Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 20 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
20.0
Ἦν δέ τις µαθητὴς ἐν∆ αµασκῷ ὀνόµατι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράµατι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύµην τὴν καλουµένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόµατι, Ταρ σέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁρά µατι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
20.1
Τί δήποτε οὐδένα τῶν κορυφαίων ἀποστόλων οὔτε ἐκάλεσεν, οὔτε ἀπέστειλε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; Ὅτι οὐκ ἐχρῆν δι' ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε µὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ µόνον. Ἅµα γοῦν τῷ βαπτισθῆναι ἐπεσπάσατο πολλὴν τοῦ Πνεύµατος τὴν χάριν ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυµίας τῆς πολλῆς. Ὅτι δὲ καὶ ὁ Ἀνανίας τῶν σφόδρα ἐπισήµων ἦν, δῆλον ἐξ ὧν ἐµφανίζεται καὶ λέγει πρὸς αὐτὸν, καὶ ἐξ ὧν πάλιν αὐτὸς ἀποκρίνεται, λέγων· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήµ. Εἰ τοίνυν πρὸς Κύριον ἀντεῖπε, πολλῷ µᾶλλον, εἰ ἄγγελον ἔπεµψε.∆ ιὰ τοῦτο οὐδὲ πρὸ τούτου Φίλιππος ἀκούει τὸ ἐσόµενον, ἀλλὰ µόνον ὁρᾷ τὸν ἄγγελον· καὶ οὕτω τὸ Πνεῦµα προστάττει προσελθεῖν, καὶ κολληθῆναι τῷ ἅρµατι. Τέως δὲ ἐνταῦθα τὸν φόβον αὐτοῦ ὑποτέµνεται, καὶ µονονουχὶ τοῦτό φησι τῷ εἰπεῖν· Ἰδοὺ προσεύχεται, τυφλός ἐστι, καὶ σὺ δέδοικας; Οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήµατα φοβουµένου µᾶλλόν ἐστιν, οὐκ ἀπιστοῦντος. Καὶ ἄκουε τῶν ῥηµάτων αὐτῶν· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου. Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀµφιβάλλεις; Οὕτως οὔπω ᾔδεσαν τὴν δύναµιν τοῦ Χριστοῦ. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουµένους τὸ ὄνοµά σου. Πόθεν τοῦτο δῆλον; Εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι. Οὐχ ὡς οὐκ εἰδότος οὖν τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλ' ἀποροῦντος, ὅτι τούτων ὄντων, πῶς δυνατὸν ταῦτα γενέσθαι. Οὕτω καὶ ἀλλαχοῦ οἱ µαθηταὶ λέγουσι· Τίς δύναται σωθῆναι; Ἀλλ' ὅρα πόσα οἰκονοµεῖται, ἵνα πιστεύσῃ τῷ ἐρχοµένῳ. Ἐν ὀνείρῳ εἶδε, προεµήνυσεν αὐτῷ, Προσεύχεται, φησίν· οὐκοῦν µὴ φοβοῦ. Καὶ διὰ τί οὐ λέγει αὐτῷ τὸ κατόρθωµα τὸ γενόµενον; Παιδεύων ἡµᾶς µὴ λέγειν ἡµῶν τὰ κατορθώµατα· µᾶλλον δὲ καὶ φοβούµενον ἰδών. Οὐδὲ οὕτως εἶπεν, Οὐκ ἀπιστηθήσῃ, ἀλλὰ τί; Ἀναστὰς πορεύθητι. Οἶδε γὰρ ἐν ὁράµατι ἄνδρα ἐπιθέντα αὐτῷ χεῖρας.∆ ιὰ τοῦτο ἐν ὁράµατι, ἐπειδὴ πηρὸς ἦν. Καὶ οὐδὲ τοῦ θαύµατος ἡ ὑπερβολὴ εἷλε τὸν µαθητήν· οὕτως ἐφοβεῖτο. Ὅµως δι' αὐτοῦ Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι ὁ Θεὸς ἐποίησεν. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς µοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόµατός µου παθεῖν. Οὐ µόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκαλος, καὶ πολλῇ χρήσεται τῇ παῤῥησίᾳ. Ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οὕτως ἐπιδώσει ἡ διδασκαλία, φησὶ, ὡς καὶ ἐθνῶν καὶ βασιλέων ἁπάντων κρατῆσαι. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ µε( Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ᾗ ἤρχου), ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύµατος ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόµατι. Ἰησοῦς, φησὶν, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ. Καὶ µὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ Πνεύµατος ἔµαθε. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλµῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆµα, καὶ ἀναστὰς ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσε. Μόνον αὐτῷ τὰς χεῖρας ἐπέθηκε, καὶ εὐθέως τῶν ὀφθαλµῶν αὐτοῦ ἀπέπεσον αἱ λεπίδες. Ταύτας τινές φασι τῆς πηρώσεως αὐτοῦ εἶναι αἰτίας. Καὶ διὰ τί µὴ ἐπήρωσε αὐτοῦ τοὺς ὀφθαλµούς; Τοῦτο παραδοξότερον ἦν· καὶ γὰρ ἀνεῳγµένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόµου, ἕως τὸ ὄνοµα ἐπετέθη τοῦ Ἰησοῦ. Καὶ εὐθέως, φησὶν, ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσεν. Ἄρα καὶ ἐξησθενηκὼς ἦν ἀπό τε τῆς ὁδοιπορίας, ἀπό τε τοῦ φόβου, ἀπό τε τοῦ λιµοῦ καὶ τῆς ἀθυµίας. Βουλόµενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυµίαν, τυφλὸν µένειν εἴασεν, ἕως ἦλθεν Ἀνανίας. Καὶ ἵνα µὴ νοµίσῃ φαντασίαν τις εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες. Ἄρα οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συµβὰν γέγονε διδασκαλία. Ἐγένετο δὲ µετὰ τῶν ὄντων ἐν∆ αµασκῷ µαθητῶν ἡµέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα, εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς. Οὐκ ᾐσχύνετο τὴν µεταβολὴν, οὐκ ἐδεδοίκει, ἐν οἷς ἦν λαµπρὸς πρότερον, ταῦτα καταλύων. Οὐχ ἁπλῶς ἦν διδάσκαλος, ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς. Οὕτως ἐκ προοιµίων θανατῶν ὁ ἄνθρωπος ἦν, καὶ πρὸς φόνους παρεσκευασµένος. Ὁρᾷς, οἷον γέγονε σηµεῖον εἰς αὐτὸν ἐναργές; Τούτῳ αὐτῷ καὶ πάντας ἐξέπληττε.∆ ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει, λέγων· Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴµ τοὺς ἐπικαλουµένους τὸ ὄνοµα τοῦτο, καὶ ὧδε εἰς αὐτὸ τοῦτο ἐλήλυθεν, ἵνα δεδεµένους ἀναγάγῃ ἐπὶτοὺς ἀρχιερεῖς; Σαῦλος δὲ µᾶλλον ἐνεδυναµοῦτο καὶ συνῄσχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν∆ αµασκῷ, συµβιβάζων, ὅτι Οὗτός ἐστιν ὁ Χριστός. Ἅτε νοµοµαθὴς ὢν, ἐπεστόµιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι. Ἐνόµισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.
