Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.0
Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάµεως ἐποίει τέρατα καὶ σηµεῖα µεγάλα ἐν τῷ λαῷ.
15.1
Ὅρα, πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος καὶ τὰ πρωτεῖα εἶχεν. Εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ, ἀλλ' ὅµως οὗτος ἐπεσπάσατο χάριν πλείονα. Πρὸ τούτου δὲ οὐκ ἐποίει σηµεῖα, ἀλλ' ὅτε δῆλος γέγονεν, ἵνα δειχθῇ, ὅτι οὐκ ἀρκεῖ µόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας· ὥστε προσθήκη Πνεύµατος ἐγένετο. Εἰ δὲ καὶ πρὸ τούτου πλήρεις Πνεύµατος ἦσαν, ἀλλὰ τοῦ ἀπὸ τοῦ λουτροῦ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς. Πάλιν ἀνάστασιν τὸν παροξυσµὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. Ὅρα καὶ ἐνταῦθα πολὺ τὸ πλῆθος· µᾶλλον δὲ πῶς ἕτερον τῆς κατηγορίας τὸ σχῆµα. Ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαµαλιῆλος µηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν. Ἀνέστησαν δέ τινες, φησὶ, τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγοµένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύµατι, ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαµεν αὐτοῦ λαλοῦντος ῥήµατα βλάσφηµα εἰς Μωσῆν καὶ τὸν Θεόν, Ἵνα τὴν κατηγορίαν συστήσωσι, Κατὰτοῦ Θεοῦ, φησὶ, καὶ κατὰ Μωσέως λαλεῖ.∆ ιὰ τοῦτο καὶ συνεζήτουν, ἵνα ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν. Ὁ δὲ γυµνότερον λοιπὸν διελέγετο, καὶ τὴν παῦλαν ἴσως ἔλεγε τοῦ νόµου µόνον· ἢ οὐκ ἔλεγε µὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑποβλητῶν ἀνδρῶν οὐδὲ τῶν ψευδοµαρτύρων.∆ ιάφοροι δὲ αἱ συν. 30] αγωγαὶ ἦσαν Λιβερτίνων καὶ Κυρηναίων. Ἀλλὰ Κυρηναῖοι µὲν οἱ ἐπέκεινα Ἀλεξανδρείας εἰσὶν, οἳ καὶ ἐκεῖ κατὰ τὰ ἔθνη εἶχον συναγωγάς· ἴσως δὲ καὶ ἐκεῖ ἔµενον, ἵνα µὴ ἀναγκάζωνται συνεχῶς ἀποδηµεῖν. Λιβερτῖνοι δὲ οἱ Ῥωµαίων ἀπελεύθεροι οὕτω καλοῦνται. Ὥσπερ δὲ ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόµον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι. Σὺ δέ µοι σκόπει, πῶς καὶ οὗτος ἀναγκαζόµενος διδάσκειν ἐπιχειρεῖ, κἀκεῖνοι πάλιν διὰ τὰ σηµεῖα εἰς φθόνον οὐ µόνον κινοῦνται, ἀλλ' ἐπεὶ καὶ λόγῳἐκράτει, καὶ ἀφόρητος ἦν αὐτοῖς, ψευδοµάρτυρας συνιστῶσιν. Οὐκ ἐβούλοντο γὰρ ἁπλῶς ἀναιρεῖν, ἀλλὰ µετὰ ψήφου, ἵνα καὶ τὴν δόξαν αὐτῶν βλάψωσι· καὶ ἐκείνους ἀφέντες ἐπὶ τούτους ἔρχονται, ὡς ταύτῃ καταπληξόµενοι κἀκείνους· οἳ καὶ οὐκ εἶπον, ὅτι Λαλεῖ, ἀλλ', Οὐ παύεται λαλῶν, αὔξοντες τὴν κατηγορίαν. Συνεκίνησάν τε τοὺς πρεσβυτέρους καὶ τοὺς γραµµατεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε µάρτυραςψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήµατα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόµου. Οὐ παύεται, φασὶν, ὡς ἔργον αὐτοῦ ποιουµένου διὰ τούτου δηλοῦντες. Ἀκηκόαµεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡµῖν Μωϋσῆς. Ἰησοῦς, φασὶν, ὁ Ναζωραῖος, καὶ ὀνειδιστικῶς, καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη. Τοῦτο καὶ τοῦ Χριστοῦ κατηγοροῦντες ἔλεγον· Ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ. Πολλὴ γὰρ ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ µετοικεῖν βουλοµένοις, περί τε τὸ ὄνοµα Μωϋσέως. Καὶ ὅρα, πῶς διπλῆ ἡ κατηγορία. Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ µόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέµουσα. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόµενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντας βαθµῷ λάµπειν. Τί γὰρ, εἰπέ µοι, τῶν ἀποστόλων οὗτος ἔλαττον ἔσχεν; οὐχὶ σηµεῖα εἰργάσατο; οὐ πολλὴν ἐπεδείξατο τὴν παῤῥησίαν; Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, φησί. Τοῦτο ἄρα ἡ χάρις ἦν, τοῦτο καὶ ἡ δόξα Μωϋσέως ἦν. Ἐπίχαριν δὲ αὐτὸν δοκεῖ µοι ποιῆσαι τὸν Θεὸν, τάχα ἐπεὶ ἔµελλέ τινα ἐρεῖν, καὶ ἵνα εὐθέως τῇ προσόψει καταπλήξῃ αὐτούς. Ἔστι γὰρ, ἔστι καὶ πρόσωπα χάριτος γέµοντα πνευµατικῆς, ἐπέραστα τοῖς ποθοῦσιν εἶναι, καὶ αἰδέσιµα τοῖς µισοῦσι καὶ φοβερά. Ἢ καὶ ὡς αἰτίαν τοῦτο εἶπε, δι' ἢν ἠνέσχοντο τῆς δηµηγορίας αὐτοῦ. Τί δαὶ ὁ ἀρχιερεύς; Εἰ ἄρα, φησὶ, ταῦτα οὕτως ἔχει; Ὁρᾷς, πῶς µετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα;∆ ιὰ τοῦτο Καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥηµάτων, καί φησιν· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡµῶν Ἀβραὰµ ὄντι ἐν τῇ Μεσοποταµίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εὐθέως ἐκ τοῦ προοιµίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ, καὶ κατασκευάζει δι' ὧν φησιν ἀνυπόπτως, ὅτι τε οὐδέν ἐστιν ὁ ναὸς δήπου αὐτὸς, οὐδὲ τὰ ἔθη, καὶ ὅτιοὐ περιέσονται τοῦ κηρύγµατος, καὶ ὅτι ἐξ ἀµηχάνων ἀεὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ κατασκευάζει. Ὅρα γοῦν διὰ τούτων ὑφαινοµένην τὴν δηµηγορίαν καὶ ἀποδεικνύουσαν, ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸνεὐεργέτην ἠµείψαντο, καὶ ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡµῶν Ἀβραὰµ, καὶ εἶπε πρὸς αὐτόν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω.
15.2
Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραὰµ, καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐν ἀλλοτρίᾳ γῇ ἦν. Κα ὶ τί δήποτε ἀρχόµενος τὸν Θεὸν, τῆς δόξης Θεὸν ἐκάλεσεν; Ἐπειδὴ τοὺς ἀτίµους ἐνδόξους πεποίηκε· καὶ ἵνα διδάξῃ, ὅτι εἰ ἐκείνους ἐδόξασε, πολλῷ µᾶλλον αὐτούς. Ὁρᾷς, πῶς αὐτοὺς ἀπάγει τῶν σωµατικῶν, καὶ ἀπὸ τοῦ τόπου πρῶτον, ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν; Ὁ Θεὸς τῆς δόξης. Εἰ δόξης Θεὸς, εὔδηλον, ὅτι οὐ δεῖται τῆς παρ' ἡµῶν δόξης, οὐδὲ τῆς διὰ τοῦ ναοῦ· αὐτὸς γάρ ἐστιν ἡ τῆς δόξης πηγή. Μὴ τοίνυν νοµίσητε ταύτῃ δοξάζειν αὐτόν. Καὶ πῶς, φησὶν, ἡ Γραφὴ τοῦτο λέγει περὶ τοῦ πατρὸς Ἀβραάµ; Ὅτι οὐκ ἔστι πρὸς τὰ µὴ σφόδρα ἀναγκαῖα περιττή. Ὃ µὲν γὰρ ἦν χρήσιµον µαθεῖν, τοῦτο µόνον ἡµᾶς ἐδίδαξεν, ὅτι ἀπὸ τῆς ὄψεως τοῦ υἱοῦ συνεξῆλθεν αὐτῷ· τὸ δὲ πλέον τούτου παρέλιπεν ἀδιήγητον, διὰ τὸ θᾶττον ἀποθανεῖν µετὰ τὸ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν· Ἔξελθε ἐκ τῆς συγγενείας σου. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραάµ. Πῶς; Ὅτι ἐκεῖνος πειθήνιος ἦν, οὗτοι δὲ ἀπειθεῖς· µᾶλλον δὲ ἐξ ὧν ποιεῖ κελευόµενος µανθάνοµεν, ὅτι ἐκεῖνος µὲν τοὺς πόνους ὑπέµεινεν, οὗτοι δὲ τοὺς καρποὺς δρέπονται, καὶ ὅτι πάντες οἱ πρόγονοιἐν κακουχίᾳ. Καὶ ἐξελ θὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαῤῥάν· κἀκεῖθεν µετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, µετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑµεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονοµίαν ἐν αὐτῇ, οὐδὲ βῆµα ποδός. Ὅρα, πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει. Οὐ γὰρ εἶπεν,∆ ώσει, ἀλλ', Οὐκ ἔδωκε, δηλῶν, ὅτι πάντα παρ' ἐκείνου καὶ οὐδὲν παρ' αὐτῶν. Ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα.∆ ιὰ τί οὖν οὐκ ἔδωκεν; Ὅτι τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν αὐτῷ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαµβάνει; Οὐκ ἔδωκεν αὐτῷ, φησί. Καὶ ἐπηγγείλατο καὶ τῷ σπέρµατι αὐτοῦ µετ' αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου. Πάλιν τὸ δυνατὸν ἐντεῦθεν δείκνυται τοῦ Θεοῦ καὶ τὸ ἐξ ἀµηχάνων πάντα ποιεῖν. Τὸν γὰρ ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Ἀτενίσαντες εἰς αὐτὸν, φησὶν, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Πόθεν ἡ χάρις τῷ Στεφάνῳ ἐπήνθει; ἆρ' οὐκ ἀπὸ τῆς πίστεως; Εὔδηλον ὅτι· ἐµαρτύρησε γὰρ αὐτῷ ἄνω, ὅτι πλήρης πίστεως ἦν. Ἔστι δὲ χάριν ἔχειν καὶ οὐκ ἐν ἰάσεσι· διὸ καὶ ὁ Ἀπόστολος, Ὧ µὲν χάρις δίδοται, φησὶν, ἰαµάτων, ἄλλῳ δὲ λόγος σοφίας. Ἐνταῦθα δέ µοι δοκεῖ καὶ ἐπίχαριν αὐτὸν εἶναι αἰνίττεσθαι τῷ λέγειν· Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου· ὃ καὶ Βαρνάβας µαρτυρεῖται. Ὅθεν τοὺς ἀπλάστους τε καὶ ἀπονήρους µάλιστα ἴσµεν θαυµαζοµένους, καὶ τούτους µᾶλλον ἐπιχάριτας ὄντας. Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαµεν αὐτοῦ λαλοῦντος ῥήµατα βλάσφηµα. Ἐπὶ µὲν τῶν ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπέῤῥει· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο. Ὢ τῆς ἀνοίας! ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐµέµφοντο, καὶ τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων( ὅπερ καὶ ἐπὶτοῦ Χριστοῦ ἐποίουν), καὶ ἀεὶ εἰς λόγους αὑτοὺς ἐνέβαλλον. Ἁρπάσαι γὰρ αὐτοὺς ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ ὅρα, πῶς οὐδὲ αὐτοὶ οἱ δικάζοντες µαρτυροῦσιν· ἠλέγχθησαν γὰρ ἄν· ἀλλ' ἁπλῶς ἑτέρους µισθοῦνται, ἵνα µὴ δόξῃ ἐπηρείας εἶναι τὸ πρᾶγµα. Τὸ αὐτὸ γεγονὸς ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ. Εἶδες τοῦ κηρύγµατος τὴν δύναµιν, καὶ πῶς οὐχὶ µαστιζοµένων µόνον, ἀλλὰ καὶ λιθαζοµένων κρατεῖ, οὐδὲ εἰς δικαστήριον ἀγοµένων, ἀλλὰ καὶἐλαυνοµένων πάντοθεν; Ἐντεῦθεν, καὶ ψευδοµαρτυρούντων αὐτῶν, οὐ µόνον οὐκ ἐκράτουν, ἀλλ' οὐδὲ ἀντιστῆναι ἴσχυον, καίτοι σφόδρα ἀναίσχυντοι ὄντες· οὕτως αὐτοὺς κατὰ κράτος εἷλε, καὶ ταῦτα πολλὰ πράττοντας ἀπίθανα( ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ), οἳ καὶ πάντα πρὸς θάνατον ἔπραττον τὸν αὐτοῦ, ὡςλοιπὸν δῆλον γενέσθαι πᾶσιν, ὅτι οὐκ ἦν ἀνθρωπίνη ἡ µάχη, ἀλλὰ Θεοῦ πρὸς ἀνθρώπους. Σκόπει δὲ καὶ τί φασιν οἱ συστάντες ψευδοµάρτυρες ὑπὸ τῶν φονικῶς συναρπασάντων αὐτὸν εἰς τὸ συνέδριον. Ἀκηκόαµεν αὐτοῦ λαλοῦντος ῥήµατα βλάσφηµα εἰς Μωσῆν καὶ τὸν Θεόν. Ὦ ἀναίσχυντοι· πράγµατα ποιεῖτε βλάσφηµα εἰς τὸν Θεὸν, καὶ οὐ φροντίζετε· καὶ Μωσέως φροντίζειν προσποιεῖσθε;∆ ιὰ τοῦτο πρόσκειται Μωσῆς, ἐπειδὴ τὰ τοῦ Θεοῦ οὐ σφόδρα αὐτοῖς ἔµελε, καὶ ἄνω καὶ κάτω Μωσέως µέµνηνται, Ὁ Μωσῆς, λέγοντες, οὗτος, ὃςἐξήγαγεν ἡµᾶς, τὸ εὐρίπιστον τοῦ ὄχλου ἀνερεθίζοντες. Καίτοι πῶς ἄνθρωπος βλάσ φηµος ἂν περιεγένετο; πῶς δὲ καὶ ὁ οὕτω βλάσφηµος σηµεῖα ἐποίει τοιαῦτα ἐν τῷ λαῷ; Ἀλλὰ τοιοῦτον ἡ βασκανία, ἔκφρονας τοὺς ἁλόντας ποιοῦσα, ὡς µηδὲ ἃ φθέγγονται συνορᾷν. Ἀκηκόαµεν αὐτοῦ, φασὶ, λαλοῦντος ῥήµατα βλάσφηµα εἰς Μωσῆν καὶ τὸν Θεόν· καὶ πάλιν, Οὗτος ὁ ἄνθρωπος οὐ παύεται ῥήµατα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόµου, καὶ µετὰ προσθήκης, Ἃ παρέδωκεν ἡµῖν Μωσῆς· οὐκέτι ὁ Θεός.
