Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 29 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
29.0
Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑµῖν φοβούµενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τού του ἐξελέξατο τοὺς πατέρας ἡµῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇΑἰγύπτῳ, καὶ µετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
29.1
Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ, ὥσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ. Αὐτὸς ἤγαγεν αὐτὸν ἀπὸ∆ αµασκοῦ· καίτοι αὐτοῦ αἰδεσιµώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συµφέρον ἑώρων. Καὶ ἀναστὰς, φησὶ, καὶ κατασείσας τῇ χειρί. Ἔθος τοῦτο Ἰουδαίοις ἦν· διὸ καὶ αὐτὸς κατὰ τοῦτο αὐτοῖς διαλέγεται. Ὅρα πῶς προοδοποιεῖ τῷ λόγῳ· πρότερον ἐγκωµιάσας αὐτοὺς, καὶ δείξας πολλὴν περὶ αὐτοὺς τὴν κηδεµονίαν διὰ τοῦ εἰπεῖν, Οἱ φοβούµενοι τὸν Θεὸν, οὕτως ἄρχεται τοῦ λόγου. Καὶ οὐκ εἶπεν, οἱ προσήλυτοι, ὅπερ ἦν συµφορᾶς ὄνοµα. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡµῶν καὶ τὸν λαόν. Ὅρα πῶς καὶ αὐτὸς τὸν κοινὸν τῶν ἀνθρώπων Θεὸν αὐτῶν ἰδίως καλεῖ, καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ µεγάλας οὔσας, καθάπερ καὶ Στέφανος. Ταῦτα δὲ ποιοῦσιν, ἵνα παιδεύσωσιν αὐτοὺς, ὅτι καὶ νῦν κατὰ τὸ αὐτὸ ἔθος τὸν Υἱὸν αὐτοῦ ἀπέστειλε. Καθάπερ καὶ ὁ Χριστὸς εἶπεν ἐν τῷ ἀµπελῶνι, οὕτω καὶ αὐτός φησιν. Ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ µετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. Καὶ µὴν τοὐναντίον γέγονεν· ἀλλ' εἰς πλῆθος ἐπέδοσαν· ἀλλὰ τὰ θαύµατα δι' αὐτοὺς γέγονε. Τούτων καὶ οἱ προφῆται µνηµονεύουσιν ἀεὶ τῶν κατ' Αἴγυπτον. Καὶ ὅρα πῶς τοὺς καιροὺς τῶν συµφορῶν παρατρέχει, καὶ οὐδαµοῦ τὰ ἐγκλήµατα παράγει εἰς µέσον, ἀλλὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐκεῖνα αὐτοῖςἀφεὶς λογίζεσθαι. Καὶ ὡς τεσσαράκοντα ἔτη χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήµῳ. Εἶτα τὴν κατοικίαν λέγει· Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόµησεν αὐτοῖς τὴν γῆν αὐτῶν. Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα ἔτη· Καὶ µετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαµουὴλ τοῦ προφήτου. Ἐνταῦθα ὅτι διαφόρως ᾠκονόµει τὰ κατ' αὐτοὺς ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωµοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς, ἄνδρα ἐκ φυλῆς Βενιαµὶν, ἔτη τεσσαράκοντα· καὶ µεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν∆ αυῒδ εἰς βασιλέα· ᾧ καὶ εἶπε µαρτυρήσας· Εὗρον∆ αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν µου, ὃς ποιήσει πάντα τὰ θελήµατά µου. Οὐ µικρὸν τοῦτο τὸ ἀπὸ∆ αυῒδ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει µαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρµατος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα[ Ἰησοῦν], προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦβάπτισµα µετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόµον, ἔλεγε· Τίνα µε ὑπονοεῖτε εἶναι; οὐκ εἰµὶ ἐγώ· ἀλλ' ἰδοὺ ἔρχεται µετ' ἐµὲ, οὗ οὐκ εἰµὶ ἱκανὸς τὸ ὑπόδηµα τῶν ποδῶν λῦσαι. Καὶ Ἰωάννης δὲ µαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόµενος, καίτοι πάντων ἐπ' αὐτὸν ταύτην ἀγόντων. Οὐκ ἔστι δὲ ἴσον µηδενὸς διδόντος καὶ πολλῶν παρεχόντων ταύτην τὴν τιµὴν διωθεῖσθαι, καὶ µηδὲ ἁπλῶς, ἀλλὰ µετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰµ, καὶ οἱ ἐν ὑµῖν φοβούµενοι τὸν Θεὸν, ὑµῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες Ἱερουσαλὴµ, καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατονἀναγινωσκοµένας, κρίναντες ἐπλήρωσαν· καὶ µηδεµίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα µὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες· ὥστε ἀγνοίας ἦν τὸ ἁµάρτηµα. Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἠρέµα. Καὶ οὐ τοῦτο µόνον· ἀλλ' ὅτι καὶ οὕτως ἔδει γενέσθαι προστίθησι. Καὶ ἵνα µή τις εἴπῃ. Πόθεν δῆλον, ὅτι ἀνέστη; φησὶ τὸ, Καὶ µάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν ἀπὸ τῶν Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραµµένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς µνηµεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡµέρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴµ, οἵτινές εἰσι µάρτυρεςαὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡµεῖς ὑµᾶς εὐαγγελιζόµεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενηµένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡµῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλµῷ τῷ δευτέρῳ γέγραπται· Υἱός µου εἶ σὺ, ἐγὼ σήµερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν µηκέτι µέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑποστρέφειν, οὕτως εἴρηκεν, ὅτι∆ ώσω ὑµῖν τὰ ὅσια∆ αυῒδ τὰ πιστά.∆ ιὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.∆ αυῒδ µὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιµήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόµενον. Τοῦτο οὐδαµοῦ Πέτρος εἶπεν. Γνωστὸν οὖν ἔστω ὑµῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τούτου ἡµῖν ἄφεσις ἁµαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόµῳΜωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Εἶτα καὶ τὸ φοβερόν· Βλέπετε οὖν, µὴ ἐπέλθῃ ἐφ' ὑµᾶς τὸ εἰρηµένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐµβλέψατε, καὶ θαυµάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζοµαι ἐν ταῖς ἡµέραις ὑµῶν, ὃ οὐ µὴ πιστεύσητε, ἐάντις ἐκδιηγῆται ὑµῖν.
29.2
Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν προφητῶν, ἀπὸ τοῦ σπέρµατος τοῦ κατ' ἐπαγγελίαν. Ἀλλ' ἄνωθεν ἴδωµεν τὰ εἰρηµένα. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραάµ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐτοὺς καλεῖ. Ὑµῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Ἐνταῦθα τὸ, Ὑµῖν, οὐκ Ἰουδαίοις ἀφωρισµένως λέγει, ἀλλὰ δίδωσιν αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολµηκότων· καὶ τοῦτο ἀπὸ τοῦ ἐπαγοµένου δῆλον. Οἱ γὰρ κατοικοῦντες, φησὶν, Ἱερουσαλὴµ, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πάντα σάββατον ἀναγινωσκοµένας, κρίναντες ἐπλήρωσαν. Μεγάλη ἡ κατηγορία, εἰ συνεχῶς ἀκούοντες οὐ προσεῖχον. Ἀλλ' οὐδὲν θαυµαστόν· τὰ γὰρ εἰρηµένα ἐκεῖνα τὰ κατ' Αἴγυπτον καὶ τὴν ἔρηµον ἱκανὰ δεῖξαι αὐτῶν τὴν ἀγνωµοσύνην. Καὶ πῶς ἠγνόησαν, φησὶν, Ἰωάννου λέγοντος; Τί θαυµαστὸν, ὅπου γε καὶ τῶν προφητῶν συνεχῶς βοώντων; Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ µηδεµίαν αἰτίαν θανάτου εὑρόντες· ὅπερ οὐκ ἦν ἀγνοίας. Θῶµεν γὰρ, ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον· τίνος ἕνεκεν καὶ ἀνῄρουν; Καὶ ᾐτήσαντο, φησὶ, Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραµµένα, καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς µνηµεῖον. Ὅρα πῶς αὐτοῖς περισπούδαστον ἦν τοῦτο. Τὸν τρόπον εἶπε τὸν τοῦ θανάτου, καὶ Πιλᾶτον εἰς µέσον φέρει, ἅµα µὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅµα δὲ ἵνα