20.2
Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ κατὰ τὸν Ἀνανίαν· Οὐκ εἶπε πρὸς αὐτὸν,∆ ιαλέχθητι καὶ κατήχησον αὐτόν. Εἰ γὰρ εἰπὼν, ὅτι Εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε· πολλῷ µᾶλλον, εἰ τοῦτο εἶπεν. Εἶδε, φησὶν, ἐν ὁράµατι· ὥστε οὐδὲ διαπιστήσει σοι· µὴ τοίνυν φοβηθῇς, ἀλλὰ πορεύου. Οὕτως οὐδὲ Φίλιππος τότε τὸ πᾶν εὐθέως ἀκούει. Ὅτι σκεῦος ἐκλογῆς µοί ἐστιν οὗτος. Ἐκ περιουσίας τὸν φόβον λύοντός ἐστι τοῦτο, καὶ θαῤῥεῖν πείθοντος· εἴ γε οὕτω µέλλοι τὰ ὑπὲρ αὐτοῦ φρονεῖν, ὡς καὶ παθεῖν πολλά. Εἰπὼν δὲ, Σκεῦος, ὥστε δεῖξαι, ὅτι οὐκ ἔστι φυσικὴ αὐτοῦ ἡ κακία, Ἐκλογῆς προσέθηκεν, ἵνα δηλώσῃ, ὅτι καὶ δόκιµός ἐστι· τὸ δόκιµον γὰρ ἐκλεγόµεθα. Μὴ δὴ νοµίσῃ τις ταῦτα ἀκούων, ὅτι ἀπιστῶν τοῖς λεγοµένοις ταῦτά φησιν Ἀνανίας, ἢ ἠπατῆσθαι νοµίζων τὸν Χριστόν· µὴ γένοιτο· ἀλλὰ φοβούµενος καὶ τρέµων, οὐδὲ προσεῖχε τοῖς εἰρηµένοις, ἀκούσας τὸ ὄνοµα Παύλου· οὕτω προκατέλαβεν ὁ φόβος ἀπὸ τοῦ ὀνόµατος αὐτοῦ τὴν ψυχήν· καίτοι ἀκούσας, ὅτι ἐτύφλωσεν αὐτὸν, ἔδει θαῤῥεῖν. Καὶ ὧδε εἰς αὐτὸ, φησὶ, τοῦτο ἐλήλυθεν, ὥστε δῆσαι πάντας τοὺς ἐπικαλουµένους τὸ ὄνοµά σου. Ὡσεὶ ἔλεγε· Φοβοῦµαι, µή ποτέ µε εἰς Ἱεροσόλυµα ἀναγάγῃ. Τί µε εἰς τὸ στόµα ἐµβάλλεις τοῦ λέοντος; τί µε τούτῳ προδίδως; Φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα µάθωµεν πάντοθεν τὴν ἀρετὴν τοῦ ἀνδρός. Τὸ µὲν γὰρ παρὰ Ἰουδαίων ταῦτα λέγεσθαι, οὐδὲν θαυµαστόν· τὸ δὲ παρὰ τούτου, καὶ οὕτω φοβηθέντος, µέγιστον τεκµήριον τῆς τοῦ Θεοῦ δυνάµεως δείκνυται τοῦτο. Σαοὺλ ἀδελφέ. Ἐνταῦθα καὶ ὁ φόβος γίνεται µέγας, καὶ ἡ ὑπακοὴ µείζων µετὰ τὸν φόβον. Εἶτα ἐπειδὴ Σκεῦος ἐκλογῆς εἶπεν, ἵνα µὴ εἴπῃς, τὸ πᾶν εἶναι Θεοῦ, ἀπάγων σε τούτου, προστίθησι τὸ ἑξῆς, λέγων· Τοῦ βαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἤκουσεν, ὃ σφόδρα ἐπεθύµει ὁ Ἀνανίας, ὅτικαὶ κατὰ Ἰουδαίων στήσεται· διὸ καὶ οὐ µόνον χαρᾶς, ἀλλὰ καὶ θάρσους πληροῦται. Ἐγὼ γὰρ, φησὶν, ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόµατός µου παθεῖν. Προδηλωτικῶς ταῦτα εἴρηται ἅµα καὶ ἐντρεπτικῶς, εἰ ἐκεῖνος µὲν πάντα πείσεται ὁ οὕτω µεµηνὼς, αὐτὸς δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλει, ὅπως ἀναβλέψῃ. Καλῶς ἔχει, φησίν· ἄφες αὐτὸν πεπηρῶσθαι· διὰ τοῦτο νῦν ἥµερος, ὅτι τυφλός ἐστι· τί µε κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλµούς; ἵνα πάλιν δήσῃ; Ἀλλὰ µὴ φοβηθῇς τὸ µέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ' ἡµῶν, ἀλλ' ὑπὲρ ἡµῶν χρήσεται· πρὸς τὸ, Ὅπως ἀναβλέψῃ, ἔτι καὶ ταῦτα προσκείσθω. Μὴ φοβοῦ· οὐδὲν ἐργάσεται ὑµᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά. Καὶ τὸ δὴ θαυµαστὸν, ὅτι πρότερον πείσεται, καὶ τότε ἐµβήσεται εἰς τοὺς κινδύνους. Σαοὺλ ἀδελφὲ, ὁ Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἀπέσταλκέ µε. Οὐκ εἶπεν, Ὁ πηρώσας, ἀλλ', Ὁ ὀφθείς σοι· οὕτως ᾔδει µετριάζειν, καὶ οὐδὲν φθέγγεταί που ἀλαζονικόν. Ὥσπερ οὖν ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· Τί ἡµῖν προσέχετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; οὕτω καὶ οὗτος, Ὁ Ἰησοῦς ὁ ὀφθείς σοι. Τῶν χειρῶν ἐπικειµένων ταῦτα ἐφθέγγετο, καὶ διπλῆ πήρωσις ἐλύετο. Εἰπὼν δὲ, ὅτι Λαβὼν τροφὴν ἐνίσχυσεν, ἐδήλωσεν, ὅτι παρειµένος ἦν καὶ ἀπὸ τῆς ἀθυµίας ὑπὲρ τῆς πηρώσεως, καὶ ἀπὸ τοῦ φόβου, καὶ ἀπὸ τοῦ λιµοῦ. Οὐδὲ γὰρ ἠνέσχετο πρότερον µετασχεῖν τροφῆς, ἕως ὅτε βαπτισθεὶς τῶν µεγάλων εὐθὺς ἔτυχε δωρεῶν. Καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σηµεῖα ποιῶν· ἀλλὰ τί; Ὁ ὀφθείς σοι, ἀπὸ τῶν ἐκείνῳ γνωρίµων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν· Ἐγώ εἰµι ὁ σταυρωθεὶς, ὁ ἐγερθείς· ἀλλ' Ὃν σὺ διώκεις. Οὐκ εἶπεν, Ὁ δεδιωγµένος, ἵνα µὴ δόξῃ ὡς ἐπενθουσιᾷν καὶ ἐπεγγελᾷν. Ὁ ὀφθείς σοι, φησὶ, ἐν τῇ ὁδῷ. Καὶ µὴν οὐκ ὤφθη, ἀλλὰ διὰ πραγµάτων ὤφθη. Καὶ θέλων συσκιάσαι τὸ φορτικὸν τοῦ λόγου, εὐθέως ἐπήγαγεν· Ὅπως ἀναβλέψῃς, καὶ πλησθῇς Πνεύµατος ἁγίου. Οὐχὶ ἐλέγξαι ἦλθε τὸ γεγενηµένον, ἀλλὰ δοῦναι τὴν δωρεὰν, φησίν. Ἐµοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον εὐθὺς τούτων λεγοµένων τῶν ῥηµάτων τοῦ Πνεύµατος µετασχεῖν· καίτοι γε ὁ διδοὺς οὐκ ἦν τῶν δώδεκα. Οὕτως οὐδὲν ἀνθρώπινον πάντων τῶν ἐπ' αὐτῷ, οὐδὲ δι' ἀνθρώπου ἐγένετο, ἀλλ' ὁ Θεὸς παρῆν ὁ ταῦτα ποιῶν. Ἅµα δὲ αὐτὸν καὶ µετριάζειν παιδεύει, οὐκ ἄγων αὐτὸν πρὸς τοὺς προκρίτους ἀποστόλους, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἀνθρώπινον ἐνταῦθα. Οὐ µὴν Πνεύµατος δὲ ἠξιώθη τοῦ ποιοῦντος τὰ σηµεῖα, ἵνα καὶ οὕτως ἡ πίστις αὐτοῦ δειχθῇ· οὐ γὰρ θαύµατα ἐποίησε. Καὶ εὐθέως, φησὶν, ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐχ ὅτι ἀνέστη ἐκήρυσσε, οὐδὲ ὅτι ζῇ· ἀλλὰ τί; Σφόδρα ἀκριβῶς τὸ δόγµα ἐξετίθετο· Ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οἱ δὲ εἰς ἀπιστίαν λοιπὸν ἔρχονται ταῦτα ἀκούοντες, δέον οὐ πιστεύειν µόνον, ἀλλὰ καὶ ἐκπλήττεσθαι. Καὶ τί δήποτε οὐχ ἁπλῶς, ὅτι διώκτης ἦν, λέγουσιν, ἀλλ' ὅτι ἐπόρθει τοὺς ἐπικαλουµένους τὸ ὄνοµα τοῦτο; Τὸ σφόδρα µανικὸν διὰ τούτου ἐµφαίνοντες. Καὶ οὐκ εἶπον τὸν Ἰησοῦν, ἀπὸ τῆς βασκανίας οὐδὲ τὸ ὄνοµα ἀκούειν ἀνεχόµενοι· οὕτως ἦσαν ἐκτεθηριωµένοι. Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν. Οὐκ ἔχοµεν εἰπεῖν, φησὶν, ὅτι τοῖς ἀποστόλοις πρότερον συνεγένετο.
