In Acta apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
31.0
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες τὰ ἱµάτια αὐτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τίταῦτα ποιεῖτε; ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι, εὐαγγελιζόµενοι ὑµᾶς ἀπὸ τούτων τῶν µαταίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸνκαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.
31.1
Ὅρα πάντα µετὰ σφοδρότητος τοὺς ἀποστόλους ποιοῦντας.∆ ιέῤῥηξαν τὰ ἱµάτια, ἐπήδησαν, ἔκραξαν, πάντα ἀπὸ διαθέσεως ψυχῆς, ἀποστρεφόµενοι τὰ γενόµενα, καὶ πένθους σηµεῖα ποιοῦντες. Πένθος γὰρ ἦν, ὄντως πένθος ἀπαραµύθητον, εἴ γε ἔµελλον θεοὶ νοµίζεσθαι, καὶ εἰδωλολατρείαν εἰσάγειν, ἣν ἦλθον καταλύσοντες. Καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασµα. Οἱ δὲ οὐχ ἡσυχάζουσιν, ἀλλὰ τί; Καὶ ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν, φασὶν, ἄνθρωποι. Εὐθέως ἐκ προοιµίων ἀνέτρεψαν τὸ κακόν. Οὐκ εἶπον ἁπλῶς, Ἄνθρωποι, ἀλλὰ, Καθ' ὑµᾶς. Εἶτα ἵνα µὴ δόξωσι τιµᾷν τοὺς θεοὺς, ἄκουσον τί ἐπάγουσιν· Εὐαγγελιζόµενοι ὑµᾶς ἀπὸ τούτων τῶν µαταίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντατὰ ἐν αὐτοῖς. Ὅρα οὐδαµοῦ τῶν προφητῶν µνηµονεύοντας αὐτοὺς, οὐδὲ λέγοντας, τίνος ἕνεκεν, πάντων δηµιουργὸς ὢν, τὰ ἔθνη ἀφῆκεν αὐτόνοµα; Ὃς ἐν ταῖς παρῳχηµέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. Ὅτι µὲν εἴασε λέγει, διὰ τί δὲ εἴασεν, οὐκ ἔτι· τέως πρὸς τὸ κατεπεῖγον ἵσταται, οὐδαµοῦ τοῦ Χριστοῦ τὸ ὄνοµα τιθείς. Καίτοι γε οὐκ ἀµάρτυρον ἑαυτὸν ἀφῆκεν, ἀγαθοποιῶν οὐρανόθεν, ἡµῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐµπιπλῶν τροφῆς καὶ εὐφροσύνηςτὰς καρδίας ἡµῶν. Ὅρα, οὐ βούλεται τὴν κατηγορίαν αὐτῶν αὐξῆσαι, ἀλλὰ µᾶλλον ἐπὶ τὸν Θεὸν τὸ πᾶν ἄγειν αὐτοὺς παιδεύει. Ἔµαθον γὰρ, ὅτι οὐχ οὕτω σπουδάζειν δεῖ ἄξιόν τι εἰπεῖν περὶ Θεοῦ, ὡς τὸ τοῖς ἀκούουσιν ὠφέλιµον. Ὅρα πῶς λανθανόντως τὴν κατηγορίαν τίθησι. Καὶ µὴν εἰ τοῦτο ἐποίει, ἔδει κολα σθῆναι αὐτοὺς τοσούτων ἀπολαύοντας ἀγαθῶν, καὶ µηδὲ ὡς τροφέα γνωρίσαντας· ἀλλ' οὐ λέγει φανερῶς, ἀλλ' αἰνίττεται, Οὐρανόθεν ἡµῖν, λέγων, ὑετοὺς διδούς. Οὕτω καὶ ὁ∆ αυῒδ ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν· καὶ πολλαχοῦ περὶ δηµιουργίας διαλεγόµενος, ταῦτα τίθησιν εἰς µέσον. Καὶ ὁ Ἱερεµίας δὲ τὴν δηµιουργίαν πρώτην, εἶτα τὴν πρόνοιαν τὴν διὰ τῶν ὑετῶν φησιν· ὥστε ἐκεῖθεν πεπαιδευµένος