In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
24.0
Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήµατα ταῦτα, ἔπε σε τὸ Πνεῦµα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τοµῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίουΠνεύµατος ἐκκέ χυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ µεγαλυνόντων τὸν Θεόν.
24.1
Θέα τοῦ Θεοῦ τὴν οἰκονοµίαν. Οὐκ ἀφῆκεν ἀπαρτισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγµατος Πέτρου γενέσθαι τὸ βάπτισµα· ἀλλ' ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυµαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισµα ἄφεσίςἐστιν ἁµαρτηµάτων, τότε ἐπῆλθε τὸ Πνεῦµα. Τοῦτο δὲ γίνεται, προοικονοµοῦντος ἀπολογίαν µεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ Πνεῦµα λαµβάνουσιν, ἀλλὰ γλώσσαις ἐλάλουν, ὅπερ καὶ ἐξέπληττε τοὺς συνελθόντας. Τί δήποτε δὲ οὕτως οἰκονοµεῖται τὸ πρᾶγµα;∆ ιὰ τοὺς Ἰουδαίους· καὶ γὰρ πάνυ ἀπεχθῶς εἶχον πρὸς αὐτό.∆ ιὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται. Καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόµενος, ὅτι δεῖ λοιπὸν. 40] αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι' αὐτῶν δεῖ γενέσθαι τοῦτο. Καὶ µὴ θαυµάσῃς. Ὅπου γὰρ µετὰ τοσαῦτα καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσολύµοις ἀµφισβήτησις γίνεται, τί οὐκ ἂν ἐγεγόνει, εἰ µὴ ταῦτα παρηκολούθησε;∆ ιὰ τοῦτο καὶ µεθ' ὑπερβολῆς ταῦτα γίνεται. Ὅρα δὲ πῶς καὶ ὁ Πέτρος λαβὼν ἀφορµὴν ἀπολογεῖται. Ὅτι δὲ µετὰ τὴν ἀφορµὴν ἀποκρίνεται, ἄκουε τοῦ εὐαγγελιστοῦ διηγουµένου καὶ λέγοντος· Τότε ἀπεκρίθη Πέτρος· Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ µὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦµα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡµεῖς; Εἶδες ποῦ τὸ πρᾶγµα ἀνήνεγκε, καὶ πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο; Οὕτω πάλαι τῆς γνώµης ταύτης ἦν. Μήτι τὸ ὕδωρ, φησὶ, κωλῦσαι δύναταί τις; Σχεδὸν γὰρ ὥσπερ ἐπεµβαίνοντός ἐστι τοῖς κωλύουσι καὶ λέγουσιν, ὅτι οὐ χρὴ τοῦτο γενέσθαι. Τὸ πᾶν γέγονε, φησὶ, τὸ ἀναγκαιότερον γέγονε, τὸ βάπτισµα ὃ καὶ ἡµεῖς ἐβαπτίσθηµεν. Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοῖς προσ έταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγµάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι.∆ ιὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγµάτων βοώντων, καὶ τότε προσέταξε. Τότε ἐρώτησαν αὐτὸν ἐπιµεῖναι ἡµέρας τινάς. Ἐντεῦθεν εἰκότως καὶ θαῤῥεῖ λοιπὸν καὶ ἐπιµένει. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυµα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτοµῆς, λέγοντες, ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶσυνέφαγες αὐτοῖς. Μετὰ τ[ οσ] αῦτα∆ ιεκρίνοντο οἱ ἐκ περιτοµῆς, οὐχ οἱ ἀπόστολοι. Τί ἐστι,∆ ιεκρίνοντο; Ἐσκανδαλίζοντο, φησὶν, οὐ µικρῶς. Καὶ θέα, τί προβάλλονται. Οὐ λέγουσι,∆ ιὰ τί κατήγγειλας; ἀλλὰ,∆ ιὰ τί συνέφαγες; Ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρὸν( ψυχρὸν