Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Τὸν µὲν πρῶτον λόγον ἐποιησάµην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡµέρας ἐντειλάµενος τοῖς ἀποστόλοις διὰ Πνεύµατος ἁγίου, οὓς ἐξελέξα το, ἀνελήφθη.
1.1
Πολλοῖς τουτὶ τὸ βιβλίον οὐδ' ὅτι ἔνι γνώριµόν ἐστιν, οὔτε αὐτὸ, οὔτε ὁ γράψας αὐτὸ καὶ συνθείς.∆ ιὸ καὶ µάλιστα εἰς ταύτην ἐµαυτὸν ἔκρινα θεῖναι τὴν πραγµατείαν, ὥστε καὶ τοὺς ἀγνοοῦντας διδάξαι, καὶ µὴ ἀφεῖναι τοσοῦτον λανθάνεινκαὶ ἀποκρύπτεσθαι θησαυρόν. Οὐδὲ γὰρ ἔλαττον αὐτῶν τῶν Εὐαγγελίων ὠφελῆσαι ἡµᾶς δυνήσεται· τοσαύτης ἐµπέπλησται φιλοσοφίας καὶ δογµάτων ὀρθότητος, καὶ θαυµάτων ἐπιδείξεως, καὶ µάλιστα τῶν παρὰ τοῦ Πνεύµατος εἰργασµένων. Μὴ δὴ λοιπὸν παρατρέχωµεν αὐτὸ, ἀλλὰ µετὰ ἀκριβείας ἐξετάζωµεν. Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφω νεῖ, ταύτας εἰς ἔργον ἐξελθούσας ἐνταῦθα ἔστιν ἰδεῖν, καὶ ἀπ' αὐτῶντῶν πραγµάτων διαλάµπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν µαθητῶν τὴν ἐπὶ τὸ βέλτιον µεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύµατος αὐτοῖς ἐγγενοµένην. Καὶ γὰρ ἅπερ ἤκουσαν τοῦ Χριστοῦ λέγοντος, ὅτι πᾶς Ὁ πιστεύων εἰς ἐµὲ, τὰ σηµεῖα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ µείζονα τούτων ποιήσει· καὶ προλέγοντος τοῖς µαθηταῖς, ὅτι ἐπὶ ἡγεµόνας καὶ βασιλεῖς ἀχθήσονται, καὶ ὅτι ἐν ταῖς συναγωγαῖς αὐτῶν µαστιγώσουσιν αὐτοὺς, καὶ τὰἀνήκεστα πείσονται, καὶ ὅτι περιέσονται πάντων, καὶ ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται ἐν ὅλῳ τῷ κόσµῳ, ταῦτα πάντα µετὰ ἀκριβείας ἁπάσης ἐκβεβηκότα ἐντῷ βιβλίῳ τούτῳ ἔστιν ἰδεῖν, καὶ πλείονα τούτων ἕτερα, ἅπερ εἴρηκεν αὐτοῖς συνών. Ὄψει δὲ καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐνταῦθα καθάπερ πτηνοὺς διατρέχοντας γῆν καὶ θάλατταν, καὶ τοὺς δειλοὺς ἐκεί νους καὶ ἀσυνέτουςἀθρόον ἄλλους ἀντ' ἄλλων γενοµένους, καὶ χρηµάτων ὑπεροπτὰς, καὶ δόξης, καὶ θυµοῦ, καὶ ἐπιθυµίας, πάντων ἁπλῶς ἀνωτέρους γεγονότας, καὶ πολλὴντὴν ὁµόνοιαν ἔχοντας, καὶ οὐδαµοῦ οὐδεµίαν βασκανίαν ὡς ἔµπροσθεν, οὐδὲ τὸν περὶ πρωτείων ἔρωτα, ἀλλὰ πᾶσαν ἀπηκριβωµένην ἐν αὐτοῖς τὴν ἀρετὴν, καὶτὴν ἀγάπην µεθ' ὑπερβολῆς διαλάµπουσαν, ὑπὲρ ἧς καὶ πολλὰ παρήγγειλεν αὐτοῖς λέγων, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰνἀγαπᾶτε ἀλλήλους. Ἔστι δὲ καὶ δόγµατα ἐνταῦθα εὑρεῖν, ἅπερ, εἰ µὴ τοῦτο ἦν τὸ βιβλίον, οὐδενὶ σαφῶς οὕτω γνώριµα ἐγένοντο· ἀλλὰ τὸ κεφάλαιον τῆς σωτηρίας ἡµῶν ἀπεκρύπτετο, καὶ ἄδηλον ἦν, καὶ βίου καὶ δογµάτων ἕνεκεν. Τὸ πλέον δὲ τῶν ἐνταῦθα ἐγκειµένων, Παύλου πράξεις εἰσὶ, τοῦ περισσότερον πάντων κοπιάσαντος. Καὶ τὸ αἴτιον, ὅτι αὐτοῦ φοιτητὴς ἦν ὁ τὸ βιβλίον τοῦτο συνθεὶς Λουκᾶς ὁ µακάριος· οὗ τὴν ἀρετὴν πολλαχόθεν µὲν καὶ ἄλλοθεν ἔστιν ἰδεῖν, µάλιστα δὲ ἐκ τοῦ πρὸς τὸν∆ ιδάσκαλον ἀδιασπάστως ἔχειν, καὶ διαπαντὸς αὐτῷ παρακολουθεῖν. Ὅτε γοῦν∆ ηµᾶς καὶ Ἑρµογένης αὐτὸν ἐγκατέλιπον, ὁ µὲν εἰς Γαλατίαν, ὁ δὲ εἰς∆ αλµατίαν ἀπελθὼν, ἄκουσον τί φησι περὶ τούτου· Λουκᾶς ἐστι µόνος µετ' ἐµοῦ· καὶ Κορινθίοις δὲ ἐπιστέλλων περὶ αὐτοῦ φησιν· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ ὅταν λέγῃ, ὅτι Ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· καὶ, Κατὰ τὸ Εὐαγγέλιον, ὃ παρελάβετε, τὸ τούτου λέγει· ὥστε οὐκ ἄν τις ἁµάρτοι τὴν πραγµατείαν ταύτην αὐτῷ ἀναθείς. Ὅταν δὲ εἴπω, τούτῳ, τῷ Χριστῷ λέγω. Εἰ δέ τις λέγοι· Καὶ τί δήποτε οὐχὶ πάντα συνέγραψε, µέχρι τέλους ὢν µετ' αὐτοῦ; ἐκεῖνο ἂν εἴποιµεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλοµένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν τῷ λογογραφεῖνἦν αὐτοῖς ἡ σπουδή· πολλὰ γὰρ καὶ ἀγράφῳ παραδόσει δεδώκασι. Καὶ πάντα µὲν οὖν ἄξια θαύµατος τὰ ἐν τῷ βιβλίῳ τούτῳ κείµενα, µάλιστα δὲ τῶν ἀποστόλων ἡ συγκατάβασις, ἣν καὶ τὸ Πνεῦµα αὐτοῖςὑπέβαλλε, παρασκευάζον αὐτοὺς τῷ τῆς οἰκονοµίας ἐνδιατρίβειν λόγῳ.∆ ιὰ δὴ τοῦτο τοσαῦτα περὶ Χριστοῦ διαλεχθέντες, ὀλίγα µὲν περὶ τῆς θεότητος αὐτοῦ εἰρήκασι, τὰ δὲ πλείονα περὶ τῆς ἀνθρωπότητος διελέγοντο, καὶτοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναβάσεως. Τὸ γὰρ ζητούµενον τέως τοῦτο ἦν, τὸ πιστευθῆναι, ὅτι ἀνέστη καὶ ἀνέβη εἰς οὐρανούς. Ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς µάλιστα πάντων ἐσπούδαζε δεῖξαι, ὅτι παρὰ τοῦ Πατρὸς ἥκει· οὕτω καὶ οὗτος, ὅτι ἀνέστη καὶ ἀνελήφθη, καὶ πρὸς αὐτὸν ἀπῆλθε, καὶ παρ' αὐτοῦ ἀφῖκτο. Εἰ γὰρ µὴ τοῦτο ἐπιστεύθη πρότερον, πολλῷ µᾶλλον τῆς προσθήκης γενοµένης τῆς κατὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ἄπιστον ἅπαν τὸ δόγµατοῖς Ἰουδαίοις ἔδοξεν εἶναι.∆ ιὸ ἠρέµα καὶ κατὰ µικρὸν αὐτοὺς ἐπὶ τὰ ὑψηλότερα ἀνάγει. Ἐν δὲ Ἀθήναις καὶ ἄνθρωπον αὐτὸν ἁπλῶς καλεῖ ὁ Παῦλος, οὐδὲν πλέον εἰπών· εἰκότως. Εἰ γὰρ αὐτὸν τὸν Χριστὸν διαλεγόµενον περὶ τῆς εἰς τὸν Πατέρα ἰσότητος λιθάσαι πολλάκις ἐπεχείρησαν, καὶ βλάσφηµον διὰ τοῦτο ἐκάλουν, σχολῇ γ' ἂν παρὰ τῶν ἁλιέων τοῦτον τὸν λόγον ἐδέξαντο, καὶ ταῦτα τοῦ σταυροῦ προχωρήσαντος.