15.3
Ὁρᾷς, πῶς ἐπὶ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγοροῦσιν; Ὅτι δὲ οὐκ ἦν τοῦ τοιούτου τοιαῦτα λέγειν καὶ θρασέως, παντί που δῆλον· οὕτως ἥµερος καὶ ἀπὸ τοῦ προσώπου ἦν. Ἔνθα µὲν οὖν οὐκ ἐσυκοφαντοῦντο, οὐδὲν τοιοῦτόν φησιν ἡ Γραφή· ἐπεὶ δὲ τὸ πᾶν ἐνταῦθα συκοφαντία ἐστὶν, εἰκότως αὐτὴν διορθοῦται ὁ Θεὸς καὶ δι' αὐτῆς τῆς ὄψεως. Ἄρα οἱ ἀπόστολοι οὐκ ἐσυκοφαντοῦντο, ἀλλ' ἐκωλύοντο· οὗτος δὲ συκοφαντεῖται· διά τοι τοῦτο καὶ πρὸ πάντων ἡ ὄψις ἀπολογεῖται. Τάχα τοῦτο καὶ τὸν ἱερέα ἐνέτρεψεν. Εἰπὼν δὲ, ὅτι Ἐπηγγείλατο, δείκνυσι τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενηµένην, πρὸ τῆς περιτοµῆς, πρὸ θυσίας, πρὸ τοῦ ναοῦ, καὶ ὅτι οὐ κατ' ἀξίανοὗτοι ἔλαβον οὐδὲ περιτοµὴν οὐδὲ νόµον, ἀλλὰ τῆς ὑπακοῆς µόνης µισθὸς ἦν ἡ γῆ. Ἀλλ' οὐδὲ τῆς περιτοµῆς δοθείσης, ἡ ἐπαγγελία πληροῦται. Καὶ ὅτι τύποι ἦσαν, καὶ τὸ τὴν πατρίδα ἀφεῖναι, τοῦ Θεοῦ κελεύσαντος, καὶ συγγένειαν( ἐκείνη γὰρ πατρὶς, ἔνθα ἂν ἡγῆται Θεὸς), καὶ τὸκληρονοµίαν ἐνταῦθα µὴ λαβεῖν· καὶ ὅτι, εἴ τις ἀκριβῶς ἐξετάζοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι χωρὶς σηµείων πείθεσθαι δεῖ τῷ Θεῷ λέγοντι, κἂν δεινά τινα συµβαίνῃ· ἐπεὶ καὶ ὁ πατριάρχης καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ. Εἰ δὲ ὁ τούτου πατὴρ οὐκ ἐκοινώνησεν αὐτῷ τῆς ἐπὶ Παλαιστίνην ἀποδηµίας, τῷ ἄπιστος εἶναι· πολλῷ µᾶλλον τὰ παιδία οὐ κοινωνήσουσι, κἂν ἐπὶ πολὺ ἔλθωσι τῆς ὁδοῦ, τὴν τοῦ πατρὸς µὴ ζηλώσαντα ἀρετήν. Καὶ ἐπηγγείλατο αὐτὴν δοῦναι αὐτῷ καὶ τῷ σπέρµατι αὐτοῦ, φησὶ, µετ' αὐτόν. Πολλὴ ἐνταῦθα καὶ τοῦ Θεοῦ ἡ φιλανθρωπία δείκνυται, καὶ τοῦ Ἀβραὰµ ἡ πίστις. Τὸ γὰρ, Οὐκ ὄντος αὐτῷ τέκνου, πείθεσθαι, τοῦτο δείκνυσι καὶ τὴν ὑπακοὴν καὶ τὴν πίστιν· καίτοι γε τὰ γενόµενα τοὐναντίον ἐδείκνυ· οἷον, µετὰ τὸ ἐλθεῖν οὐκ εἶχε βῆµα ποδὸς, παῖδα οὐκ εἶχεν, ἅπερ ἐναντία ἦν τῇ πίστει. Ταῦτα δὴ κατανοοῦντες καὶ ἡµεῖς, ἅπερ ἂν ἐπαγγέλληται ὁ Θεὸς, δεχώµεθα, κἄν που ἐναντία ᾖ τὰ γινόµενα· καίτοι ἐφ' ἡµῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα. Ἔνθα µὲν γὰρ ἂν ὦσιν ὑποσχέσεις, ὅταν τὰ ἐναντία γένηται, ἐναντία ἐστὶν ὄντως· ἐφ' ἡµῶν δὲ τοὐναντίον· ἐνταῦθα µὲν θλῖψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέοµεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦµεν; Θλίβῃ, εἰπέ µοι, ὅτι ἐν πενίᾳ διάγεις, καὶ θορυβῇ διὰ τοῦτο; Μὴ θορυβοῦ· θορύβου γὰρ ἄξιον, εἰ ἐκεῖ µέλλοις θλίβεσθαι· αὕτη γὰρ ἡ θλῖψις, ἀνέσεως αἰτία. Ἡ ἀσθένεια αὕτη, φησὶν, οὐκ ἔστι πρὸς θάνατον. Ἐκείνη ἡ θλῖψις, κόλασις· αὕτη, παιδεία καὶ διόρθωσις. Ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πυκτεύειν χρεία· πόλεµός ἐστι καὶ µάχη. Οὐδεὶς ἐν πολέµῳ ζητεῖ ἄνεσιν, οὐδεὶς ἐν πολέµῳ ζητεῖ τρυφὴν, οὐδεὶς ὑπὲρ χρηµάτων µεριµνᾷ, ὑπὲρ γυναικὸς οὐδεὶς φροντίζει, ἀλλ' εἰς ἓν ὁρᾷ µόνον, ὅπως περιγένοιτο τῶν ἐχθρῶν. Τοῦτο καὶ ἡµεῖς ποιῶµεν· καὶ ἂν περιγενώµεθα καὶ ἐπανέλθωµεν µετὰ τροπαίων, πάντα ἡµῖν ὁ Θεὸς δώσει. Τοῦτο µόνον ἡµῖν σπουδαζέσθω, πῶς περιγενώµεθα τοῦ διαβόλου· µᾶλλον δὲ οὐ τῆς ἡµετέρας τὸ πρᾶγµα σπουδῆς, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὸ πᾶν. Ἓν ἡµῖν σπουδαζέσθω, ὅπως ἐπισπασώµεθα αὐτοῦ τὴν χάριν, ὅπως ἑλκύσωµεν πρὸς ἑαυτοὺς τὴν ῥοπὴν ἐκείνην. Εἰ ὁ Θεὸς ὑπὲρ ἡµῶν, τίς καθ' ἡµῶν, φησίν; Ἓν µόνον σπουδάζωµεν, ὅπως οὗτος ἡµῖν µὴ ἐχθρὸς γένηται, ὅπως ἡµᾶς µὴ ἀποστραφῇ.
