Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 27 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
27.0
Γενοµένης δὲ ἡµέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ µὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε.
27.1
Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι' αὐτὸν τοὺς παῖδας ἀναιρουµένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸνἦν αὐτῷ µετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι. Ἀλλ' εἰ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος µετὰ τοῦ Πέτρου, ἐνοµίσθη ἂν φυγῆς εἶναι τὸ πρᾶγµα. Τί οὖν οὐχ ἑτέρως ᾠκονόµησε, φησί; ποία γὰρ βλάβη γέγονε νῦν; Ἂν ἴδωµεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβησαν, οὐ ζητήσοµεν ταῦτα.∆ ιὰ τί γὰρ µὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ' ἀξίαν ἀπονεῖµαι ἑκάστῳ. Ἀλλ' οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐµπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν µάγων ἀπατηθέντα, µᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥηµάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενοµένης, φησὶν, ἡµέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ µὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καίτοι ἤκουσε παρ' αὐτῶν( ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι µέχρι τῆς νυκτὸς ἐκείνης µετ' αὐτῶν ἦν. Ἀλλὰ τί συνέκρυψαν; διὰ τί οὖν µὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ µὴν αὐτὸν ἔδει θαυµάσαι, ἔδει καταπλαγῆναι τοῦτο. Λοιπὸν φανερὸν γίνεται πᾶσι διὰ τοῦ θανάτου τούτων, καὶ τοῦ Θεοῦ τὸ θαῦµα ἤ τε ἐκείνου κακία κατάδηλος. Ἀλλ' ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ µέµνηται ἱστορίας ὥστε διδάξαι ἡµᾶς. Εἶτά φησι· Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν. Ἦν δὲ ὁ Ἡρώδης θυµοµαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁµοθυµαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώρανἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡµέρᾳ ὁ Ἡρώδης ἐνδυσάµενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήµατος ἐδηµηγόρει πρὸς αὐτούς· ὁ δὲ δῆµος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. Παραχρῆµα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ' ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόµενος σκωληκόβρωτος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ µικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ µὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ µεγαληγορίαν. Καὶ µὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν, ὅτι ἄξιον ἑαυτὸν ἐνόµισεν εἶναι τῆς κολακείας.∆ ιὰ τούτου ἐκεῖνοι µάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ. Ὅρα πάλιν ἀµφοτέρους µὲν ὄντας ἀξίους τιµωρίας, τοῦτον δὲ κολαζόµενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν µάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι, τούτου γενοµένου. Εἶδες Θεοῦ οἰκονοµίαν; Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴµ πληρώσαντες τὴν διακονίαν, συµπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Σιµεὼν ὁ καλούµενος Νίγερ, καὶ Λούκιος ὁΚυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον µνηµονεύει· οὔπω γὰρ Παῦλος ἦν λαµπρὸς, οὔπω σηµεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦµα τὸ ἅγιον· Ἀφορίσατε δή µοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς· τὸ ἔργον, ὃ προσκέκληµαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάµενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων; Κηρυττόντων. Ἀφορίσατέ µοι, φησὶ, τὸν Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ µοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν ὑπὸ τίνων χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναῆ· µᾶλλον δὲ ὑπὸ τοῦ Πνεύµατος. Ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ γυµνοτέρα ἡ τοῦ Θεοῦ φαίνεται χάρις. Χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε µετ' ἐξουσίας κηρύττειν. Πῶς οὖν αὐτός φησιν· Οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων; Τὸ µὲν, Οὐκ ἀπ' ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ,∆ ι' ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέµφθη, ἀλλ' ὑπὸ τοῦ Πνεύµατος.∆ ιὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι µὲν οὖν ἐκπεµφθέντες ὑπὸ τοῦ Πνεύµατος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωµεν δὲ ἄνωθεν τὰ εἰρηµένα. Ἡµέρας δὲ γενοµένης, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος διὰ τὸν Πέτρον, καὶ ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαµβάνω λόγον. Τὰ δεσµὰ ἦν, οἱ φύλακες ἔνδον, τὸ δεσµωτήριον κεκλεισµένον, οὐδαµοῦ τοῖχος διορωρυγ µένος, πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπαστος ὁ ἄνθρωπος γέγονε, διὰ τί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήµατα ἔλαβον; Πόθεν ὁ µηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυµέναι ἦσαν. Ἔδει ἰδεῖν, ὅτι θεῖον τὸ πρᾶγµα ἦν καὶ οὐκ ἀνθρώπινον. Εἶτα ἐπειδὴ ἱστορίας ἔµελλε µεµνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόµατα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην. Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιµὸς ἦν. Τακτῇ δὲ ἡµέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήµατος ἐδηµηγόρει, φησί. Παραχρῆµα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου· καὶ γενόµενος σκωληκόβρωτος ἐξέψυξε.
