In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
25.0
Οἱ µὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο µένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, µηδενὶ λαλοῦντες τὸν λόγον, εἰµὴ µόνον Ἰουδαίοις.
25.1
Οὐ µικρὸν ὁ διωγµὸς κατώρθωσεν εἰς τὸν λόγον. Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ, φησὶν, εἰς ἀγαθόν. Οὐκ ἂν, εἴ γε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι ἐποίησαν, ἢ τοῦτο· λέγω δὲ τὸ διασπεῖραι τοὺς διδασκάλους. Καὶ ὅρα ποῦ τὸ κήρυγµα ἐξετάθη.∆ ιῆλθον, φησὶν, ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, µηδενὶ λαλοῦντες τὸν λόγον, εἰ µὴ µόνον Ἰουδαίοις. Ὁρᾷς ὅτι οἰκονοµικῶς πάντα γέγονε τὰ περὶ Κορνήλιον; Τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων ἐστίν. Ὅτε γοῦν Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ ἀπόστολοι ἐµαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθη, τότε Σαµαρεῖται. Ὃ καὶ Παῦλος βοᾷ λέγων· Ὑµῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη. Περιῄεισαν οὖν καὶ ἔθνεσι διαλεγόµενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόµενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου µετ' αὐτῶν, πολύς τε ἀριθµὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον Ἰησοῦν. Ὅρα, Ἕλλησιν εὐαγγελίζονται. Εἰκὸς γὰρ αὐτούς τε λοιπὸν εἰδέναι Ἑλληνιστὶ, καὶ ἐν Ἀντιοχείᾳ τοιούτους εἶναι πολλούς. Καὶ ἦν χεὶρ Κυρίου, φησὶ, µετ' αὐτῶν· τουτέστι, σηµεῖα εἰργάζοντο. Ὁρᾷς διὰ τί καὶ νῦν ἡ τῶν σηµείων ἀνάγκη γέγονεν, ἵνα πιστεύσωσιν; Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς Ἐκκλησίας τῆς οὔσης ἐν Ἱεροσολύµοις τὰ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας. Τί δήποτε τοιαύτης πόλεως δεχοµένης τὸν λόγον, οὐκ ἦλθον αὐτοὶ, ἀλλὰ Βαρνάβαν πέµπουσι;∆ ιὰ τοὺς Ἰουδαίους. Πλὴν οὐ µικρὸν δή τι οἰκονοµεῖται καὶ οὕτω τὸ τὸν Παῦλον ἐνταῦθα παραγενέσθαι· οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα οἰκονοµικῶς αὐτὸν ἀποστρέφονται, ἵνα µὴ κατακλεισθῇ ἐν Ἱεροσολύµοις ἡ φωνὴ τοῦ κηρύγµατος, ἡ σάλπιγξ τῶν οὐρανῶν. Εἶδες πῶς πανταχοῦ ταῖς κακίαις αὐτῶν εἰς δέον, καὶ ὥσπερ ἐβούλετο ἄνωθεν, ἀπεχρήσατο ὁ. 20] Χριστὸς, καὶ τῷ µίσει τῷ πρὸς τὸν Παῦλονεἰς οἰκοδοµὴν τῆς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας; Ἀλλ' ἴδε καὶ τοῦτον τὸν ἅγιον, τὸν Βαρνάβαν λέγω, πῶς οὐ τὸ αὐτοῦ εἶδεν, ἀλλ' ἔδραµεν εἰς Ταρσόν. Ὃς παραγενόµενος, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσµένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸςκαὶ πλήρης Πνεύµατος ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Παῦλον, καὶ εὑρὼν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Πολὺ χρηστὸς ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ τοῦ Παύλου συνήθης.