Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 22 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
22.0
Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόµατι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουµένης Ἰταλικῆς, εὐσεβὴςκαὶ φοβούµενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεηµοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόµενος τοῦ Θεοῦ διὰπαντὸς, εἶδεν ἐν ὁρά µατι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡµέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔµφοβος γενό µενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ.
22.1
Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ ζῶν κατὰ τὸν νόµον, ἀλλ' ἤδη προειλήφει τὴν ἡµετέραν πολιτείαν. Καὶ ὅρα δύο πιστεύοντας τέως, τόν τε εὐνοῦχον τὸν ἀπὸ τῆς Γάζης, καὶ τοῦτον, ἐν ἀξιώµασιν ὄντας ἀµφοτέρους καὶ πολλὴν ὑπὲρ τούτων γινοµένην σπουδήν. Ἀλλὰ µὴ νοµίσῃς, ὅτι διὰ τὰ ἀξιώµατα. Οὐ διὰ ταῦτα, µὴ γένοιτο· ἀλλὰ διὰ τὴν εὐλάβειαν.∆ ιὰ γοῦν τοῦτο καὶ τὰ ἀξιώµατα τέθειται, ἵνα µείζων ἡ εὐλάβεια δειχθῇ. Θαυµαστότερον καὶ γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ᾖ. Ἀλλὰ µέγα ἐκείνου ἐγκώµιον τὸ τοσαύτην ἀποδηµίαν στέλλεσθαι, καὶ τὸ, µηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήµατοςφερόµενον τὸν Φίλιππον παρακαλεῖν, καὶ µυρία ἕτερα· µέγα καὶ τούτου, τὸ ἐλεηµοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ εὐσεβῆ εἶναι ἐν ἀρχῇ τοιαύτῃ.∆ ιὸ καὶ ἀπὸ ταύτης τὸν ἄνδρα ποιεῖ γνώριµον· εἰκότως, ἵνα µή τις εἴπῃ, ὅτι ψεύδεται τῶν Γραφῶν ἡ ἱστορία. Ἐκ σπείρας, φησὶ, τῆς καλουµένης Ἰταλικῆς. Σπεῖρά ἐστιν, ὃ καλοῦµεν νυνὶ νούµερον. Εὐσεβὴς καὶ φοβούµενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ταῦτα λέγει, ἵνα µὴ νοµίσῃς, ὅτι διὰ τὸ ἀξίωµα τὰ κατ' αὐτὸν οὕτως οἰκονοµεῖται. Ὅτε οὖν Παῦλον προσαχθῆναι ἔδει, οὐδαµοῦ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος φαίνεται· οὐδὲ πέµπει αὐτὸν πρὸς ἕνα τινὰ τῶν δώδεκα, ἀλλὰ πρὸς Ἀνανίαν. Ἐνταῦθα δὲ τοὐναντίον, τὸν κορυφαῖον ἄγει, ὡς Φίλιππον πρὸς τὸν εὐνοῦχον, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ διδάσκων, πῶς κεχρῆσθαι δεῖτοῖς τοιούτοις· ἐπεὶ καὶ ὁ Χριστὸς αὐτὸς ἀπιὼν φαίνεται πολλάκις πρὸς τοὺς κακῶς πάσχοντας, καὶ δι' ἑαυτῶν προσιέναι µὴ δυναµένους. Θέα δέ µοι κἀνταῦθα πάλιν ἐλεηµοσύνης ἄλλο ἐγκώµιον, ὥσπερ ἐκεῖ διὰ τῆς Ταβηθᾶς. Ἀνὴρ, φησὶν, εὐσεβὴς καὶ φοβούµενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ. Ἀκούσωµεν, ὅσοι τῶν οἰκείων ἀµελοῦµεν. Οὗτος δὲ καὶ στρατιωτῶν ἐπεµελεῖτο, ποιῶν τε ἐλεηµοσύνας παντὶ τῷ λαῷ. Οὕτω καὶ τὰ δόγµατα καὶ ὁ βίος αὐτῷ διώρθωτο. Εἶδεν ἐν ὁράµατι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡµέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.