Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 17 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
17.0
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡµᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
17.1
Σφόδρα τοῦτο κατάλληλον πρὸς τὴν προκειµένην ὑπόθεσιν. Τοῦτον τὸν Μωϋσῆν, φησί. Τοῦτον, ποῖον; Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ' αὐτῶν ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα; καθάπερ καὶ τῷ Χριστῷ ἔλεγον· Οὐκ ἔχοµεν βασιλέα, εἰ µὴ Καίσαρα. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ εἰπόντος αὐτῷ· Ἐγώ εἰµι ὁ Θεὸς Ἀβραάµ. Ἐνταῦθα καὶ τὰ γενόµενα θαύµατα, διὰ Χριστοῦ δείκνυσιν γεγενῆσθαι. Οὗτος, τουτέστιν, ὁ Μωϋσῆς( καὶ ὅρα, πῶς δείκνυσιν αὐτὸν λαµπρὸν), ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σηµεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷθαλάσσῃ, καὶ ἐν τῇ ἐρήµῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστι Μωΰσης, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑµῶν, ὡς ἐµέ· τουτέστιν ἐξουθενηµένον. ἐπιβουλευθέντα. Καὶ γὰρ ἠβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος παιδίον ὢν ἐπιβεβούλευτο. Οὗτός ἐστιν ὁ γενόµενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήµῳ µετὰ τοῦ ἀγγέλου, τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾷ, καὶ τῶν πατέρων ἡµῶν, ὃς ἐδέξατο λόγιαζῶντα δοῦναι ἡµῖν. Πάλιν οὐδαµοῦ ναὸς, οὐδαµοῦ θυσία. Μετὰ τοῦ ἀγγέλου, φησὶν, ἐδέξατο δοῦναι λόγια ζῶντα ἡµῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχὶ σηµεῖα ἐποίησε µόνον, ἀλλὰ καὶ νόµον ἔδωκεν, ὥσπερ ὁ Χριστός. Καθάπερ οὖν οὗτος πρῶτον σηµεῖα ποιεῖ, καὶ τότε νοµοθετεῖ· οὕτω δὴ καὶ ὁ Χριστός. Ἀλλ' οὐκ ἤκουσαν αὐτοῦ, µαθόντες ἀεὶ ἀπειθεῖν, µετὰ τὰ σηµεῖα, µετὰ τὰ θαύµατα τὰ ἐν τεσσαράκοντα ἔτεσι. Καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ τοὐναντίον ἐπεδείξαντο· ὃ καὶ δηλῶν ἐπήγαγεν· Ὧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡµῶν, ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον, εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡµῖν θεοὺς, οἳ προπορεύσονται ἡµῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡµᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαµεν τί γέγονεν αὐτῷ. Καὶ ἐµοσχοποίησαν ἐν ταῖς ἡµέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ µοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήµῳ, οἶκος Ἰσραήλ; Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑµῶν Ῥεµφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ µετοικιῶ ὑµᾶς ἐπέκεινα Βαβυλῶνος. Τὸ, Παρέδωκεν, ἐνταῦθα, Εἴασεν ἐστίν. Ἡ σκηνὴ τοῦ µαρτυρίου ἦν τοῖς πατράσιν ἡµῶν ἐν τῇ ἐρήµῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσεῖ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει. Καὶ σκηνῆς οὔσης, θυσίαι οὐκ ἦσαν. Ὅτι δὲ οὐκ ἦσαν, ὁ προφήτης δῆλον ποιεῖ, τοῦτο λέγων· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ µοι; Ἡ σκηνὴ τοῦ µαρτυρίου ἦν, καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ' ἀνηλίσκοντο. Οὔτε δὲ πρὸ τούτου αὐτοὺς τὰ σηµεῖα, οὔτε µετὰ ταῦτα ὠφέλησέ τι. Ἣν καὶ εἰσήγαγον διαδεξάµενοι οἱ πατέρες ἡµῶν. Ὁρᾷς, ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός;∆ ιὰ τοῦτο καὶ, Ἐν τῇ ἐρήµῳ, εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ. Εἶτα ἡ εὐεργεσία. Καὶ εἰσήγαγον, φησὶ, διαδεξάµενοι οἱ πατέρες ἡµῶν µετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡµῶν ἕωςτῶν ἡµερῶν∆ αυῒδ, ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωµα τῷ Θεῷ Ἰακώβ. Ἠτήσατο οἰκοδοµεῖν ὁ∆ αυῒδ, καὶ οὐ λαµβάνει ὁ µέγας, ὁ θαυµαστός· ἀλλ' οἰκοδοµεῖ ὁ ἀπεῤῥιµµένος ὁ Σολοµῶν.∆ ιὰ τοῦτό φησι· Σολοµῶν δὲ ᾠκοδόµησεν αὐτῷ οἶκον· ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Ἐδείχθη µὲν τοῦτο καὶ διὰ τῶν ἤδη λεχθέντων· δείκνυται δὲ καὶ διὰ φωνῆς προφητικῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Καθὼς καὶ ὁ προφήτης λέγει· Ὁ οὐρανός µοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν µου. Καὶ ποῖον οἶκον οἰκοδοµήσετέ µοι, λέγει Κύριος; ἢ τίς τόπος τῆς καταπαύσεώς µού ἐστιν; οὐχὶ ἡ χείρ µου ἐποίησε ταῦτα πάντα; Μὴ θαυµάζετε, φησὶν, εἰ τοὺς παραιτουµένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴ γε καὶ ἐπὶ Μωϋσέως τοῦτο γέγονε. Καὶ γὰρ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλετο, ἀλλὰ καὶ ἐν τῇ ἐρήµῳ διάγοντας. Ὁρᾷς, ὅτι δι' αὐτοὺς καὶ ἐκεῖνα τὰ σηµεῖα; Ὁ τῷ Θεῷ οὖν διαλεχθεὶς, ὁ ἐκ παραδόξου σωθεὶς, ὁ τοσαῦτα ἐργασάµενος καὶ δυνηθεὶς, δείκνυσιν, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶοὐκ ἐναντιοῦται ἑαυτῷ. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Οὗτός ἐστι, φησὶ, Μωϋσῆς, ὁ εἰπών· Προφήτην ὑµῖν ἀναστήσει Κύριος ὡς ἐµέ. Πρὸς τοῦτο οἶµαι τὸν Χριστὸν εἰπεῖν ἀναφέροντα· Ἐκ τῶν Ἰουδαίων ἡσωτηρία ἐστὶν, ἑαυτὸν αἰνιττόµενον. Οὗτός ἐστιν ὁ γενόµενος ἐν τῇ ἐρήµῳ µετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ. Ἰδοὺ πάλιν αὐτὸν δείκνυσι τὸν νόµον δεδωκέναι, εἴ γε µετ' αὐτοῦ ἦν ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήµῳ. Ἐνταῦθα δὲ καὶ θαύµατος ὑποµιµνήσκει µεγάλου τοῦ ἐν τῷ ὄρει γεγενηµένου. Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡµῖν. Πανταχοῦ θαυµαστὸς ὁ Μωϋσῆς, καὶ πλέον ὅτε νοµοθετεῖν ἔδει. Τί ἐστι, Λόγια ζῶντα; Ἤτοι, ὧν τὸ τέλος διὰ λόγων ἐδείκνυτο· ἤτοι τὰς προφητείας λέγει. Εἶτα τὸ ἔγκληµα τέως ἐπὶ τοὺς πατριάρχας, µετὰ τὰ σηµεῖα καὶ τὰ θαύµατα, µετὰ τὸ λαβεῖν λόγια ζῶντα· Ὧ οὐκ ἠθέλησαν, φησὶν, ὑπήκοοι γενέσθαι. Καλῶς δὲ Λόγια ζῶντα εἶπεν, ἵνα δείξῃ, ὅτι εἰσὶ καὶ οὐ ζῶντα. Περὶ ὧν καὶ Ἰεζεκιήλ φησιν, ὡς ὅταν λέγῃ· Καὶ ἔδωκα ὑµῖν προστάγµατα οὐ καλά. Πρὸς τὰ τοιαῦτα οὖν εἶπε τὸ, Ζῶντα. Ἀλλ' ἀπώσαντο, καὶ ἐστράφησαν τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον· ἔνθα ἔστενον, ἔνθα ἐβόων, ὅθεν τὸν Θεὸν ἐκάλουν. Καὶ εἶπον τῷ Ἀαρών· Ποίησον ἡµῖν θεοὺς, οἳ προπορεύσονται ἡµῶν.