∆ ιὸ καὶ ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν µονοµάχον, ἐπὶ τὸν λέοντα· οὐκ ἔχω τί εἴπω· ὅσα γὰρ ἂν εἴπω, ἐλάττονα τῆς ἀξίας τοῦ Παύλου ἐρῶ. Ἦλθεν ἐπὶ τὸν κύνα τὸν θηρατικὸν, τὸν λέοντας ἀναιροῦντα, ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρὸν, ἐπὶ τὴν λαµπάδα τὴν φαιδρὰν, ἐπὶ τὸ στόµα τὸ τῇοἰκουµένῃ ἀρκοῦν. Ὄντως διὰ τοῦτο ἐν Ἀντιοχείᾳ ἐχρηµατίσθησαν καλεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐν ταύτῃ τοσοῦτον διέτριψε χρόνον. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανὸν, χρηµατίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς µαθητὰς Χριστιανούς. Οὐ µικρὸν τῆς πόλεως τὸ ἐγκώµιον. Τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόµατος ἐκείνου τοσοῦτον ἀπέλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· ὅθεν καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόµατος ἠξιώθησαν. Ὁρᾷς εἰς ὅσον ὕψος ἐπῆρε τὴν πόλιν καὶ περιφανεστέραν ἐποίησε; Τοῦτο Παύλου κατόρθωµα. Ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν, ἀλλ' ἔτι τῆς ὁδοῦ µόνον ἤκουον· ἐνταῦθα δὲ Χριστιανοὶ ὠνοµάσθησαν. Ἐν ταύταις δὲ ἡµέραις κατῆλθον ἀπὸ Ἱεροσολύµων προφῆται εἰς Ἀντιόχειαν. Ἐπεὶ καὶ τὸν τῆς ἐλεηµοσύνης ἐνταῦθα καρπὸν φυτευθῆναι ἔδει, συµφερόντως οἰκονοµεῖται τοὺς προφήτας κατελθεῖν. Σὺ δέ µοι παρατήρει πῶς οὐδεὶς τῶν περιφανῶν καὶ τούτοις γίνεται διδάσκαλος· Κυπρίους γὰρ ἔσχον διδασκάλους καὶ Κυρηναίους, καὶ Παῦλον( εἰ καὶ οὗτος ὑπερέβαινεν αὐτοὺς), ὥσπερ Παῦλος Βαρνάβαν καὶ Ἀνανίαν· ἀλλ' οὐδὲν παρὰ τοῦτο ἠλάττωται· ἔσχε δὲ ὅµως καὶ τὸν Χριστόν. Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόµατι Ἄγαβος, ἐσήµανε, λιµὸν µέγαν µέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουµένην. Ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Ἀναγκαίως ἐνταῦθα λιµὸν µέγαν µέλλοντα ἔσεσθαι σηµαίνει, ὃς δὴ καὶ ἐγένετο, καθὰ περὶ αὐτοῦ προεῤῥήθη. Ἵνα γὰρ µὴ νοµίσωσί τινες διὰ τοῦτο τὸν λιµὸν γεγονέναι, ὅτι Χριστιανισµὸς εἰσῆλθεν, ὅτι δαίµονες ἀπέστησαν, προλέγει τὸ Πνεῦµα τὸ ἅγιον ὃµέλλει συµβαίνειν, ὥσπερ καὶ ὁ Χριστὸς προεῖπε πολλὰ, καὶ ἐξέβη. Οὐ τοίνυν διὰ τοῦτο, ἐπεὶ ἔδει ἐξ ἀρχῆς τοῦτο γενέσθαι, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς ἀποστόλους γενόµενα· ὧν καὶ γενοµένων, τέως ἐµακροθύµει ὁ Θεός· ὡς δὲ ἐνέκειντο, λιµὸς γίνεται, µηνύων τοῖς Ἰουδαίοις τὰ ἐσόµενα κακά. Ἀλλ' εἰ καὶ δι' αὐτοὺς ἦν, διὰ τοὺς ἄλλους ἔδει καὶ ὄντα παύσασθαι. Τί γὰρ ἠδίκησαν Ἕλληνες, ἵνα καὶ µηδὲν ἀδικήσαντες αὐτοὶ τῶν κακῶν µετάσχωσιν; Εἰ δὲ µὴ διὰ τοὺς Ἰουδαίους, καὶ εὐδοκιµῆσαι δὴ αὐτοὺς µᾶλλον ἐχρῆν, ὅτι τὸ αὐτῶν ἐποίουν, ὅτι ἀνῄρουν, ἐκόλαζον, ἐτιµωροῦντο, πάντοθεν ἐδίωκον. Καὶ θέα πότε γίνεται ὁ λιµός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσεδέχθησαν.