∆ ιὰ τί βλέπει τὸν ἄγγελον; Καὶ τοῦτο εἰς πληροφορίαν Πέτρου· µᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων. Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει. Ἀτενίσας δὲ αὐτῷ καὶ ἔµφοβος γενόµενος, εἶπεν. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα, ἃ λέγει, ἀλλὰ πρότερον λύοντα τὸν φόβον, καὶ τὴν διάνοιαν αὐτοῦ µετεωρίζοντα. Καὶ γὰρ ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο· ἀλλὰ φόβος σύµµετρος, ὅσον ἐπιστρέψαι µόνον. Εἶτα τὰ ῥήµατα τὸν φόβον ἔλυσε· µᾶλλον δὲ ὁ δι' αὐτῶν ἔπαινος τὸ τοῦ φόβου τραχὺ κατελέανεν. Ἄκουε δὲ καὶ οἷα τὰ ῥήµατα· Αἱ εὐχαί σου καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ. Νῦν οὖν πέµψον εἰς Ἰόππην ἄνδρας, καὶ µετακάλεσαι Σίµωνα, ὃς ἐπικαλεῖται Πέτρος. Ἵνα µὴ ἐπ' ἄλλον ἔλθωσιν, οὐκ ἀπὸ τοῦ ἐπωνύµου µόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα. Καὶ αὐτός ἐστι ξενιζόµενος πρὸς Σίµωνά τινα βυρσέα, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. Εἶδες, πῶς τὰ ἀνακεχωρηµένα τῶν πόλεων ἐδίωκον οἱ ἀπόστολοι, ἐρηµίας ὄντες φίλοι καὶ ἡσυχίας; Τί οὖν, εἰ συνέβη καὶ ἄλλον εἶναι Σίµωνα καὶ βυρσέα; Ἀλλ' εἶχε καὶ ἄλλο σηµεῖον, τὸ παρὰ θάλασσαν οἰκεῖν. Τὰ τρία οὐκ ἦν δυνατὸν συµπεσεῖν. Καὶ οὐκ εἶπε, διὰ τί, ἵνα µὴ ἐκλύσῃ αὐτόν· ἀλλὰ ἀφῆκεν, ὥστε ἐν ἐπιθυµίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι. Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶἐξηγησάµενος αὐτοῖς πάντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς ταῦτα λέγει, ἀλλ' ὅτι καὶ οἱ προσκαρτεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν, ἵνα δείξῃ; Καὶ ἐξηγησάµενος αὐτοῖς πάντα, φησίν. Ὅρα τὸ ἄτυφον. Οὐκ εἶπε· Καλέσατέ µοι Πέτρον· ἀλλ' ὥστε καὶ πεῖσαι, ἐξηγήσατο ἅπαντα· οὕτως οἰκονοµίας ἦν. Οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώµατος αὐτὸν µεταπέµψασθαι· διὰ τοῦτο ἐξηγεῖται λοιπόν. Τοσοῦτον ἦν µέτριος ὁ ἀνήρ· καίτοι οὐδὲν µέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγοµένου παρὰ βυρσεῖ. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶµα προσεύξασθαι περὶ ὥραν ἕκτην. Ὅρα, πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦµα, καὶ οὔτε θᾶττον, οὔτε βραδύτερον ποιεῖ τοῦτο γενέσθαι. Ἀνέβη, φησὶν, ὁ Πέτρος ἐπὶ τὸ δῶµα προσεύξασθαι περὶ ὥραν ἕκτην· τουτέστι, κατ' ἰδίαν, καὶ ἐν ἡσυχίᾳ, ὡς ἂν ἐν ὑπερῴῳ. Ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι. Παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγµένον. Τί ἐστιν ἔκστασις; Πνευµατικὴ, φησὶ, θεωρία γέγονεν αὐτῷ· τοῦ σώµατος, ὡς ἂν εἴποι τις, ἐξέστη ἡ ψυχή. Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγµένον, καὶ καταβαῖνον ἐπ' αὐτὸν σκεῦός τι ὡς ὀθόνην µεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεµένον καὶ καθιέµενον ἐπὶ τῆς γῆς, ἐνᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ Πέτρος εἶπεν· Μηδαµῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ µὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