27.2
Τοῦτο καὶ Ἰώσηπος λέγει, ὅτι µακρᾷ περιέπεσε νόσῳ. Οἱ µὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστολος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει λογιζοµένων αὐτῶν τῷ Ἰακώβου θανάτῳ καὶ τῷ τῶν στρατιωτῶν φόνῳ τὸ κατὰ τὸν Ἡρώδην συµβεβηκέναι. Ὅρα· ὅτε µὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργάσατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόµενος κατῆλθεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν. Ἐµοὶ δοκεῖ καὶ ἐκείνους ἀπαγαγεῖν βουλόµενος, πρὸς ἀπολογίαν ἦλθε τούτων· ὠργίζετο γὰρ ἐκείνοις τούτους οὕτω θεραπεύων. Ὅρα πῶς κενόδοξος ὁ ἄνθρωπός ἐστι. Μέλλων αὐτοῖς διδόναι τὴν δωρεὰν, ἐδηµηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαµπρὰν ἐξ ἀργύρου πεποιηµένην περιέκειτο. Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνηµα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐτῶν µεγάλη, καὶ µυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιµωρίας. Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι γε µηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ µᾶλλον ἂν ὁ Χριστὸς, εἰ µὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήµατα τὰ ἐµὰ οὐκ ἔστιν ἐµὰ, καὶ, Οἱ ὑπηρέται ἂν οἱ ἐµοὶ ἠγωνίζοντο, καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόµενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόµενον, καὶ πάλιν καταλλαττόµενον, καὶ πανταχοῦδοῦλον τῶν δήµων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύµατος. Λειτουργούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦµα τὸ ἅγιον· Ἀφορίσατε δή µοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλµησε, µὴ τῆς αὐτῆς ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; Τοῦτο δὲ γίνεται, ὥστε µὴ εἶναι αὐτοὺς κοινῇ µεθ' ἑαυτῶν. Εἶδεν αὐτοὺς µείζονα δύναµιν ἔχοντας, καὶ πολλοῖς δυναµένους ἀρκέσαι. Πῶς δὲ αὐτοῖς εἶπεν;∆ ιὰ προφητῶν ἴσως.∆ ιὰ τοῦτο προλαβὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα µάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν. Ἐν Ἀντιοχείᾳ χειροτονεῖται, ἔνθα κηρύττει.∆ ιὰ τί µὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ' Ἐµοί;∆ είκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάµεως. Ὁρᾷς ὅσον ἡ νηστεία µέγα;∆ είκνυσιν, ὅτι πάντα τὸ Πνεῦµα ἐποίει. Μέγα τι ἡ νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιορίζεται. Ὅτε χειροτονεῖν ἔδει, τότε νηστεύουσι· καὶ νηστεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦµα. Ἡ νηστεία δὲ οὐ τοῦτο µόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι. Τοσοῦτον ἐπιτάττω µόνον ἐγώ· µὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶµεν, µὴ διαφθο ράν· τροφὰς