In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
19.0
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς µεσηµβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴµ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρηµος. Καὶ ἀναστὰς ἐπορεύθη.
19.1
Ἐµοὶ δοκεῖ ταῦτα ὢν ἐν Σαµαρείᾳ προστάττεσθαι, ὅτι ἀπὸ Ἱεροσολύµων οὐ πρὸς µεσηµβρίαν τις ἄπεισιν, ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ Σαµαρείας πρὸς µεσηµβρίαν. Αὕτη ἐστὶν ἔρηµος. Τοῦτο λέγει, ὥστε µὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν. Καὶ οὐκ ἠρώτησε, διὰ τί; ἀλλ' ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσωνεἰς Ἱερουσαλήµ. Ἦν δὲ ὑποστρέφων καὶ καθήµενος ἐπὶ τοῦ ἅρµατος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Μεγάλα ἐγκώµια τὰ περὶ τούτου εἰρηµένα· εἴ γε καὶ ἐν Αἰθιοπίᾳ µένων, καὶ τοσούτοις κυκλούµενος πράγµασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίµονι πόλει ὢν, ἤρχετο προσκυνήσωνεἰς Ἱερουσαλήµ. Πολλή τε ἡ σπουδὴ, ὅτι καὶ καθήµενος ἐπὶ τοῦ ὀχήµατος ἀνεγίνωσκεν. Εἶπε δὲ τὸ Πνεῦµα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρµατι τούτῳ. Προσδραµὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίµην, ἐὰν µήτις ὁδηγήσῃ µε. Ὅρα πάλιν ἄλλην εὐλάβειαν. Τίνα ταύτην; Ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν, εἶτα µετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Παρεκάλεσε δὲ τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς, ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀµνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόµα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε·∆ έοµαί σου, περὶ τίνος ὁ προφήτης τοῦτο λέγει; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόµα αὐτοῦ, καὶ ἀρξάµενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὁρᾷς, πῶς οἰκονοµεῖται τὰ κατ' αὐτόν; Πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν περιοχὴν, ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις καὶ ἡ δωρεά. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει µε βαπτισθῆναι; Εἶδες προθυµίαν; εἶδες ἀκρίβειαν; Ἐκέλευσέ τε στῆναι τὸ ἅρµα, καὶ κατέβησαν εἰς τὸ ὕδωρ ἀµφότεροι, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦµα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι ὁ εὐνοῦχος. Ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.∆ ιὰ τί, φησὶν, ἦρεν αὐτὸν Πνεῦµα Κυρίου;∆ ιότι ἔµελλε καὶ ἄλλας πόλεις διελθεῖν καὶ εὐαγγελίσασθαι. Ὥστε οὖν ὕστερον αὐτὸν θαυµασθῆναι τοῦτο ἐγένετο, ὥστε µὴ ἀνθρώπινον τὸ περὶ αὐτὸν, ἀλλὰ θεῖον νοµίσαι. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόµενος εὐηγγελίσατο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐκ τούτου δῆλον ὡς οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ καὶ ὕστερον ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ. Συµφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦµα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος· ὃν καὶ ἐλύπησεν ἂν ἐκεῖνος, ἀνανεύσας καὶ ἀρνησάµενος, οὐδέπω καιροῦ ὄντος. Εἶδες ἀγγέλους συναντιλαµβανοµένους τῷ κηρύγµατι, καὶ αὐτοὺς µὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας; Τὸ δὲ θαυµαστὸν καὶ ἐντεῦθεν δείκνυται· ὅπερ γὰρ πάλαι σπάνιον ἦν καὶ µόλις ἐγίνετο, τοῦτο ἐνταῦθα µετὰ πολλῆς γίνεται ἀφθονίας. Ἄλλως δὲ καὶ προαναφώνησίς τις τὸ γεγονὸς ἦν τοῦ τῶν ἀλλοφύλων κρατῆσαι αὐτούς. Καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον, ἱκανὸν τοὺς µανθάνοντας πεῖσαι πρὸς τὸν ἴσον καὶ αὐτοὺς ζῆλον διαναστῆναι.∆ ιὰ τοῦτο γοῦν καὶ ἐπορεύετο χαίρων, ὥστε εἰ ἠπίστατο, οὐκ ἂν ἥσθη. Τί δαὶ ἐκώλυε, φησὶ, πάντα αὐτὸν ἀκριβῶς µαθεῖν καὶ ἐν τῷ ὀχήµατι ὄντα, καὶ µάλιστα ἐν ἐρήµῳ; Ὅτι οὐκ ἦν τὸ πρᾶγµα ἐπίδειξις. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ ἀνεγνωσµένα. Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος, φησὶ, δυνάστης τῆς βασιλίσσης Αἰθιόπων Κανδά κης. Ἐκ τούτου δῆλον, ὡς ὑπὸ ταύτης ἤρχοντο. Καὶ γὰρ γυναῖκες ἐκράτουν τὸ παλαιὸν, καὶ οὗτος ἦν νόµος παρ' αὐτοῖς. Οὕτως οὐκ ᾔδει Φίλιππος, τίνος ἕνεκεν παρεγένετο εἰς τὴν ἔρηµον, ὅτι καὶ οὐκέτι ἄγγελος, ἀλλὰ τὸ Πνεῦµα αὐτὸν ἁρπάζει. Οὐδὲν δὲ τούτων οὔτε ὁρᾷ ὁ εὐνοῦχος, ἀτελὴς ἔτι ὢν, ἢ ὅτι καὶ ταῦτα οὐ τοῖς σωµατικωτέροις, ἀλλὰ τοῖς πνευµατικωτέροις ἐστὶν, οὔτε µὴν, ἃΦίλιππος ἐκδιδάσκεται, µανθάνει. Καὶ διὰ τί µὴ ἐκείνῳ φαίνεται ὁ ἄγγελος, καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; Ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ καὶ ἐξεπλάγη µᾶλλον. Ὅρα τὴν τοῦ Φιλίππου φιλοσοφίαν· οὐ κατηγόρησεν, οὐκ εἶπεν· Ἀγνοεῖς, ἐγώ σε διδάξω· οὐκ εἶπεν· Ἐγὼ ταῦτα ἀκριβῶς οἶδα· οὐκ ἐκολάκευσε, καὶ εἶπεν αὐτῷ· Μακάριος εἶ ἀναγινώσκων. Οὕτως ἦν καὶ θρασύτητος ἐκτὸς καὶ κολακείας τὸ ῥῆµα, καὶ µᾶλλον κηδεµονικοῦ καὶ φιλανθρώπου. Ἔδει γὰρ αὐτὸν αἰτῆσαι, ἔδει αὐτὸν ποθῆσαι. Ἐµφαίνοντος δέ ἐστιν, ὡς οἶδεν, ὅτι οὐδὲν ᾔδει ἐκεῖνος, τῷ εἰπεῖν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; καὶ ἅµα δεικνύντος πολὺν τὸν θησαυρὸν ἐγκείµενον.
