Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.0
Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόµατι Γαµαλιὴλ, νοµοδιδάσκαλος, τίµιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθαι.
14.1
Οὗτος ὁ Γαµαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυµάσαι ἄξιον, πῶς καὶ τὰς κατὰ νοῦν κρίσεις ἔχων καὶ νοµοµαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν µεῖναι µὴ πιστεύσαντα δι' ὅλου. Καὶ δῆλον ἐκ τῶν ῥηµάτων αὐτοῦ, δι' ὧν συµβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δηµηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ µὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁµογνώµονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦθυµοῦ µεθύουσιν, οὕτω φησίν· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς, ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί µέλλετε πράσσειν. Μὴ ἁπλῶς, φησὶ, µηδὲ ὡς ἔτυχε φέρεσθε. Πρὸ γὰρ τούτων τῶν ἡµερῶν ἀνέστη Θευδᾶς, λέγων, εἶναί τινα ἑαυτὸν, ᾧ προσεκολλήθη ἀριθµὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνηρέθη· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Ἀπὸ παραδειγµάτων αὐτοὺς σωφρονίζει, καὶ τὸν πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραµυθούµενος αὐτούς. Πρὸ µὲν οὖν τοῦ τὰ παραδείγµατα εἰπεῖν, λέγει, Προσέχετε ἑαυτοῖς· ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται λέγων· Καὶ τὰ νῦν λέγω ὑµῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡµέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν ἱκανὸν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Καὶ τανῦν λέγω ὑµῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό. Ὡσεὶ ἔλεγεν· Ἀνάσχεσθε, καὶ ἐὰν ἐξ ἑαυτῶν καὶ οὗτοι συνέστησαν, οὐδὲν κωλύσει καὶ αὐτοὺς καταλυθῆναι. Μήποτε καὶ Θεοµάχοι εὑρεθῆτε. Καὶ διὰ τοῦ ἀδυνάτου, καὶ διὰ τοῦ ἀσυµφόρου ἀποτρέπει αὐτούς. Οὐκ εἶπε δὲ ὑπὸ τίνος ἀνῃρέθησαν, ἀλλ' ἁπλῶς, ὅτι διελύθησαν, τάχα ὡς παρέλκον.∆ ι' ὧν δὲ ὑποτίθησι, διδάσκει, ὅτι Εἰ µὲν ἀνθρώπινον τὸ ἔργον, οὐδὲν δεήσει πραγµάτων ὑµῖν· εἰ δὲ θεῖόν ἐστιν, οὐδὲ µετὰ πραγµάτων δυνήσεσθε περιγενέσθαι. Οὕτω γοῦν καὶ ὁ λόγος συνετὸς ἔδοξεν, ὅτι καὶ ἐπείσθησαν ὥστε µὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ µαστίξαι µόνον. Ἐπείσθησαν γὰρ αὐτῷ, φησί· καὶ προσκαλεσάµενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν µὴ λαλεῖν ἐπὶ τῷ ὀνόµατι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Ὅρα, µετὰ πόσα µαστίζονται θαύµατα. Καὶ ὅµως πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Οἱ µὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόµατος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιµασθῆναι, πᾶσάν τε ἡµέραν ἐν τῷἱερῷ καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόµενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡµέραις ταύταις πληθυνόντων τῶν µαθητῶν, ἐγένετο γογγυσµὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳτῇ καθηµερινῇ αἱ χῆραι αὐτῶν. Οὐκ ἐν ἐκείναις πάντως λέγει ταῖς ἡµέραις· ἀλλ' ἐπεὶ συνήθεια τοιαύτη ἐστὶ τῇ Γραφῇ, καὶ τὰ µέλλοντα συµβαίνειν ὡς ἐφεξῆς γινόµενα λέγει, διὰ τοῦτο οὕτως εἶπεν. Ἑλληνιστὰς δὲ οἶµαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγοµένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο Ἑβραῖοι ὄντες. Ἰδοὺ καὶ ἄλλος πειρασµός· µᾶλλον δὲ καὶ σὺ, εἰ βούλει σκοπεῖν, ὄψει καὶ ἔσωθεν καὶ ἔξωθεν τοὺς πολέµους ὄντας ἐξ ἀρχῆς. Προσκαλεσάµενοι δὲ, φησὶ, οἱ δώδεκα τὸ πλῆθος τῶν µαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡµᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Καλῶς· τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιµότερα. Ὅρα δὲ, πῶς εὐθέως καὶ τούτων πρόνοιαν ποιοῦνται, καὶ τοῦ κηρύγµατος οὐκ ἀµελοῦσιν. Ὡς αἰδεσιµώτεροι δὲ ἐκεῖνοι ἦσαν, διὸ καὶ προκρίνονται. Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑµῶν µαρτυρουµένους ἑπτὰ, πλήρεις Πνεύµατος καὶ σοφίας, οὓς καταστήσοµεν ἐπὶ τῆς χρείας ταύτης. Ἡµεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσοµεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύµατος ἁγίου. Ἄρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν, οὓς καὶ ἐξελέξαντο, ἵνα µὴ τὰ αὐτὰ γένηται, οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρας. Καὶ Φίλιππον, καὶ Πρόχορον καὶ Νικάνορα, καὶ Τίµωνα, καὶ Παρµενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάµενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Κυρίου ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθµὸς τῶν µαθητῶν ἐν Ἱερουσαλὴµ σφόδρα· πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἄνδρες, προσέχετε ἑαυτοῖς. Ὅρα δή µοι τὸν Γαµαλιῆλον ἐνταῦθα πῶς µετ' ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήµατα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ µάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά.∆ ιὸ καὶ µετ' ἐπικρύψεως αἰνίττεται λέγων· Πρὸ γὰρ τούτωντῶν ἡµερῶν· µονονουχὶ δηλῶν, ὡς οὐ πρὸ πολλῶν. Εἰ µὲν οὖν εὐθέως εἶπεν, Ἄφετε τοὺς ἄνδρας, καὶ αὐτὸς ἔδοξεν ὕποπτος ἂν, καὶ ὁ λόγος οὕτως οὐκ ἦν ἰσχυρός· µετὰ δὲ τῶν παραδειγµάτων τὴν οἰκείαν ἰσχὺν ἐλάµβανε.∆ ιὰ τοῦτο οὐδὲ ἑνὸς µέµνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγωντῆς φονικῆς προαιρέσεως. Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων.
14.2
Ὅρα, πῶς τὸ ἦθος ἐπιεικής. Καὶ οὔτε µακρὸν τὸν λόγον, ἀλλὰ σύντοµον ποιεῖ· οὔτε ἐκείνων µετὰ θυµοῦ µέµνηται. Καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Τοῦτο λέγων, οὐδὲν εἰς Χριστὸν βλασφηµεῖ, ἀλλ' ὃ βούλεται µάλιστα, κατορθοῖ. Ἐὰν ᾖ, φησὶν, ἐξ ἀνθρώπων, καταλυθήσεται. Ἐνταῦθα καὶ συλλογίζεσθαί µοι αὐτοὺς δοκεῖ, καὶ λέγειν· Οὐκοῦν ἐπεὶ οὐ κατελύθη, οὐκ ἔστιν ἀνθρώπινον. Μήποτε καὶ Θεοµάχοι εὑρεθῆτε. Τοῦτο εἶπε, τῷ ἀδυνάτῳ καὶ ἀσυµφόρῳ καταστέλλων αὐτούς. Εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε. Οὐκ εἶπεν, Ἐὰν ᾖ Θεὸς ὁ Χριστός· τὸ γὰρ ἔργον τοῦτο ἐδήλου· οὐδ' ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ µέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι. Καὶ εἰ ἔπεισε, τίνος ἕνεκεν, φησὶν, ἐµάστιξαν; Τῇ µὲν ἀναµφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον· ὅµως δὲ τὸν θυµὸν ἐπλήρουν τὸν οἰκεῖον· ἄλλως δὲ καὶ πάλιν ταύτῃ φοβήσειν προσεδόκησαν. Καὶ τῷ µὴ παρόντων δὲ αὐτῶν ταῦτα λέγειν, ἐπεσπάσατο µᾶλλον αὐτούς· καὶ ἡ γλυκύτης δὲ τῶν λόγων, καὶ τὸ δίκαιον τῶν λεγοµένων ἔπειθε. Μόνον γὰρ οὐχὶ ἐκήρυττε καὶ οὗτος τὸ Εὐαγγέλιον· µᾶλλον δὲ µονονουχὶ τοιαῦτα δικαιολογούµενος πρὸς αὐτοὺς ἀποτείνεται· Ἐπείσθητε, ὅτι οὐκ ἰσχύσατε καταλῦσαι.∆ ιὰ τί οὐκ ἐπιστεύσατε; Οὕτω µέγα τὸ κήρυγµα, ὅτι καὶ παρὰ τῶν ἐχθρῶν ἡ µαρτυρία. Ἐκεῖ τετρακόσιοι ἀνέστησαν, καὶ µετὰ τοῦτο ἱκανὸς ὄχλος· ὧδε δώδεκα ἦσαν οἱ πρῶτοι. Μὴ οὖν ὑµᾶς πτοείτω τὸ πλῆθος τὸ προσγενόµενον. Ἐὰν γὰρ ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται. Εἶχε καὶ Αἰγύπτιον εἰπεῖν ἕτερον, ἀλλὰ περιττὸς λοιπὸν ἦν ὁ λόγος αὐτοῦ. Εἶδες, πῶς τῷ φοβερῷ τὸν λόγον κατέκλεισε;∆ ιὸ καὶ οὐκ ἀποφαίνεται ἁπλῶς, ἵνα µὴ δόξῃ ὑπὲρ αὐτῶν λέγειν· ἀλλ' ἀπὸ τῆς τοῦ πράγµατος ἐκβάσεως συλλογίζεται. Οὐκ ἐτόλµησε δὲ ἀποφήνασθαι, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὐδὲ ὅτι ἐκ Θεοῦ· ἐπειδὴ εἰ εἶπεν, ὅτι ἐκ Θεοῦ, ἀντέλεγον ἄν· εἰ δὲ ἐξ ἀνθρώπων, πρόχειροι πάλιν εἰς τὸ ἐπαναστῆναι ἐγίνοντο.∆ ιὰ τοῦτο αὐτοὺς περιµεῖναι τὸ τέλος κελεύει, εἰπών· Ἀπόστητε. Οἱ δὲ ἀπειλοῦσι πάλιν, εἰδότες µὲν, ὅτι οὐδὲν ἀνύουσι, ποιοῦντες δὲ τὸ αὑτῶν. Τοιοῦτον γὰρ ἡ κακία, ἀδυνάτοις πολλάκις ἐπιχειρεῖ. Μετὰ δὲ τοῦτον ἀνέστη Ἰούδας. Ταῦτα τοῖς τοῦ Ἰωσήπου βιβλίοις ἐγκύψαντες µαθήσεσθε ἀκριβέστερον· ἐκεῖνος γὰρ τὴν τούτων ἱστορίαν συντάττων ἀκριβῶς ἱστορεῖ. Εἶδες, ἡλίκον ἐτόλµησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγµάτων τὴν πίστιν ἔλαβεν. Ὄντως πολλὴ ἡ παῤῥησία, πολὺ τὸ ἀπροσωπόληπτον. Ἐπείσθησαν δὲ αὐτῷ, φησί. Καὶ προσκαλεσάµενοι τοὺς ἀποστόλους, δείραντες ἀπέλυσαν