17.2
Ὢ τῆς ἀνοίας! Ποίησον, φησὶν, ἵνα προπορεύσωνται ἡµῶν. Ποῦ; Εἰς Αἴγυπτον. Ὁρᾷς, πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν; Τί λέγεις; οὐκ ἀναµένεις τὸν ἐξαγαγόντα, ἀλλὰ ἀρνῇ τὴν εὐεργεσίαν, καὶ τὸν εὐεργέτην φεύγεις; Καὶ ὅρα, πῶς ὑβρίζουσιν. Ὁ γὰρ Μωϋσῆς οὗτος, φησὶν, ὃς ἐξήγαγεν ἡµᾶς ἐκ γῆς Αἰγύπτου. Οὐδαµοῦ Θεοῦ ὄνοµα, ἀλλὰ πάντα τῷ Μωϋσεῖ ἐπέγραφον. Καὶ ἔνθα µὲν αὐτοὺς εὐχαριστεῖν ἦν, Μωϋσῆν φέρουσιν εἰς µέσον· ἔνθα δὲ πεισθῆναι νόµῳ, οὐκ ἔτι Μωϋσῆν ἄγουσι. Καὶ µὴν εἶπεν, ὅτι ἄνεισιν ὥστε λαβεῖν τὸν νόµον· οἱ δὲ οὐδὲ τεσσαράκοντα ἡµέρας ὑπέµειναν. Ποίησον ἡµῖν θεούς. Οὐκ εἶπον, Θεὸν, ἀλλὰ, Θεούς· οὕτως ἀνεβακχεύθησαν, ὅτι οὐδὲ ἴσασιν, ἃ λέγουσι. Καὶ ἐµοσχοποίησαν ἐν ταῖς ἡµέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίας τῷ εἰδώλῳ. Εἶδες ἀνοίας ὑπερβολήν; Ἔνθα ἐφάνη Θεὸς τῷ Μωϋσεῖ, µοσχοποιοῦσιν οὗτοι καὶ θύουσι. Καὶ εὐφραίνοντο, φησὶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἔχαιρον. Καὶ τί θαυµαστὸν, εἴ γε ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα, καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σηµείων; Οἱ δὲ οὐκ ἠγνόησαν µόνον, ἀλλὰ καὶ ὕβρισαν ἑτέρως, τῷ εἴδωλα ποιῆσαι. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα, ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτον ἐποίησαν θυσίας τοῖς εἰδώλοις. Τοῦτο καὶ∆ αυῒδ ἐπισηµαινόµενος λέγει· Καὶ ἐποίησαν µόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Ἐπεὶ πρὸ τούτου οὐδαµοῦ θυσίας ὄνοµα, ἀλλὰ προσ τάγµατα ζῶντα, καὶ λόγια ζῶντα· οὐδαµοῦ τελεταὶ, ἀλλὰ θαύµατα καὶ σηµείων ἐπίδειξις. Καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν. Ἐνταῦθα τὴν µαρτυρίαν οὐχ ἁπλῶς παρήγαγεν, ἀλλ' ἵνα δείξῃ τὸ µὴ εἶναι χρείαν θυσιῶν. Καὶ ὅρα τί φησι· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ µοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήµῳ. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑµῶν Ῥεµφὰν, τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Ἐµφαντικῶς ἐχρήσατο τῇ λέξει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐµοὶ θύειν κἀκείνοις ἐθύετε· καὶ ταῦτα ἐν τῇ ἐρήµῳ, ἔνθα µάλιστα αὐτῶν προειστήκει. Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ. Ἡ αἰτία τῶν θυσιῶν αὕτη. Καὶ µετοικιῶ ὑµᾶς ἐπέκεινα Βαβυλῶνος. Οὕτω καὶ ἡ αἰχµαλωσία κατηγορία τῆς κακίας. Καὶ πῶς Ἡ σκηνὴ, φησὶν, ἦν τοῦ µαρτυρίου; Ἀλλὰ διὰ τοῦτο ἦν, ἵνα µάρτυρα τὸν Θεὸν ἔχωσιν. Οὐκοῦν εἰς τοῦτο µόνον ἦν. Κατὰ τὸν τύπον γὰρ, φησὶ, τὸν δειχθέντα σοι ἐν τῷ ὄρει· ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε· καὶ αὕτη δὲ ἐν τῇ ἐρήµῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κειµένη. Μαρτυρίου δὲ σκηνὴν, οὐκ ἄλλου τινὸς χάριν, ἢ τῶν θαυµάτων καὶ τῶν προσταγµάτων καλεῖ. Ὅµως γοῦν καὶ αὕτη καὶ ἐκεῖνοι οὐκ εἶχον ναόν. Ἄρα καὶ τὸν τύπον αὐτὸν αὐτὸς ὁ ἄγγελος ἔδωκεν. Ἕως τῶν ἡµερῶν, φησὶ,∆ αυΐδ. Ὥστε οὐκ ἦν ναὸς ἄχρι τότε· καίτοι καὶ τὰ ἔθνη ἐξέωστο, περὶ ὧν φησιν· Ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡµῶν. Τοῦτο δὲ εἶπε, δεικνὺς πάλιν, ὅτι οὐκ ἦν τότε ναός. Τί λέγω; τοσαῦτα θαύµατα, καὶ οὐδαµοῦ ναός; Οὕτω καὶ πρώτη ἡ σκηνὴ, καὶ οὐδαµοῦ ναός. Καὶ ᾔτησε εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ. Ἤτησε, καὶ οὐκ ᾠκοδόµησεν· οὕτως οὐκ ἦν µέγα τι ὁ ναὸς, εἰ καὶ ἐνόµισάν τινες µέγαν εἶναι τὸν Σολοµῶντα τῷ τὸν ναὸν οἰκοδοµῆσαι, οἳ διὰ τοῦτο καὶ τοῦ πατρὸς αὐτὸν προετίθεσαν. Ὅτι δὲ οὐχὶ βελτίων ἦν τοῦ πατρὸς, ἀλλ' οὐδὲ ἴσος, µόνον δὲ ἀπὸ τῆς τῶν πολλῶν ὑπολήψεως, δῆλον αὐτὸ ἐποίησεν ἐπαγαγών· Ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης φησίν· Ὁ οὐρανός µοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν µου. Οὐδὲ γὰρ ταῦτα ἄξια Θεοῦ, εἴ γε ποιήµατά ἐστιν, εἴ γε τῆς χειρὸς αὐτοῦ ἔργα. Ὅρα, πῶς αὐτοὺς κατὰ µικρὸν ἀνάγει.∆ είκνυσι γὰρ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ταῦτα Θεοῦ ἄξια λέγειν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἐνταῦθα καταφορικῶς τῷ λόγῳ κέχρηται; Πολλὴ ἦν ἡ παῤῥησία µέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καὶ τοῦτο οἶµαι αὐτὸν ἐξ ἀποκαλύψεως εἰδέναι. Σκληροτράχηλοι καὶ ἀπερίτµητοι ταῖς καρδίαις καὶ τοῖς ὠσί. Καὶ τοῦτο προφητικόν· οὐδὲν αὐτοῦ ἴδιον. Ὑµεῖς ἀεὶ τῷ Πνεύµατι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑµῶν καὶ ὑµεῖς. Ὅτε οὐκ ἐβούλετο θυσίας εἶναι, ὑµεῖς ἐθύετε· ὅτε βούλεται, πάλιν οὐ θύετε· ὅτε οὐκ ἤθελε δοῦναι ὑµῖν παραγγέλµατα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠµελήσατε. Πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε. Ὅρα, οὐκ εἶπε, Τῷ Θεῷ ἀντιπίπτετε, ἀλλὰ, Τῷ Πνεύµατι· οὕτως οὐδεµίαν οἶδε διαφοράν. Καὶ τὸ µεῖζον, Ὡς οἱ πατέρες ὑµῶν, φησὶν, καὶ ὑµεῖς. Οὕτω καὶ ὁ Χριστὸς ὠνείδιζεν, ἐπειδὴ µεγάλα ἀεὶ ἐπὶ τοῖς πατράσιν ηὔχουν. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑµῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ∆ ι καίου. Ἔτι Τοῦ δικαίου λέγει, βουλόµενος αὐτοὺς καταστεῖλαι. Οὗ νῦν ὑµεῖς προδόται καὶ φονεῖς γεγένησθε.∆ ύο αὐτοῖς ἐγκαλεῖ, ὅτι τε ἠγνόησαν, καὶ ὅτι ἐφόνευσαν. Οἵτινες ἐλάβετε τὸν νόµον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