γὰρ ὄντως ἦν), ἀλλὰ πρὸς ἐκεῖνο τὸ µέγα, λέγων, ὅτι Εἰ Πνεύµατος µετέλαβον καὶ αὐτοὶ, πῶςτούτου µεταδοῦναι οὐκ ἦν; Πῶς οὖν ἐπὶ τῶν Σαµαρειτῶν τοῦτο οὐ γέγονεν, ἀλλὰ τοὐναντίον; καὶ γὰρ οὐ µόνον πρὸ τοῦ βαπτίσµατος οὐκ ἐγένετο, ἀλλ' οὐδὲ µετὰ τὸ βάπτισµα. καὶ οὐκ ἠγανάκτησαν, ἀλλὰ µᾶλλον ἀκούσαντες ἔπεµψεν ἐπὶ τοῦτο αὐτό. Ἀλλ' οὐδὲ ἐνταῦθα τοῦτο ἐγκαλοῦσιν· ᾔδεισαν γὰρ ὅτι θείας χάριτος ἦν· ἀλλὰ,∆ ιὰ τί, φασὶ, συνέφαγες; Ἄλλως δὲ πολὺ καὶ ἄπειρον τὸ διάφορον Σαµαρειτῶν καὶ ἐθνῶν. Ἢ καὶ οἰκονοµικῶς γίνεται τὸ ἐγκληθῆναι αὐτὸν, ἵν' οὗτοι µάθωσιν· οὐ γὰρ ἂν ἁπλῶς Πέτρος εἶπεν. Ὅρα δὲ αὐτοῦ τὸ ἄτυφον καὶ ἀκενόδοξον. Ἀρξάµενος γὰρ, φησὶ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων· Ἐγὼ ἤµην ἐν πόλει Ἰόππῃ προσευχόµενος. Καὶ οὐ λέγει διὰ τί, οὐδὲ ἐπὶ ποίᾳ προφάσει. Καὶ εἶδον ἐν ἐκστάσει ὅραµα, καταβαῖνόν τι σκεῦος ὡς ὀθόνην µεγάλην τέσσαρσιν ἀρχαῖς καθιεµένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐµοῦ. Εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἤκουσα δὲ φωνῆς λεγούσης µοι· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τί διὰ τούτων εἰπεῖν βούλεται; Ἱκανὸν ἦν, φησὶ, καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν ὀθόνην· πλὴν ἀλλὰ καὶ φωνὴ προσετέθη. Εἶπον δέ· Μηδαµῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόµα µου. Ὁρᾷς; Τὸ ἐµὸν ἐποίησα, φησίν· εἶπον, ὅτι οὐδέποτε ἔφαγον. Τοῦτο πρὸς ὃ ἔλεγον ἐκεῖνοι, ὅτι Εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. Τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δέ µοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ µὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾖ ἤµην, ἀπεσταλµένοι ἀπὸ Καισαρείας πρός µε. Ἅπερ ἀναγκαῖα ἦν διηγεῖται, τὰ ἄλλα δὲ σιωπᾷ· µᾶλλον δὲ διὰ τούτων καὶ αὐτὰ κατασκευάζει. Καὶ ὅρα, πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ διδασκάλου ἀξιώµατι κεχρῆσθαι· ᾔδει γὰρ ὅτι, ὅσῳ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ µᾶλλον αὐτοὺς χειροῦται. Οὐδέποτε εἰσῆλθε, φησὶν, εἰς τὸ στόµα µου κοινὸν ἢ ἀκάθαρτον. Οὕτως οἰκονοµίας πᾶσα ἦν ἡ ἀπολογία. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἤµην. Εἶπε δέ µοι τὸ Πνεῦµα συνελθεῖν αὐτοῖς µηδὲν διακρινόµενον.
24.2
Ὁρᾷς, ὅτι Πνεύµατος ἡ νοµοθεσία; Ἦλθον δὲ σὺν ἐµοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι. Τί γένοιτ' ἂν ταπεινότερονΠέτρου, ὃς ἀπὸ ταύτης καὶ τῶν ἀδελφῶν τὴν µαρτυρίαν προβάλλεται; Συνῆλθον δέ µοι ἓξ ἀδελφοὶ, καὶ εἰσήλθοµεν εἰς τὴν οἰκίαν τοῦ ἀνδρός. Ἀπήγγειλε δὲ ἡµῖν, πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ µετάπεµψαι Σίµωνα τὸν ἐπικαλούµενον Πέτρον, ὃς λαλήσει ῥήµατα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Καὶ οὐκ εἶπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα τῷ Κορνηλίῳ· Αἱ εὐχαί σου καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ, ἵνα µὴ προσστῇ αὐτοῖς· ἀλλ' ἅπερ οὐδὲν εἶχον µέγα· Λαλήσει