διαλέγεται· Ἐµπιπλῶν, φησὶ, τροφῆς καὶ εὐφροσύνης. Μετὰ φιλοτιµίας ἡ τροφὴ, οὐ µόνον πρὸς αὐτάρκειαν, οὐδὲ πρὸς τὴν χρείαν. Καὶ ταῦτα λέγοντες, µόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ µὴ θύειν αὐτοῖς. Καὶ τούτῳ µάλιστα ἐθαυµάσθησαν. Ὁρᾷς ὅτι πρὸς τοῦτο ἵσταντο, ὥστε ἀνατρέψαι τὴν µανίαν ἐκείνην; Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως, νοµίσαντεςαὐτὸν τεθνάναι. Ὄντως διαβόλου τέκνα· οὐκ ἐν ταῖς πόλεσιν αὐτῶν µόνον, ἀλλὰ καὶ ἔξω τούτων ταῦτα ποιοῦντες, καὶ τοσαύτην ποιούµενοι σπουδὴν καθελεῖν τὸ κήρυγµα, ὅσην οἱ ἀπόστολοιστῆσαι ἐπειγόµενοι. Καὶ πείσαντες, φησὶ, τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυραν ἔξω τῆς πόλεως. Ἐνταῦθα πληροῦται τὸ, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται. Μεῖζον τοῦτο τοῦ τὸν χωλὸν ἐγεῖραι. Οἱ µὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόµιζον, οὗτοι δὲ ἔσυρον πείσαντες τοὺς ὄχλους· οὐδὲ γὰρ πάντας εἰκὸς ἦν θαυµάζειν αὐτούς. Καὶ ὅρα, ἐν αὐτῇ τῇ πόλει, ἐν ᾗ οὕτως ἐθαυµάσθησαν, ἐν αὐτῇ τὰ δεινὰ πάσχουσι. Καὶ τοῦτο δὲ τοὺς ὁρῶντας ὠφέλει. Ὅτι δὲ καὶ διὰ τοῦτο συνεχωρεῖτο πάσχειν, ἄκουε τοῦτο αὐτὸ δηλοῦντος καὶ λέγοντος· Ἵνα µὴ εἰς ἐµὲ λογίσηταί τις ὑπὲρ ὃ βλέπει µε, ἢ ἀκούει τι ἐξ ἐµοῦ. Κυκλωσάντων δὲ τῶν µαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Ὁρᾷς προθυµίαν; ὁρᾷς πόθον ζέοντα καὶ πεπυρωµένον; Εἰς αὐτὴν πάλιν τὴν πόλιν εἰσῆλθεν, ὥστε δειχθῆναι, ὅτι εἴ που καὶ ὑπεχώ ρει, διὰ τὸ τὸν λόγον βούλεσθαι σπεῖραι, καὶ διὰ τὸ µὴ δεῖν ἐκκαίειναὐτῶν τὸν θυµόν. Ταῦτα τῶν σηµείων οὐχ ἧττον καὶ λαµπροτέρους ἐποίει, καὶ µᾶλλον χαίρειν παρεσκεύαζεν. Οὐδαµοῦ δὲ λέγει, ὅτι ὑπέστρεψαν χαίροντες, ὅτι σηµεῖα ἐποίησαν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος αὐτοῦ ἀτιµασθῆναι. Καὶ τοῦτο γὰρ παρὰ τοῦ Χριστοῦ ἐδιδάχθησαν λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιµόνια ὑµῖν ὑποτάσσεται. Ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ, τὸ πάσχειν τι διὰ Χριστόν. Εἶτα τὰς πόλεις πάσας ἐπῄεσαν, ἐν αἷς ἐκινδύνευσαν. Καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς∆ έρβην, εὐαγγελισάµενοί τε τὴν πόλιν ἐκείνην, καὶ µαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστρανκαὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν µαθητῶν, παρακαλοῦντες ἐµµένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡµᾶς εἰσελθεῖν εἰςτὴν βασιλείαν τοῦ Θεοῦ.