ἐκεῖνοιµειζόνως κατηγορῶνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ. Καὶ οὐκ εἶπεν, Ἐνέτυχον· ἀλλ' Ἠτήσαντο, µηδεµίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου µὴ θέλοντος· ὅπερ σαφέστερον ὁ Πέτρος λέγει, Κρίναντος ἐκείνου ἀπολύειν. Πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος. Καὶ ὅρα, οὐκ ἐνδιατρίβει τῇ ἀγνωµοσύνῃ τῶν πατέρων, ἀλλ' αὐτοῖς ἐφίστησι τὸν φόβον. Ὁ µὲν γὰρ Στέφανος εἰκότως τοῦτο ποιεῖ, ἅτε ἀναιρεῖσθαι µέλλων, καὶ οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόµος ἤδη καταλύεται· οὗτος δὲ οὐκ ἔτι, ἀλλ' ἀπειλεῖ καὶ φοβεῖ µόνον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη, φησὶν, ἐπὶ ἡµέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ Ἱερουσαλήµ. Ὅρα γὰρ τοῦτον ἅτε ἀπ' αὐτοῦ κεκινηµένον τοῦ Πνεύµατος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα. Καὶ ἡµεῖς ὑµᾶς εὐαγγελιζόµεθα, φησὶ, τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενηµένην· τουτέστι, τὴν µὲν ἐπαγγελίαν οἱ πατέρες ἐδέξαντο, τὸ δὲ ἔργον ὑµεῖς. Εἶτα µάρτυρα τὸν Ἰωάννην ἐπαγαγὼν ὅτε ἔλεγεν, ὅτι Ἀπὸ τοῦ σπέρµατος τούτου κατ' ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ Σωτῆρα, προκηρύξαντος Ἰωάννουπρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισµα µετανοίας τῷ Ἰσραὴλ, ἑξῆς ἐπάγει πάλιν αὐτὸν λέγων· Τίνα µε ὑπονοεῖτε; οὐκ εἰµὶ ἐγώ. Εἶτα παράγει καὶ τοὺς ἀποστόλους µάρτυρας τῆς ἀναστάσεως, λέγων· Οἵτινές εἰσι µάρτυρες αὐτοῦ πρὸς τὸν λαόν· εἶτα τὸν∆ αυῒδ τοῦτο αὐτὸ µαρτυροῦντα, τῷ λέγειν, Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὔτε γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ' ἑαυτὰ ἐδόκει εἶναι οὕτως, οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι' ἑκατέρων πιστοῦται τὸν λόγον. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριονἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον. Πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ ὄνοµα τοῦ∆ αυΐδ· διὸ καὶ τίθησιν αὐτὸ, ἵνα κἂν οὕτως αὐτὸν δέξωνται, ὡσεὶ ἔλεγεν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι· οὐκοῦν ἀπ' αὐτοῦ µὴ ἀφηνιάζετε. Τί ἐστι,∆ ώσω ὑµῖν τὰ ὅσια∆ αυῒδ τὰ πιστά; Τὰ βέβαια, φησὶ, τὰ οὐδέποτε ἀπολλύµενα. Καὶ οὐκ ἐγχρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος· ἀλλ' ἐπιτείνει τὴν κόλασιν, καὶ µετέρχεται τὸ αὐτοῖς ποθεινὸν, δεικνὺς τὸν νόµον ἐκβαλλόµενον, καὶ τῷ συµφέροντι ἐνδιατρίβει, ὅτι τε µεγάλαἀγαθὰ ὑπακούουσι, καὶ ὅτι µεγάλα κακὰ παρακούουσιν ἔσται. Εἶτα περὶ τοῦ∆ αυῒδ πάλιν λέγει, καὶ τοῦτο µετ' ἐγκωµίου.∆ αυῒδ µὲν γὰρ, φησὶν, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καθὼς καὶ Πέτρος αὐτοῦ µνηµονεύων ἔλεγεν· Ἐξὸν εἰπεῖν µετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου∆ αυΐδ. Καὶ οὐ λέγει, ὅτι ἐτελεύτησεν, ἀλλὰ, Προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, ὅπερ ἦν εὐφηµότερον. Καὶ ὅρα πῶς οὐδαµοῦ κατορθώµατα αὐτῶν τίθησιν, ἀλλ' ἅπερ ἔχει κατηγορίαν. Τὸ γὰρ, Ἠτήσαντο καὶ ἔλαβον, µεγίστη κατηγορία αὐτῶν. Εἶτα τὰς εὐεργεσίας τοῦ Θεοῦ καταλέγει, Ἐξελέξατο εἰπὼν, Ὕψωσεν, Ἐτροποφόρησε. Ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώµια, ἀλλὰ τοῦ Θεοῦ. Τὸν δὲ∆ αυῒδ ἐγκωµιάζει µόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης καλεῖ λέγων, Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν µετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνοµα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουµένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει µαρτυρίαν.