25.2
Ἀλλὰ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑπεξαιρεθῆναι.∆ ιὰ τί, εἰπέ µοι; οὐχὶ προλαβὼν εἶπεν αὐτοῖς ὁ Χριστός· Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε; Σὺ δὲ ταῦτα λέγων, τάχα καὶ τοῦτο ἐρεῖς, ὅτι ἔδει µηδὲ µαστίζεσθαι. Ἀλλ' ὅρα αὐτοῖς γινόµενον καὶ τὸν λιµὸν σωτηρίας αἴτιον, ἐλεηµοσύνης ἀφορµὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὥστε καὶ ὑµῖν γέγονεν ἂν, εἴ γε ἐβούλεσθε, ἀλλ' οὐκ ἠθελήσατε. Προλέγεται δὲ, ὥστε λοιπὸν προπαρασκευασθῆναι πρὸς τὴν ἐλεηµοσύνην, ὅτι δεινὰ ἔπασχον οἱ ἐν Ἱερουσαλήµ· πρὸ δὲ τούτου οὐκ ἐν λιµῷ ἦσαν. Καὶ πέµπεται Βαρνάβας καὶ Παῦλος διακονήσοντες. Τῶν δὲ µαθητῶν, καθὼς ηὐπορεῖτό τις. Εἶδες ἅµα πιστεύοντας, καὶ ἅµα καρποφοροῦντας, οὐ τοῖς αὐτῶν µόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω; Τοῦτο δοκεῖ µοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι∆ εξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρνάβα κοινωνίας, µόνον ἵνα τῶν πτωχῶν µνηµονεύωµεν. Τοσοῦτον ὠφέλησεν ὁ λιµός. Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα καταπίπτοντας, καθάπερ ἡµεῖς, ἀλλ' εἰς ἔργον µέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας· µετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον. Καὶ οὐκ εἶπον· Ἡµεῖς Κυρηναῖοι καὶ Κύπριοι ὄντες, τοιαύτῃ ἐπιθώµεθα πόλει λαµπρᾷ καὶ µεγάλῃ· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πιστεύοντες, καὶ ἐκεῖνοι ἐπεχείρησαν τῇ διδασκαλίᾳ, καὶ οὗτοι οὐκ ἀπηξίωσαν παρ' ἐκείνων τι µαθεῖν. Ὅρα διὰ τῶν µικρῶν πάντα κατασκευαζόµενα, τὸ κήρυγµα αὐξανόµενον, τοὺς ἐν Ἱεροσολύµοις πάντων ὁµοίως φροντίζοντας, ὡς µίαν οἰκίαν τὴνοἰκουµένην ἔχοντας. Ἤκουσαν, ὅτι Σαµάρεια δέδεκται τὸν λόγον, καὶ ἔπεµψαν Πέτρον καὶ Ἰωάννην· ἤκουσαν τὰ εἰς Ἀντιόχειαν, καὶ πέµπουσι Βαρνάβαν. Πολὺ γὰρ τὸ διάστηµα ἦν, καὶ οὐκ ἔδει τοὺς ἀποστόλους τέως χωρισθῆναι, ἵνα µὴ νοµισθῶσιν εἶναι φυγάδες, καὶ τοὺς αὐτῶν πεφευγέναι. Τότε δὲ ἀναγκαίως χωρίζονται, ὅτε λοιπὸν ἀνίατα ἔχειν ἐδόκει τὰ κατ' αὐτούς· ὅτε λοιπὸν ὁ πόλεµος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει· ὅτε ἡ ἀπόφασις ἐξηνέχθη· ἐπεὶ ἕως Παῦλος εἰς Ῥώµην µὴ ἀνέβαινεν, ἐκεῖ ἦσαν. Ἐξέρχονται δὲ, οὐχὶ τὸν πόλεµον δεδοικότες· πῶς γὰρ, οἵ γε πρὸς τοὺς πολεµεῖν µέλλοντας ἀπῄεσαν; Καὶ ὁ πόλεµος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαµβάνει· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅσῳ ἀσηµότεροι οὖν ἦσαν, τοσούτῳ µᾶλλον ἔλαµπεν ἡ χάρις, διὰ µικρῶν ἐργαζοµένη µεγάλα. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Παρεκάλει πᾶντας, φησὶ, προσµένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθός. Ἐµοὶ δοκεῖ ἀγαθὸν νῦν τὸν ἀφελῆ λέγειν, τὸν ἄπλαστον, τὸν σφόδρα τῆς τῶν πλησίον ἐπιθυµοῦντα σωτηρίας. Οὐ µόνον δὲ ἦν ἀνὴρ ἀγαθὸς, ἀλλὰ καὶ πλήρης Πνεύµατος ἁγίου καὶ πίστεως.