ῥήµατα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ὁρᾷς, πῶς δι' ὅπερ ἔφθην ἐπείγεται; Καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός. Τοῦ Πνεύµατος τοίνυν πέµψαντος, τοῦ Θεοῦ κελεύσαντος, διὰ τοῦ ἀγγέλου ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διαφορὰν τῶνπραγµάτων, τί ποιῆσαι ἔδει; Ἀλλ' οὐ λέγει τούτων οὐδὲν, ἀλλ' ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ' αὐτὸ ἀναµφισβήτητον ἦν µαρτύριον. Καὶ διὰ τί, φησὶ, µὴ τοῦτο γέγονε µόνον; Ἐκ περιουσίας παρὰ τοῦ Θεοῦ, ἵνα δειχθῇ καὶ ἡ ἀρχὴ οὐ παρὰ τοῦ Ἀποστόλου. Εἰ δὲ αὐτόµατος ἀπῆλθεν, οὐδενὸς τούτων γενοµένου, πάνυ ἂν ἐπλήγησαν· ὥστε ἄνωθεν αὐτῶν τὴν διάνοιαν οἰκειοῖ, λέγων πρὸς αὐτούς· Οἵτινες τὸ Πνεῦµα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡµεῖς. Καὶ πάλιν· Ἐν δὲ τῷ ἄρξασθαί µε λαλεῖν, ἐπέπεσε τὸ Πνεῦµα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡµᾶς ἐν ἀρχῇ. Καὶ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ῥήµατος ἀναµιµνήσκει τοῦ Κυρίου· Ἐµνήσθην δὲ τοῦ ῥήµατος Κυρίου ὡς ἔλεγεν· Ἰωάννης µὲν ἐβάπτισεν ὕδατι, ὑµεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύµατι ἁγίῳ. Ὥστε οὐδὲν καινότερον γέγονεν, ἀλλ' ὅπερ προεῖπεν. Ἀλλ' οὐκ ἔδει βαπτίσαι, φησί· ἀπήρτιστο γὰρ τὸ βάπτισµα, τοῦ Πνεύµατος αὐτοῖς ἐπιπεπτωκότος.∆ ιὰ τοῦτο οὐ λέγει· Ἐκέλευσα πρότερον αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ µὴ βαπτισθῆναι τούτους; ἐκ τούτου δεικνὺς ἑαυτὸν οὐδὲν ποιήσαντα. Ὅπερ τοίνυν ἐσχήκαµεν ἡµεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν, φησὶν, ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡµῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν, ἐγὼ τίς ἤµην δυνατὸς κωλῦσαι τὸν Θεόν; Ἵνα ἐκ περιουσίας αὐτῶν ἐµφράξῃ τὰ στόµατα, διὰ τοῦτο προσέθηκε· Τὴν ἴσην δωρεάν. Ὁρᾷς, πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν πιστεύσαντας ἅπαξ; Τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡµῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον· ὥστε αὐτὸς καθαίρει αὐτούς. Καὶ οὐ λέγει, Ὑµῖν· ἀλλ', Ἡµῖν, λεαίνων καὶ ταύτῃ τὸν λόγον. Τί τοίνυν ἀναξιοπαθεῖτε, ὅταν ἡµεῖς αὐτοὺς κοινωνοὺς λέγωµεν; Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, λέγοντες· Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν µετάνοιαν ἔδωκεν εἰς ζωήν. Ὁρᾷς πῶς ἀπὸ τῆς δηµηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε καλῶς ἀπαγγείλαντος τὰ γεγενηµένα;∆ ιὸ καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι τὴν µετάνοιαν καὶ αὐτοῖς ἔδωκεν· οὕτως ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων. Ἐντεῦθεν ἀνεῴχθη ἡ θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἴδωµεν δὲ, εἰ δοκεῖ, ἄνωθεν τὰ εἰρηµένα. Οὐκ εἶπεν, ὅτι∆ ιεκρίθη Πέτρος, ἀλλ', Οἱ ἐκ περιτοµῆς· ἐπεὶ αὐτὸς ᾔδει τὸ κατασκευαζόµενον. Καὶ µὴν ἐκεῖνο ἐχρῆν θαυµάσαι, πῶς καὶ αὐτοὶ ἐπίστευσαν. ὅτε µὲν οὖν ἤκουσαν, ὅτι ἐπίστευσαν, οὐδὲν ἔπαθον· ἀλλ' ὅτε ὁ Θεὸς ἐχαρίσατο τὸ Πνεῦµα, ὅτε ὁ Πέτρος ἐξετίθει τὴν ἑαυτοῦ ἔκστασιν, λέγων· Ὁ Θεὸς ἔδειξέ µοι µηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Οὕτως ἄνωθεν ᾔδει τοῦτο.