In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
18.0
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
18.1
Πῶς οὐκ ἔλαβον ἐκ τῶν εἰρηµένων ἀφορµὴν εἰς τὸ ἀνελεῖν αὐτὸν, ἀλλ' ἔτι µαίνονται καὶ ζητοῦσιν αἰτίαν, θαυµάσαι ἄξιον. Οὕτως ἀεὶ ἐν κακοῖς εἰσιν οἱ ἀδικοῦντες. Καθάπερ οὖν οἱ ἀρχιερεῖς ἀποροῦντες ἔλεγον· Τί ποιήσοµεν τοῖς ἀνθρώποις τούτοις; οὕτω δὴ καὶ οὗτοι διαπρίονται. Καὶ µὴν ὁ θυµωθῆναι ὀφείλων ἐκεῖνος ἦν, ὁ µηδὲν µὲν ἀδικήσας, τὰ δὲ τῶν ἠδικηκότων παθὼν καὶ συκοφαντούµενος. Ἀλλ' οἱ συκοφάνται µᾶλλον ἐλέγχονται καὶ ταύτῃ· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι Τὸ ποιεῖν κακῶς, τοῦτό ἐστι τὸ πάσχειν κακῶς. Καίτοι αὐτὸς οὐδὲν ἐσυκοφάντησεν, ἀλλ' ἀπέδειξεν. Οὕτως, ὅταν ὑβριζώµεθα ἐν οἷς οὐ συνοίδαµεν, οὐδὲν πάσχοµεν. Ἐβούλοντο µὲν οὖν ἀνελεῖν· ἀλλ' οὐ ποιοῦσι τοῦτο, αἰτίαν θέλοντες εὔλογον περιθεῖναι τῷ τολµήµατι. Τί οὖν; ἡ ὕβρις οὐκ ἦν εὔλογος; Οὐκ ἦν αὐτοῦ ἡ ὕβρις, ἀλλὰ τοῦ προφήτου κατηγορία· ἢ ἑκόντες καὶ ἀνεβάλλοντο, ὥστε µὴ δόξαι διὰ τὰ εἰς αὐτοὺς αὐτὸν ἀνελεῖν, ὥσπερ οὖν καὶ τὸν Χριστὸν, ἀλλὰ δι' ἀσέβειαν. Τοῦτο δὲ εὐσεβείας ἦν τὸ ῥῆµα.∆ ιὸ µετὰ τοῦ ἀνελεῖν ἐπιχειροῦντες καὶ τὴν δόξαν αὐτοῦ βλάψαι, διεπρίοντο. Ἐφοβοῦντο γὰρ, µὴ πάλιν καινόν τι περὶ αὐτὸν ἄλλο γένηται. Εἶτα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ ποιοῦσι, τοῦτο καὶ ἐπὶ τοῦ Στεφάνου· καὶ καθάπερ ἐκεῖ, ἐπειδὴ εἶπεν, Ὄψεσθε ἐκ δεξιῶν τῆς δυνάµεως τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήµενον, βλασφηµίαν τὸ πρᾶγµα ἔλεγον καὶ µάρτυραςτοὺς ὄχλους ἐποίουν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐκεῖ διέῤῥηξαν τὰ ἱµάτια· ὧδε τὰ ὦτα συνέσχον. Ὑπάρχων δὲ πλήρης Πνεύµατος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγµένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Κράξαντες δὲ φωνῇ µεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρµησαν ὁµοθυµαδὸν ἐπ' αὐτόν. Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ µὴν εἰ ἐψεύδετο, ὡς µαινόµενον ἔδει ἀφεῖναι. Ὁ δὲ οὕτως εἶπε, βουλόµενος αὐτοὺς ἐπαγαγέσθαι. Καὶ ἐπειδὴ εἰπὼν περὶ τοῦ θανάτου µόνον, περὶ ἀναστάσεως οὐδὲν διελέχθη, καὶ τοῦτο λοιπὸν εὐκαίρως προστίθησι τὸ δόγµα. Οὕτω δὲ αὐτῷ λέγει φανῆναι, ὥς που διέξεισιν, ἵνα κἂν οὕτω δέξωνται τὸν λόγον, ὃς, ἐπεὶ τὸ εἰπεῖν καθῆσθαι φορτικὸν αὐτοῖς ἦν, τέως τὸν περὶτῆς ἀναστάσεως κινεῖ λόγον, καί φησιν αὐτὸν ἵστασθαι. Ἀπὸ τούτου στοχάζοµαι καὶ τὸ πρόσωπον αὐτοῦ δεδοξάσθαι. Ὁ γὰρ Θεὸς φιλάνθρωπος ὢν, δι' ὧν ἐπεβουλεύοντο ἐκεῖνοι, δι' αὐτῶν ἐβούλετο αὐτοὺς ἐκκαλέσασθαι, εἰ καὶ µηδὲν πλέον ἐγένετο, Καὶ ἐκβαλόντες ἔξωτῆς πόλεως, ἐλιθοβόλουν. Πάλιν ἔξω τῆς πόλεως ὁ θάνατος, ὥσπερ ἐπὶ τοῦ Χριστοῦ, καὶ ἐν αὐτῷ τῷ θανάτῳ ἡ ὁµολογία καὶ τὸ κήρυγµα διαγγελλόµενον. Καὶ οἱ µάρτυρες ἀπέθεντο τὰ ἱµάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουµένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούµενον[ τὸνΘεὸν], καὶ λέγοντα· Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦµά µου.∆ εικνύοντος ὁµοῦ τοῦτο καὶ διδάσκοντος αὐτούς ἐστιν, ὅτι οὐκ ἀπόλλυται. Καὶ θεὶς τὰ γόνατα, ἔκραξε φωνῇ µεγάλῃ· Κύριε, µὴ στήσῃς αὐτοῖς τὴν ἁµαρτίαν ταύτην. Ὥσπερ ἀπολογούµενος, ὅτι οὐδὲ τὰ πρότερα θυµοῦ ἦν, φησί· Κύριε· ἢ καὶ βουλόµενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι µὲν τὸν θυµὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρὰν δεῖξαι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγίνετο δὲ ἐν ἐκείνῃ τῇ ἡµέρᾳ διωγµὸς µέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύµοις. Οὐχ ἁπλῶς οὗτος ὁ διωγµὸς, ἀλλ' οἰκονοµικῶς δοκεῖ µοι συµβῆναι. Καὶ πάντες διεσπάρησαν κατὰ τὴν χώραν τῆς Ἰουδαίας καὶ Σαµαρείας, πλὴν τῶν ἀποστόλων. Ὁρᾷς, πῶς πάλιν πειρασµοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι; Ἀλλ' ἴδε µοι ἐντεῦθεν, καὶ ὅπως οἰκονοµεῖται τὰ πράγµατα. Ἐθαυµάσθησαν