∆ ιὸ καὶ τῇ προθέσει τῆς καρδίας παρεκάλει πάντας· τουτέστι, µετὰ ἐγκωµίου καὶ ἐπαίνου. Καὶ σκόπει, πῶς καθάπερ γῆ λιπαρὰ τὸν λόγον ἐδέξατο ἡ πόλις αὕτη, καὶ πολὺν τὸν καρπὸν ἀπεδείξατο.∆ ιὰ τί δὲ τῆς Ταρσοῦ αὐτὸν ἀπέστησεν ὁ Βαρνάβας καὶ ἐνταῦθα ἤγαγεν; Οὐχ ἁπλῶς· ἀλλ' ὅτι ἐνταῦθα καὶ ἐλπίδες χρησταὶ, καὶ µείζων ἡ πόλις, καὶ πολὺ τὸ πλῆθος. Εἶδες πάντα τὴν χάριν ἐργαζοµένην, οὐ Παῦλον· καὶ πῶς διὰ τῶν µικρῶν τὸ πρᾶγµα ἀρχὴν ἔλαβεν, ὅτε δὲ περιφανὲς γέγονε, τότε Βαρνάβαν πέµπουσι; Καὶ διὰ τί µὴ πρὸ τούτου ἔπεµψαν αὐτόν; Πολλὴν τῶν καθ' ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβούλοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάµβανον τὰ ἔθνη· καίτοι διὰ τὸ ἀπαραιτήτως αὐτοῖς ἐπιµίγνυσθαι, ἐπεὶ ἔµελλέ τις ἀµφισβήτησις γίνεσθαι παρ' αὐτῶν, τὰ κατὰ Κορνήλιον προὔλαβε. Τότε γοῦν καὶ λέγουσιν· Ἵνα ἡµεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµήν. Καὶ σκόπει, πῶς εὐκαίρως ἡ ἀνάγκη τοῦ λιµοῦ εἰσήγαγε τὴν κοινωνίαν τὴν ἀπὸ τῶν ἐθνῶν τὴν πρὸς τοὺς ἐν Ἱεροσολύµοις πεµφθεῖσαν.∆ έχονται γὰρ τὰ παρ' αὐτῶν, οἳ καὶ οὐ, καθάπερ ἡµεῖς ἐν θρήνοις τὰς συµφορὰς διάγοµεν, οὕτω δήπου καὶ οὗτοι· ἀλλὰ µετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόµενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβηµένοις τοὺς Ἰουδαίους· ὃ καὶ αὐτὸ συνεβάλλετο οὐ µικρόν. Ἀλλὰ καὶ εἰς Κύπρον ἀφίκοντο, ὅπου πολὺ µὲν τὸ ἀδεὲς, πλείων δὲ ἡ ἀµεριµνία. Οὐδενὶ δὲ τὸν λόγον, φησὶν, εἰ µὴ Ἰουδαίοις ἐλάλουν. Οὐ διὰ τὸν τῶν ἀνθρώπων φόβον, ὃν οὐδὲν ἡγοῦντο, τοῦτο ἐποίουν· ἀλλὰ τὸν νόµον τηροῦντες, καὶ αὐτοὺς ἔτι διαβαστάζοντες. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ Κύπριοι καὶ Κυρηναῖοι. Οὗτοι µάλιστα οὐκ ἐφρόντιζον Ἰουδαίων. Οἵτινες ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόµενοι τὸν Κύριον Ἰησοῦν. Ἴσως διὰ τὸ µὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλλνας αὐτοὺς ἐκάλουν. Παραγενόµενος δὲ, φησὶ, Βαρνάβας, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ( οὐχὶ τὴν σπουδὴν τῶν ἀνθρώπων), παρεκάλει αὐτοὺς προσµένειν τῷ Κυρίῳ. Τάχα τῷ ἐπαινεῖν τὸν ὄχλον καὶ ἀποδέχεσθαι, τούτῳ πλείους ἐπέστρεψε. Καὶ διὰ τί µὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέµπουσιν; Οὔπω τοῦ ἀνδρὸς ᾔδεσαν τὴν ἀρετήν· διὸ καὶ µόνον οἰκονοµεῖται Βαρνάβαν παραγενέσθαι. Ἐπεὶ δὲ καὶ πλῆθος ἦν, καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις, καὶ µάλιστα, ὅτι οὐδένα ἐνταῦθα ὑπέµειναν πειρασµὸν, καὶ ὅτι Παῦλοςκηρύττει, καὶ οὐκ ἔτι ἀναγκάζεται φεύγειν. Καλῶς δὲ οὐκ αὐτοὶ περὶ τοῦ λιµοῦ λέγουσιν, ἀλλ' οἱ προφῆται, ἵνα µὴ φορτικοί τινες δόξωσι. Καὶ θαυµάζειν ἄξιον, πῶς οὐκ ἠγανάκτησαν ὡς ὑπεροφθέντες Ἀντιοχεῖς, ἀλλ' ἀρκοῦνται τοῖς διδασκάλοις· οὕτω πάντες ἔζεον πρὸς τὸν λόγον. Οἳ καὶ οὐδὲ περιέµειναν γενέσθαι τὸν λιµὸν, ἀλλὰ πρὸ τούτου ἔπεµψαν, Καθὼς ηὐπορεῖτό τις.