∆ ιὸ καὶ προκατασκευάζει τὸν λόγον τὸν ὑπὲρ τῶν ἐθνῶν, δεικνὺς, ὅτι οὐδὲ ἔθνη λοιπὸν ἦν τῆς πίστεως παραγενοµένης. Οὐδὲν θαυµαστὸν τοίνυν, εἰ πρὸ τοῦ βαπτίσµατος τὸ Πνεῦµα ἔλαβον· καὶ ἐφ' ἡµῶν τοῦτο γέγονεν. Ἐνταῦθα δείκνυσιν ὁ Πέτρος, ὅτι οὐδὲ ὡς οἱ λοιποὶ ἐβαπτίσθησαν, ἀλλὰ πολλῷ βέλτιον.∆ ιὰ τοῦτο δὲ οὕτως ἐκ περιουσίας οἰκονοµεῖται, ἵνα µηδὲν ἔχωσι λέγειν, ἀλλὰ κἂν οὕτως ἴσους αὐτοῖς νοµίσωσι. Καὶ ἠρώτησαν αὐτὸν, φησὶν, ἐπιµεῖναι. Ὁρᾷς, πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο; εἶδες τὸν ζῆλον, οἷον εἶχον ὑπὲρ τοῦ νόµου; Οὐ τὸ ἀξίωµα Πέτρου ᾐδέσθησαν, οὐ τὰ γενόµενα σηµεῖα, οὐ τὸ κατόρθωµα, ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ' ὑπὲρ τῶν µικρῶν ἐκείνων διεκρίνοντο. Εἰ γὰρ µηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωµα. Ἀλλ' οὐκ ἀπολογεῖται οὕτω Πέτρος· συνετὸς γὰρ ἦν· µᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύµατος τὰ ῥήµατα. Καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν µὲν οὐδαµοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν. Καὶ µονονουχὶ πρὸς αὐτοὺς τοῦτο λέγει· Ἐν ἐκστάσει µε γενέσθαι αὐτὸς ἐποίησεν· ἐγὼ γὰρ ἁπλῶς προσευχόµενος ἤµην· τὸ σκεῦος αὐτὸς ἔδειξεν· ἐγὼ ἀντεῖπον· πάλιν αὐτὸς εἶπεν, καὶ οὐδὲ οὕτως ἤκουσα· Τὸ Πνεῦµα ἐκέλευσεν ἀπελθεῖν· καὶ ὅµως ἀπελθὼν οὐκ ἐπέδραµον· εἶπον, ὅτι ὁ Θεὸς ἔπεµψε, καὶ µετὰ ταῦτα οὐδὲ οὕτως ἐβάπτισα, ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο. Ἄρα Θεὸς αὐτοὺς ἐβάπτισεν, οὐκ ἐγώ. Καὶ οὐκ εἶπε· Τούτων γεγονότων ἁπάντων, οὐκ ἔδει τὸ ὕδωρ προσθεῖναι λοιπόν; ἀλλ' ὡς οὐδενὸς λείποντος, Ἐγὼ τίς ἤµην, φησὶ, κωλῦσαι τὸν Θεόν; Βαβαὶ, οἵα ἡ ἀπολογία! οὐ γὰρ εἶπε· Ταῦτα οὖν εἰδότες ἡσυχάζετε· ἀλλὰ τί;∆ έχεται αὐτῶν τὴν ὁρµὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται· Τίς ἤµην δυνατὸς κωλῦσαι τὸν Θεόν; λέγων· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως χρησάµενος τῇ ἀπολογίᾳ· Οὐκ ἠδυνάµην κωλῦσαι. Ὅθεν λοιπὸν φοβηθέντες, ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν.
24.3
Οὕτω καὶ ἡµᾶς χρὴ ἐν τοῖς τῶν πλησίον ἀγαθοῖς δοξάζειν τὸν Θεὸν, ἀλλ' οὐκ ἐπηρεάζειν, καθάπερ οἱ πολλοὶ τῶν νεοφωτίστων ἐπηρεάζουσιν, ὅτανἄλλους ἴδωσι φωτισθέντας καὶ εὐθὺς ἀπιόντας.∆ οξάζειν δεῖ τὸν Θεὸν, καὶ ὅτι µένειν οὐ συγχωρεῖ. Ὥστε καὶ σὺ ἐὰν θέλῃς, µείζονα ἔλαβες δωρεάν· οὐ κατὰ τὸ φώτισµα λέγω( ἡ γὰρ αὐτή ἐστι κἀκείνου καὶ σοῦ), ἀλλὰ κατὰ τὸ λαβεῖν προθεσµίαν εὐδοκιµήσεως. Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐµποµπεῦσαι ἐν αὐτῇ· σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν. Ἐκεῖνος ἄπεισι τῆς πίστεως µόνον ἔχων τὸν µισθόν· σὺ ἕστηκας ἐν τῷ σταδίῳ τῶν ἔργων δυνάµενος λαβεῖν πολλὰς τὰς ἀµοιβὰς, καὶ τοσοῦτον ἐκείνου φανῆναι λαµπρότερος, ὅσον ὁ ἥλιος τοῦµικροτάτου ἀστέρος, ὅσον ὁ στρατηγὸς τοῦ ἐσχάτου στρατιώτου, µᾶλλον δὲ ὅσον ὁ βασιλεύς. Σαυτὸν τοίνυν αἰτιῶ· µᾶλλον δὲ µὴ αἰτιῶ, ἀλλὰ διόρθου ἀεί· οὐ γὰρ ἀρκεῖ τὸ αἰτιάσασθαι· ἔξεστιν ἀναµαχέσασθαι. Κατεβλήθης; δεινὰ ἔπαθες; Ἀνάστηθι, ἀνάκτησαι σαυτόν· ἔτι ἐν τῷ σταδίῳ ἕστηκας, ἔτι τὸ θέατρον συνέστηκεν. Οὐχ ὁρᾷς πόσοι καταπαλαισθέντες, ὕστερον ἀνεµαχέ σαντο; Μόνον µὴ ἑκὼν καταπέσῃς. Μακαρίζεις τὸν ἀπελθόντα; Πολλῷ µᾶλλον µακάρισον σαυτόν. Ἀφέθη ἁµαρτηµάτων ἐκεῖνος; Ἀλλ', ἐὰν θέλῃς σὺ, οὐ µόνον τὰ ἁµαρτήµατα ἀπονίψῃ, ἀλλὰ καὶ κατορθώµατα ἕξεις, ὅπερ ἐπ' ἐκείνου οὐ δυνατόν. Ἔνεστιν ἡµᾶς ἀνακαλέσασθαι ἑαυτούς. Μεγάλα τῆς µετανοίας τὰ φάρµακα· µηδεὶς ἀπογινωσκέτω ἑαυτοῦ. Ἐκεῖνος ὄντως ἀπογνώσεως ἄξιος, ὁ ἀπογινώσκων ἑαυτοῦ· ἐκεῖνος οὐκ ἔτι σωτηρίας ἔχει ἐλπίδας. Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι µετὰ τὸ ἐλθεῖν· οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι µετὰ τὸ ἐλθεῖν.∆ ι' ὃ ὀφείλεις µεριµνᾷν, εἰπέ µοι, µᾶλλον καταφρονεῖς; Τραύµατα τοσαῦτα ἔχων, ἀνέπεσες; Οὐδέν ἐστι ψυχῆς ἀνίατον τραῦµα· ἀλλ' ἐπὶ µὲν σώµατος πολλὰ τοιαῦτα, ἐπὶ δὲ τῆς ψυχῆς οὐδέν· καὶ ὑπὲρ ἐκείνων µὲν οὐ διαλιµπάνοµεν κάµνοντες, ὑπὲρ δὲ τούτων ῥᾳθυµοῦµεν. Οὐχ ὁρᾷς τὸν λῃστὴν, πῶς ἐν βραχεῖ χρόνῳ κατώρθωσεν; οὐχ ὁρᾷς τοὺς µάρτυρας, πῶς ἐν βραχεῖ τὸ πᾶν ἤνυσαν; Ἀλλ' οὐκ ἔστιν ἄρτι µαρτυρίου καιρός; Ἀλλ' ἀγώνων ἐστὶ καιρὸς, ὃ πολλάκις εἶπον, εἰ βουλοίµεθα. Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν µὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιµόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγµός. Καὶ πρῶτον ὑπ' αὐτῆς µάλιστα τῆς ἀνέσεως τοῦτον ὑποµένουσιν οἱ µὴ νήφοντες. Ἢ µικρὸν οἴει διωγµὸν τὸ ἐν ἀνέσει εἶναι; Τοῦτο πάντων ἐστὶ βαρύτερον, τοῦτο καὶ διωγµοῦ χεῖρον. Καθάπερ γὰρ ῥεῦµα ἐπιῤῥέον ἡ ἄνεσις χαυνοῖ τὴν ψυχήν· καὶ ὅπερ ἐστὶ θέρος καὶ χειµὼν, τοῦτο διωγµὸς καὶ ἄνεσις. Ἵνα δὲ µάθῃς ἐκ περιουσίας, ὅτι χείρων οὗτος ὁ διωγµὸς, σκόπει ἐντεῦθεν. Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσµην πολλὴν καὶ ῥᾳθυµίαν ἐµποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυµὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον. Ἀλλ' ἐν διωγµῷ τούτων οὐδὲν ἐνοχλεῖν δύναται· ἀλλ' ὁ φόβος ἐπεισελθὼν καθάπερ τινὶ µάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ. Τίς ἐν διωγµῷ κενοδοξῆσαι δύναται; τίς ἐν ἡδονῇ γενέσθαι; Οὐδείς· ἀλλὰ τρόµος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζόµενος, εὔδιον τὸν λιµένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν. Ἤκουσά ποτε πατέρων τῶν ἡµετέρων λεγόντων( ἐφ' ἡµῶν γὰρ µὴ γένοιτο· κελευόµεθα γὰρ µὴ αἰτεῖν πειρασµὸν), ὅτι κατὰ τὸν διωγµὸν τὸν παλαιὸν ἦν ἰδεῖν ὄντως Χριστιανοὺς ἄνδρας. Οὐδεὶς γὰρ χρηµάτων ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος· µία πᾶσιν ἦν σπουδὴ, τὴν ψυχὴν περισῶσαι ἑαυτῶν. Οἱ µὲν ἐν µνήµασι καὶ τάφοις, οἱ δὲ ἐν ἐρηµίαις ἐκρύπτοντο. Οὐ µόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἁπαλαὶ καὶ τρυφεραὶ τότε ἐκρύπτοντο, διηνεκεῖ µαχόµεναι λιµῷ. Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτοµένῃ καὶ περιµενούσῃ τὴν θεραπαινίδα, ὅπωςἔλθῃ κοµίζουσα δεῖπνον, καὶ φοβουµένῃ, µή πως ἁλῷ, καὶ καθάπερ ἐν καµίνῳ τῷ τάφῳ κειµένῃ· ἆρα γὰρ ἐνθυµήσεται, ὅτι γέγονέ ποτε τρυφὴ, ὅτι κόσµος ὅλως ἐστίν; Ὁρᾷς ὅτι νῦν ἐστι µᾶλλον ὁ διωγµὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεµένων ἡµῖν πάντοθεν; Νῦν ἐστιν ὁ χαλεπὸς διωγµὸς, ταύτῃ τε, καὶ ὅτι οὐδὲ νοµίζεται εἶναι διωγµός. Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεµος, ὃς εἰρήνη νοµίζεται, ἵνα µὴ ὁπλιζώµεθα κατ' αὐτοῦ, µηδὲ διαναστῶ µεν· οὐδεὶς δέδοικεν, οὐδεὶς τρέµει. Εἰ δὲ ἀπιστεῖτε, τοὺς Ἕλληνας ἐρωτήσατε, τοὺς διώκοντας, πότε τὰ τῶν Χριστιανῶν ἀκριβέστερα, πότε δοκιµώτεροι πάντες; Εἰς ὀλίγον µὲν περιειστήκει τότε τὸ πλῆθος· εἰς πολὺν δὲ ἀρετῆς πλοῦτον ἦν. Τί γὰρ ὄφελος, εἰπέ µοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιµίους; Οὐκ ἐν τῷ πλήθει τοῦ ἀριθµοῦ, ἀλλ' ἐν τῇ δοκιµότητι τῆς ἀρετῆς τὸ πλῆθός ἐστιν. Ὁ Ἠλίας εἷς ἦν· ἀλλ' ὁ κόσµος οὐκ ἦν αὐτοῦ ἀντάξιος. Καὶ µὴν ὁ κόσµος µυριάδες εἰσίν· ἀλλ' οὐκ εἰσὶ µυριάδες, ὅταν µηδὲ πρὸς τὸν ἕνα ἐξισῶνται. Κρείσσων εἷς ποιῶν τὸ θέληµα Κυρίου, ἢ µύριοι παράνοµοι. Τοῦτο καί τις σοφὸς αἰνιττόµενος οὕτω πώς φησι· Μὴ ἐπιθύµει πλῆθος τέκνων ἀχρήστων. Οὗτοι καὶ βλασφηµίαν προστρίβονται τῷ Θεῷ µᾶλλον, ἢ εἰ µὴ ἦσαν Χριστιανοί. Τί µοι δεῖ πλήθους; Τροφὴ πλείων τῷ πυρί. Τοῦτο καὶ ἐκ τοῦ σώµατος γνοίης ἂν, ὅτι βελτίων σύµµετρος τροφὴ µετὰ ὑγιείας, ἢ τρυφὴ µετὰ κακώσεως. Αὕτη πλείων ἐκείνης ἡ τροφή· τοῦτο τροφὴ, ἐκεῖνο νόσος. Τοῦτο καὶ ἐν πολέµῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐµπείρους καὶ γενναίους ἄνδρας, ἢ µυρίους ἀπείρους. Οὗτοι πρὸς τῷ µηδὲν ἐργάσασθαι καὶ τοὺς ἐργαζοµένους ἐγκόπτουσι. Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐµπείρους, ἢ µυρίον πλῆθος ἀπείρων· οὗτοι γὰρ τὸ πλοῖον καὶ καταδύσουσι.
24.4
Ταῦτα λέγω, οὐχὶ πρὸς τὸ πλῆθος ὑµῶν ἀπεχθῶς ἔχων, ἀλλὰ βουλόµενος πάντας εἶναι δοκίµους, καὶ µὴ τῷ πλήθει θαῤῥεῖν. Πολλῷ πλείους εἰσὶν οἱ εἰς τὴν γέενναν εἰσιόντες· ἀλλὰ µείζων αὐτῆς ἐστιν ἡ βασιλεία, κἂν ὀλίγους ἔχῃ. Ὡς ἡ ἄµµος τῆς θαλάσσης ἦν τὸ πλῆθος τοῦ λαοῦ, ἀλλ' εἷς ἔσωσεν αὐτούς. Εἷς ἦν ὁ Μωϋσῆς, καὶ πάντων µείζονα ἴσχυσεν· εἷς ἦν ὁ Ἰησοῦς, καὶ τῶν ἑξακοσίων χιλιάδων πλέον ἠδυνήθη. Μὴ τοῦτο σπουδάζωµεν, ὅπως πολλοὶ γένοιντο µόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιµοι· ὅταν τοῦτο κατασκευασθῇ, τότε κἀκεῖνο. Οὐδεὶς οἰκίαν εὐρύχωρον πρῶτον βούλεται ποιῆσαι, ἀλλὰ πρῶτον ἰσχυρὰν καὶ δόκιµον, καὶ τότε εὐρύχωρον· οὐδεὶς βάλλει θεµέλια, ἵνα καταγελασθῇ. Πρῶτον τοῦτο ζητῶµεν, καὶ τότε ἐκεῖνο. Τούτου ὄντος, εὔκολον κἀκεῖνο ἔσται· ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος. Ὄντων µὲν γὰρ τῶν δυναµένων ἐν Ἐκκλησίᾳ λάµψαι, ταχέως ἔσται καὶ πλῆθος· τούτων δὲ οὐκ ὄντων, τὸ πλῆθος οὐδέποτε ἔσται δόκιµον. Πόσους οἴεσθε ἐν τῇ πόλει τῇ ἡµετέρᾳ εἶναι τοὺς σωζοµένους; Ἐπαχθὲς µέν ἐστιν, ὃ µέλλω