Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 13 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
13.0
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δηµοσίᾳ.
13.1
Οὐδὲν ἰταµώτερον κακίας, οὐδὲν τολµηρότερον. Πείρᾳ µαθόντες τὴν αὐτῶν ἀνδρείαν ἐξ ὧν ἐπεχείρησαν πρότερον, ὅµως ἐπιχειροῦσι, καὶ πάλιν ἐπισυνίστανται. Τί ἐστιν, Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ;∆ ιηγέρθη, φησὶ, κινηθεὶς ἐπὶ τοῖς γενοµένοις. Καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δηµοσίᾳ. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται. Οὐκ εὐθέως δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν αὐτοὺς πράους ἔσεσθαι. Καὶ πόθεν δῆλον, ὅτι σφοδρότερον αὐτοῖς ἐπετέθησαν; Ἀπὸ τοῦ θεῖναι αὐτοὺς εἰς τήρησιν δηµοσίαν. Πάλιν περιπίπτουσι κινδύνοις, καὶ πάλιν τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύουσι ῥοπῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήµατα τῆς ζωῆς ταύτης. Τοῦτο καὶ εἰς ἐκείνων παραµυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν. Καὶ ὅρα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ, τοῦτο καὶ νῦν γινόµενον. Γινόµενα µὲν γὰρ δήπου τὰ θαύµατα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ' ὧν δ' ἂν µάθοιεν, ταῦτα κατασκευάζει· οἷον ἐπὶ τῆς ἀναστάσεως τῆς αὐτοῦ οὐκ ἀφῆκεν αὐτοὺς ἰδεῖν πῶς ἀνέστη· ἀνάξιοι γὰρ τοῦ ταύτην ἰδεῖν ἦσαν· ἀλλὰ δείκνυσιν ἀφ' ὧν τοῦτο εἰργάσατο. Ὁµοίως καὶ ἐπὶ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ ὕδατος γενοµένου, οὐ βλέπουσιν οἱ ἀνακείµενοι· ἐµέθυον γάρ· καὶ τὴν κρίσιν ἐπιτρέπει ἑτέροις. Οὕτω δὴ καὶ ἐνταῦθα. Ἐξαγοµένους µὲν γὰρ αὐτοὺς οὐχ ὁρῶσι, τεκµήρια δὲ, ἀφ' ὧν ἠδύναντο καταµαθεῖν τὰ γενόµενα, εἶδον. Τί δήποτε δὲ καὶ κατὰ τὴν νύκτα αὐτοὺς ἐξέβαλε; Ὅτι οὕτω µᾶλλον ἢ ἐκείνως ἐπιστεύθησαν· ἄλλως τε καὶ ὅτι οὐκ ἂν ἐπὶ τὸ ἐρωτῆσαι ἦλθον· οὔτε µὴν ἑτέρως ἂν καὶ αὐτοὶ ἐπίστευσαν. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν γέγονεν, οἷον ἐπὶ τοῦ Ναβουχοδονόσορ· εἶδεν αἰνοῦντας τὸν Θεὸν ἐπὶ τῆς καµίνου τοὺς παῖδας, καὶ τότε εἰς ἔκπληξιν ἦλθε.∆ έον τοίνυν καὶ τούτους ἐρωτῆσαι πρῶτον, Πῶς ἐξήλθετε, οἱ δὲ ὡς οὐδενὸς γενοµένου ἐρωτῶσι λέγοντες· Οὐχὶ παραγγελίᾳ παρηγγείλαµεν ὑµῖν µὴ λαβεῖν; Καὶ ὅρα, πῶς δι' ἑτέρων µανθάνουσιν ἅπαντα. Ὁρῶσι γὰρ κεκλεισµένην τὴν φυλακὴν µετὰ ἀσφαλείας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν. Ἀκούσαντες δὲ, εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόµενος δὲ ὁ ἀρχιερεὺς, καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ· καὶ ἀπέστειλαν εἰς τὸ δεσµωτήριον ἀχθῆναι αὐτούς. Παραγενόµενοι δὲ οἱ ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, λέγοντες, ὅτι τὸ µὲν δεσµωτήριον εὕροµεν κεκλεισµένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸτῶν θυρῶν· ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕροµεν.∆ ιπλῆ ἡ ἀσφάλεια ὥσπερ ἐπὶ τοῦ τάφου, καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. Ὅρα, πῶς ἦσαν θεοµάχοι. Ταῦτα ἀνθρώπινα, εἰπέ µοι, τὰ ἐπ' αὐτῶν γενόµενα; Τίς αὐτοὺς ἐξήγαγε τῶν θυρῶν κεκλεισµένων; πῶς ἐξῆλθον τῶν φυλάκων πρὸ τῶν θυρῶν ἑστώτων; Ὄντως µαινοµένων καὶ µεθυόντων τὰ ῥήµατα. Οὓς οὐ κατέσχε φυλακὴ, καὶ δεσµὰ, καὶ θύραι κεκλεισµέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πρᾶγµα παθόντες. Οἱ ὑπηρέται γοῦν αὐτῶν διὰ τοῦτο παραγίνονται, καὶ ὁµολογοῦσι τὸ γεγονὸς, ἵνα πᾶσαν αὐτοῖς ἀποκλείσωσι πρόφασιν. Ὁρᾷς σηµεῖα ἐπὶ σηµείοις διάφορα, τὰ µὲν ὑπ' αὐτῶν, τὰ δὲ εἰς αὐτοὺς γενόµενα, ἃ καὶ λαµπρότερα ἦν; Καλῶς οὐδὲ εὐθέως αὐτοῖς ἐµηνύθη, ἀλλὰ πρότερον ἐν ἀπορίᾳ γεγονόσιν, ἵνα διασκεψάµενοι θείαν εἶναι δύναµιν, οὕτω µάθωσιν ἅπαντα. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἀρχιερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. Παραγενόµενος δέ τις ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις, ἤγαγεν αὐτοὺς οὐ µετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα µὴ λιθασθῶσιν. Ὢ τῆς ἀνοίας! Ἐφοβοῦντο, φησὶ, τὸν ὄχλον. Τί γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει;∆ έον τὸν Θεὸν φοβηθῆναι τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων· οἱ δὲ µᾶλλον τὸν ὄχλον φοβοῦνται. Ὁ δὲ ἀρχιερεὺς ἐπηρώτησεν αὐτοὺς, λέγων· Οὐχὶ παραγγελίᾳ παρηγγείλαµεν ὑµῖν µὴ διδάσκειν ἐπὶ τῷ ὀνόµατι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴµ τῆς διδαχῆς ὑµῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου. Τί οὖν οἱ ἀπόστολοι; Πάλιν µετ' ἐπιεικείας αὐτοῖς διαλέγονται· καίτοι γε ἐνῆν εἰπεῖν· Τίνες γάρ ἐστε ὑµεῖς ἀντιδιαταττόµενοι τῷ Θεῷ; Ἀλλὰ τί; Πάλιν ἐν τάξει παραινέσεως καὶ συµβουλῆς, καὶ µετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ Θεῷ µᾶλλον ἢ ἀνθρώποις. Πολλὴ ἡ φιλοσοφία καὶ τοιαύτη, ὅτι ἐντεῦθεν δεικνύουσι καὶ αὐτοὺς µαχοµένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡµῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑµεῖς διεχειρίσασθε κρεµάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι µετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁµαρτιῶν. Ὃν ὑµεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε. Καὶ ὅρα, τῷ Πατρὶ τὸ πᾶν πάλιν ἀνατιθέασιν, ἵνα µὴ δόξῃ ἀλλότριος εἶναι τοῦ Πατρός. Καὶ ὕψωσε, φησὶ, τῇ δεξιᾷ αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν τοῦτο µόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ. Τοῦ δοῦναι µετάνοιαν τῷ Ἰσραήλ.
13.2
