Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Acta apostolorum
John ChrysostomHom. Act. 30 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
30.0
Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ µεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήµατα ταῦτα.
30.1
Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυµάσθη µόνον, ἀλλὰ καὶ ἐπιθυµίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως, εἰπών τινα σπέρµατα, καὶ µὴ ἐπιλύσας µηδὲ ἐπεξελθὼν τῷλόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ µὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥῖψαι ψυχάς. Εἶπεν, ὅτι Ἄφεσις ἁµαρτιῶν διὰ τούτου ὑµῖν καταγγέλλεται· τὸ δὲ πῶς, οὐκ ἐδήλωσε. Μετὰ ταῦτα λοιπὸν αὐτὸς ἑαυτοῦ µνηµονεύει πρώτου. Ὁρᾷς τὴν προθυµίαν, ὅση· Ἠκολούθουν αὐτοῖς, φησί.∆ ιὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐµµένειν. Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβοµένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσµένειν αὐτοὺς τῇ χάριτι τοῦ Θεοῦ. Τῷ τε ἐρχοµένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγοµένοις, ἀντιλέγοντες καὶ βλασφηµοῦντες. Ὅρα τὴν κακίαν πληττοµένην ἐν τῷ πλήττειν ἑτέρους. Τοῦτο µᾶλλον αὐτοὺς ἐποίει λαµπροὺς, τὸ ἀντιλέγειν ἐκείνους. Τὸ µὲν οὖν πρῶτον αὐτόµατοι παρεκάλεσαν. Ἀντιλέγοντες, φησὶ, καὶ βλασφηµοῦντες. Ὢ τῆς ἰταµότητος! ἐφ' οἷς αὐτοὺς ἀποδέχεσθαι ἔδει, οἱ δὲ ἀντιλέγουσι. Παῤῥησιασάµενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑµῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη. Ὁρᾷς πῶς φιλονεικήσαντες µᾶλλον ἐξέτειναν τὸ κήρυγµα, καὶ µᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη, ἀπολογησάµενοι καὶ ἀνευθύνους ἑαυτοὺςἐγκληµάτων ποιήσαντες παρὰ τοῖς οἰκείοις; Καὶ οὐκ εἶπεν, ἀνάξιοί ἐστε· ἀλλ' Ἐκρίνατε ἑαυτοὺς ἀναξίους, ἀνεπαχθῆ τὸν λόγον ποιῶν. Ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλται ἡµῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἵνα γὰρ µὴ ἀκούοντα τὰ ἔθνη λυπῆται, ὡς ἐκ τῆς ἐκείνων σπουδῆς µὴ τυγχάνοντα τῶν ἀγαθῶν, ἐπάγει τὴν προφητείαν λέγων· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἀκούοντα δὲ τὰ ἔθνη. Τοῦτο καὶ αὐτοὺς προθυµοτέρους ἐποίει, ὅτι ὧν ἐκεῖνοι ὤφειλον ἀκούσαντες ἀπολαῦσαι, αὐτοὶ τούτων ἀπολαύουσι, κἀκείνους µᾶλλον ἔδακνεν. Ἀκούοντα δὲ τὰ ἔθνη, φησὶν, ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου· καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγµένοι εἰς ζωὴν αἰώνιον· τουτέστιν, ἀφωρισµένοι τῷ Θεῷ. Ὅρα πῶς δείκνυσι τὸ τάχος τῆς ὠφελείας.∆ ιεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι' ὅλης τῆς χώρας· τουτέστι, διεκοµίζετο. Ὡσεὶ ἔλεγεν· Οὐκ ἔστησαν µέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν. Ὅρα πάλιν πῶς διωκόµενοι ἕτερα κατασκευάζουσι µεγάλα διὰ τοῦ ζήλου· κατεσκεύασαν γὰρ τὸ παῤῥησιάσασθαι αὐτοὺς, καὶ εἰς τὰ ἔθνη ἐλθεῖν· καὶ ἄκουε πῶς. Παῤῥησιασάµενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· Ὑµῖν, φησὶν, ἦν ἀναγκαῖον πρῶ τον λαληθῆναι τὸν λόγον· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, ἰδοὺ στρεφόµεθα εἰς τὰ ἔθνη. Ἄρα ἔµελλον λοιπὸν ἐξελθεῖν εἰς τὰ ἔθνη. Ἀλλ' ὅρα καὶ τὴν παῤῥησίαν µέτρῳ γινοµένην· καὶ εἰκότως. Εἰ γὰρ Πέτρος ἀπελογεῖτο, πολλῷ µᾶλλον οὗτοι ἀπολογίας ἐδέοντο, οὐδενὸς αὐτοὺς καλέσαντος ἐκεῖ. Εἰπὼν δὲ, Πρῶτον, ἔδειξεν ὅτι κἀκείνοις ἔδει· καὶ εἰπὼν, Ἀναγκαῖον, ἔδειξεν ὅτι κἀκείνοις ἀναγκαῖον. Ἐπειδὴ δὲ ἀποστρέφεσθε· οὐκ εἶπεν, Οὐαὶ ὑµῖν, καὶ ὅτι Κολάζεσθε· ἀλλ' ὅτι Στρεφόµεθα εἰς τὰ ἔθνη. Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέµει; Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβοµένας γυναῖκας, καὶ τὰς εὐσχήµονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγµὸν ἐπὶ τὸν Παῦλονκαὶ Βαρνάβαν, καὶ ἐκβάλλουσιν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Ὁρᾷς ὅσον ἤνυσαν οἱ ἐναντιούµενοι τῷ κηρύγµατι; εἰς ὅσην ἀσχηµοσύνην αὐτὰς ἤγαγον; Οἱ δὲ ἐκτιναξάµενοι τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν αὐτῶν ἐπ' αὐτοὺς, ἦλθον εἰς Ἰκόνιον. Ἐνταῦθα τὸ φοβερὸν ἐποίουν λοιπὸν, ὃ προσέταξεν ὁ Χριστὸς, λέγων· Καὶ ἐὰν µή τις ὑµᾶς δέξηται, ἐξερχόµενοι ἐκτινάξατε τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑµῶν. Αὐτοὶ δὲ οὐδὲ ἁπλῶς τοῦτο ἐποίησαν, ἀλλ' ἐπειδὴ ἀπηλάθησαν παρ' αὐτῶν. Πλὴν οὐδὲ τοῦτο τοὺς µαθητὰς ἔβλαψεν, ἀλλὰ µᾶλλον ἐπέµενον τῷ λόγῳ.∆ ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ µαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύµατος ἁγίου. Πάθος γὰρ διδασκάλου παῤῥησίαν οὐκ ἐγκόπτει, ἀλλὰ προθυµότερον ποιεῖ τὸν µαθητήν. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνωνπλῆθος πολύ. Πάλιν εἰς τὰς συναγωγὰς εἰσέρχονται. Ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες ὅτι Στρεφόµεθα εἰς τὰ ἔθνη. Ἐκ πολλῆς τῆς περιουσίας ὅµως ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν. Ὥστε πιστεῦσαι, φησὶν, Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος Εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθοῦντες Ἰουδαῖοι, ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ἐπήγειραν, ὡς οὐκ ἀρκοῦντες αὐτοί. Τί οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; Οὐ γὰρ ἐδιώκοντο, ἀλλ' ἐπολεµοῦντο µόνον. Ἱκανὸν µὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόµενοι ἐπὶ τῷ Κυρίῳ, τῷ µαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σηµεῖα καὶ τέρατα γίνεσθαι διὰτῶν χειρῶν αὐτῶν. Τοῦτο ἐποίει τὴν παῤῥησίαν· µᾶλλον δὲ τὴν µὲν παῤῥησίαν ἐποίει ἡ αὐτῶν προθυµία.∆ ιὰ γὰρ τοῦτο µέχρι πολλοῦ οὐδαµῶς σηµεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας, τῶν σηµείων ἦν. Συνετέλει γοῦν τι καὶ ἡ παῤῥησία. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ µὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Οὐ µικρὸν εἰς κατηγορίαν καὶ αὐτὸ τὸ σχισθῆναι. Τοῦτο ἦν ὃ ἔλεγεν ὁ Χριστός· Οὐ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ µάχαιραν. Ὡς δὲ ἐγένετο ὁρµὴ τῶν ἐθνῶν, καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς κύκλῳ πόλειςτῆς Λυκαονίας, Λύστραν καὶ∆ έρβην, καὶ τὴν περίχωρον, κἀκεῖ ἦσαν εὐαγγελιζόµενοι.
