοῦτο γέγονεν; Ἀπὸ τοῦ τὸν Χριστὸν ἀποφήνασθαι καὶ εἰπεῖν· Ὁ πιστεύων εἰς ἐµὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ µείζονα ποιήσει. Μενόντων γὰρ αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων, ἔφερον πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων οὓς εἶχον ἀσθενεῖς, καὶ πάντοθεν αὐτοῖς συνήγετο τὸθαῦµα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέν των, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν οὐχἁπλῶς πιστευσάντων· οὐ γὰρ δὴ τῶν σηµείων ἦν µόνον τὸ γενόµενον. Εἰ γὰρ καὶ αὐτοὶ µετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόµατι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶντοῦτο πεποίηκε. Σκόπει δὲ, πῶς ἀριθµὸν ἐνταῦθα τῶν πιστευσάντων οὐ λέγει, ἀφεὶς ἐξ ἑαυτοῦ τὸν ἀκροατὴν συλλογίζεσθαι· οὕτως εἰς πλῆθος ἄπειρον ἐπέτεινε τὰ τῆς πίστεως. Ἐντεῦθεν καὶ ἡ ἀνάστασις µᾶλλον ἐκηρύττετο. Οὐδεὶς δὲ αὐτοῖς ἐτόλµα κολλᾶσθαι, ἀλλ' ἐµεγάλυνεν αὐτοὺς ὁ λαός. Τοῦτο λέγει, δεικνὺς, ὅτι οὐκ ἔτι λοιπὸν ἦσαν εὐκαταφρόνητοι καθάπερ καὶ πρότερον· καὶ ὅτι ἐν βραχεῖ καιρῷ, καὶ µιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ἰδιώτου. Οὐρανὸς οὖν λοιπὸν ἦν ἡ γῆ, καὶ πολιτείας, καὶ παῤῥησίας, καὶ θαυµάτων, καὶ πάντων ἕνεκεν· καὶ καθάπερ ἄγγελοι οὕτως ἐθαυµάζοντο, πρὸς οὐδὲν ἐπιστρεφόµενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους. Οὐ µόνον δὲ διὰ τοῦτο, ἀλλ' ὅτι σφόδρα φιλάνθρωποι καὶ κηδεµονικοὶ τυγχάνοντες, τοῖς µὲν χρήµασιν ἐβοήθουν, τοῖς δὲ θεραπείᾳ σωµάτων.∆ ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου; Μονονουχὶ ἀπολογεῖται ὁ Πέτρος µέλλων κολάσειν αὐτὸν, καὶ τοὺς ἄλλους παιδεύει. Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔµελλε φαίνεσθαι τὸ γενόµενον, διὰ δὴ τοῦτο καὶ ἐπ' αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον. Εἰ δὲ ἀσύγγνωστα ἁµαρτόντας µὴ τοιαύτην δίκην ἀπῄτησεν ἀµφοτέρους, πόση ἐντεῦθεν καταφρόνησις Θεοῦ οὐκ ἂν γέγονεν; Ὅτι δὲ διὰ τοῦτο, δῆλον ἀπὸ τοῦ µὴ εὐθέως ἐπὶ τιµωρίαν ἐλθεῖν, ἀλλὰ δεῖξαι πρῶτον τὴν ἁµαρτίαν. Ὅθεν οὐδεὶς ἐστέναξεν, οὐδεὶς ἀνῴµωξεν, ἀλλὰ πάντες ἐφοβήθησαν. Εἰκότως δὲ, τῆς πίστεως αὐτῶν ἐπιτεινοµένης, καὶ τὰ σηµεῖα πλείω ἐγίνετο, καὶ πολὺς καὶ παρὰ τοῖς οἰκείοις ὁ φόβος ἦν, ἐπειδὴ οὐχ οὕτω τὰ τῶν ἔξωθενἡµᾶς θορυβεῖ, ὡς τὰ τῶν οἰκείων. Ἂν οὖν ὦµεν πρὸς ἀλλήλους συγκεκροτηµένοι, οὐδεὶς ἔσται ἡµῖν πολεµῶν· ὥσπερ, ἂν ἀπ' ἀλλήλων διιστώµεθα, τὸ ἐναντίον πάντες ἡµῖν ἐπιθήσονται. Ἀπὸ τούτου κἀκεῖνοι λοιπὸν ἐθάῤῥουν, καὶ µετὰ παῤῥησίας