Ὅρα πάλιν τὸ κέρδος καὶ ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισµένην. Καὶ ἡµεῖς ἐσµεν αὐτοῦ µάρτυρες τῶν ῥηµάτων τούτων. Πολλὴ ἡ παῤῥησία. Εἶτα ἀξιόπιστον[ λοιπὸν] τὸν λόγον ποιῶν, ἐπήγαγε· Καὶ τὸ Πνεῦµα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Ὁρᾷς, πῶς οὐχὶ µόνον τῇ ἑαυτῶν, ἀλλὰ καὶ τῇ τοῦ Πνεύµατος µαρτυρίᾳ κέχρηνται; Καὶ οὐκ εἶπον, Ὃ ἔδωκεν ἡµῖν, ἀλλὰ, Τοῖς πειθοµένοις· ἅµα µὲν µετριάζοντες, ἅµα δὲ µέγα αὐτὸ δεικνύντες, καὶ δηλοῦντες, ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Ὅρα, πῶς καὶ δι' ἔργων καὶ διὰ ῥηµάτων ἐπαιδεύοντο, καὶ οὐ προσεῖχον, ἵνα δικαία αὐτοῖς ἡ κατάκρισις γένηται.∆ ιὰ γάρ τοι τοῦτο καὶ ὁ Θεὸς συνεχώρει ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα καὶ ἐκεῖνοι παιδεύωνται, εἴ γε µανθάνειν ἐβούλοντο, καὶ οἱ ἀπόστολοιεἰς παῤῥησίαν ἀλείφωνται. Οἱ δὲ ἀκούσαντες, διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. Ὅρα κακίας ὑπερβολήν.∆ έον ἐφ' οἷς ἤκουσαν καταπλαγῆναι, οἱ δὲ διαπρίονται, καὶ βουλεύονται εἰκῆ ἀνελεῖν. Ἀλλ' ἀναγκαῖον λοιπὸν ἄνωθεν ἰδεῖν τὰ ἀνεγνωσµένα. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς πύλας τῆς φυλακῆς, καὶ ἐξαγαγὼν αὐτοὺς εἶπεν· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήµατα τῆς ζωῆς ταύτης. Ἐξαγαγών· οὐκ αὐτὸς ἀπάγει αὐτοὺς, ἀλλ' ἀφίησιν· ὥστε καὶ ταύτῃ αὐτῶν γνωσθῆναι τὸ ἀκατάπληκτον, ὃ καὶ ἔδειξαν νυκτὸς εἰσελθόντες εἰς τὸ ἱερὸν καὶ διδάσκοντες. Εἰ δὲ ἐξέβαλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι ἐνόµιζον, ἔφυγον ἂν, εἴ γε πεισθέντες ἐξῆλθον· µᾶλλον δὲ, εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ' ἀπέδρασαν ἄν. Τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος ὥστε µὴ συνιδεῖν. Οὐχὶ παραγγελίᾳ παρηγγείλαµεν ὑµῖν, φησί; Εἰ µὲν οὖν καὶ αὐτοὶ ἐπείσθησαν ὑµῖν, καλῶς εὐθύνετε· εἰ δὲ καὶ ἐξ ἐκείνου εἶπον µὴ πεισθήσεσθαι, περιτταὶ αἱ εὐθῦναι, περιτταὶ καὶ αἱ παραγγελίαι. Ὅρα ἐγκληµάτων ἀνακολουθίαν, καὶ ὑπερβάλλουσαν ἄνοιαν. Φονικὰς λοιπὸν βούλονται δεῖξαι τὰς προαιρέσεις τῶν Ἰουδαίων, ὡς οὐ δι' ἀλήθειαν ταῦτα ποιούντων, ἀλλ' ὥστε ἀµύνασθαι βουλοµένων.∆ ιὰ τοῦτο καὶ οὐδὲ θρασέως αὐτοῖς ἀποκρίνονται οἱ ἀπόστολοι· διδάσκαλοι γὰρ ἦσαν· καίτοι τίς οὐκ ἂν τὴν πόλιν ἅπασαν ἀναρτησάµενος, καὶ τοσαύτης ἀπολαύων χάριτος, εἶπεν ἂν δή τι καὶ ἐφθέγξατο µέγα; Ἀλλ' οὐχ οὗτοι· οὐ γὰρ ὠργίζοντο, ἀλλ' ἠλέουν αὐτοὺς καὶ ἐδάκρυον, καὶ ἐσκόπουν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῆς πλάνης καὶ τοῦ θυµοῦ. Καὶ οὐκ ἔτι λέγουσι πρὸς αὐτούς· Ὑµεῖς κρίνατε· ἀλλ' ἀποφαίνονται λέγοντες· Ὃν ὁ Θεὸς ἤγειρε· διὰ τούτου δηλοῦντες, ὅτι κατὰ γνώµην τοῦ Θεοῦ ταῦτά ἐστιν. Οὐκ εἶπον δὲ, ὅτι Οὐκ εἴποµεν ὑµῖν καὶ τότε, Ἡµεῖς οὐ δυνάµεθα, ἃ εἴδοµεν καὶ ἠκούσαµεν, µὴ λαλεῖν; οὐ γάρ εἰσι φιλότιµοι· ἀλλὰ πάλιν τὰ αὐτά φασι, τὸν σταυρὸν, τὴν ἀνάστασιν. Καὶ οὐ λέγουσι, διὰ τί ἐσταυρώθη· ὅτι ὑπὲρ ἡµῶν· ἀλλ' αἰνίττονται µὲν, οὔπω δὲ φανερῶς, τέως αὐτοὺς φοβῆσαι βουλόµενοι. Εἰπέ µοι, ποία ῥητορεία ἐνταῦθα; Οὐδεµία· οὕτω χωρὶς κατασκευῆς τὸ τῆς ζωῆς ἐκήρυττον Εὐαγγέλιον. Εἰπὼν δὲ, ὅτι Ὕψωσε, λέγει καὶ ἐπὶ τίνι, Ἐπὶ τῷ δοῦναι µετάνοιαν, ἐπάγων, τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁµαρτιῶν. Ἀλλ' ἀπίθανα ταῦτα τέως ἐδόκει, φασί. Τί λέγεις; καὶ πῶς οὐ πιθανὰ µᾶλλον, οἷς γε οὐκ ἄρχοντες ἀντειπεῖν εἶχον, οὐ πλῆθος· ἀλλ' οἱ µὲν ἐπεστοµίζοντο, οἱ δὲ ἐδιδάσκοντο; Καὶ ἡµεῖς, φησὶ, µάρτυρες τῶν ῥηµάτων τούτων ἐσµέν. Ποίων; Ὅτι ἄφεσιν, ὅτι µετάνοιαν ἐπηγγείλατο· ἡ µὲν γὰρ ἀνάστασις ἦν λοιπὸν ὡµολογηµένη. Ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡµεῖς µαρτυροῦµεν, καὶ τὸ Πνεῦµα τὸ ἅγιον, ὃ οὐκ ἂν ἐπῆλθε, µὴ πρότερον τῶν ἁµαρτιῶν λυθεισῶν· ὥστε ἀναµφισβήτητον τεκµήριον τοῦτό ἐστιν. Ἄφεσιν ἁµαρτηµάτων ἀκούεις, ἄθλιε, καὶ ὅτι οὐ δίκην ἀπαιτεῖ, καὶ βούλει ἀνελεῖν; Καὶ πόσης ταῦτα οὐχὶ κακίας; Καίτοι ἢ διελέγξαι ψευδοµένους ἐχρῆν, ἢ µὴ δυναµένους, πεισθῆναι· εἰ δὲ µὴ ἐβούλοντο πεισθῆναι, µὴ ἀνελεῖν. Τί γὰρ ἦν ἀναιρέσεως ἄξιον; Οἱ δὲ ὑπὸ τοῦ θυµοῦ οὐδὲ συνεῖδον τὸ γεγενηµένον. Ὅρα, πῶς ἐνταῦθα µνηµονεύσαντες τοῦ τολµήµατος, περὶ ἀφέσεως διαλέγονται, δεικνύντες, ὅτι τὰ µὲν γεγενηµένα ἄξια θανάτου, τὰ δὲ διδόµεναὡς εὐγνώµοσιν ἐδίδοντο. Πῶς ἂν ἄλλως τις ἔπεισεν αὐτοὺς ἢ ὡς εὐδοκιµοῦντας εἰπών; Καὶ ὅρα τὴν κακουργίαν· τοὺς Σαδδουκαίους αὐτοῖς ἐφιστῶσιν, οἳ µάλιστα ἤλγουν ἐπὶ τῇ ἀναστάσει. Ἀλλ' οὐδὲν τῆς πονηρίας ἀπώναντο. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ τίς ἄνθρωπος τοιούτων ἀπολαύων, οἵων οἱ ἀπόστολοι, οὐκ ἂν µέγας ἐγένετο; Ἀλλ' ὅρα µοι πρὶν ἢ ἀπολαῦσαι τῆς χάριτος, πῶς ἦσαν προσκαρτεροῦντες ὁµοθυµαδὸν τῇ προσευχῇ, καὶ ἐλπίζοντες ἐπὶ τὴν ἄνωθεν ῥοπήν. Καὶ σὺ ἐλπίζεις, ἀγαπητὲ, βασιλείαν οὐρανῶν, ἀλλ' οὐδὲν ὑποµένεις; καὶ σὺ Πνεῦµα ἔλαβες, ἀλλ' οὐ τοιαῦτα πάσχεις, οὐδὲ κινδυνεύεις; Ἐκεῖνοι δὲ, πρὶν ἢ τῶν προτέρων ἀναπνεῦσαι, πάλιν ἐφ' ἕτερα ἤγοντο. Καὶ τοῦτο δὲ αὐτὸ τὸ µὴ τυφωθῆναι, τὸ µὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν! τὸ µετὰ ἐπιεικείας διαλέγεσθαι, πόσον ἐστὶ κέρδος! Οὐ γὰρ δὴ πάντατῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκµήρια. Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάµπειν, τῆς αὐτῶν ἐπιµελείας ἦν.
13.3
Ὅρα γοῦν εὐθὺς ἐξ ἀρχῆς, πῶς µεµεριµνηµένος ὁ Πέτρος ἐστὶ, πῶς νήφων καὶ ἐγρηγορὼς, πῶς οἱ πιστεύσαντες τὰ χρήµατα ἔῤῥιψαν. Οὐδὲν ἴδιον εἶχον, ἐν εὐχῇ ἦσαν, ὁµόνοιαν ἐπεδείκνυντο, ἐν νηστείαις διῆγον. Ταῦτα ποίας χάριτος; εἰπέ µοι.∆ ιὰ τοῦτο καὶ δι' αὐτῶν ποιεῖ γενέσθαι τὸν ἔλεγχον τῶν ὑπηρετῶν αὐτῶν· οἳ καὶ ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον οἱ πεµφθέντες, Οὐδέποτε οὕτως ἄνθρωπος ἐλάλησεν ὡς οὗτος ὁ ἄνθρωπος, ἀπήγγειλαν ὑποστρέψαντες ἅπερ εἶδον. Σὺ δέ µοι σκόπει ἐνταῦθα καὶ αὐτῶν τὴν ἐπιείκειαν, πῶς εἴκουσι, καὶ τοῦ ἀρχιερέως τὴν πεπλασµένην γνώµην. Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούµενος, καὶ κωλῦσαι µᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο. Καὶ ὥστε πάντας κινῆσαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς ἐπικρεµάσαι τὸν κίνδυνον, Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ' ἡµᾶς τὸ αἷµα τοῦ ἀνθρώπου τούτου; Ἔτι ἄνθρωπος εἶναί σοι δοκεῖ; Οὕτως εἶπε, δεικνὺς, ὅτι ἀναγκαία ἡ παρακέλευσις γέγονεν αὐτοῖς. Ἀλλ' ὅρα καὶ τὸν Πέτρον, τί φησιν· Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι µετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁµαρτιῶν. Ἐνταῦθα οὐ µέµνηται τῶν ἐθνῶν, ἵνα µὴ δῷ λαβήν. Καὶ ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτούς. Ὅρα πάλιν τούτους ἐν ἀπορίᾳ, τούτους ἐν ὀδύνῃ· ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυµίᾳ καὶ ἐν τρυφῇ. Οὐχ ἁπλῶς ὠδυνῶντο, ἀλλὰ∆ ιεπρίοντο. Τοῦτό ἐστιν ἄρα τὸ, κακῶς παθεῖν τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἔστιν ἰδεῖν. Ἐν δεσµοῖς ἦσαν οὗτοι, παρειστή κεισαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἦσαν ἐν ἀπορίᾳ, ἐν ἀµηχανίᾳ πολλῇ. Καθάπερ γὰρ ὁ τὸν ἀδάµαντα πλήττων, αὐτὸς λαµβάνει τὴν πληγήν· οὕτω δὴ καὶ οὗτοι. Ἀλλ' ἑώρων οὐ µόνον οὐκ ἐµποδιζοµένην αὐτῶν τὴν παῤῥησίαν, ἀλλὰ καὶ µᾶλλον αὐξόµενον τὸ κήρυγµα, καὶ ἀκαταπλήκτως διαλεγοµένους αὐτοὺς, καὶµὴ παρέχοντας λαβάς. Μιµησώµεθα τούτους δὴ καὶ ἡµεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι ἐν πᾶσι γενώµεθα τοῖς δεινοῖς. Οὐκ ἔστι δεινόν τι τῷ φοβουµένῳ τὸν Θεὸν, ἀλλ' ἐν τοῖς µὴ φοβουµένοις ἐστὶ τὰ δεινά. Ὁ γὰρ τῶν παθῶν δι' ἀρετῆς ἀνώτερος γινόµενος, καὶ ὥσπερ σκιὰν τὰ παρόντα παρατρέχων πράγµατα, πῶς ὑπό τινος πείσεται δεινόν; τίνα δὲ φοβηθήσεται; ἢ τί τὰ δεινὰ λογιεῖται; Οὐκοῦν καταφύγωµεν ἐπὶ ταύτην τὴν πέτραν τὴν ἄσειστον. Εἰ πόλιν ἡµῖν τις κατεσκεύαζε, καὶ τεῖχος περιετίθει· µᾶλλον δὲ εἰ ἀπῴκιζεν ἡµᾶς εἰς γῆν, ἔνθα µηδεὶς ἦν ὁ ἐνοχλῶν, καὶ πᾶσαν ἐκεῖ παρεῖχε τὴν ἀφθονίαν, οὐκ ἀφεὶς πρὸς οὐδένα πρᾶγµα ἔχειν, οὐκ ἂν ἡµᾶςἐν τοσαύτῃ κατέστησεν ἀσφαλείᾳ, ἐν ὅσῃ νῦν ὁ Χριστός. Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν ἔχουσα καρτερὸν καὶ ἀνάλωτον· µηδεὶς αὐτῇ προσκείσθω πολέµιος, ἄφθονον ἐχέτω γῆν καὶ λιπαράν· παρέστω δὲ καὶ ἡ τῶν ἄλλων ἀφθονία πραγµάτων· ἔστωσαν καὶ πολῖται ἥµεροι καὶ προσηνεῖς, καὶ µηδεὶς ἐκεῖ φαινέσθω κακοῦργος ἀνὴρ, µὴ κλέπτης, µὴ λωποδύτης, µὴ συκοφάντης, µὴ δικαστήριον, ἀλλὰ συναλλάγµατα ἁπλῶς· καὶ ταύτην οἰκῶµεν τὴν πόλιν· οὐκ ἦν οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ ζῇν.∆ ιὰ τί; Ὅτι καὶ πρὸς οἰκέτας, καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία ἀνάγκη διαφέρεσθαι, καὶ πολλῆς ἀθυµίας εἶναι ὑπόθεσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν οὐδὲ τὸ παρέχον ἀθυµίαν τινά. Ἀλλὰ τὸ θαυµαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυµίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης αἴτια. Εἰπὲ γάρ µοι, τίνος ἕνεκεν ἔµελλον ἀλύειν ἐκεῖνοι; τίνος δὲ ἕνεκεν δυσχεραίνειν; Βούλει παραγάγωµέν τινα ἐν τῷ µέσῳ; Ἔστω τις ἀπὸ ὑπάτων, πλοῦτον κεκτήσθω πολὺν, πόλιν οἰκείτω τὴν βασιλικὴν, πράγµατα πρὸς µηδένα ἐχέτω, τρυφάτω µόνον, καὶ πρὸς τοῦτοἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου καὶ τῆς τιµῆς καὶ τῆς δυναστείας καθήµενος· ἀντεπεξαγάγωµεν αὐτῷ Πέτρον τὸν ἐν δεσµοῖς, εἰ δοκεῖ, τὸν ἐν µυρίοις κακοῖς· καὶ τοῦτον εὑρήσοµεν τρυφῶντα µᾶλλον. Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσµοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ µέγεθος τῆς χαρᾶς. Καθάπερ γὰρ οἱ ἐπὶ µεγάλης ὄντες ἀρχῆς, ὅσα ἂν προσπέσῃ δεινὰ, οὐκ αἰσθάνονται, ἀλλ' ἐπιµένουσι τῇ χαρᾷ· οὕτω δὴ καὶ οὗτοι δι' αὐτὰ δὴ ταῦτα µᾶλλον ἔχαιρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συµβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν· µᾶλλον γὰρ ἐπὶ τοῖς δεινοῖς χαίρουσιν, ἢ ἐπὶ τοῖς ἀγαθοῖς. Εἴ τις ἐφίλησε τὸν Χριστὸν, οἶδεν ὃ λέγω. Ἀλλὰ τί; ἀσφαλείας ἕνεκεν ἔµελλον τὰ δυσχερῆ φεύγειν; Καὶ τίς, εἰπέ µοι, µυρίον κεκτηµένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁµιλῶν, ὑπὲρ µεταστάσεως πολιτείας µόνης; Οὗτοι δὲ ὥσπερ ἐξ ἐπιτάγµατος βασιλικοῦ πάντα ἤνυον, µᾶλλον δὲ καὶ πολλῷ ῥᾴδιον. Οὐ γὰρ οὕτως ἐπίταγµα βασιλικὸν, ὡς τὰ ἐκείνων ῥήµατα ἅπαντα ἤνυσαν· τὸ γὰρ ἐπίταγµα τὸ βασιλικὸν ἀνάγ κῃ ἐπάγεται, οὗτοι δὲ ἑκόντας καὶ προαιρουµένους, καὶ µυρίαν χάριν εἰδότας. Ποῖον ἐπίταγµα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρηµάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆςσωτηρίας αὐτῆς; Ἀλλ' αἱ τῶν ἁλιέων καὶ σκηνοποιῶν ἴσχυσαν φωναί. Ὥστε καὶ ἐν ἡδονῇ ἦσαν, καὶ δυνατώτεροι καὶ ἰσχυρότεροι πάντων. Ναὶ, φησὶν, ἐκεῖνοι, ἐπειδὴ τὰ σηµεῖα ἐποίουν. Οἱ δὲ πιστεύσαντες, εἰπέ µοι, ποῖα σηµεῖα ἐποίουν, οἱ τρισχίλιοι, καὶ πεντακισχίλιοι, οἳ καὶ ἐν ἀγαλλιάσει πολλῇ διῆγον; Εἰκότως· ἡ γὰρ πασῶν τῶν ἀθυµιῶν ὑπόθεσις, ἡ τῶν χρηµάτων κτῆσις ἀνῄρητο. Ἐκείνη γὰρ, ἐκείνη καὶ πολέµων, καὶ µάχης, καὶ λύπης, καὶ ἀθυµίας, καὶ πάντων αἰτία τῶν κακῶν ἦν· ἡ τὸν βίον ἐπίπονον ποιοῦσα καὶ λυπηρότερον, ἐκείνη ἐστί. Καὶ πλείους εὕροι τις ἂν µᾶλλον ἔχοντας ἀθυµίας ὑποθέσεις τοὺς ἐν πλούτῳ, ἢ τοὺς ἐν πενίᾳ. Εἰ δὲ µὴ δοκεῖ τισιν οὕτως ἔχειν, οὐ παρὰ τὴν τῶν πραγµάτων φύσιν, ἀλλὰ παρὰ τὴν δόξαν αὐτῶν. Εἰ δέ τινα ἔχουσι καὶ ἡδονὴν οἱ ἐν πλούτῳ, οὐδὲν θαυµαστόν. Καὶ γὰρ οἱ ψώρας ἀναπεπλησµένοι, ἐν πολλῇ εἰσιν ἡδονῇ. Ὅτι γὰρ ἐκείνων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, ἀλλ' ἡ ψυχὴ τοιαύτη τίς ἐστιν αὐτοῖς, δῆλον ἐκεῖθεν· Ἀνιῶσιν αὐτοὺς φροντίδες, καὶ ὅµως βούλονται αὐταῖς ἐνέχεσθαι διὰ τὴν πρόσκαιρον ἡδονήν· οἱ δὲ τούτων ἀπηλλαγµένοι, ἐν ὑγείᾳ εἰσὶ καὶ ἀθυµίας ἐκτός.
13.4