30.2
Πάλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόµενοι τὸ κήρυγµα, µετὰ τὸ αὐξηθῆναι, πάλιν αὐτοὺς ἐξάγουσιν. Ὅρα πανταχοῦ τοὺς διωγµοὺς µεγάλα ἐργαζοµένους ἀγαθὰ, καὶ τοὺς µὲν διώκοντας ἡττωµένους, τοὺς δὲ διωκοµένους λαµπροὺς ἀποφαίνοντας. Ἐλθὼν γὰρ ἐν Λύστροις, ποιεῖται θαῦµα µέγα, τὸν χωλὸν ἀναστήσας, καὶ µεγάλῃ τῇ φωνῇ· καὶ πῶς, ἄκουε. Καί τις, φησὶν, ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας µητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε µεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιεπάτει.∆ ιὰ τί µεγάλῃ τῇ φωνῇ; Ὥστε τοὺς ὄχλους πιστεῦσαι. Ὅρα δὲ, προσεῖχεν ἀκριβῶς τοῖς λεγοµένοις ὑπὸ τοῦ Παύλου· τοῦτο γάρ ἐστι τὸ Ἤκουσεν. Εἶδες φιλοσοφίαν; Οὐδὲν ὑπὸ τῆς χωλείας πρὸς τὴν σπουδὴν τῆς ἀκροάσεως παρεβλάβη. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι. Ἤδη ᾠκείωτο τὴν προαίρεσιν· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον ἐγίνετο. Πρότερον γὰρ ἰώµενοι τὰ σώµατα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. Ἐµοὶ δοκεῖ εἰς τὴν ψυχὴν ἰδεῖν τὴν αὐτοῦ τὸν Παῦλον. Καὶ ἥλατο, φησὶ, καὶ περιεπάτει. Τεκµήριον τῆς ὑγείας τῆς ἀκριβοῦς τὸ ἅλλεσθαι. Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν αὐτῶν τὴν φωνὴν, λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ, ὁµοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡµᾶς. Ἐκάλουν δὲ τὸν µὲν Βαρνάβαν∆ ία, τὸν δὲ Παῦλον Ἑρµῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούµενος τοῦ λόγου. Ὅ τε ἱερεὺς τοῦ∆ ιὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέµµατα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Ἀλλ' οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ φωνῇ ἐφθέγγοντο, λέγοντες, ὅτι Οἱ θεοὶ, ὁµοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡµᾶς· διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον. Ἐπειδὴ δὲ εἶδον τὰ στέµµατα, τότε ἐξελθόντες, διέῤῥηξαν τὰ ἱµάτια αὐτῶν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες ἱµάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί τοῦτο ποιεῖτε; καὶ ἡµεῖς ὁµοιοπαθεῖς ἐσµεν ὑµῖν ἄνθρωποι. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαροὺς, οὐ µόνον οὐκ ἐφιεµένους, ἀλλὰ καὶ διδοµένην διακρουοµένους· ὥσπερ καὶ Πέτρος ἔλεγε· Τί ἡµῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ οὗτοι τὸ αὐτό φασι. Καὶ Ἰωσὴφ δὲ ἔλεγεν ἐπὶ τῶν ἐνυπνίων· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ∆ ανιὴλ ὁµοίως· Καὶ ἐµοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐµοὶ ἀπεκαλύφθη. Καὶ Παῦλος πανταχοῦ τοῦτό φησι, ὡς ὅταν λέγῃ· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Καὶ πάλιν, Οὐχ ὅτι ἱκανοί ἐσµεν ἀφ' ἑαυτῶν λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡµῶν ἐκ τοῦ Θεοῦ. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Οὐχ ἁπλῶς αὐτοῖς προσετέθησαν οἱ ὄχλοι· ἀλλὰ πῶς; Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν. Ὅρα πανταχοῦ παρακαλοῦντας, οὐκ ἀποδεχοµένους ἁπλῶς, οὐδὲ κολακεύοντας.∆ ιὰ τοῦτο ἔλεγεν· Οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσµένειν τῇ χάριτι τοῦ Θεοῦ.∆ ιὰ τί πρὸ τούτου µὴ ἀντέλεγον; Ὅτι τέως οἱ ἀναπείθοντες ἡσύχαζον. Ὁρᾷς ὅτι πανταχοῦ πάθει ἐκινοῦντο; Καὶ οὐκ ἀντέλεγον µόνον, ἀλλὰ καὶ ἐβλασφήµουν· καὶ γὰρ ἡ κακία οὐδαµοῦ ἵσταται. Ἀλλ' ὅρα παῤῥησίαν. Ὑµῖν ἦν, φησὶν, ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτόν. Οὐδὲν ὑβριστικόν. Ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν. Μὴ λαλεῖτε ἡµῖν, φησὶ, λαλιᾷ. Ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτὸν, φησὶν, οὐχ ἡµᾶς· οὐ γὰρ εἰς ἡµᾶς ἡ ὕβρις ἡ παρ' ὑµῶν. Ἵνα γὰρ µή τις εὐλαβείας εἶναι νοµίσῃ τὸ, Οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν· Ἀπωθεῖσθε αὐτόν· καὶ τότε, Στρεφόµεθα εἰς τὰ ἔθνη. Πολλῆς ἐπιεικείας γέµει τὸ ῥῆµα. Οὐκ εἶπεν, Ἐγκαταλιµπάνοµεν ὑµᾶς, δεικνὺς, ὅτι δυνατὸν καὶ ἐνταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑµετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡµῖν. Ἔδει µὲν οὖν ἀκοῦσαι τὰ ἔθνη· πλὴν τοῦτο οὐ παρ' ἡµῶν, παρ' ὑµῶν δὲ γέγονε τὸ πρὸ ὑµῶν ὀφεῖλον. Οὕτω γὰρ ἐντέταλται ἡµῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν· τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ· καὶ οὐχ ἁπλῶς ἐθνῶν, ἀλλὰ πάντων. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Ὅσοι ἦσαν τεταγµένοι εἰς ζωὴν αἰώνιον. Καὶ τοῦτο τεκµήριον τοῦ κατὰ Θεοῦ γνώµην αὐτοὺς προσλαβέσθαι. Τεταγµένοι δὲ, εἶπεν, ἵνα δείξῃ, ὡς οὐ κατ' ἀνάγκην. Οὓς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν. Οὐκ ἔτι ἐν τῇ πόλει διεσπάρησαν, ἀλλὰ καὶ ἐν τῇ χώρᾳ. Ἀκούσαντες γὰρ οἱ ἐξ ἐθνῶν, καὶ αὐτοὶ µετ' ὀλίγον προσῄεσαν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβοµένας γυναῖκας, καὶ ἐπήγειραν διωγµόν. Ὅρα, καὶ τῶν παρὰ τῶν γυναικῶν γινοµένων αὐτοὶ λοιπὸν αἴτιοι καθίστανται. Καὶ ἐξέβαλον αὐτοὺς, φησὶν, ἀπὸ τῶν ὁρίων αὐτῶν· οὐχὶ τῆς πόλεως µόνης, ἀλλὰ τῆς χώρας ἁπάσης. Εἶτα τὸ φοβερώτερον· Οἱ δὲ µαθηταὶ, φησὶν, ἐπληροῦντο χαρᾶς καὶ Πνεύµατος ἁγίου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον. Εἶδες φύσιν Εὐαγγελίου δύναµιν ἔχοντος πολλήν; Ἐκάκωσαν, φησὶ, τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τουτέστι, διέβαλον τοὺς ἀποστόλους, µυρία αὐτῶν κατηγόρησαν, ἀπλάστους ὄντας κακούργως διέθηκαν.