19.2
Ἀλλ' ὅρα, πῶς συνετῶς καὶ ὁ εὐνοῦχος ἀπολογεῖται. Πῶς γὰρ ἂν, φησὶ, δυναίµην, ἐὰν µή τις ὁδηγήσῃ µε; Οὐκ εἶδεν εἰς τὸ σχῆµα, οὐκ εἶπε· Σὺ τίς εἶ; οὐκ ἐµέµψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ' ὁµολογεῖ ἀγνοεῖν· διὸ καὶ µανθάνει. Ἐπιδεικνύει τὸ τραῦµα τῷ ἰατρῷ· συνεῖδεν, ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι. Εἶδε τὸ ἄτυφον· οὐδὲ γὰρ λαµπρὸν ἐπεφέρετο σχῆµα. Οὕτως ἦν φιλήκοος καὶ τοῖς λόγοις προσεῖχεν, ὅτι καὶ τὸ, Ὁ ζητῶν εὑρίσκει, ἐπ' αὐτοῦ ἐπληροῦτο. Παρεκάλεσε δὲ, φησὶ, τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες τὴν σπουδήν; εἶδες τὸν πόθον; Παρακαλεῖ ἀναβάντα συγκαθίσαι αὐτῷ· οὕτως οὐκ ᾔδει, τί ἔµελλεν αὐτῷ ἐρεῖν, ἀλλ' ἐνόµιζεν ἁπλῶς προφητείαν τινὰ ἀκούσεσθαι. Καὶ αὕτη δὲ µείζων τιµὴ, τὸ µὴ ἁπλῶς ἀναγαγεῖν, ἀλλὰ παρακαλέσαντα. Προσδραµὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος. Καὶ ὁ δρόµος σηµεῖον βουλοµένου εἰπεῖν, καὶ ἡ ἀνάγνωσις σπουδῆς. Ἐν τοιούτῳ γὰρ ἀνεγίνωσκε καιρῷ, ἐν ᾧ σφοδρότερον ποιεῖ τὸ καῦµα ὁ ἥλιος. Ἡ δὲ περιοχὴ ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ τοῦτο αὐτοῦ δεῖγµα τῆς φιλοµαθείας, τὸ τὸν προφήτην τοῦτον µετὰ χεῖρας ἔχειν τῶν ἄλλων ὄντα ὑψηλότερον.∆ ιὸ καὶ οὐ µετὰ σφοδρότητος αὐτῷ διηγεῖται, ἀλλ' ἡµέρως· µᾶλλον δὲ οὐδὲ οὕτω φθέγγεται πρότερον, ἕως ὅτε ἠρωτήθη, ἕως ἐκεῖνος παρεκάλεσεν· ὥσπερ τὸ αὐτὸ πάλιν ποιῶν, φησί·∆ έοµαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Ἐµοὶ δοκεῖ, ὅτι οὐκ ᾔδει, ὡς περὶ ἄλλων λέγουσιν οἱ προφῆται· ἢ εἰ µὴ τοῦτο, ὅτι περὶ ἑαυτῶν διαλέγονται ἐν ἑτέρῳ προσώπῳ, ἠγνόει. Αἰσχυνθῶµεν καὶ πένητες καὶ πλουτοῦντες ἐκεῖνον τὸν ταµίαν. Εἶτα ἦλθον ἐπί τι ὕδωρ, καί φησιν· Ἰδοὺ ὕδωρ. Σφόδρα ψυχῆς τοῦτο ἐκκαιοµένης. Τί κωλύει µε βαπτισθῆναι; Ὁρᾷς αὐτοῦ τὴν ἐπιθυµίαν; Οὐ λέγει, Βάπτισόν µε, οὔτε σιωπᾷ· ἀλλὰ µέσον τι καὶ τῆς ἐπιθυµίας καὶ τῆς εὐλαβείας φθέγγεται, λέγων· Τί κωλύει µε βαπτισθῆναι; Ὅρα, πῶς τὰ δόγµατα ἀπηρτισµένα εἶχε· καὶ γὰρ ὁ προφήτης πάντα περιεῖχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν µέλλουσαν· ἃ δὴ καὶ πολλὴν τὴν ἐπιθυµίαν αὐτῷ µάλιστα ἐνεποίησαν. Αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε. Καὶ ἐκέλευσε, φησὶ, στῆναι τὸ ἅρµα. Ἅµα εἶπε καὶ ἐπέταξε, πρὶν ἢ ἀκούσῃ. Ὡς δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦµα Κυρίου ἥρπασε τὸν Φίλιππον. Καλῶς, ἵνα θεῖον δειχθῇ τὸ γινόµενον, καὶ ἵνα µὴ νοµίσῃ, ὅτι ἄνθρωπός ἐστιν ἁπλῶς. Καὶ ἐπορεύετο, φησὶ, τὴν ὁδὸν αὐτοῦ χαίρων. Τοῦτο εἶπε, δεικνὺς, ὅτι ἐλυπήθη ἂν, εἰ ἔγνω· οὕτως ὑπὸ τῆς πολλῆς χαρᾶς, καίτοι Πνεύµατος καταξιωθεὶς, οὐδὲ ἑώρα τὰ παρόντα. Καὶ εὑρέθη, φησὶν, εἰς Ἄζωτον. Μέγα ἐντεῦθεν καὶ ὁ Φίλιππος ἐκέρδανεν. Ὅπερ γὰρ ἤκουσε περὶ τῶν προφητῶν, περὶ Ἀµβακοὺµ, περὶ Ἰεζεκιὴλ καὶ τῶν ἄλλων, εἶδεν ἐπ' αὐτοῦ γενόµενον, ὃς ἐν ἀκαρεῖ δείκνυται πολλὴνὁδὸν ἀπελθὼν, εἴ γε ἐν Ἀζώτῳ εὑρέθη, καὶ ἐκεῖ λοιπὸν ἵσταται, ἔνθα αὐτὸν καὶ εὐαγγελίσασθαι ἔδει. Σαῦλος δὲ ἔτι ἐµπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς µαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς∆ αµασκὸν πρὸςτὰς συναγωγὰς, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεµένους ἀγάγῃ εἰς Ἱερουσαλήµ. Εὐκαίρως παρενέβαλε τὰ περὶ τοῦ ζήλου τοῦ Παύλου, ἵνα δείξῃ, ὅτι ἐν µέσῳ τῷ ζήλῳ ἕλκεται. Οὐδέπω γὰρ κορεσθεὶς τῷ φόνῳ Στεφάνου, οὐδὲ ἐµπλησθεὶς τῷ διωγµῷ τῆς Ἐκκλησίας καὶ τῇ διασπορᾷ, πρόσεισι τῷ ἀρχιερεῖ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ πρὸς τοὺς µαθητὰς εἰρηµένον, ὅτι Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑµᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὗτος µὲν οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι· µὴ γένοιτο. Ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι. Ἐκεῖνοι δὲ οὔτε κἂν τῶν ἐν Ἱεροσολύµοις ἐφρόντισαν, ἀλλ' ἑνὸς ἐγένοντο µόνου, τοῦ τιµῆς ἀπολαύειν.∆ ιὰ τί δὲ εἰς∆ αµασκὸν ἐπορεύετο; Μεγάλη ἡ πόλις ἦν, βασιλικὴ ἦν· ἐφοβεῖτο, µὴ καὶ ἐκείνη προκαταληφθῇ. Καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα, πῶς νοµικῶς ἔπραττεν. Οὐ προσέρχεται ἄρχοντι, ἀλλὰ τῷ ἀρχιερεῖ. Αἰτεῖ ἐπιστολὰς παρ' αὐτοῦ, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας. Ὁδὸν τοὺς πιστεύοντας καλεῖ, οἳ παρὰ πᾶσιν οὕτως ὠνοµάζοντο τότε, ἴσως διὰ τὸ τὴν ὁδὸν τέµνειν τὴν εἰς οὐρανὸν φέρουσαν.∆ ιὰ τί δὲ µὴ ἔλαβεν ἐξουσίαν ἐκεῖ τιµωρήσασθαι αὐτοὺς, ἀλλ' εἰς Ἱεροσόλυµα ἄγει; Ὥστε µετὰ πλείονος τῆς ἐξουσίας ἐνταῦθα τὰ τῆς τιµωρίας ποιῆσαι. Καὶ ὅρα, οἵῳ κινδύνῳ ἐπιῤῥίπτων ἑαυτὸν, ὅµως καὶ οὕτω φοβεῖται, µή τι πάθῃ κακόν.∆ ιὰ τοῦτο γοῦν καὶ ἄλλους λαµβάνει µεθ' ἑαυτοῦ, τὸν φόβον τάχα ὑποτεµνόµενος· ἢ καὶ ἐπεὶ κατὰ πολλῶν ἀπῄει, πολλοὺς λαµβάνει, ὅπως θαρσαλεώτερον, Οὓς ἂν εὕρῃ ἄνδρας τε καὶ γυναῖκας, δεδεµένους ἀγάγῃ ἐν Ἱερουσαλήµ. Ἄλλως τε καὶ διὰ τῆς ὁδοῦ πᾶσιν αὐτοῖς δεῖξαι ἐβούλετο αὐτοῦ τὸ πᾶν ὄν· οὕτως ἐκεῖνοι οὐκ ἐσπούδαζον τοῦτο. Καὶ ὅρα αὐτὸν εἰς φυλακὴν ἐµβάλλοντα καὶ πρὸ τούτου. Ἐκεῖνοι µὲν οὖν οὐκ ἴσχυσαν, οὗτος δὲ ἴσχυσεν ἀπὸ τῆς προθυµίας. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ∆ αµασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Σαοὺλ, Σαοὺλ, τί µε διώκεις;
19.3
∆ ιὰ τί µὴ ἐν Ἱεροσολύµοις, διὰ τί µὴ γέγονεν ἐν∆ αµασκῷ; Ὥστε µὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτὸ διηγήσασθαι, ἀλλ' αὐτὸς ἀξιόπιστος ᾖ διηγούµενος ὁ διὰ τοῦτο ἀπιών. Τοῦτο γοῦν λέγει, καὶ πρὸς Ἀγρίππαν ἀπολογούµενος. Πάσχει δὲ καὶ τὰς ὄψεις, διότι ἡ ὑπερ βολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· µέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλµοί. Λέγεται δὲ καὶ φωνῆς ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλῆγας. Ἀλλὰ τοῦτον µόνον ἐπήρωσε, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυµὸν τῷ φόβῳ, ὥστε αὐτὸν ἀκοῦσαι τὰ λεγόµενα. Σαοὺλ, Σαοὺλ, φησὶ, τί µε διώκεις; Οὐ λέγει αὐτῷ, Πίστευσον, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν, ἀλλ' ἐγκαλεῖ. Μονονουχὶ γὰρ τοῦτό φησι, δι' ὧν ἐγκαλεῖ· Τί παρ' ἐµοῦ µέγα ἢ µικρὸν ἠδικηµένος ταῦτα ποιεῖς; Εἶπε δέ· Τίς