Τί ἥδιον, εἰπέ µοι; τί δαὶ ἀσφαλέστερον; ὑπὲρ ἄρτου φροντίζειν ἑνὸς καὶ ἐνδυµάτων, ἢ ὑπὲρ µυρίων καὶ οἰκετῶν καὶ ἐλευθέρων, τὰ καθ' ἑαυτὸν µὴ µεριµνῶντα; Καθάπερ γὰρ οὗτος ὑπὲρ ἑαυτοῦ δέδοικεν· οὕτω καὶ σὺ ὑπὲρ τῶν τῆς σῆς ἐκκρεµαµένων κεφαλῆς. Καὶ τί δήποτε φευκτὸν ἡ πενία δοκεῖ, φησίν; Ἐπειδὴ καὶ τὰ ἄλλα ἀγαθὰ ἀπευκτὰ πολλοῖς τυγχάνει, ἅπερ εἰσὶν οὐ διὰ τὸ ἀπευκτὰ εἶναι φευκτὰ, ἀλλὰ διὰ τὸ δυσκατόρθωτα. Οὐκοῦν καὶ αὕτη οὐκ ἀπευκτὴ, ἀλλὰ δυσκατόρθωτος· ὥστε εἴ γέ τις αὐτὴν ἐνεγκεῖν ἠδύνατο, οὐκ ἂν ἦν ἀπευκτή.∆ ιὰ τί γὰρ οὐκ ἀπηύχοντο αὐτὴν οἱ ἀπόστολοι; διὰ τί πολλοὶ καὶ αἱροῦνται αὐτὴν, καὶ οὐ µόνον οὐκ ἀπεύχονται, ἀλλὰ καὶ ἐπιτρέχουσι; Τὸ γὰρ ὄντως ἀπευκτὸν οὐδὲ αἱρετὸν, πλὴν τοῖς µαινοµένοις. Εἰ δὲ οἱ φιλόσοφοι τῶν ἀνθρώπων καὶ ὑψηλοὶ ἐπὶ ταύτην ἔρχονται ὡς ἐπί τι χωρίον ἀσφαλὲς καὶ ἄνοσον, οὐδὲν θαυµαστὸν, ἐὰν τοῖς ἄλλοις µὴ δοκῇ. Ὁ µὲν γὰρ πλούσιος οὐδὲν ἕτερον εἶναί µοι δοκεῖ, ἀλλ' ἢ πόλις ἀτείχιστος ἐν πεδίῳ κειµένη καὶ πολλαχόθεν ἐπισπωµένη τοὺς ἐπιβουλεύοντας· ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβληµένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον. Καὶ µὴν τοὐναντίον, φησὶν, ἐστίν· οὗτοι γάρ εἰσιν οἱ εἰς δικαστήριον πολλάκις ἑλκόµενοι· οὗτοί εἰσιν οἱ ἐπηρεαζόµενοι καὶ κακῶς πάσχοντες. Οὐχ οἱ πένητες ἁπλῶς, ἀλλ' οἱ πένητες µὲν, βουλόµενοι δὲ πλουτεῖν. Ἐγὼ δὲ οὐ περὶ ἐκείνων φηµὶ, ἀλλὰ περὶ τῶν σπουδαζόντων ἐν πενίᾳ διάγειν. Εἰπὲ γάρ µοι, διὰ τί µηδεὶς τοὺς ἐν τοῖς ὄρεσιν ἕλκει εἰς δικαστήριον; καίτοι γε εἰ ἡ πενία εὐχείρωτον, ἐκείνους µάλιστα πάντων ἕλκεσθαι ἔδει, ὅσῳ πάντων εἰσὶ πενέστεροι.∆ ιὰ τί τοὺς προσαιτοῦντας οὐδεὶς ἕλκει εἰς δικαστήριον; διὰ τί µηδεὶς βιάζεται µηδὲ συκοφαντεῖ; ἆρ' οὐ διότι ἐν ἀσφαλεστέρῳ χωρίῳ µένουσι; Πόσοις τὸ πρᾶγµα καὶ δυσοιώνιστον εἶναι δοκεῖ, ἡ πενία λέγω, καὶ τὸ προσαιτεῖν; Τί οὖν, εἰπέ µοι, καλὸν τὸ ἐπαιτεῖν; Καλὸν, ἐὰν ᾖ ὁ παραµυθούµενος καὶ ἐλεῶν, ἐὰν ᾖ ὁ παρέχων· οὕτω βίον ἀπράγµονα καὶ ἀσφαλῆ τοῦτον πᾶς οἶδεν. Ἐγὼ δὲ οὐ τοῦτο παραινῶ· µὴ γένοιτο· ἀλλ' ὥστε µὴ πλούτου ἐφίεσθαι. Εἰπὲ γάρ µοι, τίνας ἂν εἴπω µᾶλλον µακαρίους, τοὺς ἐπιτηδείους πρὸς ἀρετὴν, ἢ τοὺς ταύτης πόῤῥω καθεστηκότας; Εὔδηλον, ὅτι τοὺς ἐπιτηδείους. Τίς οὖν ἐπιτήδειος πρὸς τὸ µαθεῖν τι τῶν χρησίµων, καὶ λάµπειν ἐν φιλοσοφίᾳ, οὗτος ἢ ἐκεῖνος; Παντί που δῆλον, ὅτι οὗτος. Εἰ δὲ ἀπιστεῖς, µάνθανε· Ἀγέσθω τις ἀπὸ τῆς ἀγορᾶς τῶν προσαιτούντων, καὶ αὐτὸς µὲν ἔστω πηρὸς, χωλὸς, κυλλός· ἕτερος δέ τις καλὸς µὲν ἰδεῖν, ἰσχυρὸς τῷ σώµατι, πάντοθεν σφριγῶν, τοῖς χρήµασι περιῤῥεόµενος· γένος ἐχέτω λαµπρὸν, καὶ δυναστείαν µεγάλην. Οὐκοῦν ἀγάγωµεν τούτους εἰς τὸ τῆς φιλοσοφίας παιδευτήριον, καὶ ἴδωµεν, τίς αὐτῶν µᾶλλον δέξεται τὰ τῆς διδασκαλίας. Ἔστω γοῦν τὸ πρῶτον παράγγελµα, Ταπεινὸς ἔσο καὶ µέτριος· τοῦτο γὰρ ὁ Χριστὸς προσέταξε· τίς µᾶλλον αὐτὸ κατορθῶσαι δυνήσεται, οὗτος ἢ ἐκεῖνος; Μακάριοι οἱ πενθοῦντες· τίς µᾶλλον προσέξει τῷ εἰρηµένῳ; Μακάριοι οἱ ταπεινοί· τίς µᾶλλον ἀκούσεται; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· µακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· µακάριοι οἱ δεδιωγµένοι ἕνεκεν δικαιοσύνης· τίς εὐκόλως ταῦτα καταδέξεται; Καὶ εἰ βούλει, πᾶσιν αὐτοῖς ἐφαρµόσωµεν ἑκατέρους. Οὐχ ὁ µὲν φλεγµαίνει καὶ οἰδεῖ πάντοθεν· ὁ δὲ ταπεινοφρονεῖ ἀεὶ καὶ συνέσταλται διαπαντός; Εὔδηλον ὅτι. Ἔστι µὲν οὖν δή τι καὶ ἔπος τοιοῦτο τοῖς ἔξωθεν εἰρηµένον·∆ οῦλος µὲν Ἐπίκτητος, σῶµα ἀνάπηρος· πενίην Ἶρος, καὶ φίλος ἀθανάτων. Ἀλλὰ τοῦτο µὲν ὁ πένης. Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέµει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυµιῶν µυρίων, ὀργῆς καὶ θυµοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου. Ἄρα φανερὸν, ὅτι πρὸς φιλοσοφίαν αὕτη ἐπιτηδεία, ἢ ἐκείνη. Πάντως ζητεῖτε µαθεῖν, τί µᾶλλον ἥδιον· τοῦτο γὰρ παρὰ πολλοῖς ζητούµενον ὁρῶ, εἴ γε αὕτη ἡδίων ἡ διαγωγή. Καὶ µὴν οὐδὲ ὑπὲρ τούτου ἀµφιβάλλειν χρή· ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ. Τίς δὲ, εἰπέ µοι, πρὸς τὸ προκείµενον, ὅπερ βουλόµεθα, κατορθῶσαι, τὸν νόµον τοῦτον λέγω, ἐπιτήδειος, ὁ πένης ἢ ὁ πλουτῶν; τίς εὐκόλως ὀµεῖται, ὁ πρὸς παῖδας παροξυνόµενος, ὁ πρὸς µυρίους ἔχων συναλλάγµατα, ἢὁπροσιὼν ὑπὲρ ἄρτου ἢ ἱµατίου ἑνός; Οὗτος οὐδὲ ἀνάγκην ὅρκων ἔχει, ἐὰν θέλῃ, ἀλλ' ἀεὶ ἐν ἀπραγµοσύνῃ διάγει· µᾶλλον δὲ ὁ παιδευόµενος µὴ ὀµνύναι, καὶ χρηµάτων καταφρονήσει πολλάκις, καὶ πανταχοῦ τῆς ἀρετῆς τὰς ὁδοὺς τεµνοµένας ἀπὸ τούτου τοῦ καλοῦ ἴδοιτις ἂν, καὶ πάσας φερούσας πρὸς ἐπιείκειαν, πρὸς χρηµάτων ὑπεροψίαν, πρὸς εὐλάβειαν, πρὸς κατάστασιν ψυχῆς, πρὸς κατάνυξιν. Μὴ δὴ ῥᾳθυµῶµεν, ἀγαπητοὶ, ἀλλὰ πάλιν πολλὴν ποιησώµεθα τὴν σπουδήν· οἱ µὲν κατωρθωκότες, ὥστε φυλάξαι τὸ κατορθωθὲν, ὥστε µὴ εὐκόλως ἀποῤῥοήν τινα γενέσθαι καὶ παλίῤῥοιαν εἰς τοὐπίσω· οἱ δὲ ἔτι λειπόµενοι, ὥστε διαναστῆναι, ὥστε σπουδάσαι τὸ λεῖπον πληρῶσαι. Καὶ τέως οἱ κατορθώσαντες τοὺς µήπω δυνηθέντας, καθάπερ ἐν πελάγει νηχοµένοις τὰς χεῖρας ἐκτείνοντες, ἐν τῷ λιµένι τῆς ἀνωµοσίας δεχέσθωσαν. Λιµὴν γὰρ ὄντως ἀσφαλὴς, τὸ µὴ ὀµνύναι· λιµὴν, πρὸς τὸ µὴ καταποντίζεσθαι ὑπὸ τῶν προσπιπτόντων πνευµάτων. Κἂν γὰρ ὀργὴ, κἂν ἐπήρεια, κἂν θυµὸς ὑπερζέσῃ, κἂν ὁτιοῦν, ἡ ψυχὴ ἐν ἀσφαλείᾳ καθέστηκεν, ὥστε οὐδ' ἂν ἐκβάλῃ τι τῶν οὐκ ὀφειλόντων εἰρῆσθαι· οὐ γὰρ εἰς ἀνάγκην κατέστησεν ἑαυτὴν, οὐδὲ νόµον. Ὅρα τί διὰ τὸν ὅρκον ἐποίησεν Ἡρώδης· τὴν κεφαλὴν ἀπέτεµε τοῦ Προδρόµου.∆ ιὰ τοὺς ὅρκους γὰρ, φησὶ, καὶ τοὺς συνανακειµένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Τί δι' ὅρκον πεπόνθασιν αἱ φυλαὶ ἐπὶ τῆς Βενιαµὶν φυλῆς; τί δι' ὅρκον πέπονθεν ὁ Σαούλ; Ὁ µὲν γὰρ ἐπιώρκησεν, ὁ δὲ Ἡρώδης καὶ τῆς ἐπιορκίας χεῖρον εἰργάσατο, τὸν φόνον. Πάλιν ὁ Ἰησοῦς διὰ τὸν ὅρκον ἐπὶ τῶν Γαβαωνιτῶν οἷα πέπονθεν ἔγνως. Σατανικὴ γὰρ ὄντως ἐστὶ παγὶς τὸ ὀµνύναι.∆ ιαῤῥήξωµεν τοίνυν τὰ σχοινία, καὶ ἐν εὐκολίᾳ καταστήσοµεν ἑαυτοὺς πάσης φυλακῆς. Ἀπαλλαγῶµεν τῆς σατανικῆς παγίδος· φοβηθῶµεν τὴν ἐντολὴν τὴν∆ εσποτικήν· εἰς συνήθειαν ἀρίστην ἑαυτοὺς ἐµβάλωµεν· ἵνα ὁδῷ προβαίνοντες, καὶ ταύτην καὶ τὰς λοιπὰς ἐντολὰς κατορθώσαντες, τῶν ἐπηγγελµένων ἐπιτύχωµεν ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note