διὰ τὰ σηµεῖα, µαστιχθέντες οὐδὲν ἔπαθον, κατέστησαν ἐπὶ τῶν χωρῶν, ηὔξετο ὁ λόγος· λοιπὸν συγχωρεῖ κώλυµα γενέσθαι µέγα. Καὶ γίνεται διωγµὸς οὐχ ὁ τυχὼν, ὥστε ὁµοῦ καὶ τούτους φυγεῖν( ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενοµένους), καὶ πᾶσι δῆλον ὑπάρξαι, ὅτιἄνθρωποι ἦσαν οἱ φοβούµενοι καὶ φεύγοντες. Ἵνα γὰρ µὴ σὺ µετὰ ταῦτα λέγῃς, ὅτι χάριτι µόνον κατώρθουν, κἂν ἐδιώκοντο· καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Καὶ πάντες διεσπάρησαν, πλὴν τῶν ἀποστόλων, φησί. Οὐκ ἄρα µάτην ἔλεγον, ὅτι οἰκονοµίας ὁ διωγµὸς ἦν· εἰ µὴ γὰρ γέγονεν, οὐκ ἂν οἱ µαθηταὶ διεσπάρησαν. Συνεκόµισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν µέγαν ἐπ' αὐτῷ. Ἢ οὔπω ἦσαν τέλειοι, ἢ ὅτι ἐπίχαρις ἦν καὶ αἰδέσιµος· διὸ καὶ κόπτονται αὐτόν. Ἅµα δὲ τοῦτο δείκνυσι καὶ ἀνθρώπους αὐτοὺς ὄντας, οὐχὶ ὁ φόβος µόνον, ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός.
18.2
Τίς γὰρ οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥµερον ἐκεῖνον, τὸ ἀρνίον, λιθόλευστον γενόµενον καὶ κείµενον νεκρόν; Ἱκανὸν αὐτοῦ ἐπιτάφιον διεξῆλθεν ὁ εὐαγγελιστὴς, Καὶ θεὶς τὰ γόνατα, εἰπὼν, καὶ κράξας φωνῇ µεγάλῃ. Καὶ ἐποίησαν κοπετὸν µέγαν ἐπ' αὐτῷ. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα, Ὑπάρχων πλήρης Πνεύµατος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγµένους. Καὶ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρµησαν ὁµοθυµαδὸν ἐπ' αὐτόν. Καίτοι ποῦ ταῦτα κατηγορίας ἄξια; Ἀλλ' ὅµως τὸν σηµεῖα τοιαῦτα τῷ λόγῳ ἐργασάµενον, τὸν πάντων κρατοῦντα τῷ λόγῳ, τὸν τοιαῦτα διαλεγόµενον, λαβόντες ὥσπερ ἐβούλοντο, οὕτωτὸν θυµὸν τὸν ἑαυτῶν ἐπλήρουν. Οἱ δὲ µάρτυρες ἀπέθεντο τὰ ἱµάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουµένου Σαύλου. Ὅρα, πῶς ἀκριβῶς τὰ περὶ τοῦ Παύλου διηγεῖται, ἵνα σοι δείξῃ τὸ ἐπ' αὐτῷ ἔργον Θεοῦ γενόµενον µετὰ ταῦτα. Τέως δὲ οὐ µόνον ἐκεῖνος οὐ πιστεύει, ἀλλὰ καὶ µυρίαις αὐτὸν χερσὶ βάλλει τῶν φονέων· διὸ καὶ τοῦτο δηλῶν λέγει· Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσειαὐτοῦ. Οὐχ ἁπλῶς δὲ εὔχεται ὁ µακάριος οὗτος, ἀλλὰ µετὰ προσοχῆς. Θεὶς γὰρ, φησὶ, τὰ γόνατα. Ὅθεν θεῖος αὐτοῦ καὶ ὁ θάνατος γέγονε· µέχρι γὰρ τούτου συγκεχώρητο ταῖς ψυχαῖς ἐν τῷ ᾅδῃ εἶναι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαµαρείας. Ἀδεῶς ἐπιµίγνυνται τῇ Σαµαρείᾳ λοιπὸν, οἱ ἀκούσαντες· Εἰς ὁδὸν ἐθνῶν µὴ ἀπέλθητε. Πλὴν δὲ τῶν ἀποστόλων, λέγει· δεικνὺς, ὅτι καὶ ταύτῃ προσαγαγέσθαι βουλόµενοι τοὺς Ἰουδαίους τὴν πόλιν οὐκ ἀπέλιπον, ἢ καὶ ἑτέροις γενέσθαι θάρσους αἴτιοι. Σαῦλος δὲ ἐλυµαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόµενος, σύρων τε ἄνδρας τε καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. Πολλὴ ἡ µανία, τὸ καὶ µόνον αὐτὸν εἶναι, τὸ καὶ εἰς τοὺς οἴκους εἰσιέναι· οὕτω τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόµου. Σύρων, φησὶν, ἄνδρας καὶ γυναῖκας. Ὅρα καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὕβριν, καὶ τὴν µανίαν. Τοὺς ἐµπίπτοντας ἅπαντας µυρίοις διετίθει κακοῖς, ἅτε ἀπὸ τῆς σφαγῆς ταύτης θρασύτερος γεγονώς. Οἱ µὲν οὖν διασπαρέντες, διῆλθον εὐαγγελιζόµενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαµαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγοµένοις ὑπὸ τοῦ Φιλίππου ὁµοθυµαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σηµεῖα, ἃ ἐποίει. Πολλῶν γὰρ ἐχόντων πνεύµατα ἀκάθαρτα, βοῶντα φωνῇ µεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ καὶ παραλελυµένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Καὶ ἐγένετο χαρὰ µεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Ἀνὴρ δέ τις ὀνόµατι Σίµων προϋπῆρχεν ἐν τῇ πόλει, µαγεύων, καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαµαρείας, λέγων εἶναί τινα ἑαυτὸν µέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ µικροῦ ἕως µεγάλου, λέγοντες· Οὗτός ἐστιν ἡ δύναµις τοῦ Θεοῦ ἡ µεγάλη. Ἴδε µοι καὶ ἕτερον πειρασµὸν τὸν τοῦ Σίµωνος. Προσεῖχον δὲ αὐτῷ, φησὶ, οἱ ὄχλοι, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς µαγείαις ἐξεστηκέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζοµένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόµατος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίµων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Θεωρῶν δὲ δυνάµεις µεγάλας καὶ σηµεῖα γινόµενα, ἐξίστατο. Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύµοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαµάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦµα ἅγιον. Οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκὸς, µόνον δὲ βεβαπτισµένοι ὑπῆρχον εἰς τὸ ὄνοµα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάµβανον Πνεῦµα ἅγιον. Ἰδὼν δὲ Σίµων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦµα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήµατα, λέγων·∆ ότε κἀµοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαµβάνῃ Πνεῦµα ἅγιον. Πῶς οὖν, φησὶ, Πνεῦµα οὐκ ἔλαβον οὗτοι; Πνεῦµα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σηµείων οὔπω ἦσαν λαβόντες. Καὶ ὅτι τοῦτό ἐστι, καὶ τὸ τῶν σηµείων Πνεῦµα οὐκ ἔλαβον, ὅρα, πῶς ἰδὼν ὁ Σίµων, προσῆλθε τοῦτο αἰτῶν. Εἰ καὶ ἐνίσχυσε δὲ τότε µάλιστα ὁ διωγµὸς, ὅµως ὁ Θεὸς πάλιν αὐτοὺς ἐξείλετο, ἐπιτειχίσας αὐτοῖς τὰ σηµεῖα. Οὐ µὴν ὁ θάνατος δὲ Στεφάνου ἔσβεσεν ἐκείνων τὸν θυµὸν, ἀλλ' ἐπέτεινε µᾶλλον, διὸ καὶ σκορπίζονται οἱ διδάσκαλοι, ὥστε πλείονα γενέσθαιτὴν µαθητείαν. Ἀλλ' ὅρα καὶ πάλιν διαδεχόµενα αὐτοὺς τὰ χρηστὰ, καὶ ἐν χαρᾷ ὄντας. Χαρὰ γὰρ, φησὶν, ἐγένετο ἐν τῇ πόλει µεγάλη· καίτοι καὶ κοπετὸς ἐγένετο µέγας. Οὕτως εἴωθε ποιεῖν ἀεὶ ὁ Θεὸς, καὶ τοῖς λυπηροῖς τὰ εὐφραίνοντα µιγνύναι, ἵνα καὶ µᾶλλον θαυµάζηται. Ἀφ' ἱκανοῦ δὲ χρόνου τὸ νόσηµα ἦν Σίµωνι· διὸ οὐδὲ οὕτως αὐτοῦ ἀπαλλάττεται. Πῶς δαὶ αὐτὸν καὶ ἐβάπτισεν; Ὥσπερ καὶ τὸν Ἰούδανὁ Χριστὸς ἐξελέξατο. Οὗτος θεωρῶν σηµεῖα γινόµενα, ἐξίσταται µὲν, οὐ τολµᾷ δὲ τὴν χάριν τῶν σηµείων αἰτῆσαι, ἐπειδὴ ᾔδει οὔπω λαβόντας οὐδὲ τοὺς ἄλλους. Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον, ὥσπερ Ἀνανίαν καὶ Σάπφειραν; Ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας, ἀναιρεθεὶς εἰς ἑτέρων σωφρονισµὸν, οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν. Οὕτω καὶ νῦν Πέτρος ποιεῖ, καὶ κολάσας ἐκείνους, τοῦτον οὐ κολάζει, ἀλλά φησι πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόµισας διὰ χρηµάτων κτᾶσθαι.
18.3
Καὶ διὰ τί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦµα ἅγιον βαπτισθέντες; Ἤτοι τῷ µὴ δοῦναι Φιλίππου τούτῳ τιµῶντος τάχα τοὺς ἀποστόλους· ἤτοι τῷ µὴ ἔχειν χάρισµα τοιοῦτον( τῶν ἑπτὰ γὰρ ἦν)· ὅπερ καὶ µᾶλλόν ἐστιν εἰπεῖν. Ὅθεν µοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι, ὁ Στεφάνου δεύτερος.∆ ιὸ καὶ βαπτίζων. Πνεῦµα τοῖς βαπτιζοµένοις οὐκ ἐδίδου· οὐδὲ γὰρ εἶχεν ἐξουσίαν· τοῦτο γὰρ τὸ δῶρον µόνων τῶν δώδεκα ἦν. Σκόπει δέ· Ἐκεῖνοι οὐκ ἐξῄεσαν, ᾠκονοµήθη τούτους ἐξελθεῖν, οἳ καὶ ὑστέρουν τῆς χάριτος, διὰ τὸ µήπω λαβεῖν Πνεῦµα ἅγιον.∆ ύναµιν µὲν γὰρ ἔλαβον ποιεῖν σηµεῖα, οὐχὶ δὲ καὶ Πνεῦµα διδόναι ἑτέροις. Ἄρα τοῦτο ἦν τῶν ἀποστόλων ἐξαίρετον· ὅθεν καὶ τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς, ἔστιν ἰδεῖν τοῦτο ποιοῦντας. Ἰδὼν δὲ, φησὶ, Σίµων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦµα τὸ ἅγιον. Οὐκ ἂν οὕτως εἶπεν, εἰ µὴ αἰσθητόν τι ἐγίνετο. Τοῦτο καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. Εἶδες τὴν µιαρίαν τοῦ Σίµωνος; Χρήµατα προσήνεγκε· καίτοι οὐκ εἶδεν αὐτὸν χρηµάτων αὐτὸ ποιοῦντα· ὥστε οὐκ ἦν ἀγνοίας τὸ πρᾶγµα, ἀλλὰ πειράζοντος καὶ βουλοµένου κατηγορίᾳ περιβαλεῖν.