22.2
Τί ποτε τοῦτό ἐστι; Σύµβολον τῆς οἰκουµένης ἁπάσης τὸ πρᾶγµα γίνεται. Ὁ ἄνθρωπος ἀκρόβυστος ἦν, καὶ οὐδὲν κοινὸν εἶχε πρὸς Ἰουδαίους. Ἐπεὶ οὖν ἔµελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου, καὶ τοῦτο πάνυ αὐτοῖς προσίστατο, ἀναγκαίως οἰκονοµεῖται εἰπεῖν, Οὐδέποτε ἔφαγον· οὐχὶ αὐτὸς δεδοικὼς, µὴ γένοιτο, ἀλλ' ὑπὸ τοῦ Πνεύµατος, ὡς ἔφην, οἰκονοµούµενος, ἵν' ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι καὶ ἀντεῖπεν· πάνυ γὰρ αὐτοῖς ἔµελε τοῦ τὸν νόµον φυλάττεσθαι. Εἰς ἔθνη ἐπέµπετο. Ἵνα οὖν µὴ καὶ οὗτοι αὐτοῦ κατηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονοµεῖται· ἢ καὶ ἵνα µὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαµῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ µὴ κοίνου. Τοῦτο δοκεῖ µὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιµᾶται, πολλῷ µᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισµα δηλοῖ. Μηδαµῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα µή τις εἴπῃ, ὅτι ἐπείραζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰµ, ὅτε ἐκελεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίππου, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα µάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ µὴν ἐν τῷ νόµῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστείλατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅµως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραµα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλµένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦΣίµωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίµων ὁ ἐπικαλούµενος Πέτρος ἐνθάδε ξενίζεται. Θαµβουµένῳ καθ' ἑαυτὸν καὶ διαποροῦντι τῷ Πέτρῳ, ἔρχονται οἱ ἄνδρες εὐκαίρως τὴν ἀπορίαν λύοντες· ἐπεὶ καὶ τὸν Ἰωσὴφ πρότερον εἴασε θορυβηθῆναι, καὶ τότε τὸν ἀρχάγγελον πέµπει. Εὐκόλως γὰρ ἡ ψυχὴ δέχεται τὴν λύσιν, πρότερον ἐν ἀπορίᾳ γενοµένη. Οὔτε οὖν ἐπὶ πολὺ γίνεται αὐτῷ τὰ τῆς ἀπορίας, οὔτε πρὸ τούτου, ἀλλὰ περὶ τὸν καιρὸν τοῦ ἀρίστου. Τοῦ δὲ Πέτρου διενθυµουµένου περὶ τοῦ ὁράµατος, εἶπεν αὐτῷ τὸ Πνεῦµα· Ἰδοὺ ἄνδρες ζητοῦσί σε. Ἀλλὰ ἀναστὰς, κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς, µηδὲν διακρινόµενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Καὶ πάλιν τοῦτο ἀπολογία Πέτρου πρὸς τοὺς µαθητὰς, ἵνα µάθωσιν, ὅτι καὶ διεκρίθη, καὶ ἐπαιδεύθη µηδὲν διακρίνεσθαι. Ὅτι ἐγὼ, φησὶν, αὐτοὺς ἀπέσταλκα. Ὅρα ὅση τοῦ Πνεύµατος ἡ ἐξουσία. Ὃ δὲ ποιεῖ ὁ Θεὸς, τοῦτο λέγεται τὸ Πνεῦµα ποιεῖν. Ὁ µὲν οὖν ἄγγελος οὐχ οὕτως· ἀλλὰ πρῶτον εἰπὼν, Αἱ εὐχαί σου καὶ αἱ ἐλεηµοσύναι σου, τότε φησὶν, Ἀπόστειλον, ἵνα δείξῃ, ὅτι ἐκεῖθεν ἀπέσταλται· τὸ δὲ Πνεῦµα, ἐπεὶ Κύριον, Ἐγὼ αὐτοὺς ἀπέσταλκα. Καταβὰς δὲ ὁ Πέτρος πρὸς τοὺς ἄνδρας, εἶπεν· Ἰδοὺ ἐγώ εἰµι, ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι' ἣν πάρεστε; Οἱ δὲ εἶπον· Κορνήλιος ὁ ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούµενος τὸν Θεὸν, µαρτυρούµενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηµατίσθη ὑπὸ ἀγγέλουἁγίου µεταπέµψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήµατα παρὰ σοῦ. Λέγουσι τὰ ἐγκώµια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ. Εἰσκαλεσάµενος οὖν αὐτοὺς ἐξένισεν. Ὁρᾷς, πόθεν ἡ ἀρχὴ γίνεται τῶν ἐθνῶν; Ἀπὸ ἀνδρὸς εὐσεβοῦς, ἀξίου φανέντος ἀπὸ τῶν ἔργων. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅµως σκανδαλίζονται, εἰ µὴ τοῦτο ἦν, τί οὐκ ἂν εἶπον Ἰουδαῖοι; Εἰσκαλεσάµενος οὖν, φησὶν, αὐτοὺς ἐξέ νισε. Θέα πόση ἀσφάλεια. Ὥστε µηδὲν αὐτοὺς παθεῖν δεινὸν, εἰσκαλεῖται, καὶ µετὰ παῤῥησίας λοιπὸν συνδιαιτᾶται. Τῇ δὲ ἐπαύριον ἀναστὰς ὁ Πέτρος, ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ, καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ἐπίσηµος ἦν ὁ ἀνὴρ, ὡς ἐν ἐπισήµῳ πόλει τυγχάνων.∆ ιὸ καὶ ἐπ' αὐτῷ πάντα ὁµοῦ οἰκονοµεῖται, καὶ ἀπὸ τῆς Ἰουδαίας ἀρχὴν λαµβάνει τὸ πρᾶγµα· οἷον τὸ µὴ ὑπνοῦντι ὀφθῆναι, ἀλλ' ἐγρηγορότι, τὸ ἐν ἡµέρᾳ· περὶ ἐνάτην γὰρ ὥραν· οὕτως ἑαυτῷ προσεῖχεν. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Καὶ εἶπεν ὁ ἄγγελος· Αἱ εὐχαί σου καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ἐντεῦθεν δῆλον, ὅτι διὰ φωνῆς ἐκάλεσεν ὁ ἄγγελος, καὶ οὕτως εἶδεν αὐτόν· ὡς εἰ µὴ ἐκάλεσεν, οὐδ' ἂν εἶδεν· οὕτω συντεταµένος ἦν ἀπὸ τοῦ πράγµατος, ἐν ᾧ ἦν. Καὶ µετάπεµψαι Σίµωνα τὸν ἐπικαλούµενον Πέτρον. Τέως, ὅτι ἐπὶ χρηστοῖς αὐτὸν µετακαλέσεται, ἐδήλωσε· ποίοις δὲ χρηστοῖς, οὐκ ἔτι. Οὕτως οὐδὲ Πέτρος λέγει τὸ πᾶν· ἀλλὰ πανταχοῦ ἐκ µέρους τὰ διηγήµατα, ὥστε διεγείρειν τοὺς ἀκούοντας. Οὕτω καὶ Φίλιππον καλεῖ µόνον εἰς τὴν ἔρηµον. Ἀνέβη δὲ Πέτρος ἐπὶ τὸ δῶµα προσεύξασθαι περὶ ὥραν ἕκτην, καὶ ἔπεσεν ἐπ' αὐτὸν ἔκστασις, καὶ θεωρεῖ σκεῦός τι ὡς ὀθόνην. Σκόπει, ὅτι οὐδὲ ἡ πεῖνα ἠνάγκασεν αὐτὸν προσδραµεῖν τῇ σινδόνι. Ἵνα δὲ µὴ ἐν πλείονι ἀπορίᾳ ὁ Πέτρος ᾖ, ἀκούει λεγούσης φωνῆς· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Ἴσως ἐπὶ γόνατα κείµενος εἶδε τὴν ὀπτασίαν· ἐµοὶ δὲ δοκεῖ διὰ τὸ κήρυγµα ταύτην ἑωρακέναι. Ὅτι δὲ καὶ θεῖον ἦν τὸ γινόµενον, δῆλον ἔκ τε τοῦ ἄνωθεν ἰδεῖν καταβαῖνον, ἔκ τε τοῦ ἐν ἐκστάσει γενέσθαι. Τὸ δὲ καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι, καὶ τὸ τρὶς τοῦτο γενέσθαι, καὶ τὸ οὐρανὸν ἀνεῳχθῆναι, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀναρπασθῆναι πάλιν, µέγα δεῖγµα τοῦ θεῖον εἶναι τὸ πρᾶγµα.