15.4
Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁµαρτάνειν κακόν. Ἡ χαλεπὴ θλῖψις τοῦτό ἐστι, κἂν ἐν τρυφῇ διάγωµεν· οὐ λέγω ἐν τῷ µέλλοντι, ἀλλὰ καὶ ἐν τῷ παρόντι. Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡµῶν δάκνεσθαι; ποίας βασάνου οὐκ εἶναι χεῖρον; Ἐβουλόµην µετὰ ἀκριβείας ἐρωτῆσαι τοὺς ἐν τοῖς κακοῖς ζῶντας, εἰ µηδέποτε εἰς ἔννοιαν ἔρχονται τῶν οἰκείων ἁµαρτηµάτων, εἰ µὴ τρέµουσιν, εἰµὴ δεδοίκασιν, εἰ µὴ ὀδυνῶνται, εἰ µὴ µακαρίζουσι τοὺς ἐν νηστείᾳ, τοὺς ἐν ὄρεσι, τοὺς ἐν φιλοσοφίᾳ ζῶντας Βούλει ἄνεσιν εὑρεῖν ἐκεῖ; Θλίβηθι ἐνταῦθα διὰ τὸν Χριστόν· οὐδὲν ταύτης τῆς ἀνέσεως ἴσον. Ἔχαιρον οἱ ἀπόστολοι µαστιζόµενοι. Παῦλος τοῦτο παραινεῖ λέγων· Χαίρετε ἐν Κυρίῳ. Καὶ πῶς ἔνι χαίρειν, φησὶν ἔνθα δεσµὰ, ἔνθα βάσανοι, ἔνθα δικαστήρια; Μάλιστα ἐνταῦθα χαίρειν ἔνι. Πῶς δὲ ἔνι χαίρειν, ἔνθα ταῦτα, µάνθανε. Ὁ µηδὲν ἑαυτῷ συνειδὼς, µέγα πως ἡσθήσεται, ὥστε, ὅσῳ ἂν εἴπῃς τὴν θλῖψιν, τοσούτῳ λέγεις τὴν ἡδονήν. Εἰπὲ γάρ µοι, ὁ µυρία τραύµατα λαβὼν στρατιώτης καὶ ἐπανιὼν, ἆρ' οὐχὶ µετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, παῤῥησίας ὑπόθεσιν ἔχων τὰτραύµατα, λαµπρότητός τε καὶ εὐδοκιµήσεως; Καὶ σὺ ἂν δυνηθῇς ῥῆξαι τὴν φωνὴν ἐκείνην, ἣν Παῦλος, ὅτι Τὰ στίγµατα τοῦ Ἰησοῦ βαστάζω, δυνήσῃ µέγας γενέσθαι καὶ λαµπρὸς καὶ εὐδόκιµος. Ἀλλ' οὐκ ἔστι διωγµός; Στῆθι πρὸς δόξαν· κἂν εἴπῃ τις ἐναντίον τι, µὴ φοβηθῇς ἀκοῦσαι κακῶς διὰ Χριστόν· στῆθι πρὸς τύφου τυραννίδα, στῆθι πρὸς θυµοῦ µάχην, στῆθι πρὸς ἐπιθυµίας βάσανον. Καὶ ταῦτα στίγµατά ἐστι, καὶ αὗται βάσανοι. Εἰπὲ γάρ µοι, τί τὸ δεινότατον τῶν βασάνων; ἆρ' οὐχ ὅτι ἡ ψυχὴ ἀλγεῖ καὶ καίεται; Ἐκεῖ µὲν γὰρ κἂν τὸ σῶµα µερίζεται· ἐνταῦθα δὲ τὸ πᾶν αὐτῆς ἐστι. Περὶ αὐτὴν ἡ ὀδύνη, ὅταν ὀργίζηται, ὅταν βασκαίνῃ, ὅταν τι τοιοῦτον ποιῇ, µᾶλλον δὲ ὅταν πάσχῃ. Οὐ γὰρ ποιεῖν τοῦτό ἐστιν, ἀλλὰ πάσχειν, τὸ ὀργίζεσθαι, τὸ φθόνον ἔχειν· διὰ τοῦτο καὶ πάθη καλεῖται ψυχῆς, καὶ τραύµατα, καὶ ὠτειλαί. Ὄντως γὰρ πάθος ἐστὶ, καὶ πάθους χαλεπώτερον. Ἐννοήσατε, οἱ ὀργιζόµενοι, ὅτι πάθει ταῦτα ποιεῖτε. Οὐκοῦν ὁ µὴ ὀργιζόµενος οὐ πάσχει, Ὁρᾷς, ὅτι ὁ ὑβριζόµενος οὐπάσχει, ἀλλ' ὁ ὑβρίζων, ὅπερ ἔφην καὶ ἤδη; Ὅτι γὰρ πάσχει, δῆλον µὲν καὶ ἀπὸ τοῦ πάθος καλεῖσθαι τὸ τοιοῦτον, δῆλον δὲ καὶ ἐκ τοῦ σώµατος· ταῦτα γὰρ ἀπὸ ὀργῆς τίκτεται τὰ πάθη, ἀµβλυωπία, παραπληξία, καὶ µυρία ἕτερα. Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην. Μὴ νοµίσῃς εἶναι ἀσθένειαν τὸ µὴ καὶ αὐτὸς τοῦτο ποιῆσαι. Εἰπὲ γάρ µοι, καλῶς γέγονεν; Οὐκ οἶµαι εἰπεῖν· οὐκοῦν µὴ ποιήσῃς τὸ µὴ καλῶς γινόµενον. Οἶδα οἷαι ἐν τοῖς τοιούτοις αἱ ὀργαὶ τίκτονται. Τί οὖν, ἂν καταφρονῇ, φησὶν, ἂν πάλιν εἴπῃ; Ἔλεγξον, ἐπιτίµησον, παρακάλεσον· πραότητι ὀργὴ λύεται· προσελθὼν ἐγκάλεσον. Ὑπὲρ µὲν γὰρ τῶν εἰς ἡµᾶς οὐδὲ τοῦτο ποιεῖν χρὴ, ὑπὲρ δὲ τῶν ἄλλων, καὶ ἀνάγκη τοῦτο δὴ ποιεῖν. Μὴ ἰδίαν ὕβριν νοµίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι· κἂν ἀλγῇς ὑπὲρ ἐκείνου, µὴ ὡς αὐτὸς ὑβρισθείς· οὐ γὰρ ἐπειδὴ ὁ παῖς κακῶς ἔπαθεν, ὑβρίσθης σὺ, ἀλλ' ὁ ποιήσας κακῶς. Σβέσον τὴν µάχαιραν τὴν ὀξεῖαν, ἐν τῇ θήκῃ κείσθω. Ἂν ἔχωµεν αὐτὴν γυµνὴν, πολλάκις καὶ οὐκ ὄντος καιροῦ χρησόµεθα, ἐφελκόµενοι ὑπ' αὐτῆς· ἂν δὲ ᾖ κεκρυµµένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή. Ὑπὲρ αὑτοῦ οὐ βούλεται ἡµᾶς ὀργίζεσθαι ὁ Χριστὸς( ἄκουσον γὰρ τί φησι πρὸς τὸν Πέτρον· Ἀπόστρεψον τὴν µάχαιράν σου εἰς τὴν θήκην)· καὶ σὺ ὑπὲρ παιδὸς ὀργίζῃ;∆ ίδαξον καὶ τὸν παῖδα φιλοσοφεῖν· εἰπὲ αὐτῷ τὰ τοῦ∆ εσπότου παθήµατα· µίµησαί σου τὸν∆ ιδάσκαλον. Ὅτε ἔµελλον καὶ αὐτοὶ ἀτιµάζεσθαι, οὐκ εἶπεν, ὅτι Ἐκδικήσω· ἀλλὰ τί; Ἐµὲ ἐδίωξαν, καὶ ὑµᾶς διώξουσιν. Οὐκοῦν φέρετε γενναίως· οὐ γὰρ ἐµοῦ βελτίους ὑµεῖς. Ταῦτα καὶ σὺ πρὸς τὸν υἱὸν καὶ τὸν παῖδα εἰπέ· Οὐκ εἶ τοῦ∆ εσπότου σου βελτίων. Ἀλλὰ χήρας εἶναι δοκεῖ τὰ ῥήµατα τῆς φιλοσοφίας. Οἴµοι, ὅτι λόγῳ παραστῆσαι οὐκ ἔνι, ὡς ὑπὸ τῆς πείρας αὐτῆς διδαχθῆναι ἔνεστι. Καὶ ἵνα µάθῃς, ἐν µέσῳ δύο ἑστὼς διαµαχοµένων, γενοῦ τῆς µερίδος τῶν ἀδικουµένων, καὶ µὴ τῶν ἀδικούντων, ἂν µὴ παρὰ σαυτῷτὰ νικητήρια ἴδῃς, ἂν µὴ λαµπροὺς λάβῃς στεφάνους. Ὅρα, πῶς ὑβρίζεται ὁ Θεὸς, καὶ πῶς ἀποκρίνεται πράως καὶ ἡµέρως. Ποῦ ἔστι, φησὶν, Ἄβελ ὁ ἀδελφός σου; Καὶ τί ἐκεῖνος; Μὴ φύλαξ ἐγώ εἰµι τοῦ ἀδελφοῦ µου; Τί αὐθαδέστερον τούτου; κἂν παρά γε υἱοῦ ἤκουσεν ἄν τις; εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγµα; Ἀλλ' ὁ Θεὸς πάλιν ἡµέρως ἀποκρίνεται· Φωνὴ αἵµατος τοῦ ἀδελφοῦ σου, φησὶ, βοᾷ πρός µε. Ἀλλ' ὁ Θεὸς ἀνώτερός ἐστιν ὀργῆς, φησίν. Ἀλλὰ διὰ τοῦτο κατῆλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα σὲ θεὸν ποιήσῃ κατὰ δύναµιν τὴν ἀνθρωπίνην. Ἀλλ' οὐ δύναµαι, φησὶν, ἄνθρωπος ὤν. Οὐκοῦν φέρε ἀνθρώπους σοι παραγάγωµεν. Καὶ µή µε νοµίσῃς Παῦλον ἐρεῖν µηδὲ Πέτρον, ἀλλά τινας τῶν ἐλαττόνων καὶ σφόδρα κατωτέρω. Τὸ παιδάριον Ἠλεὶ τὴν Ἄνναν ὕβρισε λέγον· Περιελοῦ τὸν οἶνόν σου. Τί τούτου ὑβριστικώτερον; Τί οὖν ἐκείνη; Γυνὴ ἐν σκληρᾷ ἡµέρᾳ ἐγώ εἰµι. Οὐδὲν ὄντως θλίψεως ἴσον· φιλοσοφίας µήτηρ ἐστίν. Ἡ αὐτὴ δὲ αὕτη καὶ τὴν ἀντίζηλον αὐτῆς ἔχουσα, οὐχ ὕβρισεν αὐτήν· ἀλλὰ τί; Πρὸς τὸν Θεὸν καταφεύγει, καὶ εὐχοµένη οὐδὲ µέµνηται αὐτῆς, οὐδὲ λέγει, Ἐπειδὴ ὀνειδίζει µε ἡ δεῖνα, ἐπάµυνόν µοι· οὕτω φιλόσοφος ἦν ἡ γυνὴ( αἰσχυνθῶµεν οἱ ἄνδρες)· καίτοι ἴστε, ὅτι ζήλου ἴσον οὐδέν.
15.5
Ὁ τελώνης ὑβρισθεὶς παρὰ τοῦ Φαρισαίου, οὐκ ἀνθύβρισε, καίτοι γε, εἰ ἐβούλετο, ἠδύνατο· ἀλλὰ φιλοσόφως ἤνεγκε λέγων· Ἱλάσθητί µοι τῷ ἁµαρ τωλῷ. Ὁ Μεµφιβάαλ ὑπὸ τοῦ δούλου κατηγορηθεὶς καὶ συκοφαντηθεὶς, οὐδὲν οὔτε εἶπεν, οὔτε ἔπραξεν εἰς αὐτόν τι πονηρὸν, οὐδὲ ἐπὶτοῦ βασιλέως αὐτοῦ. Βούλει καὶ πόρνης ἀκοῦσαι φιλοσοφίαν; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος, ἡνίκα ταῖς θριξὶν αὐτῆς τοὺς πόδας ἀπέµασσε· Τελῶναι καὶ πόρναι προάγουσιν ὑµᾶς εἰς τὴν βασιλείαν. Εἶδες αὐτὴν ἑστῶσαν καὶ δακρύουσαν, καὶ τὰ οἰκεῖα ἁµαρτήµατα ἀπολουοµένην; Ὅρα, πῶς καὶ πρὸς τὸν Φαρισαῖον οὐκ ὠργίσθη ὀνειδιζοµένη· εἰ ᾔδει γὰρ, φησὶν, ὅτι ἁµαρτωλός ἐστιν αὕτη ἡ γυνὴ, οὐκ ἂν εἴασεν αὐτήν. Καὶ οὐκ εἶπε πρὸς αὐτόν· Τί γάρ; εἰπέ µοι· σὺ καθαρὸς ἀπὸ ἁµαρτηµάτων εἶ; ἀλλὰ πλέον ἔπασχε, πλέον ὠδύρετο καὶ θερµότερα τὰ δάκρυα ἠφίει. Εἰ δὲ γυναῖκες καὶ τελῶναι καὶ πόρναι φιλοσοφοῦσι, καὶ ταῦτα πρὸ τῆς χάριτος, τίνος ἐσόµεθα ἡµεῖς ἄξιοι συγγνώµης, µετὰ τὴν τοσαύτην χάριν θηρίων µᾶλλον ἐκπολεµούµενοι, δάκνοντεςκαὶ λακτίζοντες; Οὐδὲν αἰσχρότερον θυµοῦ, οὐδὲν ἀτιµότερον, οὐδὲν δεινότερον, οὐδὲν ἀηδέστερον, οὐδὲν βλαβερώτερον. Ταῦτα λέγω, οὐχ ἵνα πρὸς ἄνδρας ὦµεν ἥµεροι µόνον, ἀλλὰ κἂν γυνὴ λάλος ᾖ, ἵνα φέρῃς· ἔστω σοι παλαίστρα καὶ γυµνάσιον ἡ γυνή. Πῶς γὰρ οὐκ ἄτοπον, γυµνάσια µὲν ἀναδέχεσθαι οὐδὲν κέρδος ἔχοντα, ἔνθα θλίβοµεν τὸ σῶµα· γυµνάσια δὲ µὴ ποιεῖν οἴκαδε, καὶ πρὸ τῶν ἀγώνων στέφανον ἡµῖν παρέχοντα; Ὑβρίζει ἡ γυνή; Μὴ γένῃ σὺ γυνή· γυναικῶδες γὰρ τὸ ὑβρίζειν· νόσος ἐστὶ ψυχῆς, ἐλάττωµά ἐστι. Μὴ νοµίσῃς ἀνάξιόν σου εἶναι, ὅταν ἡ γυνὴ ὑβρίσῃ. Ἀνάξιον, ὅταν σὺ µὲν ὑβρίζῃς, ἐκείνη δὲ φιλοσοφῇ· τότε ἀσχηµονεῖς, τότε ὑβρίσθης· ἂν