αὐτούς. Ἠδέσθησαν τὴν δόξαν τοῦ ἀνδρός· διὸ καὶ τοῦ ἀνελεῖν µὲν τοὺς ἀποστόλους ἀφίστανται· µαστίξαντες δὲ µόνον αὐτοὺς ἀπολύουσιν. Οἱ µὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόµατος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιµασθῆναι. Πόσων σηµείων τοῦτο οὐ θαυµασιώτερον! Οὐδαµοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἱερεµίας ἐµαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν, καὶ τοῖς ἄλλοις· ἀλλ' ἐνταῦθα καὶ ἀπὸ τούτου, οὐκ ἀπὸ τῶν σηµείων µόνον, τὴν δύναµιν ἐπεδείκνυντο τοῦ Θεοῦ. Οὐκ εἶπεν, ὅτι οὐκ ἤλγουν, ἀλλ' ὅτι καὶ ἀλγοῦντες ἔχαιρον. Πόθεν δῆλον; Ἐκ τῆς µετὰ ταῦτα παῤῥησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ µετὰ τὰς πληγὰς κηρύττοντες.∆ ιὸ καὶ τοῦτο δηλῶν, Ἐν τῷ ἱερῷ, φησὶ, καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόµενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡµέραις ταύταις. Ποίαις ἡµέραις; Ὅτε ταῦτα ἐγίνετο, ὅτε µάστιγες, ὅτε ἀπειλαὶ, ὅτε ἐπληθύνοντο οἱ µαθηταὶ, τότε Γογγυσµὸς γίνεται. Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη· οὐ γὰρ ἔστιν ἀκρίβειαν ἐν πλήθει εἶναι. Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Τοῦτο αἰνιττοµένου ἐστὶ καὶ δεικνύντος, ὅτι ἀφ' ὧν ὁ κατὰ Χριστοῦ θάνατος ἐσκευάσθη, πολλοὶ ἀπὸ τούτων πιστεύουσιν. Ἐγένετο, φησὶ, γογγυσµὸς, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθηµερινῇ αἱ χῆραι αὐτῶν. Ἄρα καθηµερινὴ διακονία ἦν ταῖς χήραις. Καὶ ὅρα, πῶς καὶ οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεηµοσύνην· ἅµα καὶ τοὺς διδόντας, καὶ τοὺς λαµβάνοντας διὰ τούτου ἐπαίρων. Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυµία.∆ ιὰ τοῦτο καὶ προὔθηκεν αὐτὸ εἰς µέσον( οὐ µικρὸν γὰρ κακὸν ἦν), ἵνα ταχέως καὶ διορθωθῇ. Ὁρᾷς, πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν µόνον ἦν, ἀλλὰ καὶ ἔσωθεν; Σὺ δὲ µὴ τοῦτο µόνον ἴδῃς, ὅτι διωρθώθη, ἀλλ' ὅτι µέγα κακὸν ὄν. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑµῶν ἑπτά. Οὐκ οἰκείᾳ γνώµῃ πράττουσιν, ἀλλὰ πρότερον ἀπολογοῦνται τῷ πλήθει. Οὕτω καὶ νῦν γίνεσθαι ἔδει. Οὐκ ἔστι, φησὶν, ἀρεστὸν καταλιπόντας ἡµᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Πρῶτον τὸ ἄτοπον τίθησι, δεικνὺς, ὡς οὐκ ἐνὸν µετὰ σπουδῆς ἀµφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔµελλον, πρῶτον τὴν χρείαν δεικνύουσι τοῦ πράγµατος, ὅτι τε ἔλιπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα. Καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· καὶ οὔτε πρότερον ἐποίησαν, ἀλλὰ περιέµειναν γενέσθαι τὸν γογγυσµὸν, οὔτε µὴν ἠνέσχοντο ἐπὶ πολὺ τοῦτο συµβῆναι.