29.3
Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονοµίας τὸ πρᾶγµα ὅν; Ἀλλ' ἀκούσωµεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁµαρτήµατα, καὶ τοῦ νόµου µᾶλλον;∆ ιὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ' Ὧν οὐκἠδυνήθητε ἐν τῷ νόµῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νόµου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν µή τις εὐεργεσία ᾖ.∆ ιὰ τοῦτο ὕστερον τίθησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ µεῖζον συνάγων, καὶ δεικνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόµος ποιεῖν, τοῦτο ἐργασάµενος διὰ τοῦ θανάτουὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι µάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα φησὶν, οὐκ ἂν ὄντες, εἰ µὴ θείᾳ δυνάµει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐµαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήµερον γεγέννηκά σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται. Καὶ διὰ τί µὴ ἐπήγαγε µαρτυρίαν, δι' ἧς ἔµελλον πείθεσθαι, ὅτι ἄφεσις ἁµαρτιῶν δι' αὐτοῦ γίνεται; Ὅτι τὸ σπουδαζόµενον τοῦτο ἦν, δεῖξαι τέως, ὅτι ἀνέστη· τούτου δὲ ὡµολογηµένου, ἐκεῖνο ἀναµφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ' αὐτοῦ ἄφεσις ἁµαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ µεγάλου τούτου. Οὐκ ἄρα ἐγκατάλειψις ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναµιµνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες µυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέµνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ' ὑµᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρηµένον, ὅτι ἔργον ἐγὼ ἐργάζοµαι, ὃ οὐ µὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑµῖν. Μὴ θαυµάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡµᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ καταφρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων. Καὶ γὰρ σφόδρα κακῶς τὰ τῆς Ἐκκλησίας διάκειται, καίτοι γε νοµίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγµατα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσµὲν ἐν κακοῖς ἴσµεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχοµεν, τὰ κτήµατα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται, καθ' ἑκάστην ἡµέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦµεν; Ἀλλ' οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις δοκιµάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες ἀναχωροῦµεν οἴκαδε καθ' ἑκάστην ἡµέραν, εἰ καρπούµενοι µέγα τι ἢ µικρὸν, εἰ µὴ νόµον ἁπλῶς πληροῦντεςκαὶ ἀφοσιούµενοι. Τίς βελτίων γέγονεν ὁλοκλήρῳ µηνὶ συλλεγόµενος· Τοῦτό ἐστι τὸ ζητούµενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινοµένων µηδὲν πλέον γίνηται. Εἴθε µὲν οὖν µηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦσθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑµῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων µὲν προφητῶν δεύτερον τῆς ἑβδοµάδος ὑµῖνδιαλεγοµένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγµατα προτιθέντων, καὶ τὰ δυνάµενα ἦθος ῥυθµίσαι µετὰ πολλῆςἀκριβείας παριστώντων ὑµῖν. Ὁ στρατιώτης ἐπὶ τὸ γυµνάσιον ἰὼν, ἀκριβέστερος γίνεται περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς πα λαίστραν βαδίζων, ἐµπειρότερος γίνεται περὶ τὴν πάλην· ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόµενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα µανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγοµένους. Ἢ τοῦτο νοµίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν µή τι καρπωσώµεθα· ἂν µή τι συνάγωµεν, βέλτιον οἴκοι µένειν. Καὶ γὰρ οἱ πρόγονοι τὰς ἐκκλησίας ἡµῖν ᾠκοδόµησαν, οὐχ ἵνα ἐκ τῶν ἰδίων οἴκων συναγαγόντες ἡµᾶς ἀλλήλοις δεικνύωσι· τοῦτο γὰρ καὶ ἐν ἀγορᾷ καὶ ἐν βαλανείοις καὶ ἐν ποµπῇ γένοιτο ἄν· ἀλλ' ἵνα µαθητὰς ὁµοῦ καὶ διδασκάλους συναγαγόντες, βελτίους τούτους δι' ἐκείνων ἐργάσωνται. Νόµος ἁπλῶς καὶ ἀφοσίωσις γέγονε τὰ ἡµέτερα· συνήθεια τὸ πρᾶγµα λοιπόν ἐστιν. Ἦλθε τὸ Πάσχα, πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή· οὐ γὰρ ἂν εἴποιµι πολλοὶ οἱ ἄνθρωποι· τοῦτο γὰρ οὐκ ἀνθρώπων. Ἀπῆλθεν ἡ ἑορτὴ, ὁ µὲν θόρυβος ὑποτέµνεται, ἡσυχία δὲ πάλιν ἄκαρπος. Παννυχίδες πόσαι καὶ ὑµνῳδίαι ἱεραί; Καὶ τί τὸ πλέον; Χεῖρον µὲν οὖν· πολλοὶ καὶ διὰ κενοδοξίαν τοῦτο ἐργάζονται. Πῶς οἴεσθε κόπτοµαι τὰ σπλάγχνα, καθάπερ εἰς πίθον τετρηµένον πάντα προχωροῦντα ὁρῶν; Ἀλλὰ πάντως ἐρεῖτέ µοι, ὅτε τὰς Γραφὰς ἴσµεν. Καὶ τί τοῦτο; Ἂν διὰ τῶν ἔργων αὐτὰς ἐπιδεικνύητε, τοῦτό ἐστι τὸ κέρδος, αὕτη ἡ ὠφέλεια. Βαφεῖον ἡ ἐκκλησία ἐστίν· ἂν διαπαντὸς ἀπίητε µηδεµίαν δεχόµενοι βαφὴν, τί τὸ ὄφελος τοῦ συνεχῶς ἐνταῦθα ἰέναι; Μείζων µὲν γὰρ ἡ βλάβη. Τίς τοῖς νόµοις προσέθηκεν, οἷς ἀπὸ τῶν πατέρων ἐδέξατο; Οἷόν τι λέγω· ἔθος ὁ δεῖνα ἔχει ποιεῖν τὴν ἀνάµνησιν τῆς µητρὸς, ἢ τῆς γυναικὸς, ἢ τοῦ παιδίου· τοῦτο ποιεῖ κἄν τε ἀκούῃ, κἄν τε µὴ ἀκούῃ παρ' ἡµῶν, ὑπὸ τῆς συνηθείας καὶ τοῦ συνειδότος ἑλκόµενος.∆ ιὰ τοῦτο οὖν ἀγανακτεῖς, φησί; Μὴ γένοιτο, ἀλλὰ καὶ πάνυ χαίρω· ἐβουλόµην δὲ αὐτόν τι καὶ ἀπὸ τῆς ἡµετέρας καρπώσασθαι διαλέξεως, καὶ ὅπερ ἡ συνήθεια ἐποίησε, τοῦτο καὶ ἀφ' ἡµῶν γενέσθαι, καὶ ἑτέρανἐπεισαχθῆναι συνήθειαν· ἐπεὶ τί κόπτοµαι εἰκῆ καὶ ληρῶ, εἰ µέλλοιτε ἐπὶ τῶν αὐτῶν µένειν, εἰ µηδὲν αἱ συνάξεις εἰς ὑµᾶς ἐργάζονται ἀγαθόν;