∆ ιὰ τοῦτο καὶ ἀκούει· Οὐκ ἔστι σοι µερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίον τοῦ Θεοῦ. Πάλιν τὰ ἐν τῇ διανοίᾳ εἰς µέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόµιζε. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσµον ἀδικίας θεωρῶ σε ὄντα. Ἀποκριθεὶς δὲ Σίµων εἶπεν·∆ εήθητε ὑµεῖς ὑπὲρ ἐµοῦ πρὸς τὸν Κύριον, ὅπως µηδὲν ἐπέλθῃ ἐπ' ἐµὲ ὧν εἰρήκατε.∆ έον ἀπὸ καρδίας µετανοῆσαι, δέον κλαῦσαι· ὁ δὲ ἀφοσιώσει µόνον τοῦτο ποιεῖ. Εἰ ἄρα ἀφεθήσεταί σοι. Τοῦτο εἶπεν, οὐχ ὡς οὐ συγχωρηθέντος ἂν αὐτῷ, εἰ ἔκλαυσεν, ἀλλ' ἔθος καὶ τοῖς προφήταις µόνον ἀπαγορεύειν, καὶ µὴ λέγειν· Ἐὰν δὲ τόδε ποιήσῃς, συγχωρήσεταί σοι· ἀλλ' ὅτι Πάντως ἔσται ἡ τιµωρία. Σὺ δέ µοι θαύµασον καὶ πῶς ἐν καιρῷ συµφορᾶς οὐκ ἀµελοῦσιν, ἀλλὰ τοῦ κηρύγµατος ἔχονται· καὶ πῶς καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγίνετο τὰ θαύµατα· οὕτω δὴ καὶ ἐνταῦθα. Μαγεία ἦν, καὶ ὅµως φανερὰ ταῦτα τὰ σηµεῖα ἦν, καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιµονῶντα, εἴ γε ἱκανῷ χρόνῳ ἦν ταῖς µαγείαις ἐξιστῶν αὐτούς· ἐπεὶ δὲ πολλοὶ οἱ δαιµονῶντες, πολλοὶ οἱ παράλυτοι, ἐκεῖνα οὐκ ἀλήθεια ἦν. Οὗτος δὲ οὐχὶ σηµείοις µόνον, ἀλλὰ καὶ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλεγόµενος. Ὁ δὲ Σίµων, φησὶ, βαπτισθεὶς, ἦν προσκαρτερῶν τῷ Φιλίππῳ. Οὐ πίστεως ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι τοιοῦτος προσεκαρτέρει. Οἱ δὲ καταβάντες, προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦµα ἅγιον· οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάµβανον Πνεῦµα ἅγιον. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς ἔδει δυνάµεως, ὥστε δοῦναι Πνεῦµα ἅγιον; Οὐ γάρ ἐστιν ἴσον ἀφέσεως τυχεῖν, καὶ λαβεῖν δύναµιν τοιαύτην. Θεασάµενος δὲ Σίµων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦµα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήµατα. Μὴ γὰρ τοὺς ἄλλους εἶδε τοῦτο ποιοῦντας; µὴ γὰρ Φίλιππον; µὴ γὰρ ἐνόµιζεν αὐτοὺς οὐκ εἰδέναι µεθ' οἵας διανοίας προσῄει;∆ ιὸ καλῶς Πέτρος καὶ δωρεὰν καλεῖ τὸ πρᾶγµα, λέγων· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόµισας διὰ χρηµάτων κτᾶσθαι. Ὁρᾷς πανταχοῦ καθαροὺς αὐτοὺς χρηµάτων ὄντας; Οὐκ ἔστι σοι µερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Ὥστε ἀπὸ τῆς κακίας πάντα ἔπραττε· καὶ µὴν ἀφελῆ ἔδει εἶναι. Μετανόησον οὖν. Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσµον ἀδικίας θεωρῶ σε ὄντα. Πολλοῦ θυµοῦ τὰ ῥήµατα. Οὐ κολάζει δὲ αὐτὸν, ἵνα µὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ, ἵνα µὴ τὸ πρᾶγµα ὠµὸν εἶναι δόξῃ, ἵνα τὰ τῆς µετανοίας εἰσαγάγῃ· ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁµολογῆσαι, ὅτι ἑάλω. Τῷ γὰρ εἰπεῖν, ὅτι∆ εήθητε ὑµεῖς ὑπὲρ ἐµοῦ, τοῦτό ἐστιν ὁµολογοῦντος ὁµοῦ καὶ δεικνύντος. Ὅρα πῶς, καίτοι µιαρὸς ὢν, ὅµως, ὅτε ἠλέγχθη, τότε ἐπίστευσεν, ὥσπερ καὶ ταπεινὸς γέγονεν, ὅτε πάλιν ἠλέγχθη. Θεωρῶν σηµεῖα γινόµενα ἐξίστατο, δεικνὺς τὸ πᾶν ψεῦδος. Οὐ, Προσῆλθεν, εἶπεν, ἀλλ', Ἐξίστατο. Καὶ τί δήποτε ἐκεῖνο εὐθὺς οὐ ποιεῖ; Ἐνόµιζε δύνασθαι λανθάνειν, ἐνόµιζε τέχνην εἶναι τὸ πρᾶγµα· ἐπειδὴ δὲ οὐκ ἴσχυσε λαθεῖν τοὺς ἀποστόλους, προσῆλθε. Πολλῶν γὰρ ἐχόντων πνεύµατα ἀκάθαρτα, βοῶντα φωνῇ µεγάλῃ ἐξήρχετο. Τοῦτο τοῦ ἐξελθεῖν σηµεῖον φανερὸν, τὰ δὲ τῶν µάγων ἀπεναντίας· µᾶλλον γὰρ ἐκεῖνοι καὶ ἐδέσµουν. Πολλοί τε παραλελυµένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι. Προσεῖχον δὲ αὐτῷ πάντες, λέγοντες· Οὗτός ἐστιν ἡ δύναµις τοῦ Θεοῦ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρηµένον· Πολλοὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται ἐπὶ τῷ ὀνόµατί µου.∆ ιὰ τί δὲ οὐκ εὐθέως αὐτὸν ἤλεγξαν; Ἠρκέσθησαν τῷ καταγνῶναι αὐτὸν ἑαυτοῦ· καὶ γὰρ καὶ τοῦτο διδασκαλίας ἦν. Ἐπειδὴ δὲ ἀντιστῆναι οὐκ ἴσχυσεν, ὑποκρίνεται ὥσπερ καὶ οἱ µάγοι, ὅτε ἔλεγον· Τοῦτο δάκτυλός ἐστι Θεοῦ. Ἵνα δὲ µὴ καὶ ἀπελαθῇ πάλιν, διὰ τοῦτο καὶ προσεκαρτέρει τῷ Φιλίππῳ, καὶ οὐκ ἐχωρίζετο.