λέγειν· ἐρῶ δὲ ὅµως. Οὐκ ἔστιν ἐν τοσαύταις µυριάσιν ἑκατὸν εὑρεῖν τοὺς σωζοµένους· ἀλλὰ καὶ ὑπὲρ τούτων ἀµφισβητῶ. Πόση γὰρ, εἰπέ µοι, κακία ἐν τοῖς νέοις; πόση ῥᾳθυµία ἐν τοῖς γεγηρακόσιν; Οὐδεὶς ὡς χρὴ ἐπιµέλειαν ἔχει τοῦ παιδὸς τοῦ ἑαυτοῦ· οὐδεὶς ἔχει ζῆλον πρὸς πρεσβύτην ἰδὼν µιµήσασθαι. Τὰ ἀρχέτυπα ἠφάνισται· διὰ τοῦτο οὐδὲ οἱ νέοι γίνονται θαυµαστοί. Μή µοι ἐκεῖνο λέγε, ὅτι Πολυοχλοῦµεν. Τοῦτο ψυχρῶν ἀνθρώπων ἐστί· καὶ ἐπὶ µὲν ἀνθρώπων εἰκότως ἂν τοῦτο λέγοιτο, ἐπὶ δὲ Θεοῦ τοῦ οὐ δεοµένου ἡµῶν, οὐκ ἔτι. Ὅτι δὲ καὶ ἐκεῖ ψυχρόν ἐστι τὸ ῥῆµα, ἄκουσον. Ὁ πολλοὺς ἔχων οἰκέτας, ἂν διεφθαρµένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά! Καὶ ἐπὶ µὲν τοῦ µηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται· ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι µετ' ἐκείνων, καὶ µείζων ἡ ζηµία. Τοῦ γὰρ ἑαυτῷ διακονεῖν πολλῷ χαλεπώτερον τὸ καὶ ἑτέροις πυκτεύειν καὶ πόλεµον ἀναδέ χεσθαι. Ταῦτα λέγω, ἵνα µή τις τὴν Ἐκκλησίαν θαυµάζῃ διὰ τὸ πλῆθος, ἀλλ' ἵνα σπουδάζωµεν αὐτὸ δόκιµον ἐργάσασθαι· ἵνα ἕκαστος τοῦ οἰκείου προνοῇ µέλους, οὐχὶ τῶν φίλων, οὐδὲ τῶν συγγενῶν, ὅπερ ἀεὶ λέγω, οὐδὲ τῶν γειτόνων· ἀλλὰ καὶ ὥστε τοὺς ξένους ἐφέλκεσθαι. Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες· καθάρµατα µᾶλλον ἢ νέοι, γελῶντες, ἀνακαγχάζοντες, διαλεγόµενοι( καὶ γὰρ καὶ τοῦτο ἤκουσα γινόµενον), καὶ ἀλλήλους σκώπτοντες ἐπὶ γόνατα κείµενοι· σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπληξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόµενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰσαυτοῦ ποίησον· καὶ ἐὰν τολµήσῃ τι εἰς σὲ ἐργάσασθαι, πάντως πολλοὺς ἕξεις τοὺς συναιροµένους. Τίς γὰρ οὕτως ἀλόγιστος, ὡς ἰδών σε ἐγκαλοῦντα ὑπὲρ τοιούτων κἀκείνους ἐγκαλουµένους, µὴ τῆς σῆς γενέσθαι µερίδος; Ἄπελθε λαβὼν τὸν µισθὸν ἀπὸ τῆς εὐχῆς. Ἐν οἰκίᾳ δεσποτικῇ τούτους εὐνουστέρους τῶν δούλων κρίνοµεν, ὅσοιπερ ἂν µηδὲν παρορῶσιν ἀτάκτως κείµενον σκεῦος. Εἰπὲ δή µοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιµµένον, κἂν µὴ ᾖς ἐπιτεταγµένος, ἆρ' οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ; ἂν ἱµάτιον ἁπλῶς ἐῤῥιµµένον, κἂν µὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς; Οὕτω καὶ νῦν. Σκεύη ταῦτά ἐστιν· ἂν ἴδῃς ἀτάκτως κείµενα, µεταῤῥύθµισον· ἐµοὶ πρόσελθε, οὐ παραιτοῦµαι· ἐµοὶ εἰπὲ, δῆλον κατάστησον· οὐ δύναµαι πάντα ὁρᾷν, σύγγνωτε. Ὁρᾶτε, ὅση κακία τὴν οἰκουµένην κατέχει. Μήτι ἁπλῶς ἔλεγον, ὅτι πλῆθός ἐσµεν χόρτου, πέλαγος ἄτακτον; Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ' ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰσιόντων, ὥστε µηδὲ ταῦτα διορθοῦν. Πάλιν ἑτέρους ὁρῶ διαλεγοµένους ἑστῶτας, τῆς εὐχῆς γινοµένης· οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινοµένης µόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως. Ὢ τῆς τόλµης! πότε ἔσται σωτηρία; πῶς δυνησόµεθα τὸν Θεὸν ἐξιλεώσασθαι; Εἰς παιδιὰν ἂν ἀπέλθῃς, ὄψει πάντας