καὶ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ ἐν µέσῳ τῶν ἐχθρῶν καὶ ἐκράτουν· καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρηµένον, Κατακυρίευε ἐν µέσῳ τῶν ἐχθρῶν σου· ὃ καὶ µείζονος ἀπόδειξις δυνάµεως ἦν, ὅτι κατεχόµενοι, δεσµούµενοι, τοιαῦτα ἔπραττον. Εἰ οὖν οἱ µόνον ψευσάµενοι τοιαῦτα ἔπαθον, οἱ καὶ ἐπιορκοῦντες τί οὐ πείσονται; Μᾶλλον δὲ εἰ ἁπλῶς εἰποῦσα ἡ γυνὴ, Ναὶ τοσούτου, τοιαύτην ἔδωκε δίκην, καὶ οὐκ ἐξέφυγεν· ἐννοήσατε οἱ ὀµνύοντες καὶ ἐπιορκοῦντες, τίνος ἂν εἴητε ἄξιοι κολάσεως; Εὔκαιρον καὶ ἀπὸ τῆς Παλαιᾶς δεῖξαι τὸ χαλεπὸν τῆς ἐπιορκίας τήµερον.∆ ρέπανον, φησὶ, πετόµενον ἦν, πλάτους πήχεων δέκα. Τὸ πετόµενον τὴν ταχίστην ἔφοδον τῆς τιµωρίας δηλοῖ τὴν τοῖς ὅρκοις παρεποµένην· τὸ δὲ πήχεων τοῦτο δέκα εἶναι τὸ πλάτος καὶ τὸ µῆκος, τὸ σφοδρὸν σηµαίνει καὶ τὸ µέγεθος τῶν κακῶν· τὸ δὲ ἀπ' οὐρανοῦ πέτεσθαι, τὸ ἐκ τοῦ ἄνωθεν δικαστηρίου τὴν ψῆφον φέρεσθαι· τὸ δὲ δρεπανοειδὲς, τὸ ἄφυκτον τῆς τιµωρίας. Καθάπερ γὰρ δρέπανον εἰς τράχηλον ἐµπεσὸν οὐκ ἂν καθ' ἑαυτὸ ἀνελκυσθείη, µένει δέ πως ἔτι καὶ ἀποτεµνοµένης τῆς κεφαλῆς· οὕτω καὶ ἡ δίκη τοῖς ὀµνύουσιν ἐπιοῦσα, φοβερά τίς ἐστι, καὶ οὐκ ἂν ἀποσταίη µὴ πρότερον ἐργασαµένη τὸ αὐτῆς. Εἰ δὲ διαφεύγοµεν ὀµνύοντες, µὴ θαῤῥῶµεν· ἐπὶ γὰρ κακῷ τῷ ἡµετέρῳ τοῦτο γίνεται Ἐπεὶ τί νοµίζετε; πόσοι µετὰ Ἀνανίαν καὶ Σάπφειραν τὰ αὐτὰ ἐκείνοις ἐτόλµησαν, καὶ οὐ τὰ αὐτὰ ἔπαθον; Καὶ πῶς, φησὶν, οὐκ ἔπαθον; Οὐκ ἐπειδὴ συνεχωρήθη αὐτοῖς, ἀλλ' ἐπειδὴ µείζονι τηροῦνται κακῷ.
12.4
Ὥστε οἱ πολλὰ πταίοντες, µὴ κολαζόµενοι, µᾶλλον ἢ κολαζόµενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιµωρίας διὰ τῆς ἀτιµωρησίας καὶ τῆς µακροθυµίας τοῦ Θεοῦ. Μὴ τοῦτο τοίνυν ἴδωµεν, ὅτι οὐ κολαζόµεθα, ἀλλ' εἰ µὴ ἡµάρτοµεν· εἰ δὲ ἁµαρτάνοντες οὐ κολαζόµεθα, µᾶλλον τρέµειν ὀφείλοµεν. Εἰπέ µοι, ἄν τινα δοῦλον ἔχῃς, καὶ ἀπειλῇς αὐτῷ µόνον, καὶ οὐ τύπτῃς, πότε µᾶλλον φοβεῖται, πότε φεύγει, πότε δραπετεύει; οὐχ ὅταν ἀπειλῇς µόνον; Ὅθεν καὶ ἀλλήλοις παραινοῦµεν, µὴ ἀπειλεῖν συνεχῶς, ὥστε µὴ τῷ φόβῳ µᾶλλον κατασεῖσαι τὴν ψυχὴν, ὥστε µὴ σπαράττειν αὐτὸν πλέον τῶν πληγῶν. Ἄλλως δὲ καὶ ἐκεῖ µὲν πρόσκαιρος ἡ τιµωρία, ἐνταῦθα δὲ διηνεκής. Μὴ τοίνυν εἰ µηδεὶς τὰ τοῦ δρεπάνου πάσχει, νῦν τοῦτο ἴδῃς, ἀλλ' ἐκεῖνο ἐννόησον, εἰ τοιαῦτα ποιεῖ· ἐπεὶ πολλὰ γίνεται νῦν οἷα ἐπὶ τοῦ κατακλυσµοῦ, ἀλλὰ κατακλυσµὸς οὐ γέγονε· γέεννα γὰρ ἠπείληται, καὶ τιµωρία. Πολλοὶ ἁµαρτάνουσιν οἷα τὰ ἐπὶ τῶν Σοδόµων, ἀλλὰ πῦρ οὐκ ἦλθεν ὑετοῦ· πύρινος γὰρ ἡτοίµασται ποταµός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλµησαν· ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν εἰς Ἐρυθρὰν θάλασσαν· τὸ γὰρ πέλαγος αὐτοὺς µένει τὸ τῆς ἀβύσσου, ἔνθα οὐ µετὰ ἀναισθησίας ἡ τιµωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ' ἐπὶ πλέον κολαζοµένους, τηγανιζοµένους, ἀπαγχονιζοµένους ἀναλίσκεσθαι. Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλµησαν· ἀλλ' οὐκ ἔφαγον αὐτοὺς ὄφεις· µένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλµησαν· ἀλλ' οὐκ ἐλεπρώθησαν· µένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτοµηθῆναι, καὶ τεθῆναι µετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤµοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, µὴ θαῤῥῶµεν· µένει γὰρ αὐτοὺς ὁ βρυγµὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ µὴ παρὰ πόδας, ἀλλ' ἐφ' ἑτέροις ἁµαρτήµασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιµωρία ᾖ· ἐπεὶ καὶ ἡµεῖς πολλάκις ἀφορµὰς λαβόντες ἀπὸ µικρῶν, καὶ ὑπὲρ µεγάλων τὸ πᾶν κενοῦµεν. Ὥστε ὅταν ἴδῃς τί σοι συµβὰν, ἀναµνήσθητί σου τῆς ἁµαρτίας ἐκείνης. Τοῦτο γὰρ ἐπὶ τῶν υἱῶν τοῦ Ἰακὼβ γέγονε. Μνηµονεύετε τῶν ἀδελφῶν τοῦ Ἰωσήφ· ἐπώλησαν τὸν ἀδελφὸν, σφάξαι ἐπεχείρησαν, µᾶλλον δὲ καὶ ἔσφαξαν ὅσον τὸ ἐπ' αὐτοῖς· ἠπάτησαν, ἐλύπησαν τὸν γέροντα· οὐδὲν ἔπαθον. Μετὰ πλείονα γοῦν ἔτη περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, καὶ τῆς ἁµαρτίας ταύτης ὑποµιµνήσκονται. Καὶ ὅτι οὐ στοχασµὸς τὸ εἰρηµένον, ἄκουε αὐτῶν τί φασι· Ναί· ἐν ἁµαρτίᾳ γάρ ἐσµεν περὶ τοῦ ἀδελφοῦ ἡµῶν. Οὕτω δὴ καὶ σὺ, ὅταν τι συµβῇ, εἰπὲ, ναὶ, ἐν ἁµαρτίᾳ ἐσµὲν, ὅτι οὐκ ἠκούσαµεν τοῦ Χριστοῦ, ὅτι ὠµόσαµεν· αἱ πολυορκίαι, καὶ αἱ ἐπιορκίαι ἐπὶ τὴν κεφαλήν µου ἦλθον. Οὐκοῦν ἐξοµολόγησαι· καὶ γὰρ κἀκεῖνοι ἐξωµολογήσαντο, καὶ ἐσώθησαν. Τί γὰρ, εἰ µὴ παραχρῆµα ἔπεισιν ἡ τιµωρία; ἐπεὶ καὶ ὁ Ἀχαὰβ διὰ τοῦ Ναβουθαὶ οὐκ εὐθέως παρὰ τὴν ἁµαρτίαν ἔπαθεν ἅπερ ἔπαθε.∆ ιὰ τί δὲ τοῦτο γίνεται;∆ ίδωσί σοι προθεσµίαν ὁ Θεὸς, ὥστε ἀπονίψασθαι· ὅταν δὲ ἐπιµένῃς, ἐπάγειλοιπὸν τὴν τιµωρίαν. Εἴδετε, τί ἔπαθον οἱ ψευδόµενοι; Οὐκοῦν ἐννοήσατε, τί πείσονται καὶ οἱ ἐπιορκοῦντες· ἐννοήσατε, καὶ ἀπόστητε. Οὐκ ἔστιν ὀµνύντα µὴ ἐπιορκεῖν, καὶ ἑκόντα καὶ ἄκοντα· οὐκ ἔστιν ἐπιορκοῦντα σωθῆναι. Ἀρκεῖ µία ἐπιορκία τὸ πᾶν ἐργάσασθαι, καὶ ὁλόκληρον ἡµῖν τὴν τιµωρίαν ἐπαγαγεῖν.∆ ιὰ δὴ τοῦτο προσέχωµεν, παρακαλῶ, ἑαυτοῖς, ἵνα τὴν ἐντεῦθεν κόλασιν διαφυγόντες, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτικαὶ οἰκτιρµοῖς τοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note