εἶ, Κύριε; Τέως ὡµολόγησεν ἑαυτὸν δοῦλον. Ὁ δὲ Κύριος εἶπεν· Ἐγώ εἰµι Ἰησοῦς, ὃν σὺ διώκεις. Ὡσεὶ ἔλεγε· Μὴνοµίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεµον. Οἱ δὲ συνόντες αὐτῷ, τὴν φωνὴν µὲν τοῦ Παύλου ἤκουσαν, οὐδένα δὲ ἐθεώρουν, πρὸς ὃν ἀπεκρίνατο. Εἰκότως· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς. Εἰ γὰρ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἀποκρινόµενον, ἐθαύµαζον. Ἀλλὰ Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Ὅρα, πῶς οὐκ εὐθέως πάντα αὐτῷ ἀποκαλύπτει, ἀλλὰ µόνον προµαλάττει αὐτοῦ τὴν διάνοιαν, καὶ δι' ὧν παρακελεύεται ποιεῖν αὐτὸν, παραχρῆµαδίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀναβλέψει. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ, εἱστήκεισαν ἐννεοὶ, ἀκούοντες µὲν τῆς φωνῆς, µηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγµένων τε τῶν ὀφθαλµῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς∆ αµασκόν. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ, καθάπερ πόλεώς τινος ἢ µητροπόλεως ληφθείσης, εἰσάγουσι. Καὶ τὸ δὴ θαυµαστὸν, αὐτοὶ οἱ πολέµιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν, πάντων ὁρώντων. Καὶ ἦν ἡµέρας τρεῖς µὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιε. Τί τούτου ἴσον γένοιτ' ἄν; Ἀντίῤῥοπος τῆς ἐπὶ Στεφάνου ἀθυµίας παράκλησις ἡ Παύλου προσαγωγὴ γίνεται, ἔχουσα µὲν καὶ αὐτόθεν παραµυθίαν, τὸ οὕτως αὐτὸν ἀπελθεῖν, λαβοῦσα δὲ καὶ ταύτην, καὶ αἱ Σαµαρειτῶν δὲ κῶµαι προσαχθεῖσαι, µεγίστην παρέσχον παράκλησιν. Καὶ διὰ τί, φησὶ, µὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ µετὰ ταῦτα; Ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη ὁ Χριστός. Ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, καὶ τοὺς µαθητὰς αὐτοῦ διώκων, οὗτος πόθεν, εἰπέ µοι, ἂν ἐπίστευσεν, εἰ µὴπολλὴ ἦν τοῦ σταυρωθέντος ἡ ἰσχύς; Ἔστω, ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί ἐρεῖς πρὸς τοῦτον; Ἄλλως δὲ διὰ τοῦτο µετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεµος. Ὁ γὰρ οὕτω µαινόµενος, ὡς καὶ αἵµατα ἐκχεῖν, καὶ εἰς δεσµωτήρια ἐµβάλλειν, ἀθρόον πιστεύει. Οὐκ ἤρκει τὸ µὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ' ἔδει καὶ πολεµηθῆναι σφοδρῶς ὑπ' αὐτοῦ τοὺς πιστούς· οὐδεµίαν κατέλιπεν ὑπερβολὴν µανίας· πάντων σφοδρότερος οὗτος ἦν. Ἐπειδὴ δὲ ἐπηρώθη, τότε τῆς δεσποτείας αὐτοῦ τὰ τεκµήρια καὶ τῆς φιλανθρωπίας γνωρίζει· ἢ καὶ ἵνα µή τις εἴπῃ, ὅτι ὑπεκρίνατο. Πῶς γὰρ, ὁ αἱµάτων ἐπιθυµῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιµωρούµενος; Οὗτος οὖν µετὰ ταῦτα πάντα τὴν δεσποτείαν ὁµολογεῖ.