31.2
Τοῦτο ἔλεγον, τοῦτο ἐδείκνυον. Ἐπιστηρίζοντες, φησὶ, τὰς ψυχὰς τῶν µαθητῶν. Ὥστε ἐστηριγµένοι ἦσαν· µᾶλλον δὲ προσετίθεντο. Προὔλεγον τοίνυν, ἵνα µὴ σκανδαλισθῶσιν. Ὥσπερ ἐπίτηδες δὲ τὸ αὐτὸ γίνεται, οὐ διὰ τῶν ἀποστόλων µόνον, ἀλλὰ καὶ διὰ τῶν µαθητῶν· ἵνα µάθωσιν ἐκ προοιµίων εὐθέως καὶ τοῦ κηρύγµατος τὴν δύναµιν, καὶ ὅτι καὶ αὐτοὺς δεῖ τοιαῦτα πάσχειν, καὶ ἵνα γενναίως στῶσι, µὴ µόνον πρὸς τὰσηµεῖα κεχηνότες, ἀλλὰ πολλῷ µᾶλλον πρὸς τοὺς πειρασµούς.∆ ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε· Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐµοὶ καὶ ἠκούσατε.∆ ιωγµοὶ διωγµοὺς διεδέχοντο· πανταχοῦ πόλεµοι, µάχαι, λιθοβολίαι. Ποία προτροπή; πῶς ἔπειθον ἐν προοιµίοις θλίψεις λέγοντες; Εἶτα καὶ ἄλλη παραµυθία. Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ' Ἐκκλησίαν, προσευξάµενοι µετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Εἶδες θερµότητα Παύλου; Προσευξάµενοι, φησὶ, µετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Ὅρα, µετὰ νηστειῶν αἱ χειροτονίαι. Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡµετέρων ψυχῶν. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς Παµφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατήντησαν εἰς Ἀττάλειαν. Ἵνα γὰρ µὴ καταπέσῃ τὰ φρονήµατα τῶν µαθητῶν, ὅτι οἱ νοµιζόµενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς, καὶ διελέχθησαν. Καὶ ὅρα· πρῶτον εἰς∆ έρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυµοῦ, καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, θυµουµένοις µὲν αὐτοῖςεἴκων, πεπαυµένοις δὲ ἐπιτιθέµενος. Ὁρᾷς, ὅτι οὐ πάντα χάριτι, ἀλλὰ καὶ οἰκείᾳ σπουδῇ διῴκουν; Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδοµένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν.∆ ιὰ τί πάλιν ἔρχονται εἰς Ἀντιόχειαν; Ἵνα ἀπαγγείλωσι τὰ ἐκεῖ γενόµενα. Ἄλλως δὲ καὶ οἰκονοµεῖται µέγα πρᾶγµα ἐντεῦθεν· ἔδει γὰρ λοιπὸν µετὰ παῤῥησίας τοῖς ἔθνεσι κηρύττειν. Ἔρχονται οὖν ταῦτα ἀπαγγέλλοντες, ἵνα εἰδέναι ἔχωσι. Καὶ οἰκονοµεῖται τότε κατελθεῖν τοὺς κωλύοντας τοῖς ἔθνεσιν ὁµιλεῖν, ἵνα λοιπὸν ἀπὸ Ἱεροσολύµων πολλὴν λαβόντες ἄδειαν, µετὰ παῤῥησίας ἀπίωσιν. Ἢ καὶ ἄλλως, δείκνυσιν αὐτῶν τὸ ἦθος οὐκ αὔθαδες. Ἔρχονται γὰρ τήν τε παῤῥησίαν ἐνδεικνύµενοι, ὅτι καὶ χωρὶς ἐκείνων τοῖς ἔθνεσιν ἐκήρυξαν, καὶ τὴν ὑπακοὴν, ὅτι αὐτοῖς ἀναφέρουσιν· οὐ γὰρ ὡς τοσαῦτα κατορθωκότες ἀπενοήθησαν. Ὅθεν ἦσαν παραδεδοµένοι, φησὶ, τῇ χάριτι τοῦ Θεοῦ. Καὶ µὴν τὸ Πνεῦµα εἶπεν· ἀλλὰ τὰ τοῦ Πνεύµατος οἶδεν ὄντα τοῦ Υἱοῦ· µία γὰρ ἐξουσία, ὥσπερ ἡ φύσις καὶ Υἱοῦ καὶ Πνεύµατος µία. Παραγενόµενοι δὲ καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς µετ' αὐτῶν, καὶ ὅτι ἤνοιξεν ὁ Θεὸς τοῖς ἔθνεσι θύραν πίστεως.