In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
28.0
Οὗτοι µὲν οὖν ἐκπεµφθέντες ὑπὸ τοῦ Πνεύµατος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόµενοι ἐν Σαλαµῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
28.1
Ἅµα χειροτονηθέντες ἐξῆλθον, καὶ εἰς Κύπρον ἀπέπλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη. Ἐν Ἀντιοχείᾳ µὲν γὰρ ἦσαν ἱκανοί· καὶ ἡ Φοινίκη δὲ πλησίον τῆς Παλαιστίνης ἦν, Κύπρος δὲ οὐχί. Λοιπὸν µὴ ζήτει, διά τί; ὅταν Πνεύµατι κινῶνται· οὐ γὰρ δὴ ἐχειροτονήθησαν Πνεύµατι µόνον, ἀλλὰ καὶ ἐξεπέµφθησαν. Καὶ γενόµενοι ἐν Σαλαµῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Ὁρᾷς πᾶσαν σπουδὴν ποιουµένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα µὴ φιλονεικοτέρους ἐργάσωνται; Καὶ ἐκεῖνοι οὐκ ἐλάλουν εἰ µὴ Ἰουδαίοις µόνοις, καὶ οὗτοι εἰς τὰς συναγωγὰς ἀπῄεσαν.∆ ιελθόντες δὲ τὴν νῆσον ὅλην ἄχρι Πάφου, εὗρον ἄνδρα τινὰ µάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνοµα Βὰρ Ἰησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ ΣεργίῳΠαύλῳ, ἀνδρὶ συνετῷ· ὃς προσκαλεσάµενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύµας ὁ µάγος( οὕτω γὰρ µεθερµηνεύεται τὸ ὄνοµα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Πάλιν µάγος Ἰουδαῖος, καθάπερ Σίµων. Καὶ ὅρα τοῦτον, ὅτε µὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσῄεσαν, τότε. Τὸ δὲ θαυµαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειληµµένος τῇ µαγείᾳ ἐκείνου, ἤθελεν ἀκοῦσαι τῶν ἀποστόλων. Οὕτω καὶ οἱ Σαµαρεῖται ἐποίησαν, καὶ ἀπὸ συγκρίσεως ἡ νίκη φαίνεται, τῆς µαγείας ἁλισκοµένης. Πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἴτιαι τῶν κακῶν. Σαῦλος δὲ ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύµατος ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, µὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Ἐνταῦθα τὸ ὄνοµα αὐτοῦ ἀµείβεται µετὰ τῆς χειροτονίας, ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Καὶ ὅρα, οὐχ ὕβρις τὸ πρᾶγµά ἐστιν, ἀλλὰ κατάπληξις. Τοὺς γὰρ ἰταµοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι. Ὢ πλήρης παντὸς δόλου, φησὶ, καὶ πάσης ῥᾳδιουργίας. υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ἐνταῦθα αὐτοῦ ἀποκαλύπτει τὰ ἐν τῇ δια νοίᾳ, προσχήµατι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Οὐ παύσῃ, φησὶ, διαστρέφων τὰς ὁδοὺς Κυρίου; Καὶ ἀξιοπίστως, Οὐχ ἡµῖν πολεµεῖς, φησὶν, οὐδὲ µάχῃ, ἀλλὰ τὰς ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας, καὶ µετ' ἐγκωµίου. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλός· Ὧ αὐτὸς προσήχθη σηµείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Καὶ τὸ, Ἄχρι καιροῦ δὲ, οὐ κολάζοντος ἦν τὸ ῥῆµα, ἀλλ' ἐπιστρέφοντος. Εἰ γὰρ κολάζοντος ἦν, διαπαντὸς ἂν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Παραχρῆµα δὲ ἐπέπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπληττόµενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. Εἰκότως· τὸν γὰρ προκατειληµµένον τῇ µαγείᾳ ταύτῃ τῇ τιµωρίᾳ παιδεῦσαι ἐχρῆν. Οὕτω καὶ οἱ ἐν Αἰγύπτῳ µάγοι ὑπὸ τῶν φλυκτίδων τὸ πρὶν ἐπαιδεύοντο. Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ µαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιµῇ, ἀλλ' εὐθέως τοῦἔργου ἐχοµένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρµῶντας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παµφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυµα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡµέρᾳ τῶν σαββάτων ἐκάθισαν. Πάλιν εἰς τὰς συναγωγὰς ἐν σχήµατι Ἰουδαίων εἰσῄεσαν, ὥστε µὴ πολεµεῖσθαι µηδὲ ἐλαύνεσθαι, καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόµου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑµῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον µανθάνοµεν, οὐ µικρὰ περὶ τοῦ Πέτρου µαθόντες ἐν τοῖς πρῴην εἰρηµένοις. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Καὶ γενόµενοι, φησὶν, ἐν Σαλαµῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ τῇ µητροπόλει τῆς Κύπρου. Ἐποίησαν ἐνιαυτὸν ἐν Ἀντιοχείᾳ. Ἔδει κἀκεῖ ἀπελθεῖν, καὶ µὴ διαπαντὸς ἐνθάδε καθῆσθαι· ἔδει µειζόνων αὐτοῖς διδασκάλων. Ὅρα πῶς καὶ ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες, ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν, ἀλλὰ πρὸς τὰκατεπείγοντα σπεύδουσι καὶ ἐκεῖ. Πρὸς γὰρ τὴν µητρόπολιν ἐλθόντες τῆς νήσου, τὸν ἀνθύπατον ἔσπευδον διορθῶσαι. Ὅτι δὲ οὐ κολακείας ἦν τὸ λέγειν, Συνῆν τῷ ἀνθυπάτῳ, ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγµατος µάνθανε, πῶς οὐκ ἐδεήθη λόγων πολλῶν, πῶς ἠθέλησεν αὐτῶν ἀκοῦσαι. Καὶ τὰ ὀνόµατα δὲ καταλέγει τῶν πόλεων· δεικνὺς, ὅτι ἐπειδὴ προσφάτως τὸν λόγον ἐδέξαντο, χρεία ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐµµένειν· διὸ καὶ συνεχῶς αὐταῖς ἐφίσταντο. Ὅρα ὅτι οὐδὲν πρὸς τὸν µάγον εἶπεν, ἕως ἐκεῖνος ἀφορµὴν ἔδωκεν· ἀλλὰ τὸν λόγον τοῦ Κυρίου µόνον κατήγγελλον. Ἐπειδὴ γὰρ τοὺς ἄλλους ἑώρα προσέχοντας, αὐτὸς πρὸς ἓν τοῦτο ἐσκόπει, ὥστε ἐκεῖνον µὴ πεισθῆναι. Καὶ διὰ τί µὴ ἕτερον σηµεῖον ἐποίησεν; Ὅτι οὐκ ἦν τούτου ἴσον, τοῦ τὸν ἐχθρὸν ἑλεῖν.
28.2