δὲ ὑβρισθεὶς ἐνέγκῃς, τῆς ἰσχύος τῆς σῆς πολλὴ ἡ ἐπίδειξις. Οὐ τὰς γυναῖκας ἐνάγων εἰς ὕβρεις, ταῦτα λέγω· µὴ γένοιτο· ἀλλ' εἴ που καὶ συµβαίη κατὰ σατανικὴν περίστασιν, ἵνα φέρητε. Ἀνδρῶν ἐστι τὸ φέρειν τῶν ἰσχυρῶν τοὺς ἀσθενεῖς. Κἂν οἰκέτης ἀντείπῃ, φιλοσόφησον σύ· µὴ, τί ἐκεῖνος ἄξιός ἐστιν ἀκοῦσαι, εἴπῃς ἢ πράξῃς, ἀλλὰ τί δεῖ σε καὶ ποιῆσαι καὶ εἰπεῖν. Μηδέποτε κόρην ὑβρίζων, αἰσχρὸν ῥῆµα ἐκβάλῃς· µηδέποτε οἰκέτην µιαρὸν εἴπῃς. Ἐκεῖνος οὐχ ὑβρίσθη, ἀλλὰ σύ. Οὐκ ἔστιν ἐν ἑαυτῷ εἶναι τὸν ὀργιζόµενον, ὥσπερ οὐδὲ πέλαγος κυµαινόµενον, ἢ πηγὴν µένειν καθαρὰν, βορβόρου ποθὲνἐµπεσόντος αὐτῇ· οὕτω πάντα ἀναµὶξ, µᾶλλον δὲ οὕτω πάντα ἄνω καὶ κάτω γίνεται. Κἂν τυπτήσῃς, κἂν διαῤῥήξῃς τὸν χιτωνίσκον, σὺ µείζονα τὴν βλάβην ὑπέµεινας· ἐκείνῳ µὲν γὰρ περὶ τὸ σῶµα καὶ περὶ τὴν ἐσθῆτα ἡ πληγὴ, σοὶ δὲ περὶ τὴν ψυχήν. Ἐκείνην διέτεµες, ἐκείνην ἔτρωσας, τὸν ἡνίοχον ἔβαλες ἀπὸ τῶν ἵππων κάτω, ὕπτιον σύρεσθαι παρεσκεύασας· καὶ ταυτὸν γίνεται, οἷον ἐὰν ἡνίοχος ἑτέρῳ ὀργιζόµενος ἕλοιτ' ἂν σύρεσθαι. Κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, κἂν ὁτιοῦν ποιῇς, ὀργῆς χωρὶς καὶ θυµοῦ. Εἰ γὰρ ὁ ἐπιπλήττων ἰατρός ἐστι τοῦ ἁµαρτάνοντος, πῶς ἂν δύναιτο θεραπεῦσαι ἕτερον, ἑαυτὸν πρότερον κακώσας, ἑαυτὸνµὴ θεραπεύων; Εἴ τις, εἰπέ µοι, ἰατρὸς πορεύοιτο ἕτερον θεραπεύειν, πρότερον τὴν χεῖρα τραυµατίσας τὴν ἑαυτοῦ, πρότερον τοὺς ὀφθαλµοὺςπηρώσας, οὕτω ποιεῖται ἐκείνου τὴν ἰατρείαν; Οὐχὶ, φησίν. Οὕτω καὶ σὺ κἂν ἐπιπλήττῃς, κἂν νουθετῇς, καθαρὰ βλεπέτωσάν σου οἱ ὀφθαλµοί. Μὴ θολώσῃς τὸν νοῦν, ἐπεὶ πῶς ἡ θεραπεία γενήσεται; Οὐκ ἔστιν ἐν τῇ αὐτῇ γαλήνῃ εἶναι, ἀόργητον ὄντα καὶ ὀργιζόµενον. Τί τὸν διδάσκαλον ἀπὸ τοῦ θρόνου καταστρέψας, οὕτω διαλέγῃ τῷ χαµαὶ κειµένῳ; Οὐχ ὁρᾷς τοὺς δικάζοντας, οἳ ὅταν µέλλωσι κρίνειν, καθέζονται ἐπὶ τοῦ θρόνου, καὶ ἐν σχήµατι τῷ προσήκοντι; Οὕτω καὶ σὺ ποίησον· κόσµησον τὴν ψυχὴν ἐσθῆτι δικαστικῇ( αὕτη δέ ἐστιν ἡ ἐπιείκεια), καὶ τότε ἐπὶ τοῦ θρόνου δικαστὴς κάθισον. Ἀλλ' οὐ φοβηθήσεται, φησί. Μᾶλλον φοβηθήσεται Τότε κἂν δίκαια λέγῃς, τῷ θυµῷ λογιεῖται ὁ οἰκέτης· ἂν δὲ µετὰ ἐπιεικείας, ἑαυτοῦ καταγνώσεται, τὸ δὲ προηγούµενον, ἀποδέξεταί σε ὁ Θεὸς, καὶ οὕτω δυνήσῃ τῶν αἰωνίωνἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρµοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note