εὐρύθµους χορεύοντας, καὶ οὐδὲν παρηµεληµένον. Ὡς οὖν ἐν λύρᾳ παναρµονίῳ καὶ ποικίλως ἐσκευασµένῃ µία τις εὔηχος συµφωνία ἀποτελεῖται ἐκ τῆς καθ' ἕκαστον εὐταξίας τῶν συγκειµένων· οὕτω δὴ καὶ ἐνταῦθα µίαν ἐξ ἁπάντων σύµφωνον ἁρµονίαν προσῆκεν ἀποτελεῖσθαι. Μία γὰρ γεγόναµεν Ἐκκλησία, µιᾶς κεφαλῆς συναρµολογούµενα µέλη τελοῦµεν, ἓν οἱ πάντες κατέστηµεν σῶµα· ἂν ἀµεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠµέληται καὶ διέφθαρται. Οὕτω τῇ τῶν πολλῶν εὐταξίᾳ ἡ τοῦ ἑνὸς ἀταξία λυµαίνεται. Καὶ τὸ δὴ φοβερὸν, ὅτι ἐνταῦθα οὐχὶ παιδιὰν οὐδὲ χορείαν ἔρχῃ χορεύσων, καὶ ἕστηκας ἄτακτος. Οὐκ οἶδας ὅτι µετὰ ἀγγέλων ἕστηκας; µετ' ἐκείνων ᾄδεις, µετ' ἐκείνων ὑµνεῖς, καὶ ἕστηκας γελῶν; Ὅτι γὰρ σκηπτὸς οὐκ ἀφίεται, οὐκ ἐπ' ἐκείνους µόνον, ἀλλὰ καὶ ἐφ' ἡµᾶς, οὐ θαυµαστόν; ἄξια γὰρ σκηπτοῦ ταῦτα. Πάρεστιν ὁ βασιλεὺς, θεωρεῖ τὸ στρατόπεδον· σὺ δὲ ὑπὸ ταῖς ἐκείνων ὄψεσιν ἕστηκας γελῶν, ἢ τὸν γελῶντα περιορῶν; ἀλλὰ µέχρι τίνος ἐγκαλοῦµεν; µέχρι τίνος µεµφόµεθα; Οὐ γὰρ ὡς λυµεῶνας, οὐ γὰρ ὡς φθορέας, οὐ γὰρ ὡς ἐξώλεις καὶ διεφθαρµένους τοὺς τοιούτους, καὶ µυρίων γέµοντας κακῶν τῆς Ἐκκλησίαςἐπελαύνεσθαι ἔδει; Πότε οὗτοι φείσονται γέλωτος, οἱ ἐν ὥρᾳ φρίκης γελῶντες; πότε ἀφέξονται φλυαρίας, οἱ ἐν τῷ καιρῷ τῆς εὐλογίας διαλεγόµενοι; οὐ τοὺς παρόντας αἰδοῦνται; οὐ γὰρ τὸν Θεὸν δεδοίκασιν; οὐ γὰρ ἀρκεῖ ἡµῖν ἡ κατὰ διάνοιαν ῥᾳθυµία, οὐδὲ ὅτι εὐχόµενοι ἀλλαχοῦ ῥεµβόµεθα· ἀλλὰ καὶ γέλωτα ἐπεισάγοµεν καὶ πολὺν τὸν καγχασµόν. Μὴ γὰρ θέατρόν ἐστι τὰ ἐνταῦθα; Ἀλλ', οἶµαι, τὰ θέατρα τοῦτο ποιεῖ· δυσηνίους τοὺς πολλοὺς ἡµῖν καθίστησιν καὶ ἀῤῥύθµους. Ἅπερ οἰκοδοµοῦµεν ἐνταῦθα, ἐκεῖ καταστρέφεται· καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἑτέρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι. Καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις χωρίον ἐθέλοι καθᾶραι, πηγῆς ἄνωθεν ὑπερκειµένης βόρβορον ἀφιείσης· ὅσον γὰρ ἂν καθάρῃς, πάλιν ἕτερον ἐπιῤῥεῖ. Τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὅταν γὰρ καθάρωµεν ἀπὸ τῶν θεάτρων εἰσιόντας, ἀκαθαρσίαν ἐπιφέροντας, ἀπελθόντες πάλιν ἐκεῖ, µείζονα δέχονται τὴν ἀκαθαρσίαν, ὡς ἐπίτηδεςδιὰ τοῦτο ζῶντες, ἵνα κόπους ἡµῖν παρέχωσι, καὶ ἔρχονται πάλιν πολλὴν κόπρον βαστάζοντες, ἐν τοῖς ἤθεσιν, ἐν τοῖς κινήµασιν, ἐν τοῖς ῥήµασιν, ἐν τῷγέλωτι, ἐν τῇ ῥᾳθυµίᾳ. Εἶτα πάλιν ἡµεῖς σκάπτοµεν ἄνωθεν, ὡς ἐπίτηδες διὰ τοῦτο σκάπτοντες, ἵνα καθαροὺς αὐτοὺς πέµψαντες πάλιν ἴδωµεν συναγαγόντας τὸν βόρβορον.∆ ιὰ τοῦτο παραδίδωµι ὑµᾶς τῷ Θεῷ. Ἐντεῦθεν ἤδη καὶ διαµαρτύροµαι ὑµῖν τοῖς ὑγιαίνουσιν, ὅτι κρῖµα ὑµῖν ἔσται καὶ κατάκριµα, εἴ τις ἰδὼν ἀτακτοῦντα, εἴ τις διαλεγόµενον µάλιστα ἐν ἐκείνῳτῷ καιρῷ, µὴ καταµηνύσει, µηδὲ ἐπιστρέψει· βέλτιον εὐχῆς τοῦτο. Ἄφες σου τὴν εὐχὴν, κἀκείνῳ ἐπιτίµησον· οὕτω κἀκεῖνον ὠφελήσεις, καὶ σὺ κερδανεῖς. Οὕτω καὶ δυνησόµεθα ἅπαντες σωθῆναι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡµᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.