14.3
Καὶ ὅρα, τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι, καὶ τοῖς πᾶσιν ἀρέσκοντας καὶ ὑπὸ πάντων µαρτυρουµένους ἐκείνους προβάλλονται. Ὅτε µὲν οὖν τὸν Ματθίαν ἔδει προβάλλεσθαι,∆ εῖ, ἔλεγον, τῶν συνελθόντων ἡµῖν ἀνδρῶν ἐν παντὶ τῷ χρόνῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τοιοῦτον ἦν τὸ πρᾶγµα.∆ ιὸ καὶ οὐ κλήρῳ αὐτὸ ἐπέτρεψαν, οὔτε πάλιν, δυνάµενοι αὐτοὶ ἐκλέξαι Πνεύµατι κινούµενοι, τοῦτο ποιοῦσιν· ἀπὸ τῆς τῶν πολλῶν µαρτυρίας τὸ δοκοῦν µᾶλλον ἱστῶσιν. Ἄλλως δὲ τὸ µὲν ὁρίσαι τὸν ἀριθµὸν, καὶ χειροτονῆσαι, καὶ τὸ ἐν χρείᾳ τοιαύτῃ, αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτρέπουσιν, ἵνα µὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι· ἐπεὶ καὶ ὁ Θεὸς Μωσῇ ἐπιτρέπει ἑλέσθαι πρεσβυτέρους, οὓς οἶδε. Καὶ γὰρ σοφίας πολλῆς δεῖ ἐν ταῖς τοιαύταις οἰκονοµίαις. Μὴ γὰρ δὴ νοµίσητε, ἐπειδὴ λόγον οὐκ ἐγκεχείρισται, ὅτι οὐ χρείαν ἔχει σοφίας ὁ τοιοῦτος· χρῄζει γὰρ, καὶ πολλῆς. Ἡµεῖς δὲ, φησὶ, τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσοµεν. Καὶ ἀρχόµενοι καὶ τελευτῶντες ἀπολογοῦνται. Προσκαρτερήσοµεν, φασίν. Οὕτω γὰρ ἔδει, οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν. Καὶ ἤρεσε, φησὶν, ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον. Πάντες ἐπῄνεσαν τὸ λεχθέν· οὕτως ἦν συνετόν. Καὶ ἐξελέξαντο, φησὶ( πάλιν αὐτοὶ ἐκλέγονται), Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύµατος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίµωνα, καὶ Παρµενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων. Καὶ προσευξάµενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν. Ὅρα, πῶς οὐκ ἔστι περιττὸς ὁ συγγραφεύς· οὐ γὰρ λέγει πῶς, ἀλλ' ἁπλῶς, ὅτι ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν. Ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρὸς, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται, καὶ ἡ αὐτοῦ χείρ ἐστιν ἡ ἁπτοµένη τῆς κεφαλῆς τοῦ χειροτονουµένου, ἐὰν ὡς δεῖ χειροτονῆται. Καὶ ὁ λόγος, φησὶ, τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθµὸς τῶν µαθητῶν. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ' ἵνα δείξῃ, ὅση τῆς ἐλεηµοσύνης ἡ ἰσχὺς καὶ τῆς διατάξεως. Καὶ µέλλει λοιπὸν διηγεῖσθαι τὰ κατὰ Στέφανον· διὸ καὶ τὰς αἰτίας αὐτῶν προτίθησι· Καὶ πολλοὶ, φησὶ, τῶν ἱερέων ὑπήκουον τῇ πίστει. Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον ταῦτα ἀποφηνάµενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάµβανον. Καὶ θαυµάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιµάσθησαν ὑπ' αὐτῶν οἱ ἀπόστολοι. Ὁποῖον δὲ ἄρα ἀξίωµα εἶχον οὗτοι, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον µαθεῖν. Ἆρα τὴν τῶν διακόνων; Καὶ µὴν τοῦτο ἐν ταῖς Ἐκκλησίαις οὐκ ἔστιν, ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονοµία· καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ' οἱ ἀπόστολοι µόνον. Ὅθεν οὔτε διακόνων, οὔτε πρεσβυτέρων οἶµαι τὸ ὄνοµα εἶναι δῆλον καὶ φανερόν· ἀλλὰ τέως εἰς τοῦτο ἐχειροτονήθησαν. Καὶ οὐχ ἁπλῶς ἐνεχειρίσθησαν, ἀλλ' ἐπεύξαντο αὐτοῖς γενέσθαι δύναµιν. Ὅρα δέ µοι, εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο, τοσαῦτα ἴσως ἐπέῤῥει χρήµατα, τοσούτων χηρῶν πλῆθος ἦν. Ἄρα οὐχ ἁπλῶς αἱ εὐχαὶ ἐγίνοντο, ἀλλὰ µετὰ πολλῆς τῆς σχολῆς· καὶ τοῦτο, ὥσπερ τὸ κήρυγµα, οὕτως ἠνύετο· τὰ γὰρ πλείω ταύταις ἤνυον. Οὕτω τὰ πνευµατικὰ ἐπελέγοντο, οὕτω καὶ πρὸς ἀποδηµίας ἐστέλλοντο, οὕτως ἐνεχειρίσθησαν οὗτοι τὸν λόγον. Καὶ οὐ λέγει, οὐδὲ ἐπαίρει αὐτοὺς, ἀλλ' ὅτι τὸ δοθὲν ἀφεῖναι ἔργον, οὐκ ἀρεστόν. Οὕτως ἦσαν ἀπὸ Μωσέως παιδευθέντες µὴ πάντα αὐτοὶ µεταχειρίζειν.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος, Μόνον τῶν πτωχῶν, φησὶν, ἵνα µνηµονεύωµεν. Πῶς δὲ καὶ προῆγον τούτους, µάνθανε· Ἐνήστευον, προσεκαρτέρουν εὐχῇ. Τοῦτο καὶ νῦν γίνεσθαι ἔδει. Οὐχ ἁπλῶς δὲ πνευµατικοὺς, ἀλλὰ Πνεύµατος πλήρεις καὶ σοφίας εἶπε, δηλῶν, ὅτι µεγάλης φιλοσοφίας ἦν φέρειν κατηγορίας χηρῶν. Τί γὰρ ὄφελος, ὅταν µὴ κλέπτῃ µὲν, ἀπολλύῃ δὲ πάντα; ἢ θρασὺς ᾖ καὶ παροξύνηται; Καὶ ταύτῃ δὲ θαυµαστὸς ἦν ὁ Φίλιππος. Περὶ γὰρ αὐτοῦ φησι· Καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐµείναµεν παρ' αὐτῷ. Ὁρᾷς οὐδὲν ἀνθρωπίνως διοικούµενον; Καὶ ἐπληθύνετο ὁ ἀριθµὸς τῶν µαθητῶν ἐν Ἱερουσαλήµ. Ἐν Ἱεροσολύµοις ἐπεδί δου τὸ πλῆθος. Τὸ θαυµαστὸν, ἔνθα ἐσφάγη ὁ Χριστὸς, ἐκεῖ ηὔξετο τὸ κήρυγµα. Καὶ οὐ µόνον οὐκ ἐσκανδαλίσθησάν τινες τῶν µαθητῶν, ὁρῶντες τοὺς µὲν ἀποστόλους µαστιζοµένους, τοὺς δὲ ἀπειλοῦντας, ἄλλους τὸ Πνεῦµαπειράζοντας, ἑτέρους δὲ γογγύζοντας· ἀλλὰ µάλιστα καὶ προσετίθετο τῶν πιστευσάντων ὁ ἀριθµός· οὕτως ἀπὸ τοῦ περὶ Ἀνανίαν συµβάντος ἐσωφρονίσθησαν, καὶ πλείων ὁ φόβος αὐτοῖς γέγονεν. Ὅρα δέ µοι, πῶς ἐπεδίδου τὸ πλῆθος. Μετὰ τοὺς πειρασµοὺς, τότε ἐπέδωκεν, οὐχὶ πρὸ τούτου. Σκόπει δὲ καὶ πόση φιλανθρωπία τοῦ Θεοῦ. Ἐξ ἐκείνων γὰρ τῶν ἀρχιερέων τῶν πρὸς φόνον τοὺς ὄχλους παροξυνόντων, τῶν τοιαῦτα βοώντων καὶ λεγόντων· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ἐκ τούτων Πολλοὶ, φησὶν, ὑπήκουον τῇ πίστει.
14.4