∆ ιέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς µαθηταῖς. Εἰκότως· µεγάλη γὰρ οὖσα ἡ πόλις, ἐδεῖτο διδασκάλων. Ἴδωµεν λοιπὸν ἄνωθεν τὰ εἰρηµένα. Αὐτῇ τῇ ὄψει κατέπληξαν αὐτοὺς διαῤῥήξαντες τὰ ἱµάτια. Τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐποίει ἐπὶ τῇ ἥττῃ τοῦ λαοῦ. Μὴ τοίνυν νοµίσῃς ἀνάξιον αὐτῶν εἶναι τοῦτο, καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν γὰρ ἄλλως ἐπέσχον τὴν τοσαύτην ὁρµὴν, οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. Ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, µηδὲ ἡµεῖς παραιτώµεθα. Εἰ τοίνυν καὶ µετὰ ταῦτα µόλις ἔπεισαν, εἰ µὴ οὕτως εἰργάσαντο, τί οὐκ ἂν ἐγένετο; Εἰ γὰρ µὴ οὕτως ἐποίησαν, ἐνοµίσθησαν ἄν πως ὑψηλοφρονεῖν, καὶ µᾶλλον ἐφίεσθαι τῆς τιµῆς. Καὶ ὅρα τὸν λόγον µεµετρηµένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύµατος ὁµοῦ γέµοντα καὶ ἐπιπλήξεως. Τοῦτο µάλιστα αὐτοὺς ἐκώλυσε, τὸ εἰπεῖν, Καὶ ἡµεῖς ὁµοιοπαθεῖς ἐσµεν ὑµῖν ἄνθρωποι, εὐαγγελιζόµενοι ὑµᾶς ἀπὸ τῶν µαταίων τούτων ἐπιστρέφειν ἐπὶτὸν Θεόν. Ὡσεὶ ἔλεγον· Ἄνθρωποι µέν ἐσµεν, φησὶ, τούτων δὲ µείζους· ταῦτα γὰρ νεκρά. Ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας µόνον, ἀλλὰ καὶ διδάσκοντας, καὶ οὐδὲν περὶ ἀοράτων φθεγγοµένους. Ὃς ἐποίησε, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυτούς. Ὢ τῆς µανίας τῆς Ἰουδαϊκῆς! εἰς δῆµον οὕτω τιµήσαντα τοὺς ἀποστόλους ἐτόλµησαν ἐµβῆναι καὶ λιθάσαι Παῦλον. Ἔξω δὲ τῆς πόλεως ἔσυραν, τάχα δεδοικότες ἐκεῖνον. Καὶ προσευξάµενοι, φησὶ, µετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Καὶ νηστεύειν ἐδίδασκον ἐν τοῖς πειρασµοῖς. Οὐκ εἶπαν ὅσα αὐτοὶ ἐποίησαν, ἀλλ' ὅσα ὁ Θεὸς µετ' αὐτῶν, Ἐµοὶ δοκοῦσι τοὺς πειρασµοὺς λέγειν. Οὐχ ἁπλῶς ἦλθον ἐνταῦθα, οὐδὲ διαναπαυσόµενοι, ἀλλ' οἰκονοµικῶς ὑπὸ τοῦ Πνεύµατος ὁδηγούµενοι, ὥστε τὸ κήρυγµα τῶν ἐθνῶν βεβαιωθῆναι. Καὶ διὰ τί, φησὶν, ἐν Κύπρῳ οὐκ ἐποίησαν πρεσβυτέρους οὐδὲ ἐν Σαµαρείᾳ; Ὅτι ἐκείνη µὲν ἐγγὺς ἦν τῶν ἀποστόλων, αὕτη δὲ τῆς Ἀντιοχείας, καὶ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραµυθίας, καὶ µάλιστα οἱ ἐξ ἐθνῶν, ὀφείλοντες πολλὰ διδάσκεσθαι. Ἦλθον διδάσκοντες, ὅτι εἰκότως ἐχειροτονήθησαν ὑπὸ τοῦ Πνεύµατος. Καὶ ὅρα τὸ θερµὸν Παύλου. Οὐ πυνθάνεται εἰ δεῖ λαλῆσαι ἔθνεσιν, ἀλλ' εὐθέως λαλεῖ· διὰ τοῦτο ἔλεγεν. Οὐ προσανεθέµην σαρκὶ καὶ αἵµατι.