ζητῶµεν, µὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωµατικῶν· τροφὴν ζητῶµεν ἡδονὴν ἔχουσαν, µὴ τρυφὴν ἀηδίας γέµουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύµη· τοῦτο ἡδονὴ, ἐκεῖνο πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο παρὰ φύσιν. Εἰπὲ γάρ µοι, εἴ τις ἔδωκέ σοι κώνειον πιεῖν, οὐχὶ παρὰ φύσιν ἦν; εἴ τις ξύλα καὶ λίθους, οὐκ ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι. Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει πολιορκίας γενοµένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεµίων ἐπεισελθόντων· οὕτως ἐν τῇ ψυχῇ γίνεται, οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι θόρυβοι, τίνι ἀηδίαι καὶ λέσχαι, τίνι κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν ἐν οἴνοις; Τίνος πελιδινοὶ οἱ ὀφθαλµοί; Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωµεν, οὐκ ἀποστήσοµεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχοληµένους, ἂν µὴ πρὸς ἕτερον ἀντιστήσωµεν τὸ πάθος. Καὶ πρῶτον µὲν πρὸς τὰς γυναῖκας ἡµῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον µεθυούσης· ἀµαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται τὸ γαληνὸν καὶ ἥµερον τῶν ὀφθαλµῶν, οἱονεὶ νεφέλης τινὸς ἀκτῖνας ὑποδραµούσης ἡλιακάς. Ἀνελεύθερον τὸ πρᾶγµα καὶ δουλικὸν, καὶ πάσης δυσγενείας ἀνάµεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγοµένη κρεῶν διεφθορότων χυµὸν, βεβαρηµένη καὶ διαναστῆναι µὴ δυναµένη, ἐρυθρὰ οὖσα τοῦ δέοντος πλέον, χάσµης γέµουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ' οὐκ ἐκείνη ἡ τρυφῆς ἀπεχοµένη τοιαύτη· ἀλλὰ σεµνὴ καὶ σώφρων καὶ εὔµορφος. Καὶ γὰρ τῷ σώµατι πολὺ περιτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νοµίσῃς ἀπὸ τῶν σωµατικῶν τύπων τοῦτο γίνεσθαι µόνον.∆ ὸς εὔµορφον κόρην, τεταραγµένην, λάλον, λοίδορον, µέθυσον, πολυτελῆ, εἰ µὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυθριᾷν µανθάνοι, εἰ δὲ φθέγγεσθαι συµµέτρως, εἰ δὲ νηστείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέµουσα καὶ κοσµιότητος. Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν εἴπωµεν; Τί τοῦ µεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, µυρίας καταγνώσεως ἄξιος, θηρίον ἐστὶ µᾶλλον ἢ ἄνθρωπος· τὸ γὰρ πολλὰ σιτεῖσθαι, παρδάλεως, καὶ λέοντος, καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν ἐκεῖνα ψυχὴν λογικήν. Καὶ µὴν κἀκεῖνα πλέον τοῦ δέοντος καὶ τοῦ µέτρου τοῦ παρὰ τῆς φύσεως αὐτοῖς ὡρισµένου σιτισθέντα, διέφθειρε τὸ πᾶν σῶµα· πόσῳ οὖν µᾶλλον ἡµεῖς;∆ ιὰ τοῦτο ἡµῖν εἰς µικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον µέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ ψυχῆς ἐπιµελεῖσθαι.