22.3
∆ ιὰ τί δὲ τοῦτο γίνεται;∆ ιὰ τοὺς µετὰ ταῦτα, οἷς µέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤδη ἀκούσας ἦν, ὅτι Εἰς ὁδὸν ἐθνῶν µὴ ἀπέλθητε. Καὶ µὴ θαυµάσῃς. Εἰ γὰρ περιτοµῆς ἐδεήθη καὶ θυσίας Παῦλος, πολλῷ µᾶλλον τότε ἐν ἀρχῇ τοῦ κηρύγµατος ἀσθενεστέρων ὄντων αὐτῶν, τούτων ἔδει. Καὶ ἰδοὺ οἱ ἄνδρες, φησὶ, οἱ ἀπεσταλµένοι ἀπὸ τοῦ Κορνηλίου ἐπέστησαν ἐπὶ τὸν πυλῶνα· καὶ φωνήσαντες ἐπυνθάνοντο, εἰ Σίµων ὁ ἐπικαλούµενος Πέτρος ἐνθάδε ξενίζεται. Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων. Τοῦ δὲ Πέτρου διενθυµουµένου, εἶπεν αὐτῷ τὸ Πνεῦµα· Ἀναστὰς κατάβηθι, καὶ πορεύου µηδὲν διακρινόµενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς. Ὅρα· οὐκ εἶπε·∆ ιὰ γὰρ τοῦτο τὸ ὅραµά σοι ὤφθη· ἀλλ', Ἐγὼ αὐτοὺς ἀπέσταλκα· δεικνὺς, ὅτι οὕτω δεῖ πείθεσθαι, εὐθύνας οὐκ ἀπαιτοῦντα. Ἀρκεῖ γὰρ πρὸς πᾶσαν πληροφορίαν τὸ ἀκοῦσαι παρ' αὐτοῦ· Τόδε ποίησον, τόδε λάλησον, καὶ µηδὲν πλέον ζητεῖν. Καταβὰς δὲ Πέτρος εἶπεν· Ἰδοὺ ἐγώ εἰµι, ὃν ζητεῖτε. Τί δήποτε οὐκ εὐθέως αὐτοὺς ἐδέξατο, ἀλλὰ πυνθάνεται; Εἶδε στρατιώτας ὄντας τοὺς ἐπιστάντας.∆ ιὸ οὐχ ἁπλῶς ἐρωτᾷ, ἀλλὰ πρότερον ὁµολογήσας αὐτὸς εἶναι, τότε τὴν αἰτίαν πυνθάνεται τῆς ἀφίξεως, ἵνα µὴ νοµισθῇ διὰ τοῦτο πυνθάνεσθαι, ὡς δὴθέλων ἑαυτὸν κατακρύψαι. Καὶ πυνθάνεται, ἵνα, ἂν µὲν εὐθέως κατεπείγῃ, καὶ συνεξέλθῃ· ἂν δὲ µὴ, ἵνα ξενίσῃ. Τίνος δὲ ἕνεκεν ἐκεῖνοι λέγουσι, Μεταπέµπεταί σε εἰς τὸν οἶκον αὐτοῦ; Ὅτι τοῦτο αὐτοῖς ἐκέλευσε. Τάχα δὲ καὶ ὡς ἀπολογούµενοι ὑπὲρ αὐτοῦ µονονουχὶ λέγουσι· Μηδὲν καταγνῷς· οὐχ ὡς καταφρονῶν ἔπεµψεν, ἀλλ' ἐκελεύσθη οὕτως. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, φησὶ, προσκαλεσάµενος τοὺς συγγενεῖς αὐτοῦ, καὶ τοὺς ἀναγκαίους φίλους. Εἰκότως· οὐ γὰρ δίκαιον ἦν καὶ τοὺς συγγενεῖς καὶ τοὺς φίλους µὴ συνεπάγεσθαι· ἄλλως δὲ καὶ ἐκεῖ παρόντες µᾶλλον αὐτοῦ ἤκουσαν ἄν. Εἴδετε, πόση τῆς ἐλεηµοσύνης ἡ δύναµις, καὶ ἐν τῇ προτέρᾳ διαλέξει καὶ ἐνταῦθα; Ἐκείνη θανάτου ἀπήλλαξε τοῦ προσκαίρου, αὕτη τοῦ αἰωνίου· αὕτη καὶ θύρας ἀνέῳξεν οὐρανοῦ. Ὅρα δὲ, πῶς περὶ πολλοῦ γεγένηται τὸ πιστεῦσαι Κορνήλιον, ὡς καὶ ἄγγελον πεµφθῆναι, καὶ Πνεῦµα ἐνεργῆσαι, καὶ τὸν κορυφαῖον µεταπεµφθῆναιτῶν ἀποστόλων, καὶ ὄψιν φανῆναι τοιαύτην, καὶ µηδὲν ὅλως ἐλλειφθῆναι. Πόσοι ἦσαν