1.2
Καὶ τί δεῖ λέγειν τοὺς Ἰουδαίους, ὅπου γε καὶ αὐτοὶ τότε πολλάκις οἱ µαθηταὶ τῶν ὑψηλοτέρων ἀκούοντες δογµάτων, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζον το;∆ ιὰ τοῦτο καὶ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑµῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόµενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάµενοι θαύµατα, πῶς ἄνθρωποι ἀπὸ βωµῶν καὶ εἰδώλων καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων( τοιαῦτα γὰρ ἦν τῶν Ἑλλήνων τὰ σεβάσµατα), καὶ τῶν ἄλλων τῶν κακῶντότε πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογµάτων ἐδέξαντο λόγους; πῶς δὲ ἂν καὶ Ἰουδαῖοι, οἱ καθ' ἑκάστην ἡµέραν µανθάνοντες, καὶ ἐνηχούµενοι ὑπὸ τοῦ νόµου· Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος· ἐπὶ ξύλου σταυροῦ ἰδόντες προσηλωµένον αὐτόν· µᾶλλον δὲ καὶ σταυρώσαντες καὶ θάψαντες, καὶ οὐδὲ ἀναστάντα θεασάµενοι· ἀκούοντες, ὅτι Θεός ἐστιν αὐτὸς οὗτος, καὶ τῷ Πατρὶ ἴσος, οὐκ ἂν µάλιστα πάντων ἀπεπήδησάν τε καὶ ἀπεῤῥάγησαν;∆ ιά τοι τοῦτο ἠρέµα καὶ κατὰ µικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ µὲν κέχρηνται τῇ τῆς συγκαταβάσεως οἰκονοµίᾳ, δαψιλεστέρας δὲ ἀπολαύουσιτῆς τοῦ Πνεύµατος χάριτος, καὶ µείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόµατι, ἵνα ἑκατέρωθεν αὐτοὺς χαµαὶ κειµένους ἀναστήσωσι, καὶ τὸν περὶτῆς ἀναστάσεως πιστώσωνται λόγον. Καὶ γὰρ τοῦτο µάλιστά ἐστι τουτὶ τὸ βιβλίον, ἀπόδειξις ἀναστάσεως. Τούτου δὲ πιστευθέντος, ὁδῷ καὶ τὰ ἄλλα προὔβαινεν. Ἡ µὲν οὖν ὑπόθεσις καὶ ὁ τοῦ βιβλίου σκοπὸς ἅπας, ὡς ἄν τις παχυµερῶς συλλαβὼν εἴποι, οὗτος µάλιστά ἐστιν. Ἀκούσωµεν δὲ λοιπὸν αὐτῶν τῶν προοιµίων. Τὸν µὲν πρῶτον λόγον ἐποιησάµην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Τίνος ἕνεκεν αὐτὸν ἀναµιµνήσκει τοῦ Εὐαγγελίου; Ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. Καὶ γὰρ ἀρχόµενος τῆς πραγµατείας ἐκείνης φησίν· Ἔδοξε κἀµοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι. Καὶ οὔτε τῇ οἰκείᾳ ἀρκεῖται µαρτυρίᾳ µόνον, ἀλλὰ καὶ ἀνάγει ἐπὶ τοὺς ἀποστόλους τὸ πᾶν, λέγων· Καθὼς παρέδοσαν ἡµῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόµενοι τοῦ λόγου.∆ ιὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως, ἅπαξ αὐτοῦ πιστευθέντος, καὶ δι' ἐκείνου τὸ ἀκριβὲς αὐτὸν τῆςἀληθείας κατηχήσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόµενος γράψαι, καὶ πιστευθεὶς, πολλῷ µᾶλλον ὁ ταῦτα συνθεὶς ἃ µὴ παρ' ἑτέρων παρείληφεν, ἀλλ' ἃ εἶδε καὶἤκουσε, πιστευθῆναι δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, φησὶ, πολλῷ µᾶλλον τὰ τῶν ἀποστόλων. Τί οὖν; ἱστορία µόνον τὸ πρᾶγµά ἐστι, καὶ Πνεύµατος ἄµοιρος ὁ λόγος; Οὐδαµῶς. Πῶς; Ὅτι ἅπερ οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόµενοι τοῦ λόγου αὐτῷ παρέδοσαν, τοῦ Πνεύµατος ἦσαν. Καὶ διατί µὴ εἶπεν, ὅτι Καθὼς παρέδοσαν ἡµῖν οἱ Πνεύµατος ἁγίου καταξιωθέντες, ἀλλ', Οἱ ἀπ' ἀρχῆς αὐτόπται γενόµενοι; Ὅτι τοῦτο µάλιστα εἰς πίστιν ἐστὶν ἀξιόπιστον, τὸ παρὰ αὐτοπτῶν µαθεῖν· ἐκεῖνο δὲ καὶ ἀλαζονεία, καὶ τῦφος ἂν ἔδοξε τοῖς ἀνοήτοις.∆ ιὸ καὶ Ἰωάννης οὕτως ἔλεγεν· Ἐγὼ ἑώρακα καὶ µεµαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ οὕτω διαλέγεται τῷ Νι κοδήµῳ παχυτέρῳ ὄντι· Ὃ οἴδαµεν λαλοῦµεν, καὶ ὃ ἑωράκαµεν µαρτυροῦµεν, καὶ τὴν µαρτυρίαν ἡµῶν οὐδεὶς λαµβάνει. Καὶ πάλιν δεικνὺς, ὅτι πολλὰ καὶ ἀπὸ ὄψεως µαρτυρεῖν ἔστι, τοῖς µαθηταῖς ἔλεγε· Καὶ ὑµεῖς µαρτυρεῖτε περὶ ἐµοῦ, ὅτι ἀπ' ἀρχῆς µετ' ἐµοῦ ἐστε. Καὶ αὐτοὶ οἱ ἀπόστολοι πολλαχοῦ οὕτω φασί· Μάρτυρες ἡµεῖς καὶ τὸ Πνεῦµα τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ µετὰ ταῦτα δὲ πιστούµενος τὴν ἀνάστασιν ὁ Πέτρος ἔλεγεν· Οἵτινες συνεφάγοµεν καὶ συνεπίοµεν αὐτῷ. Τάχιον γὰρ τὴν παρὰ τῶν συγγενοµένων ἀνθρώπων µαρτυρίαν ἐδέχοντο, διὰ τὸ τῆς περὶ τοῦ Πνεύµατος ἐννοίας σφόδρα τέως ἀποδεῖν.∆ ιὰ τοῦτο καὶ Ἰωάννης ἐν τῇ τοῦ Εὐαγγελίου συγγραφῇ ἔλεγεν, ὅτι αὐτὸς εἶδε, περὶ τοῦ αἵµατος καὶ τοῦ ὕδατος διαλεγόµενος, τὴν ὄψιν αὐτοῖς ἀντὶµαρτυρίας τιθεὶς µεγίστης· καίτοι ὄψεως ἀκριβέστερα τὰ παρὰ τοῦ Πνεύµατος, ἀλλ' οὐ παρὰ τοῖς ἀπίστοις. Ἐπεὶ ὅτι Πνεύµατος µετεῖχεν ὁ ἀνὴρ, πολλαχόθεν δῆλον, ἀπό τε τῶν σηµείων τῶν νῦν γινοµένων, ἀπό τε τοῦ καὶ τοὺς τυχόντας τότεµεταλαµβάνειν Πνεύµατος, ἀπό τε τῆς Παύλου µαρτυρίας( Οὗ γὰρ, φησὶν, ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ), ἀπό τε τῆς κατὰ τὴν χειροτονίαν ψήφου. Εἰπὼν γὰρ τοῦτο, ἐπάγει· Ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδηµος ἡµῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουµένῃ ὑφ' ἡµῶν.