Αὐτοῦ τοίνυν καὶ ἡµεῖς γενώµεθα µιµηταί. Προσεδέξατο αὐτοὺς, καὶ οὐκ ἐξέβαλεν. Οὕτω τοὺς ἐχθροὺς ἀµειβώµεθα τοὺς τὰ µυρία ἡµᾶς ἐργασαµένους δεινά. Ὅπερ ἂν ἔχωµεν ἀγαθὸν, αὐτοῖς παρέχωµεν· µὴ παρέλθωµεν αὐτοὺς εὐποιοῦντες. Εἰ γὰρ τῷ παθεῖν κακῶς, ἐµπλῆσαι δεῖ τὸν θυµὸν αὐτῶν, πολλῷ µᾶλλον τῷ εὐποιῆσαι· τοῦτο γὰρ ἔλαττον ἐκείνου. Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ µείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι· ἀπὸ τούτου καὶ ἐπ' ἐκεῖνα ἥξοµεν. Τοῦτο ἀξίωµα τῶν τοῦ Χριστοῦ µαθητῶν. Ἐσταύρωσαν αὐτὸν ἐλθόντα ἐπὶ εὐεργεσίᾳ τῇ αὐτῶν, τοὺς µαθητὰς αὐτοῦ ἐµάστιξαν, καὶ µετὰ ταῦτα εἰς τὴν αὐτὴν αὐτοὺς ἄγει τοῖς µαθηταῖς τιµὴν, ὁµοίως αὐτοῖς µεταδιδοὺς τῶν αὐτοῦ. Μιµηταὶ γενώµεθα, παρακαλῶ, τοῦ Χριστοῦ· κατὰ τοῦτο ἔστι µιµήσασθαι αὐτόν· τοῦτο ἴσον ποιεῖ τῷ Θεῷ, τοῦτο µεῖζον ἢ κατὰ ἄνθρωπόν ἐστιν. Ἐχώµεθα τῆς ἐλεηµοσύνης· αὕτη παιδαγωγὸς καὶ διδάσκαλος ἐκείνης τῆς φιλοσοφίας ἐστίν. Ὁ µαθὼν ἐλεεῖν τὸν ἐν συµφορᾷ, µαθήσεται καὶ µὴ µνησικακεῖν· ὁ µαθὼν τοῦτο, καὶ ἐχθροὺς εὐεργετεῖν δυνήσεται. Μάθωµεν κατακλᾶσθαι τοῖς τῶν πλησίον κακοῖς, καὶ µαθησόµεθα καὶ τὰ κακὰ αὐτῶν φέρειν. Αὐτὸν ἐρωτήσωµεν τὸν κακῶς ἡµᾶς διατιθέντα, εἰ µὴ καταγινώσκει ἑαυτοῦ, εἰ µὴ ἐθέλοι φιλοσοφεῖν, εἰ µὴ θυµοῦ τὸ πᾶν εἶναί φησιν, εἰ µὴ µικροψυχίας, εἰµὴ ταλαιπωρίας, εἰ µὴ βούλοιτο τῶν ὑβριζοµένων εἶναι καὶ σιγώντων, ἀλλὰ µὴ τῶν ὑβριζόντων καὶ µαινοµένων, εἰ µὴ θαυµάσας ἄπεισι τὸν παθόντα. Μὴ δὴ νοµίσῃς, ὅτι τοῦτο εὐκαταφρονήτους ποιεῖ. Οὐδὲν οὕτως εὐκαταφρονήτους ποιεῖ, ὡς τὸ ὑβρίζειν· οὐδὲν οὕτως αἰδεσίµους, ὡς τὸ ὑβριζοµένους φέρειν. Ὁ µὲν γάρ ἐστιν ὑβριστὴς, ὁ δὲ φιλόσοφος· καὶ ὁ µὲν ἀνθρώπου χείρων, ὁ δὲ ἀγγέλων ἴσος. Κἄν τε γὰρ ἐλάττων ἦν τοῦ ὑβρίζοντος, καὶ οὕτως, εἰ βούλοιτο, δυνατὸς ὑπῆρχεν ἀµύνασθαι. Ἄλλως δὲ καὶ ἐλεεῖται µὲν παρὰ πάντων οὗτος, ἐκεῖνος δὲ µισεῖται. Τί οὖν; οὐκ ἐντεῦθεν ἄρα πολλῷ βελτίων ἔσται οὗτος; Τῷ µὲν γὰρ ὡς µαινοµένῳ, τούτῳ δὲ ὡς νοῦν ἔχοντι προσέξουσιν ἅπαντες. Ὅταν οὖν κακηγορῆσαί τινα ὑπό τινος ἀναγκάζῃ, εἰπὲ πρὸς αὐτόν· Οὐ δύναµαι αὐτὸν εἰπεῖν κακῶς· δέδοικα γὰρ µή πως οὐκ ἦν τοιοῦτος. Μάλιστα µὲν ἐν διανοίᾳ µὴ εἴπῃς· ἀλλὰ µηδὲ πρὸς ἄλλον. Μὴ ἐντύχῃς κατὰ τούτου τῷ Θεῷ· ἂν ἴδῃς κακῶς ἀκούοντα, ἄµυνον· εἰπὲ, τοῦ πάθους ἐστὶ τὰ ῥήµατα, οὐ τοῦ ἀνδρός· εἰπὲ, τῆς ὀργῆς, οὐ τοῦ φίλου· τῆς µανίας, οὐ τῆς ψυχῆς. Ταῦτα λογιζώµεθα ἐφ' ἑκάστῳ τῶν ἁµαρτη µάτων. Μὴ περιµείνῃς ἀναφθῆναι τὸ πῦρ, ἀλλὰ πρὸ τούτου κάτασχε· µὴ παροξύνῃς τὸ θηρίον, ἀλλὰ µηδὲ παροξυνθῆναι συγχωρήσῃς· οὐκ ἔτι γὰρ κύριος εἶ κατασχεῖν, ἂν ἡ φλὸξ ἀναφθῇ. Τί γὰρ εἶπεν; ἀνόητε καὶ µωρέ; Τίς οὖν ὑπεύθυνος τῷ ῥήµατι, ὁ ἀκούων, ἢ ὁ λέγων; Ὁ µὲν γὰρ κἂν σφόδρα σοφὸς ᾖ, µωροῦ δόξαν ἔλαβεν· ὁ δὲ κἂν ἀνόητος ᾖ, σοφοῦ καὶ φιλοσόφου. Τίς ἀνόητος, εἰπέ µοι, ὁ ἑτέρῳ προφέρων τὰ οὐκ ὄντα, ἢ ὁ µηδὲ οὕτω κινηθείς; Εἰ γὰρ τὸ µηδὲ κινηθέντα κινεῖσθαι, φιλοσοφίας· τὸ µηδὲ κινοῦντος πλήττεσθαι, πόσης ἀνοίας! Οὔπω