ἑκατόνταρχοι, καὶ χιλίαρχοι, καὶ βασιλεῖς, καὶ οὐδεὶς τούτων ἐπέτυχεν ὧν οὗτος; Ἀκούσατε πάντες, ὅσοι ἐν στρατείαις ἐστὲ, ὅσοι βασιλεῦσι παρεστήκατε. Εὐσεβὴς ἦν, φησὶ, καὶ φοβούµενος τὸν Θεόν· καὶ τὸ µεῖζον, ὅτι τοιοῦτος ἦν Μετὰ παντὸς τοῦ οἴκου αὐτοῦ. Οὕτως ἦν συγκεκροτηµένος πρὸς τοῦτο καὶ διακείµενος, ὡς µὴ µόνον εὖ τίθεσθαι τὰ οἰκεῖα, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκετείας τὸ αὐτὸ τοῦτο ποιεῖν. Οὐ γὰρ ὡς ἡµεῖς, οἳ, ὅπως µὲν ἡµῖν φοβεροὶ οἱ ὑπηρετοῦντες ἔσονται, πάντα ποιοῦµεν, ὅπως δὲ εὐλαβεῖς, οὐκέτι. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλὰ µετὰ τῆς οἰκίας ἁπάσης τὸν Θεὸν ἐφοβεῖτο, οὐ µόνον ὥσπερ κοινὸς πατὴρ πάντων τῶν µετ' αὐτοῦ ὢν, ἀλλὰ καὶ τῶν ὑπ' αὐτὸν στρατιωτῶν. Ἄκουε δὲ καὶ τί φασιν ἕτερον· ἀναγκαίως γὰρ προστέθειται τὸ, Μαρτυρούµενος ὑπὸ ὅλου τοῦ ἔθνους· ἵνα µηδεὶς εἴπῃ· Τί γὰρ, εἰ ἀκρόβυστος ἦν; Καὶ ἐκεῖνοι, φησὶ, µαρτυροῦσιν αὐτῷ. Ἄρα οὐδὲν ἐλεηµοσύνης ἴσον· µᾶλλον δὲ οὕτω µεγάλη τοῦ πράγµατος ἡ ἰσχὺς, ὅταν ἐκ καθαρῶν προχέηται ταµείων, ὡς τά γε προχεόµενα ἐξ ἀδίκων βόρβορον ἔοικεν ἀφιείσῃ πηγῇ· τὰ δὲ ἐκ δικαίων κερδῶν, καθάπερ νᾶµα διειδές τε καὶ καθαρὸν ἐν παραδείσῳ, ἡδὺ µὲν ἰδεῖν, ἡδὺ δὲ ἅψασθαι, κοῦφόν τε καὶ ψυχρὸν ἐν µεσηµβρίᾳ διδόµενον. Οὕτως ἐστὶν ἡ ἐλεηµοσύνη. Παρὰ ταύτην τὴν πηγὴν οὐκ αἴγειροι καὶ πεῦκαι, οὐδὲ κυπάρισσοι, ἀλλ' ἕτερα τούτων πολλῷ βελτίω φυτὰ εὐµήκη εἰσί· φιλία Θεοῦ, ἔπαινος ἀνθρώπων, δόξα ἡ εἰς Θεὸν, εὔνοια παρὰ πάντων, ἁµαρτηµάτων ἀφανισµὸς, παῤῥησία πολλὴ, χρηµάτων ὑπεροψία, ἐλεηµοσύνη, δι' ἧς τῆς ἀγάπης τὸ φυτὸν τρέφεται. Οὐδὲν γὰρ οὕτως ἀγάπην τρέφειν εἴωθεν, ὡς τὸ ἐλεήµονα εἶναί τινα. Αὕτη τοὺς κλάδους εἰς ὕψος αἴρεσθαι ποιεῖ· αὕτη βελτίων ἡ πηγὴ τῆς ἐν τῷ παραδείσῳ, οὐκ εἰς τέσσαρας ἀρχὰς διαιρο[ υ] µένη, ἀλλ' εἰς τὸν οὐρανὸν αὐτὸν ἀφικνουµένη· αὕτη τίκτει τὸν ποταµὸν ἐκεῖνον τὸν ἁλλόµενον εἰς ζωὴν αἰώνιον· εἰς ταύτην θάνατος ἐµπεσὼν, καθάπερ σπινθὴρ ἀναλίσκεται ἀπὸ τῆς πηγῆς· οὕτως, ὅπουπερ ἂν ἐπιστάξῃ, µεγάλα ἐργάζεται ἀγαθά. Αὕτη τοῦ πυρὸς τὸν ποταµὸν σβέννυσιν ὡς σπινθῆρα· αὕτη τὸν σκώληκα οὕτως ἀποπνίγει, ὡς οὐδέν. Ὁ ταύτην ἔχων, οὐ βρύχει τοὺς ὀδόντας. Ἀπὸ τοῦ ὕδατος ταύτης ἂν ἐπιστάξῃ εἰς τὰ δεσµὰ, διαιρεῖ αὐτά· κἂν εἰς τὰς καµίνους ἐµπέσῃ, πάσας σβέννυσιν.