1.3
Καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ λέγει, Τὸ µὲν πρῶτον Εὐαγγέλιον, ὃ εὐηγγελισάµην· ἀλλὰ, Τὸν µὲν πρῶτον λόγον ἐποιησάµην, µείζονα ἑαυτοῦ εἶναι νοµίζων τοῦ Εὐαγγελίου τὴν προσηγορίαν. Καίτοιγε ὁ Ἀπόστολος ἐντεῦθεν αὐτὸν κοσµεῖ λέγων· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Ἀλλ' αὐτὸς µετριάζει καί φησι· Τὸν µὲν πρῶτον λόγον ἐποιησάµην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν· οὐχ ἁπλῶς, περὶ πάντων, ἀλλ' ἀπ' ἀρχῆς µέχρι τέλους. Ἄχρι γὰρ τῆς ἡµέρας, φησὶν, ἧς ἀνελήφθη. Καὶ µὴν Ἰωάννης δείκνυσιν, ὅτι οὐκ ἦν δυνατὸν πάντα γράψαι. Θέλων γὰρ τοῦτο δηλῶσαι, εἰπὼν, Ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν τὸν κόσµον οἶµαι χωρῆσαι, προστίθησι, Τὰ γραφόµενα βιβλία. Πῶς οὖν, φησὶ, περὶ πάντων οὗτος λέγει; Ἀλλ' οὐκ εἶπε, Πάντα, ἀλλὰ, Περὶ πάντων· ὡς ἂν εἴποι τις, ἁδροµερῶς καὶ παχυµερῶς· ἢ περὶ πάντων λέγει, τῶν συνεχόντων καὶ κατεπειγόντων. Εἶτα δείκνυσι καὶ ποίων πάντων. Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, τὰ θαύµατα καὶ τὰς διδασκαλίας αἰνιττόµενος. Οὐ τοῦτο δὲ µόνον, ἀλλ' ὅτι καὶ ποιῶν ἐδίδασκεν. Ὅρα δὲ αὐτοῦ καὶ τὴν φιλάνθρωπον καὶ ἀποστολικὴν γνώµην, εἰ καὶ ἑνὸς ἕνεκεν τοσαύτην ἐποιεῖτο ἀκρίβειαν, ὡς ὁλόκληρον Εὐαγγέλιον γράψαι. Ἵνα γὰρ ἔχῃς, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Καὶ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστι θέληµα τοῦ Πατρός µου, ἵνα ἀπόληται εἷς τῶν µικρῶν τούτων. Καὶ τίνος ἕνεκεν οὐχ ἓν βιβλίον ἐποίησεν, ἑνὶ τῷ Θεοφίλῳ ἐπιστέλλων, ἀλλ' εἰς δύο διεῖλεν ὑποθέσεις; Σαφηνείας ἕνεκεν, καὶ τοῦ διαναπαῦσαι τὸν ἀκροατήν· ἄλλως δὲ, καὶ τῇ ὑποθέσει διῃρηµέναι εἰσὶν αἱ πραγµατεῖαι. Σκόπει δὲ ὅπως ἑαυτοῦ τοὺς λόγους ὁ Χριστὸς διὰ τῶν ἔργων ἀξιοπίστους ἐποίει. Περὶ πραότητος παρῄνει, καὶ ἔλεγε· Μάθετε ἀπ' ἐµοῦ, ὅτι πρᾶός εἰµι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐδίδασκεν ἀκτήµονας εἶναι, καὶ τοῦτο ἐδείκνυτο διὰ τῶν ἔργων· Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ, φησί. Πάλιν ἐκέλευσε τοὺς ἐχθροὺς ἀγαπᾷν. Ἐδίδαξε τοῦτο ἐπὶ τοῦ σταυροῦ εὐχόµενος ὑπὲρ τῶν σταυρούντων. Ἔλεγε, Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱµάτιον. Ὁ δὲ οὐχὶ τὰ ἱµάτια µόνον, ἀλλὰ καὶ τὸ αἷµα ἔδωκεν. Οὕτω καὶ τοῖς µαθηταῖς ἐκέλευσε ποιεῖν.∆ ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Καθὼς ἔχετε τύπον ἡµᾶς. Οὐδὲν γὰρ διδασκάλου ψυχρότερον, ἐν λόγοις φιλοσοφοῦντος µόνον. Τοῦτο γὰρ οὐ διδασκάλου, ἀλλ' ὑποκριτοῦ.∆ ιὰ τοῦτο οἱ ἀπόστολοι πρότερον ἀπὸ τοῦ βίου ἐδίδασκον, καὶ τότε ἀπὸ τῶν ῥηµάτων· µᾶλλον δὲ οὐδὲ ἔδει ῥηµάτων αὐτοῖς, τῶν ἔργων βοώντων. Οὐκ ἂν δέ τις ἁµάρτοι καὶ τὸ πάθος αὐτοῦ πρᾶξιν καλέσας· ἐν τῷ γὰρ παθεῖν ἐποίησε τὸ µέγα καὶ θαυµαστὸν ἔργον ἐκεῖνο, τὸν θάνατον καταλύσας, καὶ τὰ ἄλλα πάντα ἐργασάµενος. Ἄχρι ἧς ἡµέρας ἐντειλάµενος τοῖς ἀποστόλοις διὰ Πνεύµατος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.∆ ιὰ Πνεύµατος ἐντειλάµενος, τουτέστι, Πνευµατικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήµατα, οὐδὲν ἀνθρώπινον. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι διὰ Πνεύµατος αὐτοῖς ἐνετείλατο. Ὁρᾷς, πῶς ταπεινῶς ἔτι διαλέγεται περὶ αὐτοῦ, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ, λέγων· Εἰ δὲ ἐγὼ ἐν Πνεύµατι Θεοῦ ἐκβάλλω τὰ δαιµόνια, Καὶ γὰρ καὶ τὸ Πνεῦµα τὸ ἅγιον ἐνήργει ἐν ἐκείνῳ τῷ ναῷ. Τί δαὶ ἐνετείλατο; Πορευθέντες µαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνοµα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύµατος, διδάσκοντες αὐτοὺςτηρεῖν πάντα, ὅσα ἐνετειλάµην ὑµῖν. Μέγα τῶν ἀποστόλων τὸ ἐγκώµιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισµένοι· τῆς οἰκουµένης λέγω τὴν σωτηρίαν· ὅταν ῥήµατα τοῦ Πνεύµατος γέµοντα· ὃ δή που καὶ αἰνιττόµενος εἶπεν τὸ,∆ ιὰ Πνεύµατος ἁγίου· τουτέστι, Καὶ τὰ ῥήµατα, ἃ ἐλάλησα ὑµῖν, Πνεῦµά ἐστι. Τοῦτο δέ φησι, τὸν ἀκροατὴν εἰς ἐπιθυµίαν λοιπὸν ἄγων τοῦ µαθεῖν τὰς ἐντολὰς, καὶ ἀξιοπίστους τοὺς ἀποστόλους ποιῶν, εἴ γε τὰ τοῦ Πνεύµατοςµέλλουσι λέγειν, καὶ τὰς τοῦ Χριστοῦ ἐντολάς. Ἐντειλάµενος οὖν, φησὶν, ἀνελήφθη. Οὐκ εἶπεν, Ἀνέβη, ἐπειδὴ ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται. Ἄρα καὶ µετὰ τὴν ἀνάστασιν ἐδίδασκε τοὺς µαθητάς· ἀλλὰ τὸν χρόνον τοῦτον οὐδεὶς εἶπεν ἡµῖν µετὰ ἀκριβείας ἅπαντα. Ἀλλ' ἐγχρονίζει µὲν αὐτῷ ὁ Ἰωάννης τῶν ἄλλων µᾶλλον, καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε( πρὸς γὰρ ἕτερον ἠπείγοντο)· ἐµάθοµεν δὲ ταῦτα διὰ τῶν ἀποστόλων· ἃ γὰρ ἤκουσαν καὶ εἶπον· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀνελήφθη, ἵνα µὴ νοµίσῃς ὑφ' ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Εἰ γὰρ ἐν τῷ µείζονι ἑαυτὸν παρέστησε, πολλῷ µᾶλλον ἐν τῷ ἐλάττονι.
1.4
Εἶδες, πῶς λανθανόντως παρασπείρει τὰ µεγάλα ταυτὶ δόγµατα;∆ ι' ἡµερῶν τεσσαράκοντα ὀπτανόµενος αὐτοῖς. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ἀεὶ µετ' αὐτῶν ἦν, οὕτω καὶ τότε. Ὅρα γάρ. Οὐκ εἶπε, Τεσσαράκοντα ἡµέρας, ἀλλὰ,∆ ι' ἡµερῶν τεσσαράκοντα. Ἐφίστατε γὰρ, καὶ ἀφίπτατο πάλιν. Τί δήποτε; Ἀνάγων αὐτῶν τὰς διανοίας, καὶ οὐκ ἔτι συγχωρῶν ὁµοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσ περ καὶ ἔµπροσθεν. Οὐχ ἁπλῶς δὲ τοῦτο ἐποίει, ἀλλ' ἑκάτερα µετὰ ἀκριβείας κατασκευάζων, καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ µείζονα αὐτὸν νοµισθῆναι λοιπὸν ἢκατὰ ἄνθρωπον. Καίτοιγε ταῦτα ἐναντία ἦν. Ὑπὲρ µὲν γὰρ τοῦ πιστευθῆναι τὴν ἀνάστασιν πολλὰ ἀνθρώπινα ἔδει γενέσθαι· ὑπὲρ δὲ θατέρου, τοὐναντίον. Ἀλλ' ὅµως ἀµφότερα γέγονε µετὰ τοῦ προσήκοντος καιροῦ. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν, ἀλλὰ τοῖς ἀποστόλοις ἐφάνη; Ὅτι φάντασµα ἂν ἔδοξεν εἶναι τοῖς πολλοῖς, οὐκ εἰδόσι τὸ ἀπόῤῥητον τοῦ µυστηρίου. Εἰ γὰρ καὶ αὐτοὶ οἱ µαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς, καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς παθεῖν ἦν;∆ ιά τοι τοῦτο ἐκ τῶν σηµείων ἀναµφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, ὥστε µὴ τοῖς τότε µόνον, ἀλλὰ καὶ πᾶσι τοῖς µετὰ ταῦτα φανερὰνγενέσθαι τὴν ἀνάστασιν. Ὅπερ γὰρ ἐκείνοις ἐκ τῆς ὄψεως τῶν σηµείων, τοῦτο ἐκ τῆς πίστεως πᾶσιν ὕστερον ἔµελλεν ἔσεσθαι.∆ ιά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόµεθα. Εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ µένει νεκρὸς, πῶς ἐν τῷ ὀνόµατι αὐτοῦ οἱ ἀπόστολοι σηµεῖα ἐποίησαν; Ἀλλ' οὐκ ἐποίησαν σηµεῖα; Πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡµέτερον; Οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντιστήσονται, οὐδὲ τοῖς ὁρωµένοις µαχήσονται. Ὥστε ὅταν λέγωσι µὴ γενέσθαι σηµεῖα, µειζόνως ἑαυτοὺς καταισχύνουσι. Τοῦτο γὰρ µέγιστον σηµεῖον, τὸ χωρὶς σηµείων τὴν οἰκουµένην προσδραµεῖν ἅπασαν, ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραµµάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρηµάτων, οὐ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγένοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁµολογήσουσι θείαν εἶναι ἐν αὐτοῖς δύναµιν, ἀµήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτά ποτε.∆ ιά τοι τοῦτο καὶ αὐτὸς τεσσαράκοντα ἡµέρας ἔµεινε µετὰ τὴν ἀνάστασιν, ἔλεγχον διδοὺς ἐν τῷ µακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα µὴ φάντασµαεἶναι νοµίσωσι τὸ ὁρώµενον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν καὶ προϊὼν λέγει· Καὶ συναλιζόµενος αὐτοῖς. Τοῦτο δὲ ἀεὶ καὶ αὐτοὶ οἱ ἀπόστολοι τεκµήριον ἐποιοῦντο τῆς ἀναστάσεως λέγοντες· Οἵτινες συνεφάγοµεν καὶ συνεπίοµεν αὐτῷ. Τί δὲ καὶ φαινόµενος ἐποίει, δι' ὧν ἐπήγαγε δείκνυσι λέγων· Ὀπτανόµενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ πεπονηκότες ἦσαν, καὶ τεταραγµένοι τοῖς ἤδη γεγενηµένοις, καὶ πρὸς µεγάλους ἔµελλον λοιπὸν ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν µελλόντωναὐτοὺς ἀνακτώµενος λόγοις, Παρήγγειλεν ἀπὸ Ἱεροσολύµων µὴ χωρίζεσθαι, ἀλλὰ περιµένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέµοντας, ἵνα µετὰ ἀδείας ἀκούσωσι τῶν λεγοµένων. Εἶτα, ἐπειδὴ ἤκουσαν, καὶ τεσσαράκοντα συνδιέτριψαν ἡµέρας, Παρήγγειλε µὴ ἀπὸ Ἱεροσολύµων χωρίζεσθαι. Τί δήποτε; Καθάπερ τινὰς στρατιώτας µέλλοντας εἰς πλῆθος ἐµπίπτειν, οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾷν τῆς βαλβῖδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν· οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύµατος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε µὴ γενέσθαι εὐχειρώτους καὶ ἁλωσίµους τοῖς πολλοῖς. Οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ ἐπειδὴ πολλοὶ ἦσαν οἱ µέλλοντες πιστεύειν αὐτόθι. Καὶ πρὸς τούτοις πάλιν, ἵνα µὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίµους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κοµπάσαι, τούτου χάριν παρ' αὐτοῖς τοῖςπεφονευκόσι παρέχουσι τὰ τεκµήρια τῆς ἀναστάσεως, παρ' αὐτοῖς τοῖς ἐσταυρωκόσι, τοῖς θάψασιν, ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ τὸ πρᾶγµα τὸ παράνοµον ἐτολµήθη, ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστοµισθῆναι ἅπαντας. Ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον, ὅτι καὶ ὁ σταυρὸς καὶ τοῦ τολµήµατος ἐδείκνυτο ἡ παρανοµία, καὶ τῆςἀναστάσεως πολλὴ ἡ ἀπόδειξις. Εἶτα ἵνα µὴ λέγωσι, Πῶς οὖν δυνησόµεθα µεταξὺ ἀνθρώπων µιαρῶν καὶ φονούντων, καὶ τοσούτων ὄντων, ὀλίγοι καὶ εὐτελεῖς ὄντες µένειν, ὅρα, πῶς λύειτὴν ἀγωνίαν, εἰπών· Ἀλλὰ περιµένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ µου. Καὶ πότε ἤκουσαν, φησίν; Ὅτε ἔλεγε· Συµφέρει ὑµῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ µὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑµᾶς· καὶ πάλιν, Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέµψει ὑµῖν, ἵνα µένῃ µεθ' ὑµῶν.