λέγω ποῖος ἀπόκειται τιµωρίας τόπος τοῖς τὰ τοιαῦτα ὀνειδίζουσι καὶ βλασφηµοῦσι τὸν πλησίον. Ἀλλὰ τί; ἄτιµον καὶ ἐξ ἀτίµων, καὶ εὐτελῆ καὶ ἐξ εὐτελῶν εἶπεν; Πάλιν εἰς ἑαυτὸν τὸ ὄνειδος περιέτρεψεν. Ὁ µὲν γὰρ τίµιος φανεῖται καὶ αἰδέσιµος, ὁ δὲ εὐτελὴς ὄντως· τὸ γὰρ τὰ τοιαῦτα εἰς τάξιν ὀνείδους προφέρειν, γένους εὐτέλειαν λέγω, µικρᾶς ὄντως ψυχῆς· ὁ δὲ µέγας καὶ θαυµαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούµενος τὸ τοιοῦτον, ἀλλ' οὕτω διακείµενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον. Ἀλλὰ µοιχὸν καὶ τὰ ἄλλα ἐρεῖ; Ἐνταῦθα καὶ γελᾷν χρή· ὅταν γὰρ τὸ συνειδὸς µὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυµός. Ἐννοήσαντας δὲ καὶ τίνα ἐξάγει εἰς µέσον πονηρὰ καὶ µιαρὰ ῥήµατα, οὐδὲ οὕτως ἀλγεῖν χρή. Ὅπερ γὰρ ἔµελλε µετὰ ταῦτα ἕκαστος µαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν· ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν µᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάνταλιµένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ µέλλοντος κριτηρίου. Οὐ γὰρ οὕτω τοῦτον, ὡς ἐκεῖνον ἀποστραφήσονται πάντες, ἅπερ ἐκκαλύψαι οὐκ ἐχρῆν ἀπαµφιάσαντα. Σὺ δὲ µηδὲν εἴπῃς ὧν σύνοιδας, ἀλλὰ σίγησον, εἰ βούλει τὴν λαµπρὰν δόξαν λαβεῖν. Οὐ γὰρ µόνον ἀνατρέψεις τὰ λεχθέντα, οὐδὲ καλύψεις, ἀλλὰ καὶ ἕτερον ἐργάσῃ καλόν· οὐκέτι ποιήσεις γὰρ κατὰ σαυτοῦ τὴν ψῆφον ἐνεχθῆναι. Ὁ δεῖνά σε κακῶς λέγει; Εἰπὲ σύ· Εἰ πάντα ᾔδει, οὐκ ἂν τοσαῦτα εἶπε µόνα. Ἐθαυµάσατε καὶ ἐξεπλάγητε τὸ λεχθέν; Ἀλλὰ µιµεῖσθαι χρή.∆ ιὰ γὰρ τοῦτο πάντα ὑµῖν τὰ ἔξωθεν εἰρηµένα λέγοµεν, οὐχ ὡς οὐκ ἐχουσῶν µυρία τοιαῦτα τῶν Γραφῶν, ἀλλ' ὡς µᾶλλον ἐντρέψαι δυναµένων τούτων· ἐπεὶ καὶ ἡ Γραφὴ οἶδε πρὸς ἐντροπὴν λέγειν, ὡς ὅταν λέγῃ· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ὁ δὲ προφήτης Ἱερεµίας τοὺς τοῦ Ῥηχὰβ υἱοὺςπαρήγαγεν εἰς µέσον τὴν πατρικὴν ἐντολὴν παραβῆναι µὴ καταδεξαµένους. Εἶπον κακῶς οἱ περὶ Μαρίαν τὸν Μωσέα, καὶ τῆς κολάσεως αὐτοὺς εὐθέως ἐξῄτησε, καὶ οὐδὲ ὅσον µαθεῖν τινας, ὅτι ἐκδικίας ἔτυχε, συνεχώρησεν. Ἀλλ' οὐχ ἡµεῖς οὕτως· ἀλλὰ τοῦτο µάλιστα βουλόµεθα πάντας µαθεῖν, ὅτι οὐκ ἀτιµωρητὶ παρῆλθον. Μέχρι τίνος ἀπὸ γῆς πνέοµεν; Οὐκ ἔνι µάχην ἐξ ἑνὸς συστῆναι µέρους. Τοὺς µαινοµένους ἂν ἐξ ἑκατέρων τῶν µερῶν ἑλκύσῃς, µᾶλλον παροξυνεῖς· ἂν δὲ ἐκ δεξιᾶς ἢ ἐξ ἀριστερᾶς, ἔσβεσας τὸν θυµόν. Ὁ πλήττων ἂν µὲν ἔχῃ τὸν µὴ δεχόµενον, µᾶλλον ἐπαίρεται· ἂν δὲ εἴκοντα, µᾶλλον ἐκλύεται, καὶ εἰς αὐτὸν ἡ πληγὴ περιτρέπεται. Οὐ γὰρ οὕτως ἐκλύει τὴν δύναµιν τοῦ ἀνταγωνιστοῦ ἄνθρωπος παγκρατιάζειν εἰδὼς, ὡς ἄνθρωπος ὑβριζόµενος καὶ µὴ ἀνθυβρίζων. Αἰσχυνθεὶς γὰρ ἐκεῖνος λοιπὸν ἄπεισι καὶ καταγνωσθεὶς, πρῶτον