20.3
Ὅρα διὰ πόσων ὁµολογεῖται τῶν ἐχθρῶν τυγχάνων ὁ Παῦλος. Ὁ δὲ οὐ µόνον οὐκ ᾐσχύνετο τούτοις, ἀλλὰ καὶ ἐνηβρύνετο. Σαῦλος δὲ µᾶλλον ἐνεδυναµοῦτο, καὶ συνῄσχυνε τοὺς Ἰουδαίους· τουτέστιν, ἐπεστόµιζεν, οὐκ εἴα τι εἰπεῖν· συµβιβάζων, ὅτι οὗτός ἐστιν ὁ Χριστός.∆ ιδάσκων, φησί· διδάσκαλος καὶ γὰρ εὐθέως ἦν. Ὡς δὲ ἐπληροῦντο ἡµέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Ἐπὶ τὸν ἰσχυρὸν συλλογισµὸν ἔρχονται πάλιν οἱ Ἰουδαῖοι. Οὐκ ἔτι γὰρ συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδοµάρτυρας ἐπιζητοῦσιν· οὐδὲ γὰρ ἔτι ἀνέχονται τούτων· ἀλλὰ τί; Λοιπὸν αὐτοὶ δι' ἑαυτῶν τοῦτο ἐργάζονται. Ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόµενον τὸ πρᾶγµα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν· παρετήρουν τε τὰς πύλας ἡµέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι.∆ ιὰ τί; Ὅτι πάντων ἀφορητότερον ἦν αὐτοῖς τῶν ἤδη γεγενηµένων σηµείων, τῶν πεντακισχιλίων, τῶν τρισχιλίων, πάντων ἁπλῶς. Καὶ ὅρα αὐτὸν τέως οὐ χάριτι σωζόµενον, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ· ἵνα µάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ χωρὶς σηµείων λάµποντος. Λαβόντες δὲ αὐτὸν οἱ µαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Εἰκότως· ἵνα ἀνύποπτον ᾖ τὸ πρᾶγµα. Τί οὖν; τοιοῦτον κίνδυνον διαφυγὼν, ἆρα ἵσταται; Οὐδαµῶς, ἀλλ' ἀπέρχεται ἔνθα µειζόνως ἂν αὐτοὺς ἐξάψοι. Ὅτι γὰρ ἀκριβῶς ἐπίστευσεν, ἄπιστον ἦν ἔτι τοῖς πολλοῖς.∆ ιὰ τοῦτο µεθ' ἡµέρας ἱκανὰς τοῦτο γίνεται. Τί ποτε τοῦτό ἐστιν; Εἰκὸς αὐτὸν µὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔµαθε, τότε ἐπέτρεψε τοῖς µαθηταῖς αὐτοῦ· καὶ γὰρ µαθητὰς εἶχεν εὐθέως. Τοῦτο αἰνιττόµενος ἔλεγεν· Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν∆ αµασκηνῶν πόλιν, πιάσαι µε θέλων. Καὶ ὅρα τὸν εὐαγγελιστὴν οὐδὲν φιλοτίµως λέγοντα, οὐδὲ λαµπρὸν δεικνύντα τὸν Παῦλον, ἀλλὰ µόνον ὅτι ἐπήγειραν τὸν βασιλέα. Μόνον οὖν αὐτὸν ἐξέπεµψαν, καὶ οὐδένα µετ' αὐτοῦ. Καὶ τοῦτο δὲ συµφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς ἀποστόλοις ἐν Ἱεροσολύµοις· µᾶλλον δὲ αὐτοὶ µὲν ἐξέπεµψαν, ὡς ἐκ τούτου λοιπὸν ἑαυτῷ τὴν σωτηρίαν πορίσασθαι· αὐτὸς δὲ τοὐναντίον