31.3
Μέγα ὄντως ἀγαθὸν ἡ θλῖψις, καὶ µεγάλης ψυχῆς ἐστι, καὶ γενναίας κατόρθωµα. Πόσοι µετὰ τοῦτο ἐπίστευσαν, καὶ οὐδεὶς οὕτως ἔλαµψεν; Οὕτω προθυµίας ἡµῖν δεῖ πανταχοῦ, πυρώσεως πολλῆς, ψυχῆς πρὸς θάνατον παρατεταγµένης· ἄλλως γὰρ οὐκ ἔνι τῆς βασιλείας τυχεῖν, µὴ σταυρωθέντα. Μὴ ἀπατῶµεν ἑαυτούς. Εἰ γὰρ ἐν πολέµῳ σωθῆναι οὐ δυνατὸν τρυφῶντα καὶ χρηµατιζόµενον καὶ καπηλεύοντα καὶ ῥᾳθυµοῦντα· πολλῷ µᾶλλον ἐν τῷ πολέµῳ τούτῳ. Ἢ οὐκ οἴεσθε πόλεµον εἶναι νῦν πάντων πολέµων χαλεπώτατον; Οὐκ ἔστιν ἡµῖν, φησὶν, ἡ πάλη πρὸς αἷµα καὶ σάρκα. Καὶ ἀριστῶσι, καὶ βαδίζουσι, καὶ λουοµένοις πάρεστιν ὁ ἐχθρός. Οὐ γὰρ οἶδε καιρὸν ἀνακωχῆς, εἰ µὴ τὸν τοῦ ὕπνου µόνον· πολλάκις δὲ καὶ τότε πολεµεῖ, καὶ λογισµοὺς ἐµβάλλων ἀκαθάρτους, καὶ ἀσελγεστέρους ἀπὸ τῶν ὀνειράτων ἐργαζόµενος. Ἡµεῖς δὲ ὡς περὶ µικροῦ τοῦ πράγµατος ὄντος, ὑπὲρ οὗ ἐκεῖνος πολεµεῖ, οὐ νήφοµεν, οὐδὲ διανιστάµεθα, οὐδὲ βλέποµεν εἰς τὸ πλῆθος τῶνἀντικειµένων ἡµῖν δυνάµεων· οὐκ ἐννοοῦµεν, ὅτι τοῦτο αὐτὸ τῆς µεγίστης δυσπραγίας ἐστίν· ἀλλ' ὑπὸ τοσούτων κυκλούµενοι πολέµων, ὡς ἐν εἰρήνῃ τρυφῶµεν. Πιστεύσατέ µοι, ὧν Παῦλος ἔπαθε χαλεπώτερα ἔστι παθεῖν νῦν. Ἔβαλλον αὐτὸν τότε λίθοις ἐκεῖνοι· ἔστι ῥήµασι βάλλεσθαι καὶ νῦν λίθων χαλεπωτέροις. Τί οὖν δεῖ ποιεῖν; Ὅπερ ἐκεῖνος ἐποίησε· τοὺς βάλλοντας γὰρ οὐκ ἐµίσησεν, ἀλλὰ συράντων αὐτὸν εἰσῆλθε πάλιν εἰς τὴν πόλιν, εὐεργετήσων τοὺς τὰ τοιαῦτα ἠδικηκότας. Ἂν ἐνέγκῃς καὶ σὺ τὸν ὑβριστὴν τὸν τραχὺν, τὸν ἀδίκως σε ἐργασάµενον ταῦτα, ἐλιθάσθης καὶ σύ. Μὴ γὰρ εἴπῃς, ὅτι Οὐδὲν ἠδίκησα. Τί γὰρ Παῦλος ἠδίκησεν ἵνα λιθασθῇ; Βασιλείαν κατήγγελλε, πλάνης ἀπῆγε, τῷ Θεῷ προσῆγε· ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακηρύξεως, ταῦτα µυρίων ἀγαθῶν, οὐ λίθων· ἀλλ' ὅµως τἀναντία ἔπασχεν. Αὕτη γὰρ ἡ λαµπρὰ νίκη. Καὶ ἔσυραν αὐτὸν, φησί. Καί σε πολλάκις σύρουσιν· ἀλλὰ µὴ ὀργισθῇς, ἀλλὰ κήρυξον τὸν λόγον διὰ τῆς ἐπιεικείας. Ὕβρισέ σε; Σίγησον, καὶ εὐλόγησον εἰ δύνασαι, καὶ οὕτως ἐκήρυξας καὶ σὺ τὸν λόγον, ἐπαίδευσας ἐπιείκειαν, ἐπαίδευσας πραότητα. Οἶδα πολλοὺς οὐχ οὕτω τραύµασιν ἀλγοῦντας, ὡς πληγῇ τῇ διὰ ῥηµάτων· τοῦτο