17.3
Τί ἐστι τοῦτο; Τινές φασι, τὸν ὑπ' ἀγγέλων λέγειν διαταχθέντα. Οὐκ ἔστι δέ· ποῦ γὰρ ἄγγελοι νόµον ἐφάνησαν διατάττοντες; ἀλλὰ διαταχθέντα νόµον λέγει, τὸν ἐγχειρισθέντα αὐτῷ δι' ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ· µὴ γὰρ ἄνθρωπος ἦν; Οὐδὲν οὖν θαυµαστὸν τούτους ἐκεῖνα ποιήσαντας, φησὶ, καὶ ταῦτα ποιῆσαι. Εἰ τοὺς καταγγείλαντας ἀνείλετε, πολλῷ µᾶλλον αὐτόν. Ἐνταῦθα καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύµατι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας, καθὼς καὶ ἑτέρωθί φησιν ἡ Γραφή· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν. Οἱ τοίνυν ἀντιποιούµενοι λόγῳ τοῦ νόµου, ἔλεγον· Εἰς Μωϋσῆν βλασφηµεῖ. Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφηµοῦσι µᾶλλον, οὐ µόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν· καὶ ὅτι ἐγκαλοῦντες καὶ λέγοντες Μωϋσῇ ἐναντιοῦσθαι αὐτὸν, αὐτοὶ τῷ Πνεύµατι ἠναντιοῦντο· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ µετὰ φόνου· καὶ ἄνωθεν εἶχον τὴν ἔχθραν. Ὁρᾷς, ὅτι καὶ Μωϋσῇ καὶ πᾶσι δείκνυσιν ἐναντιουµένους αὐτοὺς, καὶ τὸν νόµον µὴ φυλάττοντας; Καίτοι γε Μωϋσῆς εἶπε· Προφήτην ὑµῖν ἀναστήσει Κύριος· καὶ οἱ ἄλλοι δὲ τοῦτον ἐλεύσεσθαι προὔλεγον, καὶ ὁ προφήτης, λέγων· Ποῖον οἶκον οἰκοδοµήσετέ µοι; καὶ πάλιν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ µοι ἔτη τεσσαράκοντα; Τοῦτο παῤῥησία ἀνδρὸς τὸν σταυρὸν ἔχοντος. Μιµώµεθα τοίνυν καὶ ἡµεῖς ταύτην, εἰ καὶ πολέµου οὐκ ἔστι καιρὸς, ἀλλὰ παῤῥησίας ἀεὶ καιρός ἐστιν. Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς µαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόµην. Ἂν τοίνυν Ἕλλησι συµπλεκώµεθα, οὕτως αὐτοὺς ἐπιστοµίζωµεν χωρὶς θυµοῦ, χωρὶς τραχύτητος. Ἂν µὲν γὰρ µετὰ θυµοῦ τοῦτο ποιῶµεν, οὐκ ἔτι παῤῥησία, ἀλλὰ πάθος εἶναι δοκεῖ· ἂν δὲ ἐπιεικῶς, ὄντως ἐστὶν αὕτη παῤῥησία. Οὐ γὰρ δυνατὸν ὁµοῦ κατὰ ταυτὸν καὶ κατόρθωµα εἶναι καὶ ἐλάττωµα. Ἡ παῤῥησία, κατόρθωµα· ὁ θυµὸς, ἐλάττωµα.∆ εῖ τοίνυν ἡµᾶς, εἰ µέλλοµεν παῤῥησίαν ἔχειν, καθαροὺς εἶναι τοῦ θυµοῦ, ἵνα µὴ ἐκείνῳ τις λογίσηται τὰ ῥήµατα. Κἂν δίκαια λέγῃς µετὰ θυµοῦ, τὸ πᾶν ἀπώλεσας, κἂν παῤῥησιάζῃ, κἂν νουθετῇς, κἂν ὁτιοῦν πράττῃς. Ὅρα τὸν ἄνδρα τοῦτον οὐ µετὰ θυµοῦ διαλεγόµενον· οὐ γὰρ δὴ ὕβρισεν, ἀλλὰ προφητικοῦ αὐτοὺς ἀνέµνησε λόγου. Ὅτι γὰρ οὐκ ἦν θυµοῦ, ἔδειξεν, ὅτε κακῶς ἔπασχε, τότε ὑπὲρ αὐτῶν εὐχόµενος καὶ λέγων· Μὴ στήσῃς αὐτοῖς τὴν ἁµαρτίαν ταύτην. Οὕτως οὐκ ὀργιζόµενος αὐτοῖς, ἀλλὰ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόµενος, ταῦτα ἐφθέγγετο· ἐπεὶ καὶ περὶ τῆς ὄψεως διὰ τοῦτο εἶπεν, ὅτι Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἵν' αὐτοὺς ἐφελκύσηται. Καθαροὶ τοίνυν θυµοῦ ὦµεν. Οὐ κατοικεῖ τὸ Πνεῦµα τὸ ἅγιον, ἔνθα θυµός· ἐπικατάρατος ὁ θυµώδης. Οὐκ ἔστιν οὐδὲν ὑγιὲς προελθεῖν, ὅθεν θυµὸς ἔξεισι. Καθάπερ γὰρ ἐν χειµῶνι θαλαττίῳ πολὺς ὁ θόρυβος, µεγάλη ἡ κραυγὴ, καὶ οὐκ ἂν ἔχοι τις καιρὸν φιλοσοφεῖν· οὕτως οὐδὲ ἐν θυµῷ. Ἀλλ' εἰ µέλλει τι φιλόσοφον ἢ λέγειν ἢ παιδεύεσθαι ψυχὴ, ὀφείλει πρότερον ἐν λιµένι εἶναι. Οὐχ ὁρᾷς πῶς, ὅταν βουλώµεθα περί τινων ἀναγκαίων διαλεχθῆναι, τόπους θορύβου καθαροὺς παρατηροῦµεν, ἔνθα ἡσυχία, ἔνθα γαλήνη, ἵναµὴ ἐκκρουώµεθα; Εἰ δὲ ὁ ἔξωθεν ἐκκρούει θόρυβος, πολλῷ µᾶλλον ἡ ἔνδον ταραχή. Κἂν εὔχηταί τις, εἰκῆ εὔχεται, µετὰ ὀργῆς καὶ θυµοῦ τοῦτο ποιῶν· κἂν φθέγγηται, καταγέλαστος ἔσται· κἂν σιγᾷ, πάλιν ὁµοίως· κἂν ἐσθίῃ, καὶ οὕτως ἐβλάβη· κἂν πίνῃ, κἂν µὴ πίνῃ, κἂν καθέζηται, κἂν στήκῃ, κἂν βαδίζῃ, κἂν καθεύδῃ· καὶ γὰρ ἐν τοῖς ὀνείροις τοιαῦτα φαντάζονται. Τί γὰρ τῶν τοιούτων οὐκ ἄτοπον; Ὀφθαλµοὶ ἀηδεῖς, στόµα διεστραµµένον, µέλη κεκινηµένα καὶ οἰδαίνοντα, γλῶσσα ἀκράτητος καὶ οὐδενὸς φειδοµένη, διάνοια ἐξεστηκυῖα, σχῆµαἀπρεπὲς, πολλὴ ἡ ἀηδία. Ἴδε µοι τῶν δαιµονώντων τοὺς ὀφθαλµοὺς καὶ τῶν µεθυόντων καὶ µαινοµένων, τί διεστήκασιν ἀλλήλων; οὐχὶ µανία τὸ πᾶν ἐστι; Τί γὰρ, εἰ πρὸς καιρὸν τοῦτο γίνεται; Καὶ γὰρ ὁ µαινόµενος πρὸς καιρὸν κατέχεται· τούτου δὲ τί χεῖρον; Καὶ οὐκ αἰσχύνονται ἐπὶ τῇ ἀπολογίᾳ· Οὐκ ᾔδειν, φησὶ, τί εἶπον. Καὶ διὰ τί µὴ ᾔδεις τοῦτο ὁ λογικὸς ἄνθρωπος, ὁ λογισµὸν ἔχων; διὰ τί τὰ τῶν ἀλόγων ποιεῖς, καθάπερ ἵππος ἄγριος ἀπὸ θυµοῦ καὶ ὀργῆς συναρπαγείς; Καὶ µὴν ἡ ἀπολογία, ἐγκλήµατος ἀξία. Εἴθε γὰρ ᾔδεις, ἃ ἔλεγες. Τοῦ θυµοῦ, φησὶν, ἐστὶ τὰ ῥήµατα, οὐκ ἐµά. Πῶς ἐκείνου; Καὶ µὴν ὁ θυµὸς οὐκ ἔχει ἰσχὺν, ἂν µὴ παρὰ σοῦ λάβῃ. Ὡς καὶ ἂν εἴποι τις· Τῆς χειρός ἐστιν, οὐκ ἐµὰ τὰ τραύµατα. Τί οἴει µάλιστα δεῖσθαι θυµοῦ; οὐχὶ πόλεµον καὶ µάχην; Ἀλλὰ καὶ ἐκεῖ ἂν µετὰ θυµοῦ τι γίνηται, τὸ πᾶν διέφθαρται καὶ ἀπόλωλε. Μάλιστα γὰρ τοὺς µαχοµένους θυµοῦσθαι οὐ χρή· µάλιστα τοὺς ὑβρίζοντας θυµοῦσθαι οὐ χρή. Καὶ πῶς ἔνι µάχεσθαι, φησίν; Λόγῳ, ἐπιεικείᾳ· µάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι. Ἢ οὐχ ὁρᾷς καὶ τούτους τοὺς πολέµους νόµῳ καὶ διατάξει καὶ καιροῖς ὡρισµένους; Θυµὸς γὰρ οὐδέν ἐστιν, ἢ ὁρµὴ ἄλογος· ἀλόγῳ δὲ οὐδὲν λογικὸν γενέσθαι δυνατόν.