29.4
Ναὶ, φησὶν, εὐχόµεθα. Καὶ τί τοῦτο, ἂν ᾖ χωρὶς ἔργων; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐ πᾶς ὁ λέγων µοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέληµα τοῦ Πατρός µου τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλάκις ἔγνων ἐγὼ σιγῆσαι, µηδεµίαν ἀπὸ τῶν ἡµετέρων λόγων προσθήκην ὑµῖν ἐγγινοµένην ὁρῶν· ἢ τάχα γίνεται µὲν, ἐγὼ δὲ ὑπὸ ἀπληστίας καὶ πολλῆς ἐπιθυµίας ταὐτὸν πάσχω τοῖς περὶ τὰ χρήµατα µαινοµένοις. Καθάπερ γὰρ ἐκεῖνοι, ὅσα ἂν περιβάλωνται, οὐδὲν ἡγοῦνται ἔχειν· οὕτω καὶ αὐτὸς, ἐπειδὴ σφόδρα τῆς ὑµετέρας ἐφίεµαι σωτηρίας, ἕως ἂν ἴδω προκεκοφότας ὑµᾶς, οὐδὲν ἡγοῦµαι εἰργάσθαι, διὰ τὸ σφόδρα ἐπιθυµεῖνπρὸς αὐτὴν τὴν κορυφὴν ὑµᾶς ἐλθεῖν. Βουλοίµην ἂν τοῦτο εἶναι, καὶ τοῦ ἐµοῦ πάθους εἶναι τοῦτο, ἀλλὰ µὴ τῆς ὑµετέρας ῥᾳθυµίας· δέδοικα δὲ µήποτε καλῶς στοχάζωµαι. Πεπεῖσθαι γὰρ ὀφείλετε, ὅτι εἴ τις ἐγένετο ὠφέλεια ἐν τοσούτῳ χρόνῳ, παύσασθαι λοιπὸν ἡµᾶς λέγοντας ἔδει. Οὕτως οὐκ ἔδει ῥηµάτων ὑµῖν, τῶν ἤδη λεχθέντων οὕτως ἱκανῶς εἰρηµένων, ὡς καὶ ἄλλους δύνασθαι ῥυθµίζειν, εἴ γε ἀπόντων ὠφέλειά τις ὑµῖν προσεγίνετο. Τὸ δὲ ἀνάγκην ἡµᾶς ἔχειν συνεχοῦς διαλέξεως, οὐδενὸς ἄλλου τεκµήριόν ἐστιν, ἢ τοῦ τὰ ὑµέτερα µὴ σφόδρα διακεῖσθαι ἀκριβῶς. Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ µόνον. Παρακαλῶ καὶ δέοµαι µὴ τοῦτο µόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐµβάλλητε, ἀλλ' ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρµακον παθῶν, κἂν µὴ παρ' ἡµῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρµακα. Οἷον, ἔστι τις θυµικός; Προσεχέτω ταῖς τῶν Γραφῶν ἀναγνώσεσι, καὶ πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει µὲν, ὅταν λέγηται, Ἡ ῥοπὴ τοῦ θυµοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυµώδης οὐκ εὐσχήµων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χριστὸς πάλιν, Ὁ ὀργιζόµενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ µὴ ἁµαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυµὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς ἐµπεπλησµένον ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυµένους. Πάλιν ἔστι τις ἡττώµενος χρηµάτων; ἀκουέτω, ὅτι Φιλαργύρου οὐδὲν ἀνοµώτερον· οὗτος γὰρ καὶ τὴν ψυχὴν αὐτοῦ ἔκπρακτον ποιεῖ· καὶ τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ µαµωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦτος ἐὰν