1.5
Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο, ἀλλ' αὐτὸς µὲν τῇ τεσσαρακοστῇ ἡµέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦµα παρεγένετο ἐντῷ συµπληροῦσθαι τὴν ἡµέραν τῆς πεντηκοστῆς; Καὶ πῶς, εἰ µηδέπω παρεγεγόνει, ἔλεγε, Λάβετε Πνεῦµα ἅγιον; Ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον µέλλων ὁρᾷν ὁ∆ ανιὴλ παρίετο, πολλῷ µᾶλλον οὗτοι µέλλοντες τοσαύτην δέχεσθαι χάριν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τὸ µέλλον ἔσεσθαι ὡς ἤδη γεγενηµένον εἴρηκεν, ὥσπερ ὅταν λέγῃ, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαντὴν δύναµιν τοῦ ἐχθροῦ. Τίνος δὲ ἕνεκεν οὐκ εὐθὺς τότε παρεγεγόνει; Ἐν ἐπιθυµίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγµατος, καὶ οὕτω δέξασθαι τὴν χάριν.∆ ιὰ τοῦτο ὅτε αὐτὸς ἀπέπτη, τότε ἐκεῖνο ἦλθεν. Εἰ δὲ ἦλθε, παρόντος αὐτοῦ, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένοντο προσδοκίᾳ.∆ ιὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος αὐτοῦ παραγίνεται, ἀλλὰ µετὰ ὀκτὼ ἢ ἐννέα ἡµέρας. Οὕτω καὶ ἡµεῖς πρὸς τὸν Θεὸν τότε µάλιστα διεγειρόµεθα, ὅταν ἐν χρείᾳ καταστῶµεν.∆ ιὰ τοῦτο καὶ Ἰωάννης τότε µάλιστα πέµπει τοὺς µαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε ἔµελλον ἐν χρείᾳ εἶναι τοῦ Ἰησοῦ, τὸ δεσµωτήριον οἰκοῦντος ἐκείνου. Ἄλλως δὲ, ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡµετέραν φύσιν, καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισµένας, καὶ τότε ἐλθεῖν τὸ Πνεῦµα, καὶ καθαρὰν γενέσθαιτὴν ἡδονήν. Εἰ γὰρ παρόντος αὐτοῦ, ὁ µὲν ἀπῆλθεν, ὁ δὲ ἔµεινεν, οὐκ ἂν ἦν τοσαῦτα τὰ τῆς παραµυθίας· καὶ γὰρ σφόδρα αὐτοῦ δυσαποσπάστως εἶχον.∆ ιὸ καὶ ἔλεγε παραµυθούµενος αὐτούς· Συµφέρει ὑµῖν ἵνα ἐγὼ ἀπέλθω.∆ ιὰ τοῦτο καὶ ἡµέρας ἀναµένει τὰς µεταξὺ, ἵνα µικρὸν ἀθυµήσαντες, καὶ ἐν χρείᾳ, ὅπερ ἔφην, καταστάντες, ὁλόκληρον καὶ καθαρὰν καρπώσωνταιτὴν ἡδονήν. Εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦµα, οὐκ ἦν ἀρκοῦσα ἡ παραµυθία. Πῶς δὲ καὶ ἔλεγε, Συµφέρει ὑµῖν;∆ ιὰ τοῦτο τὰ µείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα µὴ ἔλαττον αὐτὸ νοµίσωσι. Σκόπει δὲ ἡλίκην αὐτοῖς ἀνάγκην ἐπέθηκεν ἐν Ἱεροσολύµοις εἶναι, τῷ ὑποσχέσθαι ἐκεῖ τὸ Πνεῦµα παρέχεσθαι. Ἵνα γὰρ µὴ πάλιν µετὰ τὴν ἀνάληψιν αὐτοῦ φύγωσι, τῇ προσδοκίᾳ ταύτῃ καθάπερ τινὶ δεσµῷ κατέχει πάντας αὐτοὺς ἐκεῖσε. Εἰπὼν δὲ, Περιµένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ µου, ἐπήγαγεν· Ὅτι Ἰωάννης µὲν ἐβάπτισεν ὕδατι, ὑµεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύµατι ἁγίῳ οὐ µετὰ πολλὰς ταύτας ἡµέρας.∆ είκνυσι λοιπὸν τὸ µέσον αὐτοῦ καὶ Ἰωάννου, οὐκ ἔτι ὡς πρὸ τούτου συνεσκιασµένως( καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον ὅτε ἔλεγεν· Ὁ δὲ µικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν µείζων αὐτοῦ ἐστιν), ἀλλὰ νῦν φανερώτερον. Ἰωάννης, φησὶν, ἐβάπτισεν ὕδατι, ὑµεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύµατι ἁγίῳ. Οὐκ ἔτι κέχρηται τῇ µαρτυρίᾳ, ἀλλὰ ἀναµιµνήσκει τοῦ προσώπου µόνον, εἰς µνήµην τῶν παρ' αὐτοῦ εἰρηµένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδηµείζους λοιπὸν γεγενηµένους Ἰωάννου, εἴ γε ἐν Πνεύµατι ἔµελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, Ὑµᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύµατι ἁγίῳ, ἀλλὰ, Βαπτισθήσεσθε, διδάσκων ἡµᾶς ταπεινοφρονεῖν. Τοῦτο γὰρ ἀπὸ τῆς µαρτυρίας Ἰωάννου δῆλον λοιπὸν ἦν, ὅτι αὐτὸς ἦν ὁ βαπτίζων, εἰπόντος, ὅτι Αὐτὸς ὑµᾶς βαπτίσει ἐν Πνεύµατι ἁγίῳ καὶ πυρί· διὸ καὶ µόνου αὐτοῦ ἐµνηµόνευσε. Τὰ µὲν οὖν Εὐαγγέλια, ὧν ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν ἱστορία τίς ἐστιν· αἱ δὲ Πράξεις, ὧν ὁ ἕτερος Παράκλητος εἶπε καὶ ἐποίησε. Καὶ τότε µὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει, ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ, καθάπερ καὶ τότε· ἀλλὰ τότε µὲν διὰ τοῦ ναοῦ, νῦν δὲ διὰ τῶν ἀποστόλων· καὶ τότε µὲν εἰς παρθενικὴν ἦλθε µήτραν, καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς ἀποστολικάς· καὶ τότε µὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ ἐν εἴδει πυρός. Τί δήποτε; Ἐκεῖ µὲν τὸ πρᾶον δηλῶν, ἐνταῦθα δὲ καὶ τὸ τιµωρητικόν. Καὶ τῆς κρίσεως δὲ εὐκαίρως ἀναµιµνήσκει. Ὅτε µὲν γὰρ ἁµαρτήµατα συγχωρῆσαι ἔδει, πολλῆς ἔδει τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχοµεν τῆς δωρεᾶς, λοιπὸν καὶ κρίσεως καὶ ἐξετάσεως καιρός. Πῶς δὲ, Βαπτισθήσεσθε, λέγει, ὕδατος οὐκ ὄντος ἐν τῷ ὑπερῴῳ; Ὅτι τὸ κυριώτερον τὸ Πνεῦµά ἐστι, δι' οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κεχρίσθαι λέγεται, οὐδαµοῦ χρισάµενος ἐλαίῳ, ἀλλὰ Πνεῦµα δεξάµενος· ἄλλως δὲ καὶ ὕδατι βαπτιζοµένους αὐτοὺς ἔστιν εὑρεῖν, καὶ ἐν διαφόροις καιροῖς. Ἐφ' ἡµῶν µὲν γὰρ ἀµφότερα γίνεται ὑφ' ἓν, τότε δὲ διεσπασµένως. Παρὰ γὰρ τὴν ἀρχὴν ὑπὸ Ἰωάννου ἐβαπτίσθησαν· καὶ µὴ θαυµάσῃς. Εἰ γὰρ πόρναι καὶ τελῶναι ἐπὶ τὸ βάπτισµα ᾔεσαν ἐκεῖνο, πολλῷ µᾶλλον οἱ µετὰ ταῦτα βαπτίζεσθαι µέλλοντες ὑπὸ τοῦ Πνεύµατος. Εἶτα ἵνα µὴ λέγωσιν, ἐν ἐπαγγελίαις ἀεὶ τὸ πρᾶγµα( καὶ γὰρ καὶ ἤδη πολλὰ περὶ αὐτοῦ διελέχθη), µηδὲ νοµίσωσιν αὐτὸ ἐνέργειαν εἶναιἀνυπόστατον, ἀπάγων αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, Οὐ µετὰ πολλὰς ταύτας ἡµέρας, φησί. Καὶ οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν, ἀλλ' ὅτι µὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα µὴ ἐκλυθῶσι· πότε δὲ, οὐκ ἔτι προσέθηκεν, ἵνα ἀεὶ νήφωσιν. Οὐ τούτῳ δὲ µόνον αὐτοὺς πιστοῦται, τῇ ταχύτητι λέγω τοῦ καιροῦ, ἀλλὰ καὶ τῷ λέγειν, Τὴν ἐπαγγελίαν, ἣν ἠκούσατέ µου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ νῦν ὑµῖν εἶπον, φησὶ, µόνον, ἀλλὰ καὶ ἤδη ἐπηγγειλάµην, ἃ ποιήσω πάντως. Τί τοίνυν θαυµάζεις, εἰ τὴν ἡµέραν τῆς συντελείας µὴ λέγει, ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον; Καὶ µάλα εἰκότως, ἵν' ἀεὶ ἐγρηγορότες ὦσι καὶ ἐν προσδοκίᾳ καὶ µερίµνῃ.