30.3
Καὶ ὅρα, πῶς πανταχοῦ τῷ Θεῷ ἀνατίθησι τὸ πᾶν. Ἱκανὸν χρόνον, φησὶ, διέτριψαν, παῤῥησιαζόµενοι ἐπὶ τῷ Κυρίῳ, τῷ µαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ. Μὴ τοῦτο ἐλαττώσεως εἶναι νοµίσῃς. Ὅτε γὰρ ἔλεγον, Τοῦ µαρτυρήσαντος, φησὶν, ἐπὶ Ποντίου Πιλάτου, τότε ἡ παῤῥησία ἐδείκνυτο· ἐνταῦθα δὲ περὶ τοῦ λαοῦ φησιν. Οὐ περιέµειναν τοίνυν, ἀλλ' εἶδον τὴν ὁρµήν. Καὶ κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ∆ έρβην, καὶ τὴν περίχωρον. Ἔνθα οὐδαµοῦ τὸν θυµὸν αὐτῶν ἐκκαίειν ἦν· ὥστε καὶ ἐν ταῖς χώραις ἀπῄεσαν, οὐκ ἐν πόλεσι µόνον. Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν, καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν.∆ ι' ἔργων ἐπεδείκνυντο, ὅτι ἄξιοι ἦσαν ἀκούειν· οὕτως ἐτίµων αὐτοὺς ἀπὸ σηµείων µόνον. Οἱ µὲν ὡς θεοὺς ἐτίµων, οἱ δὲ ὡς λυµεῶνας ἐδίωκον· καὶ οἱ µὲν οὐ µόνον οὐ προσέκοπτον τῷ κηρύγµατι, ἀλλὰ καὶ ἔλεγον· Οἱ θεοὶ, ἀνθρώποις ὁµοιωθέντες, κατέβησαν πρὸς ἡµᾶς. Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο. Ἐκάλουν τε, φησὶ, τὸν µὲν Βαρνάβαν∆ ία, τὸν δὲ Παῦλον Ἑρµῆν. Ἐµοὶ δοκεῖ καὶ ἀπὸ τῆς ὄψεως ἀξιοπρεπὴς εἶναι ὁ Βαρνάβας. Οὐ µικρὸς καὶ οὗτος πειρασµὸς ἐξ ἀµετρίας ἐφύη πολλῆς· ἀλλὰ καὶ ἐντεῦθεν τῶν ἀποστόλων ἡ ἀρετὴ δείκνυται. Καὶ ὅρα πῶς πανταχοῦ πάντα ἀνατιθέασι τῷ Θεῷ. Τούτους καὶ ἡµεῖς ζηλώσωµεν· µηδὲν ἡµέτερον εἶναι νοµίζωµεν, ὅπου γε καὶ αὐτὴ ἡ πίστις οὐχ ἡµέτερον. Ὅτι δὲ οὐχ ἡµέτερον, ἀλλὰ τὸ πλέον τοῦ Θεοῦ, ἄκουε Παύλου λέγοντος· Καὶ τοῦτο οὐκ ἐξ ἡµῶν, Θεοῦ τὸ δῶρον. Μὴ τοίνυν µέγα φρονῶµεν, µηδὲ φυσιώµεθα, ἄνθρωποι, γῆ καὶ σποδὸς ὄντες, καπνὸς καὶ σκιά. Εἰπὲ γάρ µοι, διὰ τί µέγα φρονεῖς; Ἐλεηµοσύνην ἔδωκας καὶ τὰ χρήµατα ἐκένωσας; Καὶ τί τοῦτο; Ἐννόησον, εἰ µὴ ἠθέλησέ σε ποιῆσαι ὁ Θεὸς πλούσιον· ἐννόησον τοὺς πενοµένους, µᾶλλον δὲ ἐννόησον ὅσοι καὶ τὰ σώµατα ἐπέδωκαν, καὶ µετὰ τὸ ἐπιδοῦναι µυρία, ἑαυτοὺς ἐταλάνισαν. Σὺ διὰ σαυτὸν ἔδωκας, ὁ Χριστὸς διὰ σέ· σὺ ἀπέδωκας τὸ ὀφειλόµενον, ὁ Χριστὸς οὐκ ὤφειλέ σοι. Ὅρα τοῦ µέλλοντος τὸ ἄδηλον, καὶ µὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· µὴ ἐλαττώσῃς τὴν ἀρετὴν τῇ ἀλαζονείᾳ. Βούλει ὄντως µέγα τι ἐργάσασθαι; Μηδέποτε ὑποπτεύσῃς ὡς περὶ µεγάλων τῶν κατορθωµάτων. Ἀλλὰ παρθένος εἶ; Ἀλλὰ κἀκεῖναι παρθένοι ἦσαν, ἀλλ' οὐδὲν ἀπώναντο τῆς παρθενίας διὰ τὴν ὠµότητα καὶ τὴν ἀπανθρωπίαν. Οὐδὲν