17.4
Ἐπεὶ καὶ οὗτος τοιαῦτα ἐφθέγγετο, καὶ οὐκ ἐθυµοῦτο. Καὶ ὁ Ἠλίας ἔλεγεν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀµφοτέραις ταῖς ἰγνύαις ὑµῶν; καὶ οὐκ ἐθυµοῦτο. Καὶ ὁ Φινεὲς ἔσφαξε, καὶ οὐκ ἐθυµοῦτο. Ὁ γὰρ θυµὸς οὐκ ἀφίησιν ἰδεῖν, ἀλλὰ καθάπερ ἐν νυκτοµαχίᾳ πάντα συνδήσας, καὶ ὀφθαλµοὺς καὶ ὦτα, οὕτως ἄγει, ὅπουπερ ἂν ἐθέλῃ. Ἀπαλλαγῶµεν οὖν τούτου τοῦ δαίµονος, ἀρχόµενον αὐτὸν καταστείλωµεν, τὴν σφραγῖδα ἐπιθῶµεν τῷ στήθει καθάπερ τινὰ χαλινόν. Κύων ἐστὶν ἀναιδὴς ὁ θυµός· ἀλλὰ µαθέτω ἀκούειν τοῦ νόµου. Ἂν ᾖ κύων ἐν ποίµνῃ οὕτως ἄγριος, ὡς µὴ πείθεσθαι προστάττοντι τῷ βουκόλῳ, µηδὲ ἐπιγινώσκειν αὐτοῦ τὴν φωνὴν, πάντα ἀπόλωλε καὶ διέφθαρται. Μετὰ τῶν προβάτων νέµεται· ἀλλ' ἐὰν ἀπογεύηται τῶν προβάτων, ἄχρηστός ἐστι καὶ κατασφάττεται. Εἰ ἔµαθεν ἀκούειν σου, θρέψον τὸν κύνα· χρήσιµός ἐστι, κατὰ τῶν λύκων, κατὰ τῶν πειρατῶν, κατὰ τοῦ λῃστάρχου ὑλακτῶν, οὐ κατὰ προβάτων, οὐδὲ κατὰ οἰκείων. Ἂν µὴ ἀκούῃ, πάντα διαφθείρει· ἂν µάθῃ καταφρονεῖν, πάντα ἀπολλύει. Τὸ τοίνυν ἥµερον τὸ ἐν σοὶ µὴ ἀναλισκέτω, ἀλλὰ φυλαττέτω ὁ θυµὸς καὶ πῖον ποιείτω· φυλάξει δὲ, καὶ ἐν ἀσφαλείᾳ πολλῇ νέµεσθαι καταστήσει, ἂν τοὺς µιαροὺς λογισµοὺς καὶ τοὺς πονηροὺς καταναλίσκῃ, ἂν τὸν διάβολον διώκῃ πανταχόθεν. Οὕτως ἐπιείκεια διασώζεται, ὅταν µηδαµοῦ τῷ πλησίον κακόν τι λογιζώµεθα· οὕτως αἰδέσιµοι γινόµεθα, ὅταν µὴ µανθάνωµεν ἀναισχυντεῖν. Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς πονηρὸν συνειδός.∆ ιὰ τί αἱ πόρναι ἀναίσχυντοί εἰσι; διὰ τί αἱ παρθένοι αἰσχυντηλαί; Οὐκ ἀπὸ τῆς ἁµαρτίας ἐκεῖναι; οὐκ ἀπὸ τῆς σωφροσύνης αὗται; Οὐδὲν γὰρ οὕτως ἀναίσχυντον ποιεῖ, ὡς ἁµαρτία. Καὶ µὴν τοὐναντίον, φησὶ, κατ[ αν] αισχύνει. Ναὶ τὸν καταγνόντα ἑαυτοῦ· τὸν δὲ ἀπηρυθριασµένον, καὶ ἰταµώτερον ἐργάζεται· ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ, θρασὺς γίνεται. Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ. Ὁ δὲ ἀναίσχυντος, καὶ ἰταµὸς ἂν εἴη· ὁ δὲ ἰταµὸς, καὶ θρασύς. Βούλει µαθεῖν πότε ἀναλίσκεται ἐπιείκεια; Ὅταν πονηροὶ λογισµοὶ αὐτὴν διαµασῶνται. Ἀλλ' εἰ καὶ τοῦτο συµβαίνει, ὅτι µὴ ὁ κύων ἕστηκε µέγα ὑλακτῶν, οὐδὲ οὕτως ἀπογινώσκειν χρή. Ἔστι γὰρ ἡµῖν καὶ σφενδόνη καὶ λίθος( ἴστε τὸ λεγόµενον)· ἔστιν ἡµῖν καὶ δόρυ, καὶ µάνδρα, καὶ σηκὸς, ἐν ᾧ φυλάξοµεν τοὺς λογισµοὺς ἀσινεῖς. Ἂν ὁ κύων σαίνῃ µὲν τὰ πρόβατα, ἀγριαίνῃ δὲ κατὰ τῶν ἔξω καὶ ἀγρυπνῇ, τοῦτο ἀρετὴ κυνός· κἂν λιµώττῃ, µὴ γεύεσθαι τῶν προβάτων· κἂν ἐν πλησµονῇ ᾖ, µὴ φείδεσθαι τῶν λύκων. Τοιοῦτον καὶ ὁ θυµός· κἂν δάκνηται, τῆς ἐπιεικείας µὴ ἀφίστασθαι· κἂν ἐν ἡσυχίᾳ ᾖ, διεγείρεσθαι πρὸς τοὺς πονηροὺς λογισµούς· καὶ τὸ µὲν οἰκεῖον καὶ πλῆττον µὴ καταλιµπάνειν, ἀλλ' ἐπιγινώσκειν, τὸ δὲ ἀλλότριον καὶ σαῖνον λυµαίνεσθαι. Σαίνει ὁ διάβολος πολλάκις ὡς ὁ κύων, ἀλλὰ γνώτω πᾶς, ὅτι ἀλλότριός ἐστιν. Οὕτω δὴ καὶ ἡµεῖς τὴν ἀρετὴν, κἂν λυπῇ, σαίνωµεν· καὶ τὴν κακίαν, κἂν εὐφραίνῃ, ἀποστρεφώµεθα. Μὴ γενώµεθα χείρους τῶν κυνῶν, οἳ µαστιζόµενοι καὶ ἀγχόµενοι οὐκ ἀφίστανται. Ἂν δὲ αὐτοὺς καὶ τρέφῃ ὁ ἀλλότριος, πῶς οὐ µᾶλλον βλάψουσιν; Ἔστιν ὅτε χρήσιµος ὁ θυµὸς, ἀλλ' ὅταν ὑλακτῇ κατὰ τῶν ἀλλοτρίων. Τί ἐστιν, Ὁ ὀργιζόµενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ; Ἀντὶ τοῦ, Μὴ ἄµυνε σαυτῷ, µηδὲ ἐκδίκει ἂν ἕτερον ἴδῃς ἀπολλύµενον, ὄρεξον χεῖρα. Οὐκ ἔτι θυµὸς λοιπὸν τοῦτό ἐστιν, ὅταν τῆς οἰκείας συµπαθείας ἀπηλλαγµένος ᾖς. Ἔλαβεν ὁ∆ αυῒδ τὸν Σαοὺλ, καὶ οὐκ ἐθυµώθη, οὐδὲ ἐνέπηξε τὸ δόρυ, τὸν ἐχθρὸν λαβὼν, ἀλλ' ἠµύνατο τὸν διάβολον. Ὁ Μωϋσῆς, ὅτε µὲν ἀλλότριον ἀδικοῦντα εἶδε, καὶ ἀνεῖλεν· ὅτε δὲ οἰκεῖον, οὐκ ἔτι· ἀλλὰ τοὺς µὲν ἀδελφοὺς κατήλλαττεν, ἐκείνους δὲ καὶ ἀπωθεῖτο. Καίτοι πραότατον αὐτὸν ἡ Γραφὴ µαρτυρεῖ, ἀλλ' ὅµως ἦν καὶ διεγηγερµένος. Ἀλλ' οὐχ ἡµεῖς· ἀλλ' ἔνθα µὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσµὲν ἀγριώτεροι· ἔνθα δὲ διεγερθῆναι, πάντων νωθέστεροι καὶ ὑπνηλότεροι. Ἐπεὶ οὖν οὐκ εἰς δέον κεχρήµεθα τοῖς ἐν ἡµῖν, διά τοι τοῦτο καὶ εἰς οὐδὲν δέον ὁ βίος ἡµῖν ἀνάλωται. Οὕτω καὶ ἐν σκεύεσιν, ἐὰν ἄλλῳ ἄλλως χρήσηταί τις, τὰ πάντα ἀπόλλυσιν· οἷον ἂν µάχαιραν λαβών τις, ἔνθα αὐτῇ χρῆσθαι δεῖ, µὴ χρῷτο, ἀλλὰ τῇ χειρὶ τοῦτο ποιοῖ, οὐδὲν πλέον ἐργάσεται· ὥσπερ καὶ ὁ ἔνθα τῇ χειρὶ χρήσασθαι χρὴ, τὴν µάχαιραν µεταχειρίζων, πάντα ἂν ἀπολέσειεν. Οὕτω δὴ καὶ ἰατρὸς, ἔνθα ἂν τέµνειν δέῃ, µὴ τέµνων, καὶ ἔνθα ἂν µὴ χρὴ, τέµνων, πάντα διαφθείρει.∆ ιὸ παρακαλῶ, ἡµεῖς εἰς καιρὸν χρώµεθα τῷ πράγµατι. Θυµοῦ γὰρ καιρὸς οὐδαµοῦ, ὅταν ἑαυτοῖς βοηθῶµεν· ἂν δὲ ἑτέρους διορθῶσαι χρὴ, τότε µάλιστα αὐτῷ χρῆσθαι δεῖ, ἵνα ἑτέρους ἐξαρπάσωµεν. Οὕτω καὶ ἰσόθεοι ἐσόµεθα, τὸ ἀόργητον πανταχοῦ διατηροῦντες, καὶ τῶν µελλόντων ἐπιτευξόµεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note