25.3
Καὶ ὅρα, ὅτι ἐν µὲν τοῖς ἀποστόλοις ἕτεροι τοῦ ἐπιτρέπονται· ἐνταῦθα δὲ Παῦλος καὶ Βαρνάβας. Οὐ µικρὰ δὲ καὶ τοῦτο οἰκονοµία ἦν ἄλλως δὲ καὶ ἀρχὴ ἦν, καὶ τέως οὐκ ἔδει σκανδαλισθῆναι. Ἀλλὰ νῦν οὐδεὶς τοῦτο ποιεῖ, καίτοι λιµός ἐστι χαλεπώτερος ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συµφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιµῷ. Τότε µόνον λιµὸς ἦν, καὶ οἱ δεδωκότες πένητες( Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)· νῦν δὲ λιµὸς διπλοῦς, καθάπερ ἡ ἀφθονία διπλῆ, λιµὸς χαλεπὸς, λιµὸς οὐ τοῦ λόγον ἀκοῦσαι Κυρίου, ἀλλὰ τοῦ τραφῆναι δι' ἐλεηµοσύνης. Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήµατα, καὶ οὗτοι µᾶλλον ἐκείνων· νυνὶ δὲ καὶ ἡµεῖς καὶ οἱ πένητες ἐν λιµῷ· οἱ µὲν τῆς ἀναγκαίας ἀποροῦντες τροφῆς, ἡµεῖς δὲ ἐν σπάνει τοῦ ἐλέους ὄντες τοῦ Θεοῦ. Ταύτης δὲ τῆς τροφῆς οὐδὲν ἀναγκαιότερον γένοιτ' ἄν. Οὐκ ἔστιν ὑποστῆναι τὰ ἀπὸ τῆς πλησµονῆς κακά· οὐκ ἔστιν εἰς ἀφεδρῶνα προχωρῆσαι τὸ πλέον ταύτης τῆς τροφῆς. Οὐδὲν ὡραιότερον, οὐδὲν ὑγιεινότερον ψυχῆς οὕτω τρεφοµένης· πάσης ἀνωτέρα ἕστηκε νόσου, παντὸς λιµοῦ, πάσης ἀνωµαλίας καὶ δυσκρασίας· οὐδεὶς αὐτὴν δυνήσεται ἑλεῖν· ἀλλὰ καθάπερ ἀδαµάντινον σῶµα οὐ σίδηρος πλῆξαι δύναται, οὐκ ἄλλο οὐδὲν, οὕτω καὶ ψυχὴν ἀπὸ ἐλεηµοσύνης συµπεπηγυῖαν οὐδὲν ὅλωςδυνήσεται ἑλεῖν. Τί γὰρ, εἰπέ µοι, ταύτην χειρώσεταί ποτε; πενία; Οὐκ ἔστιν· ἐν γὰρ τοῖς βασιλικοῖς ἀπόκειται ταµείοις. Ἀλλὰ λῃστὴς καὶ τοιχωρύχος; Ἀλλ' ἐκείνους οὐδεὶς διορύξαι τοὺς τοίχους οἷός τε. Ἀλλὰ σκώληξ; Ἀλλὰ καὶ ταύτης ἀνώτερος τῆς λύµης οὗτος ὁ θησαυρός. Ἀλλὰ βασκανία καὶ φθόνος; Ἀλλ' οὐδὲ τούτοις ἁλίσκεται. Ἀλλὰ συκοφαντίαι καὶ ἐπιβουλαί; Οὐδὲ τοῦτο· ἄσυλος γὰρ ὁ θησαυρός. Ἀλλ' αἰσχρὸν εἰ ταῦτα ἐπιδείξω µόνα τῇ ἐλεηµοσύνῃ προσόντα, οὐχὶ δὲ καὶ τἀναντία. Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται µόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων. Ὥσπερ γὰρ οἱ ὠµοὶ καὶ ἀπηνεῖς οὐ τοὺς ἠδικηµένους ἔχουσιν ἐχθροὺς µόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας συναλγοῦντας αὐτοῖς καὶ κατηγοροῦντας· οὕτως οἱ µεγάλα ἐργασάµενοι καλὰ οὐχὶ τοὺς εὖ πεπονθότας µόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχουσιν ἐπαινέτας. Τί λέγω βασκανίας; Καὶ ἐπιβουλευόντων ἀπήλλακται καὶ λῃστῶν καὶ τοιχωρύχων. Οὐ τοῦτο ἔχει µόνον τὸ καλὸν, ἀλλ' ἔτι πρὸς τῷ µὴ ἐλαττοῦσθαι καὶ αὔξεται καὶ εἰς πλῆθος ἐπιδίδωσι. Τί τοῦ Ναβουχοδονόσορ γέγονεν αἰσχρότερον; τί δυσειδέστερον; τί παρανοµώτερον; Ἀσεβὴς ὁ ἄνθρωπος ἦν, µυρία τεκµήρια καὶ σηµεῖα εἶδε, καὶ οὐκ ἠθέλησεν ἀνενεγκεῖν, ἀλλὰ τοὺς τοῦ Θεοῦ δούλους εἰς κάµινον ἐνέβαλεν, εἰ καὶ µετὰταῦτα προσεκύνησε. Τί οὖν ὁ προφήτης; Βασιλεῦ, ἡ βουλή µου ἀρεσάτω σοι· τὰς ἀνοµίας σου ἐν ἐλεηµοσύναις λύτρωσον, καὶ τὰς ἀνοµίας σου ἐν οἰκτιρµοῖς πενήτων· ἴσως ἔσται συγγνώµη τοῖς παραπτώµασί σου. Τοῦτο οὕτως εἶπεν, οὐκ ἀµφιβάλλων( σφόδρα γὰρ ἦν πεπεισµένος), ἀλλὰ βουλόµενος αὐτὸν εἰς µείζονα ἐµβαλεῖν φόβον, καὶ πλείονα ἀνάγκην τοῦταῦτα ποιῆσαι. Εἰ γὰρ εἶπεν ὡµολογηµένως, ὑπτιώτερος ἂν ἐγένετο ἐκεῖνος. Οὕτω καὶ ἡµεῖς τότε µάλιστα ὠθοῦµέν τινας, ὅταν λέγωµεν· Παρακάλεσον τὸν δεῖνα, καὶ µὴ ἐπαγάγωµεν, ὅτι πάντως ἀκούσεται, ἀλλ', ὅτι ἴσως ἀκούσεται· ὑπὸ γὰρ τῆς ἀµφισβητήσεως µείζων ὁ φόβος γενόµενος, µᾶλλον αὐτὸν ὠθεῖ.∆ ιὰ τοῦτο δῆλον αὐτὸ οὐκ ἐποίησε. Τί λέγεις; τοσούτοις ἀσεβήµασιν ἔσται συγγνώµη; Ναί. Οὐκ ἔστιν ἁµάρτηµα, ὃ µὴ δύναται καθαρίσαι ἐλεηµοσύνη, ὃ µὴ δύναται σβέσαι· πᾶσα ἁµαρτία κατωτέρα ταύτης ἕστηκε· φάρµακόν ἐστι πρὸς πᾶν τραῦµα ἐπιτήδειον. Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπόθεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος. Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι' ὧν ἐσπούδασε γλωσσόκοµον ἔχειν, καὶ τὰ βαλλόµενα βαστάζειν. Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν· καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πράγµατος τούτου ὁ λόγος. Λύτρον ψυχῆς ἀνδρὸς, φησὶν, ὁ ἴδιος πλοῦτος· καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει µοι. Τοῦτο τελειότης εἰκότως. Ἐλεηµοσύνη δὲ οὐκ ἐν χρήµασι γίνεται µόνον, ἀλλὰ καὶ ἐν πράγµασιν. Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρηµάτων µειζόνως ἔσωσεν ἡ διὰ πραγµάτων προστασία.
25.4
Οὐκοῦν φέρε πάντα κινήσωµεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεηµοσύνης εἴδη.∆ ύνασαι διὰ χρηµάτων; Μὴ ὄκνει.∆ ύνασαι διὰ προστασίας; Μὴ εἴπῃς, ἐπειδὴ χρήµατα οὐκ ἔστι, τοῦτο οὐδέν ἐστι. Σφόδρα καὶ τοῦτο µέγα· ὥσπερ χρυσίον δεδωκὼς, οὕτω διάκεισο.∆ ύνασαι διὰ θεραπείας; Καὶ τοῦτο ποίησον. Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήµην; Ἐπιµελήθητι ἀῤῥωστούντων· καὶ τοῦτο µέγα.∆ ύνασαι διὰ συµβουλῆς; Πολλῷ τοῦτο πάντων µεῖζον· αὕτη βελτίων πάντων, ἢ καὶ πλείων, ὅσῳ καὶ µεῖζον ἔχει τὸ κέρδος· οὐ γὰρ λιµὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν. Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐµπεπλησµένοι· διὰ τοῦτο τὴν τῶν χρηµάτων διανοµὴν τοῖς µετ' αὐτοὺς ἐνεχείρισαν, αὐτοὶ τὴν διὰ τῶν λόγων ἐπιδεικνύµενοι. Ἢ µικρὰν ἐλεηµοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουµένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχοµένην, δυνηθῆναι ἀπαλλάξαι τῆς νόσου; Οἷον, ὁρᾷς φίλον ὑπὸ φιλαργυρίας κατεχόµενον; Ἐλέησον τὸν ἄνθρωπον. Ἀποπνίγεται; Σβέσον αὐτοῦ τὸ πῦρ. Τί οὖν, ἂν µὴ πείθηται; Σὺ τὸ σαυτοῦ ποίησον, καὶ µὴ κατοκνήσῃς. Εἶδες αὐτὸν ἐν δεσµοῖς κατεχόµενον;( δεσµὰ γὰρ ὄντως τὰ χρήµατα.) Ἄπελθε πρὸς αὐτὸν, ἐπίσκεψαι αὐτὸν, παραµύθησαι, πειράθητι τῶν δεσµῶν ἀπολῦσαι. Ἂν µὴ βούληται, τὴν αἰτίαν αὐτὸς ὑποµενεῖ. Εἶδες γυµνὸν καὶ ξένον;( γυµνὸς γὰρ ὄντως καὶ ξένος ἐστὶ τῶν οὐρανῶν ὁ βίου ὀρθοῦ µὴ ἐπιµελούµενος.) Λάβε εἰς τὸ καταγώγιον τὸ σὸν, περίβαλε ἱµάτια τὰ τῆς ἀρετῆς, δὸςπόλιν τὴν ἐν οὐρανῷ. Τί οὖν, ἂν ἐγὼ γυµνὸς ὦ, φησί; Καὶ σαυτὸν ἔνδυσον πρῶτον· εἰ οἶδας ὅτι γυµνὸς εἶ, πάντως καὶ ὅτι ἐνδυθῆναι ὀφείλεις οἶδας. Εἰ ταύτης µόνον τῆς γυµνότητος ἐπίστασαι τὸν τρόπον, δυνήσῃ γνῶναι ῥᾳδίως καὶ τὴν αὐτῆς καταστολήν. Πόσαι γυναῖκες σηρικὰ ἱµάτια φοροῦσι, γυµναὶ δὲ ὄντως εἰσὶ τῶν τῆς ἀρετῆς ἱµατίων; Ταύτας οἱ ἄνδρες περιβαλέτωσαν. Ἀλλ' οὐ προσίενται τὰ ἱµάτια ἐκεῖνα, ἀλλὰ ταῦτα βούλονται; Τοῦτο πρῶτον ποίησον· εἰς τὴν ἐπιθυµίαν αὐτὰς τῶν ἱµατίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυµναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς µελλούσης· εἰπέ· Ἄλλων ἡµῖν ἐκεῖ δεῖ, οὐ τούτων. Εἰ δὲ ἀνέχοισθέ µου, καὶ ἐγὼ τὴν γυµνότητα δείξω. Ὁ γυµνὸς, ψύχους µὲν ὄντος, πέπηγε καὶ τρέµει, καὶ συνεσταλµένος ἕστηκε, συναγαγὼν τοὺς βραχίονας· θέρους δὲ ὄντος, οὐκ ἔτι. Ἂν τοίνυν δείξω καὶ τοὺς πλουτοῦντας καὶ τὰς πλουτούσας τοσούτῳ µάλιστα