πραττόµενος, εἰς τοὺς µαινοµένους εὐθὺς ἐπεπήδησε. Τοῦτό ἐστι πεπυρῶσθαι, τοῦτο µάλιστα ζεῖν. Καὶ σκόπει, πῶς ἀκολουθεῖ, ἐκ πρώτης ἡµέρας τηρῶν τὸ παράγγελµα, ὅπερ ἤκουσαν οἱ ἀπόστολοι, τὸ, Ἐὰν µή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶἀκολουθήσῃ µοι. Τὸ τοίνυν ὕστερον αὐτὸν τῶν ἄλλων ἐλθεῖν, µᾶλλον αὐτὸν προθυµότερον ἐποίει. Καὶ ἔργῳ ἐπληροῦτο ἐκεῖνο τὸ, Ὧ ἀφίεται πολὺ, µᾶλλον ἀγαπήσει. Ὥστε ὅσῳ ἔσχατον ἦλθε, τοσούτῳ µᾶλλον ἠγάπησεν.∆ ιὰ τοῦτο καὶ τὸν πρότερον βίον ἑαυτοῦ στηλιτεύων, καὶ πολλάκις ἑαυτὸν στίζων, οὐδὲν ἡγεῖτο ἱκανὸν εἶναι πρὸς τὸ τὰ πρότερα ἀποκρύψαι. Συµβιβάζων, φησὶ, τουτέστι, µετ' ἐπιεικείας διδάσκων. Καὶ ὅρα, οὐ λέγουσιν αὐτῷ, ὅτι Σὺ εἶ ὁ πορθῶν· τί µεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον. Εἶπε γὰρ ἂν πολλῷ δικαιότερον, ὅτι Τοῦτο µάλιστα ὑµᾶς διδάξαι ὀφείλει, ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Τοῦτον µιµώµεθα, πα ρακαλῶ, καὶ ἡµεῖς, καὶ πρὸς πάντας ὦµεν κινδύνους παρατεταγµένοι. Καὶ πῶς, φησὶν, ἐκεῖνος φεύγει; Οὐκ ἦν δειλίας τὸ πρᾶγµα, ἀλλ' ἐφύλαττεν ἑαυτὸν τῷ κηρύγµατι. Εἰ δειλὸς ἦν, οὐκ ἂν εἰς τὰ Ἱεροσόλυµα ἦλθεν, οὐκ ἂν εὐθέως ἀνεδέξατο τὴν διδασκαλίαν· καθυφῆκεν ἂν τῆς σφοδρότητος. Ἀλλ' οὐκ ἦν δειλὸς, ἀλλὰ καὶ οἰκονοµικός. Ἐπαιδεύθη τῷ πάθει τοῦ Στεφάνου.∆ ιὸ οὐδὲν µέγα ἡγεῖτο τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κηρύγµατος, εἰ µὴ µετὰ πολλοῦ τοῦ κέρδους τοῦτο ἐργάσαιτο, ἄνθρωπος οὐδὲ τὸν Χριστὸν ἰδεῖν θέλων, ὃν µάλιστα πάντων ἔσπευδεν ἰδεῖν, ἐπειδὴ οὐδέπω ἀπήρτιστο αὐτῷ τὰ τῆς εἰς τοὺς ἀνθρώπους οἰκονοµίας. Τοιαύτην εἶναι χρὴ τὴν ψυχὴν τοῦ Χριστιανοῦ.
20.4
Ἀπὸ προοιµίων καὶ ἀπὸ βαλβῖδος αὐτῆς ἐδείκνυτο ὁ χαρακτὴρ Παύλου· µᾶλλον δὲ καὶ πρὸ τούτου. Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούµενος λογισµῷ διεπράττετο. Εἰ γὰρ µετὰ τοσοῦτον χρόνον οὐκ ἤθελεν ἀναλῦσαι· πολλῷ µᾶλλον ἐν ἀρχῇ τῆς ἐµπορίας, ἄρτι τῶν λιµένων ἐξελθών. Οὐκ ἐξαρπάζει δὲ αὐτὸν ὁ Χριστὸς τοῦ κινδύνου, ἀλλ' ἀφίησιν· ἐπειδὴ βούλεται καὶ ἀνθρωπίνῃ συνέσει πολλὰ γίνεσθαι. Ἄλλως δὲ ἀφίησιν, ἵνα µάθωµεν, ὅτι καὶ αὐτοὶ ἄνθρωποι ἦσαν, καὶ ὅτι οὐ πανταχοῦ τὸ πᾶν ἡ χάρις ἐνήργει· ἐπεὶ εἰ µὴ τοῦτο ἦν, ξύλα ἁπλῶς ἐνοµίσθησαν ἄν.