18.4
Σὺ δέ µοι σκόπει, ὅσα οἰκονοµεῖται διὰ τοῦ θανάτου τοῦ Στεφάνου.∆ ιασπείρονται κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαµαρείας, εὐαγγελίζονται τὸν λόγον, κηρύσσουσι τὸν Χριστὸν, σηµεῖα ἐπιτελοῦσι, κατὰµικρὸν λαµβάνουσι τὴν δωρεὰν οὗτοι. Τοῦτο διπλοῦν σηµεῖον ἦν· τό τε γὰρ ἐκείνοις δοῦναι, τό τε τούτῳ µὴ δοῦναι, σηµεῖον µέγιστον ἦν. Οἱ µὲν οὖν διαµαρτυράµενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱεροσόλυµα, καὶ πολλὰς κώµας τῶν Σαµαρειτῶν εὐηγγελίσαντο. Καλῶς οὕτως εἶπε·∆ ιαµαρτυράµενοι.∆ ιαµαρτύρονται γὰρ ἴσως δι' αὐτὸν, ἵνα µὴ ἀπατῶνται, ἵνα λοιπὸν ἐν ἀσφαλείᾳ ὦσιν, ἵνα µὴ ἐξ ἀπειρίας πολλάκις συναρπαγῶσιν. Ὑπέστρεψαν εἰς Ἱεροσόλυµα.∆ ιὰ τί πάλιν ἀπίασιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν, ἔνθα ἡ ἀρχὴ τῶν κακῶν, ἔνθα οἱ µάλιστα φονῶντες; Καθάπερ ἐν τοῖς πολέµοις οἱ στρατηγοὶ ποιοῦσι, καὶ τὸ πονοῦν τοῦ πολέµου µέρος καταλαµβάνουσι· τὸ αὐτὸ καὶ οὗτοι ἐργάζονται. Ὅρα πάλιν οὐχὶ προηγουµένως ἐρχοµένους εἰς Σαµάρειαν, ἀλλὰ διωκοµένους τοὺς µαθητὰς, ὡς καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ τοὺς ἀποστόλους πρὸςτοὺς πιστεύσαντας ἤδη τῶν Σαµαρειτῶν λοιπὸν ἐξαποστελλοµένους. Ἀκούσαντες δὲ, φησὶν, οἱ ἐν Ἱεροσολύµοις ἀπόστολοι, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην. Τί δήποτε ἀποστέλλονται; Ὥστε ἀπαλλάξαι µαγείας αὐτοὺς, ὥστε τῆς διδαχῆς ἀναµνῆσαι, ἣν παρὰ Χριστοῦ ἔµαθον, ὅτε πρῶτον ἐπίστευσαν.∆ έον οὖν τοὐναντίον αἰτῆσαι, ἵνα λάβῃ Πνεῦµα ἅγιον· ὁ δὲ, ἐπειδὴ οὐκ ἔµελεν αὐτῷ τούτου, ἵνα διδῷ ἑτέροις αἰτεῖ. Καίτοι ἐκεῖνοι οὐκ ἔλαβον τοῦτο ὥστε διδόναι· ἀλλ' ἤθελεν οὗτος Φιλίππου γενέσθαι λαµπρότερος, ὁ ἐν τοῖς µαθηταῖς ὤν. Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Οὐκ ἐπαρωµένου ταῦτά ἐστιν, ἀλλὰ παιδεύοντος. Ἐπειδὴ γὰρ εἰς δέον αὐτῷ οὐκ ἐχρήσατο, Σοὶ, φησίν, ἔστω τῷ τοιούτῳ. Ὡς ἂν εἴποι τις· Συναπόλοιτο µετὰ τῆς προαιρέσεώς σου, ὅτι οὕτω µικρὰ φρονεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγµα· οὐκ ἔστι τοῦτο. Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιµὸς οὐκ ἠλάθη. Ὁρᾷς, ὅτι ὁ µικρὰ περὶ µεγάλων φανταζόµενος διπλᾶ ἁµαρτάνει;∆ ύο τοίνυν αὐτῷ κελεύει· Μετανόησον καὶ δεήθητι, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Οὕτως ἦν ἐπινοήσας τι πονηρόν.∆ ιὰ τοῦτο καὶ εἶπεν, Εἰ ἄρα ἀφεθήσεταί σοι, ὅτι ᾔδει ἀδιόρθωτον ὄντα. Ὁ δὲ πάλιν δέδοικε τὸ πλῆθος, καὶ φοβεῖται ἀρνήσασθαι. Καίτοι εἰ µὴ ἐθορυβήθη, εἶπεν ἂν, ὅτι Οὐκ ᾔδειν, ὅτι ἀφελῶς ἐποίησα· ἀλλ' ἐξεπλάγη, πρώτῳ µὲν ἐκείνῳ, ὅτι ἑάλω τοῖς σηµείοις· δευτέρῳ δὲ τούτῳ, τῷ τὰ ἐν τῇ διανοίᾳ αὐτοῦ φανερὰ γενέσθαι.