1.6
Οὐ γὰρ ἔστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι µὴ νήφοντα. Ἢ οὐχ ὁρᾷς, τί φησι καὶ Ἠλίας πρὸς τὸν µαθητήν; Ἐὰν ἴδῃς µε ἀναλαµβανόµενον, ἔσται σοι οὕτω· τουτέστι, Γενήσεταί σοι τοῦτο, ὃ αἰτεῖς. Καὶ ὁ Χριστὸς δὲ πανταχοῦ τοῖς προσιοῦσιν ἔλεγε· Πιστεύεις; Ἐὰν γὰρ µὴ οἰκειωθῶµεν πρὸς τὸ διδόµενον, οὐδὲ τῆς εὐεργεσίας σφόδρα αἰσθανόµεθα. Οὕτω καὶ ἐπὶ Παύλου· οὐκ εὐθέως ἡ χάρις ἦλθεν, ἀλλὰ τρεῖς ἡµέραι ἐγένοντο µεταξὺ, ἐν αἷς ἦν τυφλὸς, ὑπὸ τοῦ φόβου σµηχόµενος καὶ προπαρασκευαζόµενος. Καθάπερ γὰρ οἱ τὴν ἁλουργίδα βάπτοντες, πρότερον ἑτέροις τισὶ τὸ δεχόµενον τὴν βαφὴν προπαρασκευάζουσιν, ἵνα µὴ ἐξίτηλον γένηται τὸ ἄνθος· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον µεµεριµνηµένην κατασκευάζει τὴν ψυχὴν ὁ Θεὸς, καὶ τότε τὴν χάριν ἐκχεῖ.∆ ιὰ τοῦτο καὶ οὐδὲ εὐθέως τὸ Πνεῦµα ἔπεµψεν, ἀλλ' ἐν τῇ πεντηκοστῇ. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν καὶ ἡµεῖς οὐκ ἐν τῷ καιρῷ τούτῳ βαπτίζοµεν; ἐκεῖνο ἂν εἴποιµεν, ὅτι ἡ µὲν χάρις ἡ αὐτὴ καὶ τότε καὶ νῦν· ἡ δὲ διάνοια ὑψηλοτέρα γίνεται νῦν, νηστείᾳ προπαρασκευαζοµένη. Καὶ ὁ τῆς πεντηκοστῆς δὲ καιρὸς ἔχει τινὰ λόγον οὐκ ἀπεικότα. Ποῖον δὴ τοῦτον; Ἀρκοῦντα ἐνόµισαν οἱ Πατέρες εἶναι χαλινὸν ἐπιθυµίας πονηρᾶς καὶ µεγάλην διδασκαλίαν τὸ βάπτισµα, εἰς τὸ καὶ ἐν καιρῷ τρυφῆς σωφρονεῖν. Καθάπερ οὖν αὐτῷ συναλιζόµενοι τῷ Χριστῷ, καὶ τραπέζης κοινωνοῦντες, µηδὲν ἁπλῶς πράττωµεν, ἀλλ' ἐν νηστείαις καὶ εὐχαῖς, καὶ σωφροσύνῃπολλῇ διάγωµεν. Εἰ γὰρ ἐπὶ ἀρχὴν µέλλων ἰέναι τις βιωτικὴν, παρασκευάζει ἑαυτῷ ἅπαντα τὸν βίον, καὶ ἵνα τύχῃ τινὸς ἀξιώµατος, καὶ χρήµατα ἀναλίσκει, καὶχρόνον δαπανᾷ, καὶ µυρίους ὑποµένει πόνους· τίνος ἂν εἴηµεν ἡµεῖς ἄξιοι µετὰ τοσαύτης ῥᾳθυµίας τῇ βασιλείᾳ τῶν οὐρανῶν προσιόντες, καὶ οὔτε πρὶν ἢ λαβεῖν σπουδάζοντες καὶ µετὰ τὸλαβεῖν ῥᾳθυµοῦντες;∆ ιὰ γὰρ τοῦτο µετὰ τὸ λαβεῖν ῥᾳθυµοῦµεν, ἐπειδὴ πρὶν ἢ λαβεῖν οὐκ ἐγρηγόραµεν.∆ ιὰ τοῦτο πολλοὶ µετὰ τὸ λαβεῖν εὐθέως ἐπὶ τὸν πρότερον ἐπανῆλθον ἔµετον, καὶ χείρους ἐγένοντο, καὶ χαλεπωτέραν ἐπεσπάσαντο κόλασιν, τῶνµὲν προτέρων ἀπαλλαγέντες ἁµαρτηµάτων, ταύτῃ δὲ µειζόνως τὸν κριτὴν παροξύναντες, ὅτι τοσαύτης ἀπαλλαγέντες ἀῤῥωστίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἔπαθον ὅπερ ἠπείλησε τῷ παραλυτικῷ ὁ Χριστὸς, λέγων· Ἴδε ὑγιὴς γέγονας· µηκέτι ἁµάρτανε, ἵνα µὴ χεῖρόν τί σοι γένηται· καὶ ὃ περὶ τῶν Ἰουδαίων δὲ προὔλεγε, δεικνὺς ὅτι τὰ ἀνήκεστα πείσονται ἀγνωµονοῦντες· Εἰ µὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, φησὶν, ἁµαρτίαν οὐκ εἶχον. Ὥστε διπλᾶ καὶ τετραπλᾶ τὰ µετὰ ταῦτα ἁµαρτήµατα γίνεται. Πῶς; Ὅτι µετὰ τὴν τιµὴν ἀγνώµονες γινόµεθα καὶ πονηροί. Καὶ διὰ τοῦτο οὐδὲν ἡµῖν βοηθεῖ λοιπὸν τὸ λουτρὸν εἰς τὸ πραοτέρας τυχεῖν τιµωρίας. Σκόπει δέ· ἔσχε τις ἁµαρτήµατα χαλεπὰ, ἢ φονεύσας, ἢ µοιχεύσας, ἢ ἕτερόν τι χαλεπώτερον ἐργασάµενος, ἀφέθη διὰ τοῦ λουτροῦ ταῦτα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁµάρτηµα, καὶ ἀσέβηµα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ δωρεᾷ· θεία γάρ ἐστιν ἡ χάρις. Πάλιν ἐµοίχευσέ τις καὶ ἐφόνευσεν· ἡ µὲν προτέρα µοιχεία λέλυται, καὶ ὁ φόνος ἐκεῖνος συγκεχώρηται, καὶ οὐκ ἀνακαλεῖται( Ἀµεταµέλητα γὰρ τὰ χαρίσµατα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ)· ὑπὲρ δὲ τῶν µετὰ τὸ βάπτισµα τοσαύτην διδόαµεν δίκην, ὅσην ἂν εἰ καὶ ἐκεῖνα ἀνεκλήθη, καὶ πολλῷ χείρονα. Οὐκέτι γὰρ ἁπλοῦν ἐστι τὸ ἁµάρτηµα, ἀλλὰ διπλοῦν, καὶ τριπλοῦν. Ὅτι δὲ µεί ζων τούτων τῶν ἁµαρτηµάτων ἡ δίκη, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἀθετήσας τις νόµον Μωϋσέως, χωρὶς οἰκτιρµῶν ἐπὶ δυσὶν ἢ τρισὶ µάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιµωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷµα τῆς∆ ιαθήκης κοινὸν ἡγησάµενος, καὶ τὸ πνεῦµα τῆςχάριτος ἐνυβρίσας; Τάχα πολλοὺς ἀπετρέψαµεν νῦν λαβεῖν τὸ βάπτισµα. Ἀλλ' οὐ διὰ τοῦτο ταῦτα εἰρήκαµεν, ἀλλ' ἵνα λαβόντες µείνωσιν ἐν σωφροσύνῃ καὶ ἐπιεικείᾳ πολλῇ. Ἀλλὰ δέδοικα, φησίν. Εἰ ἐδεδοίκεις, ἔλαβες ἂν καὶ ἐφύλαξας. Ἀλλὰ δι' αὐτὸ µὲν οὖν τοῦτο οὐ λαµβάνω, φησὶ, διὰ τὸ φοβεῖσθαι. Τὸ δὲ οὕτως ἀπελθεῖν οὐ δέδοικας; Φιλάνθρωπός ἐστι, φησὶν, ὁ Θεός. Οὐκοῦν λάβε τὸ βάπτισµα· φιλάνθρωπος γάρ ἐστι καὶ βοηθεῖ. Σὺ δὲ, ἔνθα µὲν ἂν δέῃ σπουδάσαι, οὐ προβάλλῃ τὴν φιλανθρωπίαν ταύτην· ἔνθα δ' ἂν θέλῃς ἀναβαλέσθαι, τότε αὐτῆς µέµνησαι· καίτοι τότε καιρὸν ἂν ἔχοι ἡ φιλανθρωπία αὕτη, καὶ µᾶλλον αὐτῆς ἐπιτευξόµεθα, ὅταν καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωµεν. Ὁ µὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ µετὰ τὸ βάπτισµα ἁµαρτάνων οἷα εἰκὸς ἄνθρωπον ὄντα, µετανοῶν τεύξεται φιλανθρωπίας· ὁ δὲ ὥσπερ σοφιζόµενος τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἀπελθὼν ἄµοιρος τῆς χάριτος, ἀπαραίτητον ἕξει τὴν τιµωρίαν. Τί δὲ τοιαῦτα κατὰ τῆς σεαυτοῦ σωτηρίας προβάλλῃ; Ἀµήχανον γὰρ, ἀµήχανον, ὡς ἔγωγε οἶµαι, τὸν τοιαύταις ἐλπίσιν ἀναβαλλόµενον ἐργάσασθαί τι γενναῖον καὶ ἀγαθόν. Σὺ δὲ ἀνθ' ὅτου τοσοῦτον φόβον ἀναδέχῃ, καὶ τὸ ἄδηλον τοῦ µέλλοντος προβάλλῃ; διατί µὴ µεταβάλλεις τὸν φόβον τοῦτον εἰς πόνον καὶ σπουδὴν, ἵν' ἔσῃ µέγας καὶ θαυµαστός; τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν; Εἴ τίς σε ἐκάθισεν ἐν οἴκῳ πεπονηκότι ἀργοῦντα, εἰπὼν, ὅτι Προσδόκα ἐπὶ τὴν σὴν κεφαλὴν πεσεῖσθαι τὴν ὀροφὴν σαθρὰν οὖσαν( ἴσως µὲν γὰρπεσεῖται, ἴσως δὲ οὐ πεσεῖται)· εἰ δὲ µὴ τοῦτο θέλεις, ἐργάζου, καὶ τὸν ἀσφαλέστερον οἴκει θάλαµον· τί ἂν εἴλου µᾶλλον, τὴν ἀργίαν ἐκείνην µετὰ τοῦ φόβου, ἢ τὴν ἐργασίαν ταύτην µετὰ τοῦ θαῤῥεῖν; Οὐκοῦν οὕτω καὶ νῦν ποίει. Τὸ µὲν γὰρ ἄδηλον τοῦ µέλλοντος καθάπερ οἶκός τίς ἐστι σαθρὸς, ἀεὶ πτῶσιν ἀπειλῶν· ἡ δὲ ἐργασία αὕτη, ἡ πόνον ἔχουσα, τὸ ἀσφαλὲς ἐγγυᾶται.
1.7
Μὴ γένοιτο µὲν οὖν ἡµᾶς ἐµπεσεῖν εἰς ἀνάγκην τοσαύτην, ὥστε ἁµαρτάνειν µετὰ τὸ λουτρόν· πλὴν εἰ καὶ γένοιτό τι τοιοῦτον, µηδὲ οὕτως ἀπογνῶµεν. Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ πολλὰς ἡµῖν δέδωκεν ὁδοὺς ἀφέσεως καὶ µετὰ ταῦτα. Πλὴν ὥσπερ οἱ µετὰ τὸ λουτρὸν ἁµαρτάνοντες, τῶν κατηχουµένων κατὰ τοῦτο µᾶλλον κολάζονται, οὕτως οἱ εἰδότες, ὅτι µετανοίας ἐστὶ φάρµακα, καὶµὴ θέλοντες αὐτοῖς κεχρῆσθαι, χαλεπώτερα ὑποστήσονται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ἡ φιλανθρωπία τοῦ Θεοῦ, τοσούτῳ καὶ ἡ κόλασις αὔξεται µᾶλλον, ἐὰν µὴ εἰς δέον τῇ φιλανθρωπίᾳ χρησώµεθα. Τί λέγεις, ἄνθρωπε; Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσµένος, ἀθρόον ἐγένου φίλος, καὶ πρὸς τὴν ἀνωτάτω τιµὴν ἀνηνέχθης, οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ τῆς τοῦΘεοῦ δωρεᾶς, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες ἀσχηµοσύνην, καὶ δέον κολασθῆναι χαλεπῶς, ὁ δὲ οὐδὲ οὕτως ἀπεστράφη, ἀλλ' ἔδωκε µυρίαςἀφορµὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος. Καὶ ὁ µὲν Θεὸς ταῦτα, σὺ δὲ οὐδὲ οὕτως ἐθέλεις πονεῖν. Καὶ ποίας ἄξιος ἔσῃ συγγνώµης λοιπόν; πῶς δὲ οὐκ εἰκότως Ἕλληνές σε γελάσονται, καθάπερ κηφῆνά τινα ζῶντα εἰκῆ καὶ µάτην; Εἰ γὰρ δυνατὴ, φησὶν, ἡ παρ' ὑµῶν φιλοσοφία, δείξατε, τί βούλεται τῶν ἀµυήτων τὸ πλῆθος; Καλὰ τὰ µυστήρια καὶ ποθεινά· ἀλλ' οὐδεὶς ψυχοῤῥαγῶν λουτρὸν λαµβανέτω. Οὐ γὰρ ἐκεῖνος τῶν µυστηρίων ὁ καιρὸς, ἀλλὰ τῶν διαθηκῶν· µυστηρίων δὲ καιρὸς, ὑγεία φρενῶν, καὶ σωφροσύνη ψυχῆς. Εἰπὲ γάρ µοι, εἰ διαθήκας οὐκ ἄν τις ἕλοιτο οὕτω διακείµενος γράψαι· κἂν γράψῃ δὲ, δίδωσι τοῖς µετὰ ταῦτα λαβὴν( διὰ γάρ τοι τοῦτο καὶ προτάττουσι ταυτὶ τὰ ῥήµατα λέγοντες, ὅτι Ζῶν, καὶ φρονῶν, καὶ ὑγιαίνωνἐπισκήπτω περὶ τῶν ἐµαυτοῦ)· πῶς ἄν τις ἐξεστηκὼς δυνηθείη µετὰ ἀκριβείας µυσταγωγεῖσθαι; Εἰ γὰρ περὶ βιωτικῶν πραγµάτων βουλευοµένῳ οὐκ ἂν ἐπιτρέψαιεν οἱ τῶν ἔξωθεν νόµοι τῷ µὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι, καὶ ταῦτα ἐν τοῖςαὐτοῦ µέλλοντι νοµοθετεῖν· πῶς περὶ βασιλείας οὐρανῶν µανθάνων, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, δυνήσῃ σαφῶς πάντα µαθεῖν, πολλάκις καὶ παραπλὴξ ὑπὸ τῆςἀῤῥωστίας γενόµενος; πότε δὲ τὰ ῥήµατα ἐκεῖνα πρὸς τὸν Χριστὸν ἐρεῖς, Συνθαπτόµενος αὐτῷ, µέλλων ἀποπηδᾷν; Καὶ γὰρ καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥηµάτων ἐπιδείκνυσθαι χρὴ τὴν εὔνοιαν. Σὺ δὲ ταὐτὸν ποιεῖς, οἷον ἂν εἴ τις ἀπογράφεσθαι βούλοιτο στρατιώτης, τοῦ πολέµου λύεσθαι µέλλοντος· ἢ ἀθλητὴς ἀποδύεσθαι, τοῦ θεάτρου λοιπὸν ἀναστάντος. Καὶ γὰρ ὅπλα διὰ τοῦτο λαµβάνεις, οὐχ ἵνα εὐθέως ἀποπηδήσῃς, ἀλλ' ἵνα λαβὼν κατὰ τοῦ ἐναντίου τρόπαιον στήσῃς. Μηδεὶς νοµιζέτω ἄκαιρον εἶναι τὸν περὶ τούτων λόγον, εἰ µή ἐστι τεσσαρακοστὴ νῦν.∆ ιὰ γὰρ τοῦτο δάκνοµαι, ὅτι καιρὸν παρατηρεῖτε ἐν τοῖς τοιούτοις. Καίτοιγε ὁ εὐνοῦχος ἐκεῖνος, καὶ βάρβαρος ὢν καὶ ὁδοιπορῶν, καὶ ἐν µέσῃ λεωφόρῳ ὢν, καιρὸν οὐκ ἐζήτησεν· ἀλλ' οὐδὲ ὁ δεσµοφύλαξ, καὶ ταῦτα µεταξὺ δεσµωτῶν ὢν, καὶ τὸν διδάσκαλον µεµαστιγωµένον καὶ δεδεµένον ὁρῶν, καὶ τέως αὐτὸν µέλλων ἔνδον ἔχειν. Ἐνταῦθα δὲ οὐ δεσµωτήριον οἰκοῦντες, οὐδ' ἐν ὁδοῖς ὄντες, ἀναβάλλονται πολλοὶ, καὶ ταῦτα ὄντες πρὸς ἐσχάτας ἀναπνοάς.