∆ ιά τοι τοῦτο πολλὰ καὶ αὐτοὶ ᾠκονόµουν διὰ τῶν πραγµάτων. Τοῦτο καὶ ἡµεῖς ποιῶµεν, καὶ οὕτω τῆς τῶν ἀδελφῶν ὀρεγώµεθα σωτηρίας. Τοῦτο µαρτυρίου οὐκ ἔλαττον, µηδὲν παραιτήσασθαι παθεῖν διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεόν. Πάλιν ἐρῶ, ὃ πολλάκις εἶπον· ἐρῶ δὲ, ἐπειδὴ σφόδρα αὐτὸ βούλοµαι· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ αὐτὸ ἐποίει, περὶ ἀφέσεως παραινῶν καὶ λέγων· Ὅταν προσεύχησθε ὑµεῖς, ἀφίετε εἴ τι κατά τινος ἔχετε. Πάλιν τῷ Πέτρῳ διαλεγόµενος, Οὐ λέγω σοι, φησὶν, ὅτι Ἄφες ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδοµηκοντάκις ἑπτά· καὶ διὰ τῶν ἔργων ἀφῆκε τὰ εἰς αὐτὸν πληµµελήµατα. Οὕτω δὴ καὶ ἡµεῖς, ἐπειδὴ ἴσµεν τοῦτο ὅρον Χριστιανισµοῦ ὄντα, διὰ παντὸς περὶ αὐτοῦ διαλεγόµεθα. Οὐδὲν ψυχρότερον Χριστιανοῦ, ἑτέρους µὴ σώζοντος. Οὐκ ἔχεις ἐνταῦθα πενίαν εἰπεῖν· ἡ γὰρ τὰ δύο καταβαλοῦσα λεπτὰ, κατηγορήσει. Καὶ Πέτρος ἔλεγεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι. Καὶ Παῦλος οὕτως ἦν πένης, ὡς καὶ πεινᾶσαι πολλάκις, καὶ τῆς ἀναγκαίας ἀπορῆσαι τροφῆς. Οὐκ ἔχεις δυσγένειαν εἰπεῖν· καὶ γὰρ ἐκεῖνοι ἄσηµοι ἦσαν, καὶ ἐξ ἀσήµων. Οὐκ ἔχεις ἰδιωτείαν προβαλέσθαι· καὶ γὰρ ἐκεῖνοι ἀγράµµατοι ἦσαν. Κἂν δοῦλος ᾖς, κἂν δραπέτης, δυνήσῃ τὰ παρὰ σαυτοῦ πληρῶσαι· ἐπεὶ καὶ ὁ Ὀνήσιµος τοιοῦτος ἦν. Ἀλλ' ὅρα ποῦ καλεῖ αὐτὸν, καὶ εἰς πόσον ἄγει ἀξίωµα. Ἵνα κοινωνῇ µοι, φησὶν, ἐν τοῖς δεσµοῖς µου. Οὐκ ἔχεις ἀσθένειαν εἰπεῖν· ἐπεὶ καὶ Τιµόθεος τοιοῦτος ἦν, πυκνὰς ἔχων τὰς ἀσθενείας. Ὅτι δὲ ἀσθενὴς ἦν, ἄκουε· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸ στόµαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.∆ ύναται ἕκαστος τὸν πλησίον ὠφελεῖν, ἐὰν θέλῃ τὰ παρ' αὐτοῦ πληροῦν. Οὐχ ὁρᾶτε τὰ δένδρα τὰ ἄκαρπα πῶς ἐστιν ἰσχυρὰ, πῶς καλὰ, εὐµήκη, λεῖα καὶ ὑψηλά; Ἀλλ' εἰ παράδεισον ἔχοιµεν, βουλοίµεθα ἂν ῥοιὰς, ἐλαίας ἔχειν καρπίµους πολλῷ µᾶλλον ἢ ταῦτα· ἐκεῖνα γὰρ πρὸς τέρψιν εἰσὶν, οὐ πρὸς ὠφέλειαν· καὶ ἡ ὠφέλεια δὲ µικρά τίς ἐστι. Τοιοῦτοί εἰσιν οἱ τὰ αὑτῶν µόνον σκοποῦντες· µᾶλλον δὲ οὐδὲ τοιοῦτοι· πρὸς γὰρ καῦσιν ἐπιτήδειοι οὗτοι· ἐπεὶ ἐκεῖνα καὶ πρὸς οἰκοδοµὴν