22.4
Ὥσπερ οὖν ἡ ἐν παραδείσῳ πηγὴ οὐ νῦν µὲν προχέει νάµατα, νῦν δὲ ξηραίνεται( ἐπεὶ οὐκ ἂν εἴη λοιπὸν πηγὴ), ἀλλ' ἀεὶ ἀναβλύζει· οὕτω καὶ ἡ ἡµετέραἀεὶ δαψιλέστερον προχείτω τὸ νᾶµα πρὸς τοὺς µάλιστα ἐπιδεοµένους ἐλέους, ἵνα µένῃ πηγή. Τοῦτο ἱλαρὸν ποιεῖ τὸν λαµβάνοντα· τοῦτο ἐλεηµοσύνη, µὴ σφοδρὸν µόνον προχεῖσθαι τὸ νᾶµα, ἀλλὰ καὶ διηνεκές. Εἰ βούλει, ὥσπερ ἐκ πηγῶν σοι ἐποµβρεῖν τοῦ Θεοῦ τὸν ἔλεον, καὶ σὺ πηγὴν ἔχε. Οὐδὲν ταύτης ἴσον. Ἂν σὺ ταύτης τῆς πηγῆς ἀνοίξῃς τὰ στόµατα, τῆς πηγῆς τοῦ Θεοῦ τοιαῦτα ἔσται τὰ στόµατα, ὥστε πᾶσαν ἄβυσσον νικῆσαι. Ἀφορµὴν ζητεῖ µόνον παρ' ἡµῶν λαβεῖν ὁ Θεὸς, καὶ προχεῖται ἐκ τῶν ταµείων αὐτοῦ τὰ ἀγαθά. Ὅταν ἀναλίσκῃ, ὅταν δαπανᾷ, τότε πλουτεῖ, τότε εὐπορεῖ. Μέγα ἐκείνης τὸ στόµα τῆς πηγῆς· καθαρὸν τὸ αὐτῆς νᾶµα καὶ διειδές. Ἂν µὴ ταύτην ἀποφράξῃς, οὐδὲ ἐκείνην. Μηδὲν ἄκαρπον στηκέτω παρ' αὐτὴν δένδρον, ἵνα µὴ τὴν νοτίδα αὐτῆς καταναλώσῃ. Ἔχεις χρήµατα; Μὴ φύτευε αἰγείρους ἐκεῖ· τοιοῦτον γὰρ ἡ τρυφή· πολλὰ ἀναλίσκει, καὶ οὐδὲν δείκνυσιν ἐν ἑαυτῇ, ἀλλὰ ἀπόλλυσι τὸν καρπόν. Μὴ φυτεύσῃς πεύκην, µὴ πίτυν, µηδὲ ἄλλο τι τῶν τοιούτων τῶν ἀναλισκόντων µὲν, οὐδαµοῦ δὲ χρησίµων· τοιοῦτο γὰρ ἡ τῶν ἱµατίων τρυφὴ, ἰδεῖν µόνον καλὸν, οὐδαµοῦ δὲ χρήσιµον. Ἀναδενδράδων πλήρωσον· πάντα τὰ κάρπιµα φύτευσον ἐν ταῖς τῶν πενήτων χερσὶν, ἅπερ ἂν θέλῃς. Οὐδὲν ταύτης λιπαρώτερον τῆς γῆς· καίτοι µικρόν ἐστι τὸ διάστηµα τῆς χειρὸς, ἀλλ' ὅµως πρὸς αὐτὸν φθάνει τὸν οὐρανὸν τὸ φυτευόµενον δένδρον, καὶ βέβαιον ἕστηκε. Τοῦτό ἐστι φυτεῦσαι. Τὸ µὲν γὰρ φυτευόµενον ἐν τῇ γῇ, κἂν µὴ νῦν, µετὰ ἑκατὸν ἔτη ἀπολεῖται. Τί φυτεύεις δένδρα, ὧν οὐκ ἀπολαύσῃ, ἀλλὰ πρὶν ἢ ἀπολαύσεις, ὁ θάνατος ἐπελθὼν προαρπάζει σε; Τοῦτο τὸ δένδρον, ὅταν ἀποθάνῃς, τότε σοι δίδωσι τὸν καρπόν. Εἰ φυτεύεις, µὴ ἐν τῇ τῆς γαστριµαργίας φυτεύσῃς κοιλίᾳ, ἵνα µὴ εἰς ἀφεδρῶνα ὁ καρπὸς ἐκβῇ· ἀλλὰ φύτευσον ἐν τεθλιµµένῃ νηδύϊ, ἵνα πηδήσῃ πρὸς τὸν οὐρανὸν ὁ καρπός. Ἀνάπαυσον τὴν στενοχωρουµένην ψυχὴν τὴν τοῦ πένητος, ἵνα µὴ τὴν εὐρύχωρον θλίψῃς τὴν