µὲν ἐκ τοῦ συνειδότος, δεύτερον δὲ παρὰ τῶν ὁρώντων ἁπάντων. Καὶ παροι µία δέ τίς ἐστιν, ὅτι δὴ Ὁ τιµῶν, ἑαυτὸν τιµᾷ. Ἄρα καὶ ὁ ὑβρίζων, ἑαυτὸν ὑβρίζει. Οὐδεὶς ἡµᾶς ἀδικῆσαι δυνήσεται, πάλιν ἐρῶ, ἐὰν µὴ ἡµεῖς ἑαυτούς· οὔτε πένητά µέ τις ἐργάσεται, ἐὰν µὴ ἐγὼ ἐµαυτόν. Φέρε γὰρ, οὕτω σκεψώµεθα· Ἔστω µοι ψυχὴ πενιχρὰ, καὶ πάντες κενούτωσαν εἰς ἐµὲ τὰ χρήµατα· τί τοῦτο; Ἕως ἂν ἐκείνη µὴ µεταβάληται, πάντα µάτην. Ἔστω µοι ψυχὴ µεγάλη, καὶ πάντες λαµβανέτωσαν τὰ χρήµατα· τί τοῦτο; Ἕως ἂν ἐκείνην µὴ ποιήσῃς πενιχρὰν, οὐδὲν βλάβος. Ἔστω µοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐµοῦ· τί τοῦτο; Κἂν γὰρ λέγωσιν, ἀλλ' οὐχὶ καὶ ἐν διανοίᾳ ταῦτα ψηφίζονται. Πάλιν ἔστω µοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν· καὶ τί τοῦτο; Ἐν γὰρ τῷ συνειδότι ἑαυτῶν καταγνώσονται· οὐ γὰρ δὴ πεπεισµένοι λέγουσιν. Ὥσπερ γὰρ τὰς εὐφηµίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας. Καὶ τί λέγω ταῦτα; Οὐδεὶς ἡµῖν ἐπιβουλεῦσαί ποτε δυνήσεται, οὐδὲ κατηγορίᾳ τινὶ περιβαλεῖν, ἐὰν βουλώµεθα. Ἴδωµεν δὲ καὶ οὕτως· Ἑλκέτω τις εἰς δικαστήριον, συκοφαντείτω, εἰ βούλει, καὶ τὴν ψυχὴν ἐκφερέτω· καὶ τί τοῦτο, πρὸς µικρὸν παρ' ἀξίαν ταῦτα παθεῖν; Τοῦτο µὲν οὖν αὐτὸ κακὸν, φησίν. Αὐτὸ µὲν οὖν τοῦτο καλὸν τὸ µὴ κατ' ἀξίαν παθεῖν. Ἀλλὰ τί; κατ' ἀξίαν ἔδει; Εἴπω τι πάλιν· Φιλόσοφός τις τῶν ἔξωθεν ὡς ἤκουσεν, ὅτι ὁ δεῖνα ἀπέθανε, καί τις εἶπεν αὐτῷ τῶν µαθητῶν· Οἴµοι, ὅτι ἀδίκως· ἐκεῖνος ἐπιστρα φεὶς, Ἀλλὰ τί, ἔφη, δικαίως ἤθελες; Καὶ Ἰωάννης δὲ οὐχὶ ἀδίκως ἀπέθανε; Τίνα οὖν µᾶλλον ἐλεεῖς, τὸν δικαίως ἀποθανόντα, ἢ τὸν οὐχ οὕτως; οὐχὶ τοῦτον µὲν ταλανίζεις, ἐκεῖνον δὲ καὶ θαυµάζεις; Τί οὖν ἠδίκηται ἄνθρωπος καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου κερδάνας µεγάλα, οὐ µόνον οὐδὲν βλαβείς; Εἰ µὲν γὰρ ἀθάνατον ὄντα θνητὸν ἐποίει, ἴσως ἂν βλάβη ἦν· εἰ δὲ θνητὸν ὄντα, καὶ ἀπὸ τῆς φύσεως µικρὸν ὕστερον τὸν θάνατον ἐκδέχεσθαι µέλλοντα, ἔσπευσεν οὗτος µετὰ δόξης τοῦτον ἐπαγαγεῖν, τί βλάβος; Ἔστω ἡµῖν ἡ ψυχὴ ῥυθµιζοµένη καλῶς, καὶ βλάβος οὐδὲν ἔσται ἔξωθεν. Ἀλλ' οὐκ εἶ ἐν δόξῃ; Καὶ τί τοῦτο; Ὅπερ γὰρ ἐπὶ τῶν χρηµάτων ἐστὶ, τοῦτο καὶ ἐπὶ τῆς δόξης. Ἂν γὰρ ὦ µεγαλοπρεπὴς, οὐ δεήσοµαι οὐδενός· ἂν δὲ κενόδοξος, ὅσῳ ἂν ἐπιτύχω, τοσούτῳ µείζονος δεήσοµαι. Τότε δὲ µάλιστα λαµπρὸς ἔσοµαι, καὶ µείζονος ἀπολαύσοµαι δόξης, εἰ καταφρονήσω δόξης. Ταῦτα οὖν εἰδότες, καὶ χάριν ἔχωµεν τῷ τοιαύτην ἡµῖν χαρισαµένῳ ζωὴν Χριστῷ τῷ Θεῷ ἡµῶν, καὶ µετίωµεν αὐτὴν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡδόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύµατι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note