ταπεινοφροσύνης ἴσον· αὕτη µήτηρ καὶ ῥίζα καὶ τροφὸς καὶ ὑπόθεσις καὶ σύνδεσµος τῶν ἀγαθῶν· ταύτης ἄνευ βδελυκτοὶ καὶ µιαροὶ καὶ ἀκάθαρτοί ἐσµεν. Ἔστω γάρ τις, εἰ βούλει, νεκροὺς ἀνιστῶν, καὶ χωλοὺς ἰώµενος, καὶ λεπροὺς καθαίρων µετὰ ἀπονοίας· οὐδὲν τούτου µιαρώτερον, οὐδὲν ἀσεβέστερον, οὐδὲν ἀναγέστερον. Μηδὲν εἶναι νοµίσῃς σαυτοῦ. Λόγον ἔχεις καὶ διδασκαλικὴν χάριν; Μὴ διὰ τοῦτο νοµίσῃς πλεόν τι τῶν ἄλλων ἔχειν.∆ ιὰ τοῦτο µάλιστα ταπεινοῦσθαι ὀφείλεις, ὅτι πλειόνων ἠξιώθης δωρεῶν. Ὧ γὰρ πλεῖον ἀφέθη, πλεῖον ἀγαπήσει. Οὐκοῦν καὶ ταπεινοῦσθαι χρὴ, ὅτι τοὺς ἄλλους παρελθὼν, εἰς σὲ ἐπένευσεν ὁ Θεός. Φοβοῦ διὰ τοῦτο· πολλάκις γάρ σοι καὶ ἀπωλείας τοῦτο γίνεται αἴτιον, ἂν µὴ νήφῃς. Τί µέγα φρονεῖς; ὅτι διδάσκεις διὰ λόγων; Ἀλλ' εὔκολον τοῦτο τὸ φιλοσοφεῖν ἐν ῥήµασι· δίδαξόν µε διὰ τοῦ βίου τοῦ σοῦ· αὕτη ἡ διδασκαλία ἀρίστη. Λέγεις, ὅτι δεῖ µετριάζειν, καὶ µακρὸν ὑπὲρ τούτου λόγον ἀποτείνεις, καὶ ῥητορεύεις ῥέων ἀκωλύτως; Ἀλλὰ σοῦ βελτίων ἐκεῖνος, φησὶν, ὁ δι' ἔργων τοῦτο παιδεύων ἐµέ. Οὐ γὰρ οὕτως εἴωθεν ἐντίθεσθαι τῇ ψυχῇ τὰ µαθήµατα ἀπὸ ῥηµάτων, ὡς ἀπὸ πραγµάτων· ἐπεὶ ἐὰν µὴ τὸ ἔργον ἔχῃς, οὐ µόνον οὐκ ὠφέλησας εἰπὼν, ἀλλὰ καὶ µειζόνως ἔβλαψας. Βέλτιον σιγᾷν.∆ ιὰ τί; Ὅτι ἀδύνατόν µοι τὸ πρᾶγµα καθιστᾷς. Ἐννοῶ γὰρ, ὅτι εἰ σὺ ὁ τοσαῦτα λέγων οὐ κατορθοῖς, πολλῷ µᾶλλον ἐγὼ συγγνώµης ἄξιος, λέγων µηδένα.∆ ιὰ τοῦτό φησιν ὁ προφήτης· Τῷ δὲ ἁµαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώµατά µου; Μείζων γὰρ αὕτη ἡ βλάβη, ὅταν καλῶς διδάσκων τις διὰ ῥηµάτων, διὰ τῶν ἔργων πολεµῇ τῇ διδασκαλίᾳ. Τοῦτο πολλῶν αἴτιον γέγονε κακῶν ἐν ταῖς Ἐκκλησίαις∆ ιὰ τοῦτο καὶ σύγγνωτε, παρακαλῶ, τοῦ λόγου χρονίζοντος ἡµῖν ἐν τούτῳ τῷ πάθει. Πολλὰ πολλοὶ πράττουσιν ὑπὲρ τοῦ εἰς µέσον στάντες µακρὸν ἀποτείνειν λόγον· κἂν µὲν κρότων τύχωσι τῶν ἀπὸ τοῦ πλήθους, γέγονεν αὐτοῖς τοῦτο βασιλείας ἴσον· ἂν δὲ µετὰ σιγῆς τὸν λόγον καταπαύσωσι, γεέννης δή που µᾶλλον αὐτοῖς χαλεπωτέρα κατέστη τῆς σιγῆς ἡ ἀθυµία. Τοῦτο τὰς Ἐκκλησίας ἀνέτρεψεν, ὅτι καὶ ὑµεῖς οὐ ζητεῖτε λόγον ἀκοῦσαι κατανυκτικὸν, ἀλλὰ τέρψαι δυνάµενον καὶ τῷ ψόφῳ καὶ τῇ συνθέσει τῶνῥηµάτων, καθάπερ µελῳδῶν καὶ κιθαριστῶν ἀκούοντες· καὶ ἡµεῖς ψυχρῶς καὶ ταλαιπώρως ποιοῦντες, ὅτι ταῖς ὑµετέραις ἐπιθυµίαις ἑπόµεθα, δέον ἐκκόπτειν ταύτας.
30.4
Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἴ τις πατὴρ πέρα τοῦ δέοντος µαλθακοῦ παιδίου, καίτοι ἀῤῥωστοῦντος, πλακοῦντα ἐπιδῷ καὶ ψυχρὸν καὶ ὅσα τέρπει µόνον, τῶν δὲ χρησίµων µηδεµίαν ἐπιµέλειαν ποιοῖτο· εἶτα ἐγκαλούµενος παρὰ τῶν ἰατρῶν, ἀπολογοῖτο λέγων· Τί πάθω; οὐκ ἀνέχοµαι κλαῖον τὸ παιδίον ἰδεῖν. Ἄθλιε καὶ ταλαίπωρε καὶ προδότα· οὐ γὰρ ἂν πατέρα τὸν τοιοῦτον εἴποιµι· καὶ πόσῳ βέλτιον ἐν βραχεῖ λυπήσαντα, διαπαντὸς ὑγιείᾳ παραδοῦναι, ἢ τὴν πρόσκαιρον ταύτην χάριν, διηνεκοῦς ἀθυµίας ὑπόθεσιν ποιήσασθαι; Τοῦτο πάσχοµεν καὶ ἡµεῖς, κάλλη λέξεων περιεργαζόµενοι καὶ συνθήκας καὶ ἁρµονίαν ὅπως ἥσωµεν, οὐχ ὅπως ὠφελήσωµεν· ὅπως θαυµασθῶµεν, οὐχ ὅπως διδάξωµεν· ὅπως τέρψωµεν, οὐχ ὅπως κατανύξωµεν· ὅπως κροτηθῶµεν καὶ ἐπαίνου τυχόντες ἀπέλθωµεν, οὐχ ὅπως τὰ ἤθη ῥυθµίσωµεν. Πιστεύσατέ µοι, οὐκ ἄλλως λέγω, ἐπειδὰν λέγων κροτῶµαι, παρ' αὐτὸν µὲν τὸν καιρὸν ἀνθρώπινόν τι πάσχω( τί γὰρ οὐκ ἄν τις εἴποι τὸ ἀληθές); καὶ γάννυµαι, καὶ διαχέοµαι· ἐπειδὰν δὲ ἀπελθὼν οἴκαδε ἐννοήσω τοὺς κροτήσαντας οὐδὲν ὠφεληθέντας, ἀλλ' εἴ τι καὶ ὠφεληθῆναι ἔδει, ὑπὸ τοῦ κρότου καὶ τῶν ἐπαίνωνἀπολωλεκότας, ὀδυνῶµαι καὶ στένω καὶ δακρύω, καὶ ὡς εἰκῆ πάντα εἰρηκὼς, οὕτω διάκειµαι, καὶ πρὸς ἐµαυτὸν λέγω· Τί µοὶ τὸ ὄφελος τῶν ἱδρώτων, τῶν ἀκουόντων οὐκ ἐθελόντων καρποῦσθαί τι παρὰ τῶν λόγων τῶν παρ' ἡµῶν; καὶ πολλάκις ἐνενόησα θεῖναι νόµον τὸν κωλύοντα τοὺς κρότους, καὶ πείθοντα µετὰ σιγῆς ὑµᾶς ἀκροᾶσθαι καὶ τῆς προσηκούσης εὐταξίας. Ἀλλὰ ἀνάσχεσθε, παρακαλῶ, καὶ πείσθητέ µοι, καὶ εἰ δοκεῖ, τοῦτον κυρώσωµεν τὸν νόµον ἤδη, µηδενὶ τῶν ἀκουόντων ἐξεῖναι κροτεῖν µεταξὺ λέγοντόςτινος, ἀλλ' εἰ βούλοιτο θαυµάζειν, θαυµαζέτω σιγῇ· οὐδεὶς ὁ κωλύων, πᾶσα δὲ ἡ σπουδὴ καὶ ἡ προθυµία περὶ τὸ δέχεσθαι τὰ λεγόµενα γινέσθω.∆ ιὰ τί ἐκροτήσατε; Περὶ τούτου τὸν νόµον τίθηµι· ὑµεῖς δὲ οὐδὲ ἀκοῦσαι ἀνέχεσθε. Πολλῶν τοῦτο ἀγαθῶν αἴτιον ἔσται, καὶ διδασκάλειον φιλοσοφίας. Καὶ οἱ τῶν ἔξω φιλόσοφοι διελέγοντο, καὶ οὐδεὶς οὐδαµοῦ κρότος αὐτοῖς εἵπετο· καὶ οἱ ἀπόστολοι ἐδηµηγόρουν, καὶ οὐδαµοῦ τοῦτο πρόσκειται, ὅτι µεταξὺ λεγόντων ἐκείνων τοῖς κρότοις διέκοπτον οἱ ἀκούοντες τὸν λέγοντα. Μέγα τοῦτο κέρδος ἡµῖν. Ἀλλὰ κυρώσωµεν τοῦτο· µεθ' ἡσυχίας πάντες ἀκούωµεν, καὶ λέγωµεν ἅπαντα. Εἰ µὲν γὰρ µετὰ τοὺς κρότους ἀπῄειµεν ἔχοντες ἅπερ ἠκούσαµεν, µάλιστα µὲν οὐδὲ οὕτω χρήσιµος ὁ ἔπαινος( ἀλλ' οὐκ ἂν ἠκριβολογησάµην· µὴ µέ τις ἀγροικίας γραφέτω)· ἐπειδὴ δὲ µηδὲν τὸ πλέον, ἀλλὰ καὶ βλάβη, λύσωµεν τὸ κώλυµα, ἀνέλωµεν τὰ σκιρτήµατα, ἐκκόψωµεν τὰ πηδήµατα τῆς ψυχῆς. Ὁ Χριστὸς ἐδηµηγόρησεν ἐπὶ τοῦ ὄρους· ἀλλ' οὐδεὶς οὐδὲν εἶπεν, ἕως ὅτε τὸν λόγον ἐτέλεσεν. Οὐκ ἀποστερῶ τοὺς βουλοµένους κροτεῖσθαι, ἀλλὰ µᾶλλον θαυµάζεσθαι ποιῶ. Πολλῷ βέλτιον µετὰ σιγῆς ἀκούσαντα, διὰ τῆς µνήµης ἐν παντὶ τῷ χρόνῳ κροτεῖν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, ἢ πάντα ἀπολέσαντα ἀπέρχεσθαι οἴκαδεκενὸν, οὐκ ἔχοντα τῶν κρότων τὴν ὑπόθεσιν. Πῶς γὰρ οὐ καταγέλαστος ὁ ἀκροατής; πῶς οὐ κόλαξ καὶ εἴρων νοµισθήσεται µᾶλλον, ὅτι µὲν καλῶς εἶπεν ὁ διδάσκαλος ἀποφαινόµενος, τί δὲ εἶπεν οὐκ ἔχων δεῖξαι; Τοῦτο κολακείας ἐστίν. Ὁ µὲν γὰρ κιθαρῳδῶν ἀκούσας καὶ τραγῳδῶν, εἰκότως ἂν τοῦτο πάθοι, ἅτε οὐκ εἰδὼς ὁµοίως τὴν ῥῆσιν εἰπεῖν· ἔνθα δὲ οὐ µέλους ἐπίδειξίς ἐστιν οὐδὲ φωνῆς, ἀλλὰ νοηµάτων καὶ φιλοσοφίας δύναµις, καὶ παντὶ ῥᾴδιον εἰπεῖν καὶ ἀπαγγεῖλαι, πῶς οὐκἄξιος κατηγορίας ὁ µὴ δυνηθεὶς εἰπεῖν τὴν αἰτίαν, δι' ἢν ἐπῄνεσε τὸν λέγοντα; Οὐδὲν οὕτω πρέπον ἐκκλησίᾳ ὡς σιγὴ, ὡς εὐταξία. Θεάτροις ἐπιτήδειος ὁ θόρυβος καὶ βαλανείοις καὶ ποµπαῖς καὶ ἀγοραῖς· ἔνθα δὲ περὶ τοιούτων δογµάτων ἡ διδασκαλία, γαλήνη καὶ ἡσυχία καὶ φιλοσοφία, καὶ πολὺς ὁ λιµὴν εἶναι ὀφείλει. Ταῦτα δέοµαι καὶ ἀντιβολῶ πάντας εἰδέναι. Περίειµι γὰρ καὶ αὐτὸς τρόπους παντοίους ἐπιζητῶν, δι' ὧν ὠφελῆσαι δυνήσοµαι τὰς ὑµετέρας ψυχάς. Οὐ µικρὸς καὶ οὗτος ὁ τρόπος εἶναί µοι δοκεῖ· οὐχ ὑµᾶς ὠφελήσει µόνους, ἀλλὰ καὶ ἡµᾶς. Οὐκ ἀφήσει ἐκτραχηλίζεσθαι, οὐδὲ ἐπαίνων καὶ δόξης ἐρᾷν, οὐδὲ τὰ τέρποντα λέγειν, ἀλλὰ τὰ ὠφελοῦντα· οὐδὲ περὶ συνθήκας καὶ κάλλη λέξεων, ἀλλὰ περὶ νοηµάτων δύναµιν πᾶσαν ἀπασχολεῖν τοῦ καιροῦ τὴν ῥοπήν. Εἴσελθε εἰς ζωγραφεῖον, καὶ ὄψει πολλὴν ἐκεῖ τὴν σιγήν. Οὐκοῦν καὶ ἐνταῦθα· καὶ γὰρ καὶ ἐνταῦθα εἰκόνας γράφοµεν βασιλικὰς, καὶ οὐδεµίαν ἰδιωτικὴν, διὰ τῶν χρωµάτων τῆς ἀρετῆς. Τί τοῦτο; πάλιν κροτεῖτε; Οὐκ εὔκολον τὸ πρᾶγµα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ µήπω κατορθοῦν αὐτὸ µεµαθηκέναι. Γραφὶς τοίνυν ἐστὶν ἡµῖν γλῶττα, τεχνίτης δὲ τὸ Πνεῦµα τὸ ἅγιον. Εἰπέ µοι, ἐν τοῖς µυστηρίοις, µή τις θόρυβος; µή τις ταραχή; Ὅταν βαπτιζώµεθα, ὅταν τὰ ἄλλα πάντα ποιῶµεν, οὐχ ἡσυχία καὶ σιγὴ τὰ πάντα κατέχει; Τοῦτο ἐν τῷ οὐρανῷ κατέσπαρται τὸ κάλλος.∆ ιὰ τοῦτο διαβεβλήµεθα καὶ παρ' Ἕλλησιν, ὡς πρὸς ἐπίδειξιν πάντα ποιοῦντες καὶ πρὸς φιλοτιµίαν. Ἀλλ' ἐὰν τοῦτο κωλυθῇ, καὶ τῶν προεδριῶν ὁ ἔρως σβεσθήσεται. Ἀρκεῖ, εἴ τις ἐπαίνων ἐρᾷ, τὸ µετὰ τὴν ἀκρόασιν τούτων τυγχάνειν, ὅταν τοὺς καρποὺς συλλέγῃ. Ναὶ παρακαλῶ, κυρώσωµεν τοῦτον τὸν νόµον, ἵνα πάντα κατὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες, τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθῶµεν, χάριτικαὶ οἰκτιρµοῖς τοῦ Μονογενοῦς αὐτοῦ, Κυρίου δὲ ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶναςτῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note