∆ ιὰ τοῦτο µακρὰν καὶ ἀπῄει λοιπὸν εἰς τὴν Ῥώµην, ὡς οὐ φθάνοντος ἐκεῖ τοῦ Ἀποστόλου. Πολλάς τε, φησὶ, κώµας τῶν Σαµαρειτῶν εὐηγγελίσαντο. Ὅρα, πῶς καὶ αἱ ὁδοὶ αὐτοῖς ἔµπρακτοι ἦσαν· ἀλλ' οὐχὶ ἁπλῶς ἐποιοῦντο αὐτάς. Τοιαύτας καὶ ἡµᾶς ἀποδηµίας ἔδει ποιεῖσθαι. Καὶ τί λέγω ἀποδηµίας; Πολλοὶ κώµας ἔχουσι καὶ χωρία, καὶ οὐ µέλει αὐτοῖς, οὐδὲ ποιοῦνταί τινα λόγον· ἀλλ' ὅπως µὲν βαλανεῖον γένοιτο, καὶ ὅπως τὰ τιµήµατα ἐπιταθείη, καὶ ὅπως αὐλαὶ, καὶ ὅπως οἰκοδοµήµατα κατασκευασθείη, πολλὴν σπουδὴν ποιοῦνται· ὅπως δὲ ψυχαὶ γεωργηθεῖεν, οὐκέτι. Καὶ σὺ µὲν, ἂν ἀκάνθας παρὰ τὴν ἄρουραν ἴδῃς, τέµνεις, καίεις, ἀφανίζεις, ὥστε τὴν γῆν ἀπαλλάξαι τῆς ἐντεῦθεν λύµης· ὁρῶν αὐτοὺς δὲ τοὺς γεωργοὺς ἀκανθῶν γέµοντας, καὶ οὐκ ἐκτέµνων, οὐ δέδοικας καὶ φρίττεις, εἰπέ µοι, τὸν µέλλοντά σε καὶ ὑπὲρ τούτωνἀπαιτεῖν λόγον; Οὐ γὰρ ἐχρῆν ἕκαστον τῶν πιστῶν ἐκκλησίαν οἰκοδοµεῖν, διδάσκαλον λαµβάνειν πρὸς τὸ συναίρεσθαι, πρὸ πάντων τοῦτο σκοπεῖν, ὅπως ἅπαντεςεἶεν Χριστιανοί; Πῶς, εἰπέ µοι, Χριστιανὸς ἔσται ὁ γεωργὸς, ὁρῶν σὲ οὕτως ἀµελοῦντα τῆς αὑτοῦ σωτηρίας; Οὐ δύνασαι ποιῆσαι σηµεῖα καὶ πεῖσαι; Οἷς ἔχεις πεῖσον, φιλανθρωπίᾳ, προστασίᾳ, ἡµερότητι, κολακείᾳ, τοῖς ἄλλοις ἅπασι. Καὶ ἀγορὰς µὲν καὶ βαλανεῖα ποιοῦσιν οἱ πολλοὶ, ἐκκλησίας δὲ οὐχί· καὶ πάντα µᾶλλον, ἢ τοῦτο.∆ ιὸ παρακαλῶ καὶ ἀντιβολῶ καὶ χάριν αἰτῶ, µᾶλλον δὲ καὶ νόµον τίθηµι, ὥστε µηδένα ὀφθῆναι ἔρηµον ἐκκλησίας χωρίον ἔχοντα. Μή µοι εἴπῃς· Πλησίον ἐστὶν, ἐκ γειτόνων ἐστί· πολλή ἐστιν ἡ δαπάνη, οὐ πολλὴ ἡ πρόσοδος. Εἴ τι ἔχεις εἰς πένητας ἀναλῶσαι, ἐκεῖ ἀνάλωσον· βέλτιον ἐκεῖ, ἢ ἐνταῦθα· θρέψον διδάσκαλον, θρέψον διάκονον καὶ ἱερατικὸν σύστηµα. Ὡσανεὶ γυναῖκα ἀγαγὼν ἢ νύµφην, ἢ δοὺς θυγατέρα, οὕτω τῇ Ἐκκλησίᾳ διάκεισο· προῖκα ἐπίδος αὐτῇ. Οὕτω σοι εὐλογίας τὸ χωρίον πληρωθήσεται. Τί γὰρ οὐκ ἔσται ἐκεῖ τῶν ἀγαθῶν; µικρὸν, εἰπέ µοι, τὸν ληνὸν εὐλογεῖσθαι; µικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόµοιραν καὶ ἀπαρχὰς λαµβάνειν; Πρὸς εἰρήνην τῶν γεωργούντων τοῦτο χρήσιµον. Αἰδέσιµος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συµβαλεῖται τοῦτο. Εὐχαὶ ἐκεῖ διηνεκεῖς διὰ σὲ, ὕµνοι καὶ συνάξεις διὰ σὲ, προσφορὰ καθ' ἑκάστην Κυριακήν. Οἷόν ἐστιν εἰς θαῦµα µεῖζον, τοῦ τάφους µὲν ἑτέρους οἰκοδοµῆσαι λαµπροὺς, ἵνα οἱ µετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόµησε, σὲ δὲ ἐκκλησίαςἀναστῆσαι! Ἐννόησον, ὅτι µέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν µισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ.