γυµνὰς, ὅσῳ µάλιστα ἂν περιβάλωνται, µὴ ἀπεχθάνεσθε. Τί οὖν, εἰπέ µοι, ὅταν τοὺς περὶ γεέννης ἀνακινῶµεν λόγους, καὶ τῶν βασανιστηρίων ἐκείνων, οὐχὶ µᾶλλον τῶν γυµνῶν ἐκείνων πεπήγασιν οὗτοικαὶ τρέµουσιν; οὐχὶ πικρὰ στενάζουσι, καὶ καταδικάζουσιν ἑαυτούς; Τί δαὶ, ὅταν τῷ δεῖνι προσέρχωνται καὶ λέγωσιν· Εὖξαι ὑπὲρ ἐµοῦ· οὐχὶ τὰ αὐτὰ ῥήµατα φθέγγονται ἐκείνοις; Ἀλλὰ νῦν µὲν, ὅσα ἂν εἴπωµεν, οὔπω δήλη ἡ γυµνότης· ἔσται δὲ ἐκεῖ δήλη. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν τῶν σηρικῶν ἱµατίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ µόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱµατίων ἅπαντες φαίνωνται· ὅταν οἱ µὲν πένητες ὦσιν ἠµφιεσµένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυµνοὶ καὶ ἀσχηµονοῦντες πρὸς τὰ κολαστήρια σύρωνται. Τί ἁβρότερον ἦν τοῦ πλουσίου τοῦ τὴν πορφύραν ἐνδιδυσκοµένου; τί δὲ πενέστερον τοῦ Λαζάρου; τίς οὖν τὰ τῶν ἐπαιτῶν ἐφθέγγετο ῥήµατα; τίς δὲ ἐν ἀφθονίᾳ ἦν; Εἰπέ µοι, εἴ τις τὴν οἰκίαν περιβάλλοι πολλοῖς τοῖς παραπετάσµασιν, αὐτὸς δὲ ἔνδον κάθηται γυµνὸς, τί τὸ κέρδος; Οὕτω καὶ ἐπὶ τῶν γυναικῶν γίνεται. Τὴν µὲν γὰρ οἰκίαν τῆς ψυχῆς, τὸ σῶµα λέγω, πολλοῖς περιβάλλουσιν· ἡ δὲ οἰκοδέσποινα ἔνδον κάθηται γυµνή. Χρήσατέ µοι τοὺς τῆς ψυχῆς ὀφθαλµοὺς, καὶ ὑποδείξω ὑµῖν τῆς ψυχῆς τὴν γυµνό τητα. Τί γάρ ἐστιν ἱµάτιον ψυχῆς, Ἀρετὴ δηλονότι. Τί δὲ γυµνότης; Κακία. Καθάπερ γὰρ εἴ τις ἀποδύσειέ τινα τῶν ἐλευθέρων, αἰσχύνεται καὶ συστέλλεται καὶ φεύγει· οὕτω δὴ καὶ ψυχὴ, ἂν θέλωµεν εἰς αὐτὴν ἰδεῖν, ἡ µὴ ταῦτα ἔχουσα τὰ ἱµάτια, ἐρυθριᾷ. Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασµα καὶ προκάλυµµα ἐπιζητούσας, ἵνα τούτων µὴ ἀκούοιεντῶν λόγων; Αἱ δὲ µηδὲν συνειδυῖαι ἑαυταῖς, γάννυνται, χαίρουσιν, ἐναβρύνονται καὶ ἐγκαλλωπίζονται τοῖς λεγοµένοις. Ἄκουσον περὶ τῆς µακαρίας Θέκλης. Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς· σὺ δὲ ἵνα τὸν Χριστὸν ἴδῃς, οὐδὲ ὀβολὸν δίδως, ἀλλὰ θαυµάζεις µὲν τὰ γεγενηµένα ὑπ' ἐκείνης, οὐ ζηλοῖς δέ. Οὐκ ἀκούεις πῶς τοὺς ἐλεήµονας µακαρίζει ὁ Λόγος; Μακάριοι οἱ ἐλεήµονες, φησὶν, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί τὸ κέρδος ἀπὸ τῶν πολυτελῶν ἱµατίων; µέχρι πότε πρὸς ταύτην κεχήναµεν τὴν στολήν; Ἀµφιασώµεθα τὴν δόξαν τοῦ Χριστοῦ, περιβαλώµεθα τὸ κάλλος ἐκεῖνο, ἵνα καὶ ἐνταῦθα ἐπαινεθῶµεν, καὶ ἐκεῖ τῶν αἰωνίων τύχωµεν ἀγαθῶν, χάριτικαὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.