27.3
Καταµάθωµεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡµετέραν, καὶ ὀψόµεθα ἓν µόριον ἐν ἡµῖν ταύτην ἔχον τὴν ἐνέργειαν. Τὸ στόµα γὰρ ἡµῶν καὶ ἡ γλῶττα πρὸς ὕµνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν.∆ ιὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡµᾶς ἐγκατέδησεν, ἵνα µηδὲ ἄκοντες ἐµπίπτωµεν εἰς πολλὴν πραγµατείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους µὴ εἶχε, µηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα µηδὲ βουλόµενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν ζητεῖς, ἀγαπητέ; Τοῦτο παρὰ τῆς αὐταρκείας εὑρήσεις. Οὐχ ὑγείαν; καὶ τοῦτο· οὐχὶ ἀµεριµνίαν; καὶ τοῦτο· οὐχὶ ἐλευθερίαν; οὐχὶ ῥῶσιν σώµατος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν ἐκείνῃ δὲ τὰ ἐναντία, ἀηδία, καχεξία, νόσος, ἀνελευθερία, δαπάνη. Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχοµεν ἅπαντες; Ἀπὸ νόσου. Εἰπὲ γάρ µοι, διὰ τί τὸ βλάπτον ὁ νοσῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σηµεῖόν ἐστι;∆ ιὰ τί ὁ χωλὸς µὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυµίας καὶ τοῦ µὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγµάτων τὰ µὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν· τὰ δὲ τοὐναντίον, τὴν µὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυµος, ὥστε µὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν µελλόντων, ταχέως ἁλίσκεται. Εἰπέ µοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς µελλούσης προτετίµηκε τιµῆς; Ἀπὸ χαυνότητος καὶ µαλακίας. Τοῦτο δὲ αὐτὸ πόθεν, φησίν; Ἐξ ἡµῶν αὐτῶν· καὶ δῆλον ἐκεῖθεν. Ὅταν γὰρ θέλωµεν, διανιστῶµεν ἑαυτοὺς, καὶ καρτερικοὶ γινόµεθα Ἐὰν γοῦν ἀνάγκη ποτὲ ἐπέλθοι, πολλάκις δὲ καὶ φιλονεικήσαντες µόνον, τὸχρήσιµον συνείδοµεν. Ὅταν τοίνυν µέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζηµίαν( ζηµία γὰρ ὄντως ἐστὶ µετὰ τῆς οἰκείας λύµης τοσαῦτα χρήµατα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθµήσω κακὰ παθόντας ἀπὸ τῆς τρυφῆς; Ὁ Νῶε ἐµεθύσθη καὶ ἐγυµνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιµαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρµησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.∆ ιὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν µνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρηµνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐµπεσόντες. Ἡ χήρα, φησὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπηµένος· καὶ πάλιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας. Οὐ νοµοθετῶ νηστείαν( οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ' ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιµον τὸ ὑµέτερον· καθάπερ γὰρ χείµαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν;∆ ὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ µετὰ τὸ τὴν τράπεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν µὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις. Βούλει τρυφῆσαι; Θρέψον τὴν ψυχὴν, µετάδος αὐτῇ σιτίων ὧν ἔθος ἔχει· µὴ λιµοκτονήσῃς αὐτήν. Καιρὸς πολέµου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν; Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισµένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς ζῶντας; Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν µέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυµένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ' οὐχ ἅπασιν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιµοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριµαργίας διασπᾷς σαυτόν· δύο ἀµετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνοµα τοῦτο ἔχει· ἀλλ' ὥσπερ ἡ δόξα ἀτιµία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα. Μὴ γὰρ τυθῆναι ἔχοµεν, ὅτι λιπαίνοµεν ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαµπρὰν τὴν τράπεζαν; τί πλείονας ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατασκευάζεις; Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλµόν; Τὸ σῶµα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ µὲν παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς µελῳδίας· ἡ δὲ πάντοθεν ἐπεξεσµένη εὔτονός ἐστι καὶ παναρµόνιος. Τί καταχωννύεις τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτµοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόµενοι; Εἰ καὶ µηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶµα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσοφοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε. Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγµατα παρέχοντας. Ἀγαπητὸν εὐήνιον ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν. Ὅταν δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα µυριάκις νύττων µὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔµπειρος ᾖ, τῆςνίκης ἀποστερηθήσεται. Μὴ δὴ περιΐδωµεν ἡµῶν τὴν ψυχὴν ἐπηρεαζοµένην διὰ τὸ σῶµα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώµεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωµεν, χαυνότερα τὰ δεσµά· λόγοις αὐτὴν τρέφωµεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν µόνον τὸ σῶµα, ὅσον εὔρωστον εἶναι, ὅσον χαίρειν καὶ µὴ ἀλγεῖν· ἵνα οὕτω τὰ καθ' ἑαυτοὺς εὖ διαθέντες δυνηθῶµεν τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦΚυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note