18.5
Εἰπὲ γάρ µοι, εἰ βασιλεύς σοι ἐκέλευσεν οἰκοδοµῆσαι οἰκίαν, ἵνα ἐκεῖ καταλύοι, οὐκ ἂν πάντα ἐποίησας; Νῦν οὖν βασίλειά ἐστι τοῦ Χριστοῦ, τῆς ἐκκλησίας ἡ οἰκοδοµή. Μὴ τὸ ἀνάλωµα ἴδῃς, ἀλλὰ τὸν καρπὸν λόγισαι· γεωργοῦσιν ἐκεῖνοι τὴν γῆν, σὺ γεώργησον αὐτῶν τὰς ψυχάς· φέρουσί σοι καρποὺς ἐκεῖνοι, σὺ εἰς τὸν οὐρανὸν αὐτοὺς ἀνάγαγε. Ὁ τὴν ἀρχὴν δοὺς, οὗτος καὶ τῶν ἄλλων αἴτιος πάντων. Ἄρα καὶ σὺ αἴτιος ἔσῃ τῶν κατηχουµένων ἐκεῖ, τῶν ἐν τοῖς χωρίοις τοῖς πλησίον. Καίτοι τὰ µὲν βαλανεῖα µαλακωτέρους ποιεῖ τοὺς γεωργοὺς, τὰ καπηλεῖα τρυφηλοτέρους· ἀλλ' ὅµως ποιεῖτε ταῦτα διὰ δόξαν. Αἱ ἀγοραὶ καὶ αἱ πανηγύρεις πάλιν ἰταµούς· τὰ δὲ ἐνταῦθα, πᾶν τοὐναντίον. Ἡλίκον γάρ ἐστιν ἰδεῖν πρεσβύτερον εἰς εἰκόνα βαδίζοντα τοῦ Ἀβραὰµ, πολιὸν, ἀνεζωσµένον καὶ σκάπτοντα καὶ αὐτουργοῦντα! Τί τοῦ ἀγροῦποθεινότερον ἐκείνου; Ἐνταῦθα µείζων ἡ ἀρετή. Οὐκ ἔστιν ἀσέλγεια ἐκεῖ, ἀλλ' ἀπελήλαται· οὐκ ἔστι µέθη καὶ τρυφὴ, ἀλλ' ἐξώρισται· οὐκ ἔστι κενοδοξία, ἀλλ' ἔσβεσται· τὸ τῆς εὐνοίας πλέον ἐκεῖ διαλάµπει διὰ τὴν ἀφέλειαν. Οἷόν ἐστιν ἀπελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι αὐτὸς αὐτὸν ᾠκοδόµησε, καὶ ῥῖψαι ἑαυτὸν ὕπτιον, καὶ µετὰ τὴν αἰώραντὴν σωµατικὴν καὶ λυχνικοῖς καὶ ἑωθινοῖς ὕµνοις παραγενέσθαι, ὁµοτράπεζον ἔχειν τὸν ἱερέα, συνοµιλοῦντα εὐλογίας ἀπολαύειν, ἑτέρους ὁρᾷνἐρχοµένους ἐκεῖ; Τοῦτο τεῖχος, τοῦτο ἀσφάλεια ἀγροῦ. Οὗτός ἐστιν ὁ ἀγρὸς περὶ οὗ φησιν Ὀσµὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. Εἰ καὶ χωρὶς τούτου καλὸς ὁ ἀγρὸς διὰ τὴν ἡσυχίαν, διὰ τὸ ἀπραγµοσύνης γέµειν· ὅταν καὶ τοῦτο ἔχῃ, τίνι οὐκ ἔσται ἴσος; Ἀγρὸς γὰρ ἐκκλησίαν ἔχων, τῷ παραδείσῳ ἔοικε τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκεῖ κραυγὴ, οὐκ ἔστι θόρυβος, οὐκ ἐχθροὶ διάφοροι, οὐχ αἱρέσεις· πάντας φίλους ἔστιν ἰδεῖν, τῶν αὐτῶν δογµάτων κοινωνούς. Ἄγει σε εἰς φιλοσοφίαν ἡ ἡσυχία· λαβών σε ἀπὸ τῆς φιλοσοφίας ταύτης ὁ πρεσβύτερος, θεραπεύσει εὐκόλως. Ἐνταῦθα µὲν γὰρ, ὅσα ἐὰν λέγωµεν, ἡ ἀγορὰ ἐκκρούει· ἐκεῖ δὲ ἅπερ ἂν ἀκούσῃς, πεπηγότα ἕξεις ἐν τῇ διανοίᾳ, ἕτερος ἐν τῷ ἀγρῷ ἔσῃ δι' ἐκείνου· καὶ ἐκείνων δὲ προστήσεται, καὶ ἔσται φύλαξ τῷ τε παρεῖναι, τῷ τε ῥυθµίζειν αὐτούς. Πόσον δέ ἐστι καὶ τὸ ἀνάλωµα, εἰπέ µοι; Ποίησον τέως µικρὸν οἶκον ἐν τάξει ναοῦ· ὁ µετὰ σὲ ποιήσει στοὰν, ὁ µετ' ἐκεῖνον ἕτερα προσθήσει, καὶ οὕτω σοὶ λογισθήσεται τὸ πᾶν. Σὺ δίδως µικρὸν, καὶ τοῦ παντὸς λαµβάνεις τὸν µισθόν. Οὐκοῦν ἀρχὴν ἐπίθες, θεµέλιον κατάβαλε· µᾶλλον δὲ ἀλλήλους παρακαλέσατε· ἅµιλλαν ποιήσασθε τοῦ πράγµατος. Νῦν δὲ, ἔνθα µὲν ἄχυρα καὶ σῖτον καὶ πάντα τὰ τοιαῦτα ἀποθέσθαι δεῖ, εὐκόλως οἰκοδοµοῦσιν· ἔνθα δὲ συλλεγῆναι χρὴ ψυχῶν γεννήµατα, οὐδαµῶς φροντίζουσιν, ἀλλ' ἀναγκάζονται µυρίους σταδίους βαδίζειν, καὶ µακρὰς ἀποδηµίας στέλλεσθαι, ἵναεἰς ἐκκλησίαν ἀπίωσιν. Ὅσον δέ ἐστιν ἀγαθὸν µετὰ πολλῆς ἡσυχίας ἐν τῇ ἐκκλησίᾳ τὸν ἱερέα παραγίνεσθαι, ἵνα προσίῃ τῷ Θεῷ, καὶ λέγῃ ὑπὲρ τῆς κώµης καθ' ἑκάστηνἡµέραν, ὑπὲρ τοῦ κεκτηµένου! Μικρόν ἐστιν, εἰπέ µοι, τὸ καὶ ἐν ταῖς ἁγίαις ἀναφοραῖς ἀεὶ τὸ ὄνοµά σου ἐγκεῖσθαι, καὶ καθ' ἑκάστην ἡµέραν ὑπὲρ τῆς κώµηςεὐχὰς γίνεσθαι πρὸς τὸν Θεόν; πόσον σοι καὶ εἰς τὰ ἄλλα τοῦτο λυσιτελεῖ! Συµβαίνει τινὰς ἐκ γειτόνων οἰκεῖν καὶ ἔχειν ἐπιτρόπους· πρὸς σὲ µὲν οὖν τὸν πένητα οὐκ ἀξιώσει τις ἐκείνων οὐδὲ ἐλθεῖν· τὸν δὲ πρεσβύτερον ἴσως καὶ καλέσει, καὶ τραπέζης κοινωνὸν ποιήσει. Ὁρᾷς, πόσα ἐντεῦθεν γενήσεται καλά; Πάσης ἔσται τέως ἡ κώµη πονηρᾶς ὑποψίας ἐλευθέρα· οὐδεὶς ἀνδροφονίας, οὐδεὶς κλοπῆς ἕνεκεν ἐγκαλέσει, οὐδεὶς τοιοῦτον οὐδὲν ὑποπτεύσει. Ἔχουσι καὶ ἑτέραν παραµυθίαν, ἂν νόσος παρακολουθήσῃ, ἂν θάνατος. Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε καὶ αἱ φιλίαι γίνονται τῶν ἐκεῖ παρ' ἀλλήλοις ἰόντων· καὶ αἱ σύνοδοι δὲ γενήσονται πολλῷ τῶν ἐν ταῖς πανηγύρεσιν ἡδίους. Οὐ µόνον δὲ αἱ σύνοδοι, ἀλλὰ καὶ αὐτοὶ οἱ προεστῶτες διὰ τὸν πρεσβύτερον αἰδεσιµώτεροι ἔσονται. Πάντως ἀκούεις, ὅτι τὰ Ἱεροσόλυµα παρὰ τὰς ἄλλας πόλεις τιµιώτερα ἦν παρὰ τοῖς παλαιοῖς· ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ διὰ τὴν τότε κρατοῦσαν εὐσέβειαν.∆ ιὰ τοῦτο ἔνθα τιµᾶται Θεὸς, οὐδέν ἐστι πονηρόν· ὥσπερ πάλιν ἔνθα οὐ τιµᾶται, οὐδὲν ἀγαθόν. Πολλὴ ἀσφάλεια ἔσται καὶ παρὰ Θεῷ καὶ παρὰ ἀνθρώποις. Ναὶ παρακαλῶ, µὴ παρέργως, ἀλλὰ προθύµως τοῦ πράγµατος ἀντιλάβεσθε. Εἰ γὰρ ὁ ἐξάγων τίµιον ἐξ ἀναξίου, ὡς στόµα τοῦ Θεοῦ ἔσται· ὁ τοσαύτας ψυχὰς τάς τε οὔσας, τάς τε ἐσοµένας ἕως τῆς τοῦ Χριστοῦ παρουσίας ὠφελῶν καὶ ἀνακτώµενος, πόσης οὐκ ἀπολαύσεται εὐνοίας παρὰ τοῦΘεοῦ! Φρούριον κατασκεύασον κατὰ τοῦ διαβόλου· τοῦτο γάρ ἐστιν ἡ ἐκκλησία. Ἐκεῖθεν ὁρµάτωσαν αἱ χεῖρες εἰς κάµατον· πρῶτον ἀνατεινέτωσαν αὐτὰς εἰς εὐχὰς, καὶ τότε ἀπίτωσαν εἰς τὴν ἐργασίαν. Οὕτως ἔσται αὐτοῖς ἰσχὺς σώµατος, οὕτως ἔσται ἡ γεωργία πολλὴ, οὕτω πάντα ἐκτὸς ἔσται τὰ κακά. Οὐκ ἔστι τὴν ἡδονὴν τὴν ἐντεῦθεν λόγῳ παραστῆσαι, ἕως ἂν ἔργῳ µὴ γένηται. Μὴ τοῦτο ἴδῃς, ὅτι οὐδεµίαν ἔχει πρόσοδον· ὅλως εἰ οὕτω ποιεῖς, µὴ ποιήσῃς, εἰ µὴ νοµίζεις πρόσοδον λαµβάνειν παντὸς τοῦ χωρίου µείζονα· εἰ µὴ οὕτω διάκεισαι, µηδὲ ἐργάσῃ· εἰ µὴ ὑπὲρ πάντα προστῆναί σου ὑπολαµβάνεις τὸ ἔργον τοῦτο. Τί τῆς προσόδου ταύτης µεῖζον, τοῦ εἰς τὴν ἅλω τὴν ἐν οὐρανῷ εἰσαγαγεῖν ψυχάς; Οἴµοι! ὅτι οὐκ ἴστε πόσον ἐστὶ τὸ κερδᾶναι ψυχάς. Ἄκουε τί φησι πρὸς τὸν Πέτρον ὁ Χριστός· Εἰ φιλεῖς µε, ποίµαινε τὰ πρόβατά µου. Εἰ βασιλικὰ πρόβατα θεασάµενος ἢ ἵππων ἀγέλην, παρὰ τὸ σηκὸν µὴ ἔχειν, εἰς ἐπιβουλὴν προκείµενα, λαβὼν αὐτὸς σηκόν τε ᾠκοδόµησας καὶ ἱππῶνα, ἢκαὶ ποιµένα ἐπέστησας, τίνι οὐκ ἄν σε ἠµείψατο ὁ βασιλεύς; Νῦν τὴν ποίµνην τοῦ Χρι στοῦ συνάγεις καὶ ποιµένα ἐφιστᾷς, καὶ οὐχ ἡγῇ µέγα τι ἐργάζεσθαι; Τί λέγω; Εἰ ὁ σκανδαλίζων καὶ ἕνα, ἀπειλὴν ἔχει τοσαύτην ὑποστῆναι τιµωρίαν· ὁ σώζων τοσούτους, εἰπέ µοι, οὐχὶ σωθήσεται; Εὔδηλον ὅτι. Ποίαν ἕξει γὰρ λοιπὸν ἁµαρτίαν, ἢ κἂν ἔχοι, οὐκ ἐξαλείφει ταύτην; Ἀπὸ τῆς τιµωρίας τοῦ σκανδαλίζοντος µάθε τὸ ἔπαθλον τοῦ σώζοντος. Εἰ µὴ περισπούδαστον ἦν τῷ Θεῷ καὶ µιᾶς ψυχῆς σωτηρία, οὐκ ἂν τοσαύτην ὀργὴν ἐποίησεν αὐτῷ ἡ ἀπώλεια. Ταῦτα οὖν εἰδότες, ἐχώµεθα ἤδη τοῦ ἔργου τούτου τοῦ πνευµατικοῦ, καὶ ἐµὲ καλεσάτω ἕκαστος, καὶ ἡµεῖς συναντιληψόµεθα τὰ δυνατά. Καὶ εἰ µὲν τρεῖς εἶεν οἱ κεκτηµένοι, ἐκ συνεισφορᾶς ποιείτωσαν· εἰ δὲ εἷς, καὶ τοὺς ἄλλους ἀναπείσει τοὺς πλησίον. Μόνον τοῦτο κατορθῶσαι σπουδάσατε, παρακαλῶ, ἵνα πάντοθεν εὐαρεστοῦντες τῷ Θεῷ, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.