∆ ιὰ τί δὲ οὐκ ἔνδον ἐν τῇ πόλει περιηστράφθῃ τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; Ὅτι οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν ἄν· ὅπου γε καὶ ἐκεῖ ἄνωθεν ἐνεχθείσης φωνῆς ἀκούοντες ἔλεγον, ὅτι Βροντή ἐστιν· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων µᾶλλον τὰ αὐτοῦ. Καὶ δεδεµένος εἰσήγετο, οὐ περικειµένων αὐτῷ δεσµῶν, καὶ εἷλκον αὐτὸν τὸν προσδοκήσαντα τοὺς ἄλλους ἕλξειν. Τίνος δὲ ἕνεκεν οὐκ ἔφαγεν, οὐδὲ ἔπιε; Κατεγίνωσκεν ἑαυτοῦ ἐπὶ τοῖς γινοµένοις, ἐξωµολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν. Εἰ δὲ λέγοι τις, ἀνάγκης εἶναι τὸ πρᾶγµα( καὶ γὰρ ὁ Ἐλύµας τὸ αὐτὸ ἔπαθεν), ἐροῦµεν· Ναὶ ἔπαθεν, ἀλλ' ἔµεινεν ὡς εἶχε. Πῶς οὖν οὐκ ἠναγκάσθη; Καὶ τί ἀναγκαστικώτερον τοῦ σεισµοῦ τοῦ ἐπὶ τῆς ἀναστάσεως, τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων, τῶν σηµείων τῶν ἄλλων, τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; Ἀλλ' οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά. Ἰουδαῖοι διὰ τί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; Ὅτι ἠλήθευε δῆλον ἦν. Οὐ γὰρ ἂν µετέθετο, µὴ γενοµένου τούτου· ὥστε πάντας πιστεῦσαι ἔδει. Τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐχ ἥττων ἦν, µᾶλλον δὲ καὶ ἀξιοπιστότερος, ἀθρόον µεταβεβληµένος. Οὐ συνεγένετό τινι τῶν πιστῶν, ἀλλ' ἐν∆ αµασκῷ µετεβάλετο, µᾶλλον δὲ πρὸ τῆς∆ αµασκοῦ τοῦτο ἔπαθεν. Ἐρωτῶ τὸν Ἰουδαῖον· Πόθεν, εἰπέ µοι, µετεβλήθη Παῦλος; Τοσαῦτα σηµεῖα εἶδε, καὶ οὐ µετεβλήθη· ὁ διδάσκαλος αὐτοῦ µετεβλήθη, καὶ οὗτος οὐ µετεβλήθη· τίς ἔπεισεν αὐτόν; µᾶλλον δὲ τίς ἀθρόον τοσαύτην ἐνέβαλεν αὐτῷ προθυµίαν, ὡς καὶ ἀνάθεµα εὔξασθαι γενέσθαι ὑπὲρ τοῦ Χριστοῦ; Φανερά ἐστιν ἡ τῶν πραγµάτων ἀλήθεια. Ἀλλ' ὅπερ ἔφην, τέως τὸν εὐνοῦχον αἰσχυνθῶµεν, καὶ φωτιζόµενον καὶ ἀναγινώσκοντα. Ὁρᾶτε, πῶς ἦν ἐν δυναστείᾳ, πῶς ἦν ἐν πλούτῳ, καὶ οὐδὲ ἐν ὁδῷ ἡσύχαζε; Τίς ἦν ἄρα οὗτος µένων ἐπ' οἰκίας, µηδὲ ἐν ὁδοῖς ἀνεχόµενος σχολάζειν; τίς ἦν οὗτος ἐν νυκτί;
19.4
Ὅσοι ἐν ἀξιώµασίν ἐστε, ἀκούσατε, καὶ τὸ ἄτυφον καὶ εὐλαβὲς µιµήσασθε. Καίτοι µέλλων ἀπιέναι οἴκαδε, οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπέρχοµαι εἰς τὴν πατρίδα, ἐκεῖ λαµβάνω τὸ λουτρὸν, τὰ ψυχρὰ ῥήµατα τῶν πολλῶν. Οὐκ ἐδεήθη σηµείων, οὐκ ἐδεήθη θαυµάτων· ἀπὸ τοῦ προφήτου µόνον ἐπίστευσε.∆ ιὰ ταῦτα πενθεῖ ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, καὶ ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν µακροθυµίαν. Ἄξιον ὄντως θαυµάσαι τὸν εὐνοῦχον τοῦτον. Οὐκ εἶδε τὸν Χριστὸν, οὐκ εἶδε σηµεῖον· ἔτι τὰ Ἱεροσόλυµα συνεστῶτα ἑώρα, καὶ ἐπίστευε τῷ Φιλίππῳ. Πόθεν οὖν τοιοῦτος γεγένηται; Μεµεριµνηµένη ἦν ἡ ψυχὴ αὐτοῦ, προσεῖχε Γραφαῖς, ἐσχόλαζεν ἀναγνώσεσι. Καίτοι καὶ ὁ λῃστὴς εἶδε σηµεῖα, καὶ οἱ µάγοι εἶδον ἀστέρα· οὗτος δὲ οὐδὲν εἶδε τοιοῦτον, καὶ ἐπίστευε· τοσοῦτόν ἐστιν ἡ τῶν Γραφῶν ἀνάγνωσις ὠφέλιµος! Τί οὖν Παῦλος; οὐχὶ τὸν νόµον ἐµελέτα; Ἀλλ' ἐµοὶ δοκεῖ οὗτος ἐπίτηδες ἀναβληθῆναι, δι' ἅπερ εἶπον προλαβὼν πανταχόθεν βουλοµένου ἐπισπάσασθαι τοὺς Ἰουδαίους τοῦ Χριστοῦ. Εἰ γὰρ νοῦν εἶχον, οὐδὲν αὐτοὺς οὕτως ὠφέλει ὡς τοῦτο. Τοῦτο γὰρ, καὶ σηµείων µᾶλλον, καὶ πάντων, ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι· ὥσπερ οὖν οὐδὲν οὕτω σκανδαλίζειν εἴωθε τοὺς παχυτέρους. Ὅρα γοῦν µετὰ τὴν διασπορὰν τῶν ἀποστόλων καὶ τὸν Θεὸν ποιοῦντα τὰ σηµεῖα. Ἐνεκάλεσαν Ἰουδαῖοι τοῖς ἀποστόλοις, ἐνέβαλον εἰς δεσµωτήριον· λοιπὸν ὁ Θεὸς θαυµατουργεῖ. Καὶ πῶς, ὅρα· Τὸ ἐξενεγκεῖν ἀπὸ τῆς φυλακῆς, αὐτοῦ σηµεῖον ἦν· τὸ ἀγαγεῖν Φίλιππον, αὐτοῦ σηµεῖον ἦν· τὸ Παῦλον προσαγαγέσθαι, αὐτοῦ σηµεῖον ἦν· τὸ δεῖξαι Στεφάνῳ ἑαυτὸν, αὐτοῦ σηµεῖον ἦν. Καὶ σκόπει, πῶς µὲν τιµᾶται Παῦλος, πῶς δὲ ὁ εὐνοῦχος. Ἐνταῦθα καὶ ὁ Χριστὸς φαίνεται, ἴσως διὰ τὸ σκληρὸν, καὶ ὅτι οὐκ ἂν ἄλλως ἐπείσθη. Τούτοις ἐνστρεφόµενοι καὶ ἡµεῖς τοῖς θαύµασιν, ἀξίους ἑαυτοὺς παρασκευάσωµεν. Πολλοὶ νῦν οὐδὲ εἰς ἐκκλησίαν εἰσιόντες, οὐκ ἴσασι τὰ λεγόµενα· ὁ δὲ εὐνοῦχος, καὶ ἐπ' ἀγορᾶς, καὶ ἐπὶ ὀχήµατος φερόµενος, τῇ ἀναγνώσει τῶν Γραφῶν προσεῖχεν. Ἀλλ' οὐχ ὑµεῖς· οὐδεὶς γὰρ ὑµῶν βιβλίον ἔχει µετὰ χεῖρας, ἀλλὰ πάντα µᾶλλον ἢ τὸ βιβλίον.∆ ιὰ τί δὲ µὴ πρὸ τῶν Ἱεροσολύµων ὁρᾷ αὐτὸν, ἀλλὰ µετὰ ταῦτα; Οὐκ ἔδει αὐτὸν ἰδεῖν ἐλαυνοµένους τοὺς ἀποστόλους, διὰ τὸ ἀσθενὲς ἔτι· οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν. Οὕτω καὶ νῦν, εἴ τις ὑµῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σηµείων· καὶ εἰ βούλεσθε, αὐτὴν τὴν προφητείαν ἴδωµεν τί φησιν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐντεῦθεν ἔµαθεν, ὅτι ἐσταυρώθη, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ὅτι ἁµαρτίαν οὐκ ἐποίησεν, ὅτι ἴσχυσε καὶ ἑτέρους σῶσαι, ὅτι ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος, ὅτι πέτραι ἐῤῥάγησαν, ὅτι τὸ καταπέτασµα ἐσχίσθη, ὅτι νεκροὶἐκ τῶν µνηµείων ἠγέρθησαν· µᾶλλον δὲ ταῦτα πάντα εἶπεν αὐτῷ ὁ Φίλιππος, µόνον ὑπόθεσιν λαβὼν ἀπὸ τοῦ προφήτου. Μέγα ὄντως ἡ τῶν Γραφῶν ἀνάγνωσις. Οὕτως ἐκεῖνο ἐπληροῦτο τὸ παρὰ τοῦ Μωϋσέως εἰρηµένον· Καθεζόµενος, καὶ κοιταζόµενος, καὶ διανιστάµενος, καὶ περιπατῶν, µέµνησο Κυρίου τοῦ Θεοῦ σου. Μάλιστα γὰρ αἱ ὁδοὶ, ὅταν ἔρηµοι ὦσι, καὶ πρὸς τὰς ἐννοίας ἡµῖν καιρὸν διδόασιν, οὐδενὸς ὄντος τοῦ παρενοχλοῦντος. Καὶ οὗτος ἐν ὁδῷ πιστεύει, καὶ Παῦλος ἐν ὁδῷ· ἀλλὰ τοῦτον οὐδεὶς ἕλκει, ἀλλ' ὁ Χριστός. Μεῖζον ἢ κατὰ τοὺς ἀποστόλους τοῦτο ἦν· τὸ δὲ µεῖζον, ὅτι τῶν ἀποστόλων ὄντων ἐν Ἱεροσολύµοις, καὶ οὐδενὸς ὄντος ἐκ τούτων ἐν∆ αµασκῷ, ἐπανῄει ἐκεῖθεν πεισθείς· καὶ οἱ ἐν∆ αµασκῷ ᾔδεσαν, ὅτι οὐκ ἀπὸ Ἱεροσολύµων ἦλθε πεπεισµένος· ἐπιστολὰς γὰρ ἔφερεν, ὥστε δῆσαι τοὺς πιστεύοντας. Καθάπερ ἰατρὸς ἄριστος, ἀκµάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθηµα αὐτῷ ἐπήγαγεν ὁ Χριστός· ἔδει γὰρ αὐτὸν µεταξὺ µαινόµενον κατασχεθῆναι. Τότε µάλιστα κατέπεσε, καὶ κατέγνω ἑαυτοῦ, ὡς δεινὰ τολµῶντος. Ἀλλὰ πάλιν καλὸν πρὸς ὑµᾶς τὸν λόγον ἐπαναλαβεῖν. Τίνος ἕνεκεν, εἰπέ µοι, αἱ Γραφαί; Τὸ γὰρ ὑµέτερον µέρος, πάντα ἀνῄρηται. Τίνος ἕνεκεν ἐκκλησία; Κατάχωσον τὰ βιβλία· τάχα οὐ τοιοῦτον κρῖµα, οὐ τοιαύτη κόλασις. Εἴ τις καταχώσειεν αὐτὰ ἐν κόπρῳ, καὶ µὴ ἀκούοι αὐτῶν, οὐχ οὕτως αὐτὰ ὑβρίζει, ὡς νῦν. Τί γὰρ, εἰπέ µοι, τὸ ὑβριστικὸν ἐκεῖ; Ὅτι αὐτὰ κατέχωσε. Τί δαὶ ἐνταῦθα; Ὅτι οὐκ ἀκούοµεν αὐτῶν. Εἰπέ µοι, τίς ποτε µάλιστα ὑβρίζεται; ὅταν σιωπῶντος µὴ ἀποκρίνηται, ἢ ὅταν λέγοντος; Πάντως ὅταν λέγοντος. Ὥστε µείζων ἡ ὕβρις νῦν, ὅταν καὶ φθεγγοµένου µὴ ἀκούσῃς, µείζων ἡ καταφρόνησις. Μὴ λαλεῖτε ἡµῖν, φησὶ, πάλαι Ἰουδαῖοι τοῖς προφήταις ἔλεγον· ὑµεῖς δὲ χεῖρον ποιεῖτε, λέγοντες· Μὴ λαλεῖτε, οὐ ποιοῦµεν. Ἐκεῖνοι µὲν οὖν ἀπέστρεφον αὐτοὺς µηδὲ φθέγγεσθαι, ὡς ἀπὸ τῆς φωνῆς δεχόµενοί τινα εὐλαβείας ἀφορµήν· ὑµεῖς δὲ ἐκ πολλῆς καταφρονήσεως οὐδὲ τοῦτο ποιεῖτε. Πιστεύσατε, εἰ τὰ στόµατα ἡµῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν. Εἰπὲ γάρ µοι, ὁ ἀκούων καὶ µὴ πειθόµενος, µειζόνως καταφρονεῖ, ἢ ὁ µηδὲ ἀκούων;
19.5
Ἀλλὰ φέρε ἐπὶ ὕβρεως τὸ πρᾶγµα ἐξετάσωµεν· Εἴ τις τὸν ὑβρίζοντα κατέχοι, καὶ ἐπιστοµίζοι ὡς ἀλγῶν ταῖς ὕβρεσιν, ἕτερος δὲ µηδὲ φροντίζοι µηδὲ προσποιοῖτο, τίς µᾶλλον καταφρονεῖ; οὐχ οὗτος; Ἐκεῖνος µὲν γὰρ ἐµφαίνει, ὅτι πληγὴν δέχεται· οὗτος δὲ µονονουχὶ τὸ στόµα ἐµφράττει τοῦ Θεοῦ. Ἐφρίξατε τὸ ῥηθέν; Ἀλλ' ἄκουε καὶ πῶς τοῦτο γίνεται. Τὸ στόµα, δι' οὗ ὁ Θεὸς φθέγγεται, στόµα ἐστὶ τοῦ Θεοῦ. Καθάπερ γὰρ τοῦτο τὸ στόµα τῆς ψυχῆς ἡµῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόµα· οὕτω καὶ τὸ στόµα τῶν προφητῶν στόµα ἐστὶ τοῦ Θεοῦ. Ἀκούσατε καὶ φρίξατε. Κοινὸς διάκονος, ἕστηκεν ὁ διάκονος µέγα βοῶν καὶ λέγων· Πρόσχωµεν· καὶ τοῦτο πολλάκις. Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων. Μετ' ἐκεῖνον ἄρχεται ὁ ἀναγνώστης τῆς προφητείας Ἡσαΐου· καὶ οὐδὲ οὕτω προσέχει τις, καίτοι προφητεία οὐδὲν ἀνθρώπινον ἔχει. Εἶτα εἰς ἐπήκοον ἐκφωνεῖ λέγων, Τάδε λέγει Κύριος, καὶ οὐδὲ οὕτω προσέχει τις. Τί λέγω; Φοβερά τινα διεξέρχεται καὶ φρικώδη, καὶ οὐδὲ οὕτως ἔστι τις ὁ προσέχων. Ἀλλὰ τίς ὁ λόγος τῶν πολλῶν; Ἀεὶ, φησὶ, τὰ αὐτὰ ἀναγινώσκεται. Τοῦτο µάλιστα ὑµᾶς ἀπόλλυσιν. Εἰ µὲν οὖν ᾔδειτε αὐτὰ, µάλιστα µὲν οὐδὲ οὕτως ἀπέχεσθαι ἔδει· ἐπεὶ καὶ ἐν τοῖς θεάτροις ἀεὶ τὰ αὐτὰ γίνεται, καὶ ὅµως οὐ λαµβάνετε κόρον. Ποῖα τὰ αὐτὰ τολµᾷς εἰπεῖν, ὁ µηδὲ τῶν προφητῶν τὰ ὀνόµατα εἰδώς; Οὐκ αἰσχύνῃ λέγων µὲν διὰ τοῦτο µὴ ἀκούειν, ἐπειδὴ τὰ αὐτὰ ἀεὶ ἀναγινώσκεται, οὐκ εἰδὼς δὲ οὐδὲ τὰ ὀνόµατα τῶν ἀναγινωσκοµένων, καὶ ταῦτα ἀεὶτὰ αὐτὰ ἀκούων; Καὶ γὰρ σὺ ὡµολόγησας, ὅτι τὰ αὐτὰ λέγεται. Ἐγὼ εἰ ἔλεγον εἰς κατηγορίαν προφέρων τοῦτο, σὲ ἐχρῆν ἐφ' ἑτέραν ἀπολογίαν ἐλθεῖν, µὴ ἐπὶ τὴν κατηγορίαν τὴν σήν. Εἰπέ µοι, σὺ οὐ παραινεῖς τῷ υἱῷ τῷ σῷ; Ἂν οὖν οὗτος εἴπῃ, ὅτι Ἀεὶ τὰ αὐτὰ, ἆρα οὐχ ἡγῇ ὕβριν εἶναι; Τότε ἐνῆν µὴ λέγειν τὰ αὐτὰ, ὅτε αὐτὰ καὶ ᾔδειµεν, καὶ διὰ τῶν ἔργων ἐπεδεικνύµεθα· µᾶλλον δὲ οὐδὲ τότε περιττὴ ἡ ἀνάγνωσις. Τί Τιµοθέου ἴσον; Ἀλλ' ὅµως καὶ ἐκείνῳ γράφων ὁ Παῦλος ἔλεγε· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐξαντληθῆναί ποτε τὸν νοῦν τῶν Γραφῶν· πηγή τίς ἐστιν οὐκ ἔχουσα πέρας. Εἶπον, Ἐσοφίσθην, φησὶ, καὶ τότε ἀπέστη ἀπ' ἐµοῦ. Βούλεσθε δείξω, ὅτι οὐκ ἔστι τὰ αὐτά; Πόσους νοµίζετε εἰρηκέναι εἰς τὰ Εὐαγγέλια; Ἀλλ' οὗτοι πάντες ξένως καὶ καινῶς εἶπον. Ὅσῳ γὰρ ἄν τις αὐτοῖς ἐνδιατρίβῃ, τοσούτῳ ὀξύτερον βλέπει, τοσούτῳ πλέον ὁρᾷ τὸ φῶς καθαρόν. Ἰδοὺ πόσα λέγω· Τί ἐστι προφητεία; εἴπατε· τί ἐστι διηγήµατα; τί ἐστι παραβολή; τί ἐστιν ἀλληγορία; τί ἐστι τύπος; τί ἐστι σύµβολον; τί ἐστιν Εὐαγγέλια; Τοῦτο δὴ µόνον εἴπατέ µοι τὸ φανερὸν, διὰ τί Εὐαγγέλια εἴρηται; Καίτοι πολλάκις ἠκούσατε, ὅτι τὰ εὐαγγέλια οὐδὲν ἔχειν ὀφείλει σκυθρωπόν· ταῦτα δὲ πολλῆς γέµει σκυθρωπότητος. Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· τό τε,∆ ιχοτοµήσει αὐτὸν, καὶ θήσει τὸ µέρος αὐτοῦ µετὰ τῶν ὑποκριτῶν· τό τε, Ἐρεῖ· Οὐκ οἶδα ὑµᾶς, ἀπέλθετε ἀπ' ἐµοῦ οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν. Ἄρα µὴ ἀπατῶµεν ἑαυτοὺς, νοµίζοντες ταῦτα Ἑλληνιστὶ ἡµῖν λέγειν. Ἢ οὐδὲν πρὸς ἡµᾶς τούτων; Ὑµεῖς κεκώφωσθε, καὶ οἷον ἀπόπληκτοι τυγχάνοντες κάτω κύπτετε. Τὰ Εὐαγγέλια οὐδὲν ἔχειν δεῖ τῶν πρακτέων, ἀλλὰ µόνον ἀγαθὰ συµβουλεύειν· ταῦτα δὲ µυρία ἔχει πρακτέα· οἷάπερ ἐστὶ καὶ τὰ τοιαῦτα· Ἐὰν µή τις µισήσῃ αὑτοῦ τὸν πατέρα καὶ τὴν µητέρα, οὐκ ἔστι µου ἄξιος· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ µάχαιραν· καὶ, Θλῖψιν ἕξετε ἐν τῷ κόσµῳ. Καλά γε· οὐ γὰρ ταῦτα εὐαγγέλια. Τὸ γὰρ εὐαγγέλιον τοῦτό ἐστι· Τάδε σοι ἔσται ἀγαθά· καθάπερ καὶ ἐν τῇ συνηθείᾳ φασὶ πρὸς ἀλλήλους οἱ ἄνθρωποι· Τί µοι τῶν εὐαγγελίων; Ὁ πατήρ σου ἥξει, ἡ µήτηρ σου. Οὐ λέγει· Τόδε ποίησον. Πάλιν εἰπέ µοι, τί διέστηκε ταῦτα τῶν προφητικῶν; διὰ τί µὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; καὶ γὰρ καὶ ἐκεῖνα τὰ αὐτὰ λέγουσιν· οἷον, Ἁλεῖται ὡς ἔλαφος ὁ χωλός· Κύριος δώσει ῥῆµα τοῖς εὐαγγελιζοµένοις·∆ ώσω ὑµῖν οὐρανὸν καινὸν, καὶ γῆν καινήν.∆ ιὰ τί µὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; διὰ τί µὴ καὶ τοῦτο προφητεία; Εἰ δὲ µηδὲ τί ἐστιν εὐαγγέλια εἰδότες, οὕτω καταφρονεῖτε τῆς τῶν Γραφῶν ἀναγνώσεως· τί ὑµῖν ἐρῶ; Εἴπω τι καὶ ἕτερον·∆ ιὰ τί τέσσαρα Εὐαγγέλια; διὰ τί µὴ δέκα; διὰ τί µὴ εἴκοσι; διὰ τί µὴ πολλοὶ ἐπεχείρησαν συντάξασθαι Εὐαγγέλια; διὰ τί µὴ εἷς; διὰ τί οἱ µαθηταί; διὰ τί οἱ µὴ µαθηταί; διὰ τί δὲ ὅλως καὶ αἱ Γραφαί; Καίτοι γε τοὐναντίον φησὶν ἡ Παλαιά·∆ ώσω ὑµῖν διαθήκην καινήν. Ποῦ εἰσὶν οἱ λέγοντες, Ἀεὶ τὰ αὐτά; Εἰ ταῦτα ᾔδειτε, ὅτι, κἂν µυρία ἔτη ζήσῃ ἄνθρωπος, οὐκ ἔστι τὰ αὐτὰ, οὐκ ἂν εἴπατε ταῦτα. Πιστεύσατε, οὐκ ἐρῶ ὑµῖν οὐδὲν τούτων, οὐκ ἰδίᾳ, οὐ κοινῇ· ἀλλὰ εἰ µέν τις εὕρῃ, ἐπινεύσω· ἂν δὲ µὴ, ἐάσω. Οὕτω γὰρ ὑµᾶς ἐποιήσαµεν ἀχρήστους, ἀεὶ πάντα ἐξ ἑτοίµου λέγοντες, καὶ ὅτε χρὴ οὐκ ἀνανεύοντες. Ἰδοὺ ἔχετε ζητήµατα ἱκανά· σκέψασθε, εἴπατε τὴν αἰτίαν.∆ ιὰ τί εὐαγγέλια; διὰ τί µὴ προφητεῖαι; διὰ τί τὰ πρακτέα ἐν τοῖς Εὐαγγελίοις; Κἂν οὗτος ἀπορήσῃ, ἕτερος ζητείτω, καὶ τὰ παρ' ἑαυτῶν ἀλλήλοις συνεισφέρετε· λοιπὸν δὲ ἡµεῖς σιγήσοµεν. Εἰ γὰρ τὰ εἰρηµένα οὐδὲν ὑµᾶς ὤνησε, πολλῷ µᾶλλον οὐδ' ἂν ἕτερα προσθείηµεν. Ὄντως εἰς πίθον τετρυπηµένον ἀντλοῦµεν, ἔνθεν µείζων ὑµῖν καὶ ἡ κόλασις. Οὐκοῦν διὰ τοῦτο σιγήσοµεν. Ὅπερ ἵνα µὴ γένηται, ὑµεῖς κύριοι. Εἰ γὰρ θεασόµεθα ὑµῶν τὴν σπουδὴν, ἴσως πάλιν ἐροῦµεν, ἵνα καὶ ὑµεῖς ἐπὶ πλέον εὐδοκιµῆτε, καὶ ἡµεῖς ἐφ' ὑµῖν εὐφραινώµεθα, ἐπὶ πᾶσι δοξάζοντες τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ µεγαλωσύνη, καὶ ἡ τιµὴ, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 30]