σήν. Οὐχ ὁρᾷς, ὅτι τὰ ποτιζόµενα τῶν δένδρων ἀµέτρως, ἀπὸ τῆς ῥίζης σήπεται· τὰ δὲ µετὰ συµµετρίας, αὔξεται; Οὕτω δὴ καὶ σὺ µὴ τὴν σαυτοῦ ποτίσῃς ἀµέτρως γαστέρα, ἵνα µὴ σαπῇ ἡ ῥίζα τοῦ δένδρου· πότισον τὴν διψῶσαν, ἵνα καρπὸν ἐνέγκῃ. Τὰ συµµέτρως ποτιζόµενα οὐ σήπει ὁ ἥλιος, τὰ δὲ ἀµέτρως, σήπει· τοιαύτη γὰρ ἡ τοῦ ἡλίου φύσις. Πανταχοῦ ἡ ἀµετρία κακόν· διὸ περικόψωµεν αὐτὴν, ἵνα καὶ ἡµεῖς τύχωµεν ὧν αἰτοῦµεν. Ἐν τοῖς ὑψηλοτάτοις χωρίοις αἱ πηγαὶ λέγονται τίκτεσθαι. Οὐκοῦν γενώµεθα ὑψηλοὶ καὶ ἡµεῖς τὴν ψυχὴν, καὶ ταχέως ἡ ἐλεηµοσύνη ῥεύσει· οὐ γὰρ ἔστι τὴν ὑψηλὴν ψυχὴν µὴ καὶ ἐλεήµονα εἶναι, καὶ τὴν ἐλεήµονα µὴ καὶ ὑψηλήν. Ὁ γοῦν χρηµάτων ὑπερορῶν, τῆς ῥίζης ἀνώτερός ἐστι τῶν κακῶν. Αἱ πηγαὶ ἐν ἐρηµίαις εἰσὶν ὡς τὰ πολλά· καὶ ἡµεῖς τὴν ψυχὴν τῆς πολυοχλίας ἐξαγάγωµεν, καὶ πηγάσει παρ' ἡµῖν ἡ ἐλεηµοσύνη. Αἱ πηγαὶ, ὅσῳ ἂν καθαίρωνται, ἀφθονώτεραι γίνονται· οὕτω δὴ καὶ ἡµεῖς, ὅσῳ ἂν ἀναλώσωµεν, τοσούτῳ βλαστάνει τὰ καλά. Ὁ πηγὴν ἔχων, οὐ δέδοικεν· ἂν τοίνυν καὶ ἡµεῖς ἔχωµεν τὴν ἐλεηµοσύνην πηγὴν, οὐ φοβηθησόµεθα. Καὶ γὰρ πρὸς ποτὸν, πρὸς ἀρδείαν, πρὸς οἰκοδοµὴν, πρὸς πάντα ἡµῖν χρήσιµος αὕτη ἡ πηγή. Οὐδὲν τοῦ πόµατος τούτου βέλτιον· οὐκ οἶδεν αὕτη µέθην ἐργάσασθαι· βέλτιον τοιαύτην ἔχειν πηγὴν, ἢ χρυσοῦ πηγὰς ἐπιῤῥεῖν. Πάσης χρυσίτιδος γῆς βελτίων ἡ τοῦτον φέρουσα τὸν χρυσὸν ψυχή. Οὐ γὰρ εἰς ταῦτα τὰ βασίλεια, ἀλλὰ τὰ ἄνω ἡµῖν συνεκχωρεῖ. Ὁ χρυσὸς, κόσµος γίνεται τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ· ἀπὸ τούτου τοῦ χρυσοῦ ἡ µάχαιρακατασκευάζεται τοῦ Πνεύµατος, ἡ µάχαιρα δι' ἧς ὁ δράκων ἀποτέµνεται. Ἀπὸ ταύτης τῆς πηγῆς οἱ λίθοι προέρχονται οἱ τίµιοι, οἱ περὶ τὴν κεφαλὴν τοῦ βασιλέως. Μὴ δὴ ἀµελῶµεν τοσούτου πλούτου, ἀλλ' εἰσφέρωµεν τὴν ἐλεηµοσύνην µετὰ δαψιλείας, ἵνα τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτικαὶ οἰκτιρµοῖς τοῦ µονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ πᾶσα δόξα, τιµὴ καὶ κράτος, ἅµα τῷ ἁγίῳ Πνεύµατι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note