1.8
Εἰ µὲν οὖν ἔτι ἀµφιβάλλεις, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, ἔξω στῆθι, καὶ µηδὲ θείων ἄκουε λόγων, µηδὲ ἐν τοῖς κατηχουµένοις ἀρίθµει σαυτόν· εἰ δὲ θαῤῥεῖς, καὶ οἶδας τοῦτο σαφῶς, τί µέλλεις; τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς;∆ έδοικα µὴ ἁµάρτω, φησί. Τὸ δὲ χαλεπώτερον οὐ δέδοικας, µὴ µετὰ φορτίων τοσούτων ἀπέλθῃς ἐκεῖ; Οὐδὲ γάρ ἐστιν ἴσον, χάριτος προκειµένης µὴ τυχεῖν, καὶ κατορθοῦν ἐπιχειροῦντα ἀποτυχεῖν. Εἰπὲ δή µοι, ἂν γὰρ ἐγκαλῇ, Τίνος ἕνεκεν οὐ προσῆλθες. τίνος ἕνεκεν οὐ κατώρθωσας, τί ἐρεῖς; Ἐκεῖ µὲν γὰρ τάχα τὸ φορτικὸν ἔχεις εἰπεῖν καὶ τῶν προσταγµάτων καὶ τῆς ἀρετῆς· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Χάρις γάρ ἐστι δωρεὰν παρεχοµένη τὴν ἐλευθερίαν. Ἀλλὰ δέδοικας µὴ ἁµάρτῃς; Ταῦτα µετὰ τὸ βάπτισµα λέγε. Τότε ἔχε τὸν φόβον, ὥστε φυλάξαι τὴν παῤῥησίαν, ἣν ἔλαβες, οὐχ ὥστε µὴ λαβεῖν δωρεὰν τοιαύτην. Νῦν δὲ πρὸ µὲν τοῦ βαπτίσµατος εὐλαβὴς σὺ, µετὰ δὲ τὸ βάπτισµα ῥᾴθυµος. Ἀλλὰ τὸν καιρὸν ἀναµένεις τῆς τεσσαρακοστῆς; Τίνος ἕνεκεν; µὴ γὰρ ἔχει τι πλέον ἐκεῖνος ὁ καιρός; Οἱ γοῦν ἀπόστολοι οὐκ ἐν τῷ πάσχα κατηξιώθησαν τῆς χάριτος, ἀλλ' ἐν ἑτέρῳ καιρῷ· καὶ οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι, ὅτε ἐβαπτίσθησαν, πάσχα οὐκ ἦν καιρός· καὶ ὁ Κορνήλιος, καὶ ὁ εὐνοῦχος, καὶ ἕτεροι πλείους. Μὴ τοίνυν καιρὸν ἀναµένωµεν, µήποτε µέλλοντες καὶ ἀναβαλλόµενοι ἀπέλθωµεν κενοὶ καὶ ἔρηµοι τοσούτων ἀγαθῶν. Πῶς οἴεσθε ὀδυνῶµαι, ὅταν ἀκούσω, ὅτι ἀµύητός τις ἀπηνέχθη ἐντεῦθεν, τὰς ἀφορήτους ἐννοῶν κολάσεις ἐκείνας, τὴν ἀπαραίτητον τιµωρίαν; πῶς δάκνοµαι πάλιν, ὅταν ἑτέρους ἴδω πρὸς τὰς ἐσχάτας φθάνοντας ἀναπνοὰς, καὶ µηδὲ ἐντεῦθεν σωφρονιζοµένους;∆ ιά τοι τοῦτο πολλὰ τῆς δωρεᾶς ταύτης ἀνάξια γίνεται.∆ έον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου µυσταγωγουµένου, ὅταν ἀκούσῃ τοῦ κάµνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψενὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰµωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγοµένων ὁδόν. Καὶ ἐκεῖνος δὲ πάλιν τότε ὀδυνᾶται πλέον, κἂν ἀνενέγκῃ ἀπὸ τῆς ἀῤῥωστίας, χαλεπώτερον ἀλγεῖ ὡς ἐπηρεασθείς. Ἐπειδὴ γὰρ οὐ παρεσκεύαστο πρὸς ἀρετὴν, ὀκνεῖ λοιπὸν, καὶ ἀναδύεται πρὸς τοὺς ἀγῶνας τοὺς µετὰ ταῦτα. Ὁρᾷς, οἷα ὁ διάβολος κατασκευάζει µηχανήµατα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα; Ἀπαλλαγῶµεν τοίνυν τούτου τοῦ γέλωτος· ζήσωµεν ὡς ὁ Χριστὸς ἐκέλευσε.∆ ιὰ τοῦτο ἔδωκε τὸ βάπτισµα, οὐχ ἵνα λαβόντες ἀπέλθωµεν, ἀλλ' ἵνα ἐπιζήσαντες καρποὺς ἐπιδειξώµεθα. Πῶς ἐρεῖς, Καρποφόρει, τῷ ἀπιόντι, τῷ ἐκκοπέντι; οὐκ ἤκουσας, ὅτι Ὁ καρπὸς τοῦ Πνεύ µατός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη; Πῶς οὖν τὰ ἐναντία γίνεται; Καὶ γὰρ ἡ γυνὴ παρέστηκε πενθοῦσα, ὅτε χαίρειν ἔδει· τὰ τέκνα ὀδυρόµενα, ὅτε συνήδεσθαι ἐχρῆν· αὐτὸς ὁ κείµενος ἐσκοτωµένος, θορύβου γέµων καὶ ταραχῆς, ὅτε πανηγυρίζειν ἔδει· ἀθυµίας πεπληρωµένος πολλῆς, διὰ τὴν ὀρφανίαν τῶν τέκνων, διὰ τὴν χηρείαν τῆς γυναικὸς, διὰ τὴν ἐρηµίαν τῆς οἰκίας. Οὕτω τις προέρχεται µυστηρίοις; εἰπέ µοι· οὕτως ἅπτεται τραπέζης ἱερᾶς; ταῦτα ἀνεκτά; Κἂν µὲν βασιλεὺς πέµψῃ γράµµατα, τοὺς ἐν δεσµωτηρίῳ λύων, εὐφροσύνη καὶ χαρά· ὁ δὲ Θεὸς καταπέµπει τὸ Πνεῦµα ἐξ οὐρανῶν, οὐχὶ ἐλλείµµατα χρηµάτων, ἀλλ' ὁλόκληρα ἁµαρτήµατα συγχωρῶν· καὶ πάντες θρηνεῖτε καὶ ὀδύρεσθε; Τίς ἡ ἀνωµαλία αὕτη; Οὔπω γὰρ λέγω, ὅτι καὶ νεκροῖς ἐπεχύθη ὕδωρ, καὶ τὰ ἅγια ἐῤῥίφη εἰς γῆν· ἀλλ' οὐχ ἡµεῖς τούτων αἴτιοι, ἀλλ' οἱ ἀγνώµονες.∆ ιὸ παρακαλῶ πάντα ἀφέντας συστρέψαι ἑαυτοὺς καὶ προσιέναι τῷ βαπτίσµατι µετὰ προθυµίας ἁπάσης, ἵνα καὶ ἐν τῷ παρόντι πολλὴνἐπιδειξάµενοι σπουδὴν, τῆς µελλούσης τύχωµεν παῤῥησίας· ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note