καὶ πρὸς ἀσφάλειαν τῶν ἔνδον. Τοιαῦται ἦσαν καὶ αἱ παρθένοι, ἁγναὶ µὲν καὶ κόσµιαι καὶ σώφρονες, οὐδενὶ δὲ χρήσιµοι· διὸ καὶ κατακαίονται. Τοιοῦτοί εἰσιν οἱ µὴ θρέψαντες τὸν Χριστόν. Ὅρα γὰρ τούτων οὐδένα ἐγκαλούµενον ὑπὲρ τῶν οἰκείων ἁµαρτηµάτων, οὐχ ὅτι ἐπόρνευσεν, οὐχ ὅτι ἐπιώρκησεν, οὐδὲν ὅλως· ἀλλ' ὅτι ἑτέρῳ µὴ γέγονε χρήσιµος. Τοιοῦτος ἦν ὁ τὸ τάλαντον κατορύξας, ἄληπτον παρεχόµενος µὲν βίον, ἑτέρῳ δὲ οὐκ ὢν χρήσιµος. Πῶς ἐστι Χριστιανὸς ὁ τοιοῦτος; Εἰπέ µοι, ἐὰν ζύµη ἀναφυρεῖσα ἀλεύρῳ µὴ µεταστήσειεν εἰς τὴν αὐτῆς ἕξιν τὸ πᾶν, ἆρα ζύµη τὸ τοιοῦτόν ἐστι; Τί δαὶ, εἰ µὴ µύρον ἀναπλήσειε τῆς εὐωδίας τοὺς πλησιάζοντας, µύρον ἂν τοῦτο καλέσαιµεν; Μὴ εἴπῃς· Ἀδύνατόν µοί ἐστιν ἑτέρους ἐναγαγεῖν· ἂν γὰρ ᾖς Χριστιανὸς, ἀδύνατον τὸ µὴ οὕτω γενέσθαι. Ὥσπερ γὰρ τὰ ἐν τῇ φύσει ἀναντίῤῥητά ἐστιν, οὕτω καὶ ταῦτα· ἐν γὰρ τῇ φύσει τοῦ Χριστιανοῦ κεῖται τὸ πρᾶγµα. Μὴ ὕβριζε τὸν Θεόν. Ἂν εἴπῃς, ὅτι ὁ ἥλιος οὐ δύναται φαίνειν, ὕβρισας αὐτόν· ἂν εἴπῃς, ὅτι ὁ Χριστιανὸς οὐ δύναται ὠφελεῖν, ὕβρισας τὸν Θεὸν καὶ ψεύστην εἶπας. Εὔκολον γὰρ τὸν ἥλιον µὴ θερµαίνειν, µηδὲ φαί νειν, ἢ τὸν Χριστιανὸν µὴ φωτίζειν· εὔκολον τὸ φῶς εἶναι σκότος, ἢ τοῦτο γενέσθαι. Μὴ δὴ λέγε, ὅτι ἀδύνατον· ἀδύνατον γὰρ τοὐναντίον ἐστί. Μὴ δὴ ὕβριζε τὸν Θεόν. Ἂν τὰ καθ' ἡµᾶς κατασκευάσωµεν καλῶς, πάντως ἔσται ἐκεῖνα, καὶ ὥσπερ φυσικόν τι πρᾶγµα ἕψεται. Οὐκ ἔνι λαθεῖν φῶς Χριστιανοῦ· οὐκ ἔνι κρυβῆναι λαµπάδα οὕτω περιφανῆ. Μὴ δὴ ἀµελῶµεν. Ὥσπερ γὰρ ἀπὸ τῆς ἀρετῆς τὸ κέρδος εἴς τε ἡµᾶς, εἴς τε τοὺς ὠφελουµένους διαβαίνει· οὕτως ἀπὸ τῆς κακίας διπλῆ πάλιν ἡ ζηµία, εἴς τε ἡµᾶς, εἴς τε τοὺς βλαπτοµένους διαβαίνουσα. Ἔστω τις, εἰ βούλει, ἰδιώτης µυρία παρά τινος παθὼν κακὰ, καὶ µηδεὶς ἐκεῖνον ἀµυνέσθω, ἀλλὰ καὶ εὐεργετείτω· πόσης τοῦτο διδασκαλίας οὐκ ἰσχυρότερον; πόσων λόγων, πόσων παραινέσεων; τίνα οὐχ ἱκανὸν σβέσαι θυµὸν καὶ µαλάξαι; Ταῦτ' οὖν εἰδότες, ἐχώµεθα τῆς ἀρετῆς, ὡς οὐκ ἐνὸν ἑτέρως σωθῆναι, ἢ µετὰ τούτων τῶν κατορθωµάτων τὴν ἐνταῦθα ζωὴν διανύσαντας, ἵνα καὶτῶν µελλόντων ἀγαθῶν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦνκαὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note