ῥέῃ, µὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραµµατέων, καὶ ὅτι∆ ῶρα ἐκτυφλοῖ ὀφθαλµοὺς σοφῶν. Ἄλλος ἐστὶν ὑπερήφανος; Ἀκουέτω, ὅτι Ὑπερηφάνοις ἀντιτάσσεται ὁ Θεός· καὶ, Ἀρχὴ ὑπερηφανίας ἁµαρτία· καὶ, Πᾶς ὑψηλοκάρδιος ἀκάθαρτος παρὰ Κυρίῳ. Καὶ ἐν ἱστορίαις τὸν διάβολον, καὶ τοὺς ἄλλους ἅπαντας. Καὶ ὅλως( οὐ γὰρ ἔνι πάντα καταλέγειν) ἕκαστος τῶν οἰκείων τραυµάτων τὰ φάρµακα ἀπὸ τῶν θείων Γραφῶν ἐκλεγέτω· κἂν µὴ τὸ ὅλον, µέρος γοῦν τήµερον, καὶ µέρος αὔριον, εἶτα τὸ ὅλον ἀπονίψασθε. Καὶ περὶ µετανοίας δὲ, καὶ περὶ ἐξοµολογήσεως, καὶ περὶ ἐλεηµοσύνης, καὶ περὶ ἐπιεικείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑρήσειπολλὰ παραδείγµατα. Ταῦτα γὰρ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡµῶν, φησίν. Εἰ τοίνυν πρὸς νουθεσίαν ἡµῶν περὶ πάντων διαλέγεται, προσέχωµεν ὡς δεῖ προσέχειν. Τί µάτην ἑαυτοὺς ἀπατῶµεν; Φοβοῦµαι, µὴ καὶ περὶ ἡµῶν εἴπῃ τις, ὅτι Ἐξέλιπον ἐν µαταιότητι αἱ ἡµέραι ἡµῶν, καὶ τὰ ἔτη ἡµῶν µετὰ σπουδῆς. Τίς ἀκούων ἡµῶν ἀπέστη θεάτρων; τίς ἀπέστη πλεονεξίας; τίς προθυµότερος γέγονε περὶ ἐλεηµοσύνην; Ἐβουλόµην µαθεῖν, οὐχὶ κενοδοξίας ἕνεκεν, ἀλλ' ὥστε γενέσθαι προθυµότερος, λαµπρὸν ὄντα τὸν καρπὸν τῶν πόνων ὁρῶν. Νῦν δὲ πῶς ἅψοµαι τῆς ἐργασίας, τοσούτους µὲν ὑετοὺς ὁρῶν καταφεροµένους τῆς διδασκαλίας, τὰ δὲ λήϊα ἡµῖν ἐπὶ τοῦ αὐτοῦ µέτρου µένοντα, καὶοὐδὲν ὑψηλότερον τὰ γεννήµατα γενόµενα; Λοιπὸν ὁ τῆς ἅλω καιρὸς ἐφέστηκεν, ὁ τὸ πτύον ἔχων.∆ έδοικα, µὴ τὸ πᾶν χόρτος ᾖ· δέδοικα, µὴ πρὸς τὴν κάµινον ἀπενεχθῶµεν ἅπαντες. Παρῆλθε θέρος, ἦλθε χειµών· καθήµεθα καὶ νέοι καὶ γέροντες τοῖς οἰκείοις ἁλισκόµενοι πάθεσι. Μή µοι εἴπῃς, ὅτι Οὐ πορνεύω. Τί γὰρ ὄφελος, ἂν µὴ πορνεύῃς µὲν, φιλοχρήµατος δὲ ᾖς; Ὁ στρουθὸς κἂν µὴ ἐκ παντὸς µέρους, ἀλλ' ἀπὸ τοῦ ποδὸς κατέχηται µόνον, καὶ οὕτως ἀπόλωλε, καὶ ἐν τῇ παγίδι ἕστηκε, καὶ τῶν πτερῶν ὄφελος οὐδὲν, τοῦ ποδὸς κατεχοµένου. Οὕτω καὶ σὺ, οὐχ ἑάλως διὰ πορνείας, ἀλλ' ἑάλως διὰ φιλαργυρίας· ἑάλως µέντοι· τὸ δὲ ζητούµενον, οὐ πῶς ἑάλως, ἀλλ' ὅτι ἑάλως. Μὴ λεγέτω ὁ νέος, ὅτι Οὐκ εἰµὶ φιλοχρήµατος· ἀλλ' ἴσως πορνεύεις. Καὶ τί τὸ ὄφελος πάλιν; οὐδὲ γὰρ δυνατὸν πάντα τὰ πάθη κατὰ µίαν ἡµῖν ἡλικίαν ἐπιστῆναι, ἀλλὰ διώρισται, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὥστε µὴ ἀθρόωςἐπιτεθέντα ἀχείρωτα γενέσθαι, καὶ χαλεπωτέραν ἡµῖν τὴν πρὸς αὐτὰ πάλην καταστῆναι. Πόσης οὐκ ἂν εἴη νωθείας, µηδὲ διῃρηµένων δύνασθαι κρατεῖν τῶν παθῶν, ἀλλὰ καθ' ἕκαστον ἡττᾶσθαι καιρὸν, καὶ µέγα φρονεῖν ἐπὶ τούτοις τοῖς οὐκ ἐκτῆς ἡµετέρας σπουδῆς, ἀλλ' ἐξ αὐτῆς τῆς ἡλικίας κοιµιζοµένοις; Οὐχ ὁρᾶτε τοὺς ἡνιόχους, πόσῃ ἀκριβείᾳ καὶ γυµνασίᾳ καὶ πόνοις κέχρηνται, καὶ σιτίοις, καὶ τοῖς ἄλλοις ἅπασιν, ὥστε µὴ καταβληθέντας ἀπὸ τῶνἁρµάτων σύρεσθαι; Ὅρα ὅσον ἐστὶ τέχνη. Ἀνὴρ µὲν γὰρ ἀνδρεῖος οὐκ ἂν ἑνὸς ἵππου πολλάκις περιγένοιτο· µειρακίσκος δὲ τῇ τέχνῃ πολλάκις τοὺς δύο ἀναδεξάµενος, ἄγει εὐκόλως καὶ φέρει. Καὶ ἐν Ἰνδοῖς δὲ τὸ µέγα θηρίον καὶ φοβερὸν τῶν ἐλεφάντων λέγεται καὶ δεκαπενταέτει παιδὶ γεγονότι µετὰ πολλῆς εἴκειν τῆς προθυµίας. Τί δὴ ταῦτά µοι εἴρηται; Ὅτι εἰ ἐλέφαντας καὶ ἵππους ἀγρίους ἄγχοµεν σπουδάζοντες, πολλῷ µᾶλλον τὰ πάθη τὰ ἐν ἡµῖν. Πόθεν ἐκλυόµεθα διαπαντὸς τοῦ βίου; Οὐδέποτε τὴν τέχνην ἐµελετήσαµεν ταύτην· οὐδέποτε ἐν καιρῷ σχολῆς οὐκ ὄντος τοῦ ἀγῶνος διελέχθηµεν πρὸς ἑαυτούς τι τῶν χρησίµων. Τότε ἡµᾶς ἐπὶ τοῦ ἅρµατος ἑστῶτας ἴδοι τις ἂν, ὅτε ὁ ἀγὼν παραγένηται.∆ ιά τοι τοῦτο καταγέλαστοί ἐσµεν. Οὐκ εἶπον πολλάκις, γυµναζώµεθα πρὸς τοὺς οἰκείους πρὸ τοῦ πειρασµοῦ; Πρὸς τοὺς παῖδας ἐπὶ τῆς οἰκίας πολλάκις παροξυνόµεθα· κατέχωµεν ἐκεῖ τὸν θυµὸν, ἵνα εὐκόλως αὐτῷ ἐπὶ τῶν φίλων κεχρηµένοι φαινώµεθα. Καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰ ἐγυµναζόµεθα, οὐκ ἂν ἐν τοῖς ἀγῶσιν ἦµεν καταγέλαστοι. Νῦν δὲ ὅπλα µὲν τῶν ἄλλων καὶ γυµνάσια καὶ µελέται εἰσὶ, καὶ τεχνῶν καὶ παλαισµάτων· ἀρετῆς δὲ οὐδαµοῦ. Οὐκ ἂν τολµήσειεν ὁ γεωργὸς ἀµπέλου ἅψασθαι, µὴ πρότερον καλῶς γυµνασθεὶς τὰ γεωργικά· οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, µὴ πρότερον ἐγγυµνασάµενος καλῶς· ἡµεῖς δὲ ἀµελέτητοι πάντῃ τυγχάνοντες, τὰ πρωτεῖα ἔχειν βουλόµεθα. Ἐχρῆν σιγᾷν, ἐχρῆν µηδενὶ κοινωνεῖν πραγµάτων µηδὲ ῥηµάτων, ἕως ἂν ἠδυνήθηµεν τὸ θηρίον ἡµερῶσαι τὸ ἐν ἡµῖν. Ἢ οὐχὶ θηρίου παντὸς χαλεπώτερον ἐπιστρατεύεται ἡµῖν καὶ θυµὸς καὶ ἐπιθυµία; Μὴ ἐµβάλῃς εἰς ἀγορὰν µετὰ τούτων τῶν θηρίων, ἕως ἂν αὐτοῖς περιθῇς καλῶς τὸν χαλινὸν, ἕως ἂν αὐτὰ τιθασσεύσῃς, καὶ χειροήθη κατασκευάσῃς. Οὐχ ὁρᾷς τούτους τοὺς περιάγοντας τοὺς ἡµέρους λέοντας ἐπὶ τῆς ἀγορᾶς, πῶς καὶ κερδαίνουσι καὶ θαυµάζονται, ὅτι ἐν τῷ ἀλόγῳ θηρίῳ τοιαύτηνἡµερότητα κατώρθωσαν; ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλωνἀπωλείας γέγονεν αἴτιος. Καὶ σὺ τοίνυν τὸν λέοντα πρότερον ἡµέρωσον, καὶ τότε περίαγε, οὐχ ὥστε ἀργύριον λαβεῖν, ἀλλ' ὥστε κερδάναι κέρδος, οὗ µηδέν ἐστιν ἴσον. Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτηµένοις, καὶ τοῖς χρωµένοις σφόδρα ἐστὶ χρησίµη. Ταύτην οὖν διώκωµεν, ἵνα δυνηθῶµεν τῆς ἀρετῆς τὴν ὁδὸν µετὰ ἀκριβείας διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦΚυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note