Καὶ ὅρα, πρότερον ἐγκαλεῖ, καὶ τότε τιµωρεῖται.∆ είκνυσι δὲ δικαίως αὐτὸν παθόντα τῷ λέγειν· Ὢ πλήρης παντὸς δόλου. Τουτέστιν, οὐδὲν ἔχων ἐλλιπὲς, φησί. Καὶ καλῶς εἶπε, Παντὸς δόλου· ὑπεκρίνετο γάρ. Υἱὲ διαβόλου· τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν. Ἐχθρὲ πάσης δικαιοσύνης· ἡ γὰρ πᾶσα δικαιοσύνη ὄντως αὕτη ἦν. Ἐµοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ, ταῦτα λέγων. Καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἦν θυµοῦ τὰ ῥήµατα, διὰ τοῦτο προλαβὼν εἶπε, Πλησθεὶς Πνεύµατος ἁγίου· τουτέστιν, ἐνεργείας. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Οὐκ ἄρα τιµωρία ἦν, ἀλλ' ἴασις. Μονονουχὶ γὰρ ἔλεγεν· Οὐκ ἐγὼ ποιῶ, ἀλλ' ἡ τοῦ Θεοῦ χείρ. Ὅρα τὸ ἄτυφον. Ἔσῃ τυφλὸς, µὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Τοῦτο λέγει, ἵνα δῷ αὐτῷ µετανοῆσαι. Οὐδαµοῦ γὰρ ἐβούλοντο ἀπὸ τῶν σκυθρωποτέρων φαίνεσθαι, εἰ καὶ εἰς ἐχθροὺς ταῦτα ἐγένετο. Ἀλλ' ἐπὶ µὲν τῶν οἰκείων εἰκότως· ἐπὶ δὲ τῶν ἀλλοτρίων οὐχὶ, ἵνα µὴ νοµισθῇ τὸ πρᾶγµα ἀνάγκης εἶναι λοιπὸν καὶ δέους. Τεκµήριον δὲ τῆς τυφλότητος, τὸ χειραγωγοὺς ζητεῖν. Εἶτα ὁρᾷ τὴν πήρωσιν ὁ ἀνθύπατος, καὶ εὐθὺς πιστεύει· καὶ οὐχ ἁπλῶς, ἀλλ' Ἐκπληττόµενος· εἶδε γὰρ, ὅτι οὐ λόγοι οὐδὲ ἀπάτη ταῦτα. Ὅρα πόσον ἔρωτα εἶχε διδασκαλίας ἐν ἀρχῇ ὢν τοσαύτῃ. Οὐκ εἶπε πρὸς αὐτὸν, Οὐ παύσῃ διαστρέφων τὸν ἀνθύπατον· ἀλλὰ, Τὰς ὁδοὺς Κυρίου, ὃ πλέον ἦν· ἵνα µὴ δόξῃ κολακεύειν. Τί δήποτε δὲ ὁ Ἰωάννης ἀναχωρεῖ ἀπ' αὐτῶν; Ἰωάννης γὰρ, φησὶν, ἀποχωρήσας ἀπ' αὐτῶν, ὑπέστρεψεν εἰς Ἱεροσόλυµα· ἅτε ἐπὶ µακροτέραν λοιπὸν στελλοµένων ὁδόν· καίτοι γε ὑπηρέτης ἐκεῖνος ἦν, αὐτοὶ δὲ τὸν κίνδυνον εἶχον. Πάλιν ἐλθόντες εἰς Πέργην, παρατρέχουσι τὰς ἄλλας πόλεις· ἐπὶ τὴν µητρόπολιν γὰρ ἠπείγοντο τὴν Ἀντιόχειαν. Καὶ ὅρα πῶς ὑποτέµνεται ὁ συγγραφεύς. Ἐκάθισαν ἐν τῇ συναγωγῇ, φησὶ, καὶ τῇ ἡµέρᾳ τῶν σαββάτων· ὥστε προοδοποιῆσαι τῷ λόγῳ. Καὶ οὐ πρῶτοι λέγουσιν, ἀλλ' ἐπιτραπέντες, ἅτε ὡς ξένους προσεκαλοῦντο. Εἰ µὴ περιέµειναν δὲ, οὐκ ἂν ἐγένετο λόγος. Ἐνταῦθα πρῶτον κηρύττει Παῦλος. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα µὲν ἦν κατεσπαρµένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, ἐνδιατρίβει καθὼς καὶ αὐτός φησι γράφων· Οὕτω δὲ φιλοτιµούµενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνοµάσθη Χριστός. Ἀνδρείας δὲ ἦν καὶ τοῦτο πολλῆς. Ὄντως ἐκ προοιµίων θαυµαστὸς ὁ ἀνήρ· ἐσταυρωµένος, παρατεταγµένος, ᾔδει πόσης ἀπέλαυσε χάριτος· ἀντίῤῥοπον εἰσήγαγε τὴν σπουδήν. Οὐκ ὠργίσθη πρὸς Ἰωάννην· οὐ γὰρ τούτου ἦν· ἀλλὰ τοῦ ἔργου εἴχετο· οὐκ ἐδειλίασεν, οὐκ ἐφοβήθη ἐν µέσῳ πλήθους ἀπειληµµένος. Ὅρα πῶς οἰκονοµεῖται Παῦλον µὴ κηρύττειν ἐν Ἱεροσολύµοις· ἀρκεῖ καὶ τοῦτο µόνον τὸ ἀκοῦσαι, ὅτι ἐπίστευσε· κηρύττοντος δὲ οὐκ ἂν ἠνέσχοντο διὰ τὸ µῖσος· καὶ πόῤῥω ἄπεισιν, ἔνθα γνώριµος οὐκ ἦν. Πρότερον ἤλεγξε τὸν µάγον ὅστις ἦν· καὶ ὅτι τοιοῦτος ἦν, τὸ σηµεῖον ἐδείκνυ. Τῆς ἐν τῇ ψυχῇ τυφλότητος τοῦτο σηµεῖον ἦν· Ἄχρι δὲ καιροῦ πάσχει, ὥστε µετανοῆσαι. Καλῶς δὲ τῷ σαββάτῳ εἰσῆλθον εἰς τὴν συναγωγὴν, ὅτε πάντες ἦσαν συνειλεγµένοι. Καὶ µετὰ τὴν ἀνάγνωσιν τοῦ νόµου καὶ τῶν προφητῶν, φησὶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι, λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑµῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Ὅρα αὐτοὺς ἀφθόνως τότε τοῦτο ποιοῦντας, µετὰ δὲ τοῦτο οὐκ ἔτι. Εἰ τοῦτο ἐβούλεσθε, µᾶλλον ἔδει παρακαλέσαι. Ἀλλ' ὢ τῆς φιλαρχίας, ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι· κατὰ τῆς οἰκείας, κατὰ τῆς ἀλλήλων σωτηρίας ἑστάναι παρασκευάζει· πηροὺς οὕτω καὶ τυφλοὺς ἐργάζεται, ὥστε καὶ χειραγωγοὺς ζητεῖν. Εἴθε κἂν τοῦτο, εἴθε κἂν χειραγωγοὺς ἐζήτουν· ἀλλ' οὐκ ἔτι τούτου ἀνέχονται, ἀλλ' ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν. Οὐδένα ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται καὶ ζόφος, οὐκ ἀφιεὶς διαβλέψαι. Ποίαν ἕξοµεν ἀπολογίαν διὰ πάθος πάθους κρατοῦντες, διὰ δὲ τὸν τοῦ Θεοῦ φόβον οὐκ ἔτι; Οἷον, πολλοὶ ἀσελγεῖς ὄντες καὶ φιλοχρήµατοι, διὰ τὴν τῶν χρηµάτων φειδωλίαν ἐχαλίνωσαν τὴν ἡδονήν· ἄλλοι τοὐναντίον, διὰ τὴν ἡδονὴν ὑπερεῖδον χρηµάτων. Πάλιν οἱ ἡττώµενοι δόξης κενῆς ἀµφοτέρων περιγεγόνασι, χρήµατα ἀναλίσκοντες ἀφειδῶς, καὶ σωφρονοῦντες εἰκῆ· ἄλλοι πάλιν κενόδοξοι σφόδρα ὄντες, κατεφρόνησαν τοῦ πάθους, πολλὰ ὑποµείναντες αἰσχρὰ, καὶ δι' ἔρωτας καὶ διὰ χρήµατα· ἕτεροι πάλιν, ἵνα τὸν θυµὸν ἐµπλήσωσι τὸν αὐτῶν, εἵλοντο ζηµιωθῆναι µυρία, καὶ οὐδενὸς αὐτοῖς τούτων ἐµέλησεν, ἵνα µόνον τὸ θέληµα ποιήσωσι τὸ αὐτῶν. Καὶ ὅπερ ἰσχύει πάθος, οὐκ ἴσχυσε παρ' ἡµῖν ὁ τοῦ Θεοῦ φόβος. Καὶ τί λέγω πάθος; Ὅπερ αἰδὼς ἀνθρώπων ἰσχύει, οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος. Πολλὰ καὶ κατορθοῦµεν, καὶ ἁµαρτάνοµεν ἀνθρώπους αἰδούµενοι· τὸν δὲ Θεὸν οὐ δεδοίκαµεν. Πόσοι δι' αἰσχύνην προήκαντο χρήµατα; πόσοι ἐφιλοτιµήσαντο εἰκῆ ὑπηρετούµενοι τοῖς αὐτῶν φίλοις ἐπὶ κακῷ; πόσοι φιλίας αἰδεσθέντες µυρία ἥµαρτον;
28.3
Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη δύναται ἐµβαλεῖν ἡµᾶς καὶ εἰς ἁµαρτήµατα καὶ εἰς κατορθώµατα, εἰκῆ λέγοµεν, ὅτι οὐ δυνάµεθα· δυνάµεθα γὰρ ἂν θέλωµεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή µοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶµα, τὴν αὐτὴν µορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυµεῖς, τῆς ὄντως δόξης ἐπιθύµει. Ποία δόξα ὅταν ἀτιµίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιµῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιµή ἐστι τὸ τῆς παρὰ τῶν µειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, µᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν ἐρασθεὶς ἐκείνης, ταύτης καταφρονήσῃς, ὄψει ταύτην ἄτιµον· ἕως ἂν ἐκείνην µὴ ἴδης, οὐδὲ ταύτην ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειληµµένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσείδειαν ἰδεῖν, τοῦπάθους ἐπισκοτοῦντος τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώµεθα τῷ πάθει, οὐ δυνάµε θα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείηµεν ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήµατα ἀναλώσαντας µυρία, καὶ οὐδὲν ἀπ' αὐτῶν καρπωσαµένους· ἐννόει τοὺς ἀποθανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαµοῦ αὕτη βεβαία, ἀλλ' ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνοµα µόνον ἐστὶ, πρᾶγµα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ µοι· δὸς ὅρον τινά. Τὸ θαυµάζεσθαι παρὰ πάντων, φησί.∆ ικαίως, ἢ καὶ ἀδίκως; Εἰ µὲν γὰρ ἀδίκως, οὐκ ἂν εἴη τοῦτο θαῦµα, ἀλλὰ κατηγορία, καὶ κολακεία, καὶ διαβολή· εἰ δικαίως, τοῦτο οὐ δυνατόν· οὐ γὰρ ἔχει κρίσεις ὀρθὰς ὁ δῆµος, ἀλλὰ τοὺς ταῖς ἐπιθυµίαις αὐτῶν ὑπηρετοῦντας τούτους θαυµάζουσι. Καὶ εἰ βούλεσθε, καταµάθετε τοὺς ταῖς πόρναις τὰ αὐτῶν δωρουµένους, τοὺς τοῖς ἡνιόχοις, τοὺς τοῖς ὀρχησταῖς. Ἀλλ' οὐ τούτους, φησὶ, φαµὲν, ἀλλὰ τοὺς δικαίους, καὶ τοὺς ὀρθοὺς, καὶ µεγάλα δυναµένους ποιεῖν καλά. Εἴθε ἠβούλοντο, καὶ ταχέως ἐποίουν ἂν τὰ ἀγαθά· νῦν δὲ οὐδὲν τούτων ποιοῦσι Τίς, εἰπέ µοι, τὸν δίκαιον ἐπαινεῖ νῦν καὶ τὸν ὀρθόν; Τοὐναντίον µὲν οὖν. Τί δὲ ψυχρότερον δικαίου, εἰ πρᾶγµα τοιοῦτον κατορθῶν τῆς παρὰ τῶν πολλῶν δόξης ἐφίεται; Τοιοῦτον γὰρ ποιεῖ, οἷον ἂν εἴ τις ζωγράφος ἄριστος ὢν καὶ εἰκόνα γράφων βασιλικὴν, τῶν οὐκ ἐµπείρων ἀποδέχοιτο τοὺς ἐπαίνους. Ἄλλως δὲ ταχέως ἀποστήσεται ἄνθρωπος ὁ πρὸς δόξαν ὁρῶν ἀνθρωπίνην τῶν κατ' ἀρετὴν πραγµάτων. Εἰ γὰρ µέλλοι πρὸς ἐπαίνους κεχηνέναι, ἅπερ ἂν ἐκεῖνοι θέλωσι, ταῦτα ἐργάζεται, οὐχ ἅπερ ἂν αὐτός. Τί οὖν ἂν ὑµῖν συµβουλεύσαιµι λοιπὸν ποιεῖν; Τῷ Θεῷ προσέχειν, τοῖς ἐπαίνοις ἀρκεῖσθαι τοῖς παρ' αὐτοῦ, πάντα τὰ ἐκείνῳ δοκοῦντα ἐργάζεσθαι, καὶ τὰ ἀγαθὰ πράττειν, πρὸς µηδὲν τῶνἀνθρωπίνων κεχηνέναι· τοῦτο γὰρ καὶ νηστείαν καὶ εὐχὴν καὶ ἐλεηµοσύνην λυµαίνεται, καὶ πάντα τὰ ἡµέτερα ἀγαθὰ κενοῖ. Ὅπερ ἵνα µὴ πάθωµεν, φύγωµεν τουτὶ τὸ πάθος. Πρὸς ἓν µόνον ὁρῶµεν, τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον, τὴν ἐκεῖθεν ἀποδοχὴν, τὴν παρὰ τοῦ κοινοῦ∆ εσπότου εὐφηµίαν· ἵνα µετὰ ἀρετῆς τὸν παρόντα βίον διανύσαντες, τῶν ἐπηγγελµένων ἀγαθῶν σὺν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίουἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.