µὲν γὰρ τὸ τραῦµα τὸ σῶµα δέχεται, ἐκεῖνο δὲ ἡ ψυχή. Ἀλλὰ µὴ ἀλγήσωµεν, µᾶλλον δὲ ἀλγήσαντες ἐνέγκωµεν. Οὐχ ὁρᾶτε τοὺς πυκτεύοντας, οἳ διατετρωµένοι τὰς κεφαλὰς, τοὺς ὀδόντας ἐνδακόντες, οὕτως ἡµέρως φέρουσι τὰς ἀλγηδόνας; Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν. Ἀναµνήσθητι τοῦ∆ εσπότου τοῦ σοῦ, καὶ τὸ φάρµακον εὐθέως ἐπέθηκας τῇ µνήµῃ· ἀναµνήσθητι Παύλου· ἐννόησον ὅτι σὺ ἐνίκησας ὁ πληττόµενος, ἐκεῖνος δὲ ἥττηται ὁ πλήξας, καὶ τὸ πᾶν ἰάσω διὰ τούτου. Ῥοπή ἐστι, µὴ συναρπαγῇς, καὶ τὸ πᾶν κατώρθωσας εὐθέως· µὴ κινηθῇς, καὶ τὸ πᾶν ἔσβεσας. Μεγάλη παραµυθία τὸ διὰ Χριστόν τι παθεῖν· οὐ κηρύττεις τὸν λόγον τῆς πίστεως, ἀλλὰ κηρύττεις τὸν λόγον τῆς φιλοσοφίας. Ἀλλ' ὅσῳ ἂν ἴδῃ τὴν ἐπιείκειαν, φησὶ, τοσούτῳ µᾶλλον ἐπιτίθεται.∆ ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι µᾶλλόν σοι τοὺς µισθοὺς αὔξει; Ἀλλ' ἄχρηστος γίνεται, φησί. Τοῦτο σκῆψις τῆς ἰδίας µικροψυχίας· ἑτέρως ἄχρηστος γίνεται, ἂν ἀµύνῃ. Εἰ ᾔδει ὁ Θεὸς, ὅτι διὰ τοῦ µὴ ἀµύνεσθαι ἄχρηστοι ἐγίνοντο οἱ ἄδικοι, οὐκ ἂν τοῦτο ἐπέταξεν, ἀλλ' εἶπεν ἂν, Ἄµυνον σαυτῷ· ἀλλ' οἶδεν ὅτι οὕτω µᾶλλον ὠφελεῖται. Μὴ ἀντινοµοθέτει τῷ Θεῷ· ἐκείνῳ πείθου. Οὐκ εἶ σὺ ἀγαθώτερος τοῦ ποιήσαντος ἡµᾶς. Εἶπεν, Ὑβριζόµενος φέρε· σὺ λέγεις. Ἀνθυβρίζω, ἵνα µὴ ἄχρηστος γένηται. Σὺ οὖν µᾶλλον αὐτοῦ φροντίζεις; Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήµατα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινοµοθετεῖν τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐβλάπτετο, οὐχὶ πείθεσθαι ἐχρῆν; Ὅταν ὁ Θεός τι προστάττῃ, µὴ ἀντινοµοθετῶµεν ἡµεῖς. Ἀπόκρισις, φησὶν, ὑποπίπτουσα ἀποστρέφει ὀργάς. Ἄρα τοῦτο ποιεῖ ὑποπίπτουσα, οὐκ ἐναντιουµένη. Εἰ σὲ ὠφελεῖ, κἀκεῖνον ὠφελεῖ· εἰ δέ σε βλάπτει τὸν µέλλοντα διορθοῦσθαι ἐκεῖνον, πολλῷ µᾶλλον ἐκεῖνον. Ἰατρὲ, θεράπευσον σεαυτόν. Εἶπε κακῶς; Ἐπαίνεσον σύ· ἐλοιδόρησεν; Ἐγκωµίασον· ἐπεβούλευσεν; Εὐεργέτησον· τοῖς ἐναντίοις αὐτὸν ἀµείβου, εἴ γε ὅλως τῆς ἐκείνου σωτηρίας προνοεῖς, καὶ µὴ σαυτοῦ τὸ πάθος ἐκδικεῖν θέλε. Καὶ µὴν πολλάκις, φησὶν, ἀπολαύσας µακροθυµίας χείρων γέγονε. Τοῦτο οὐ παρὰ σὲ, ἀλλὰ παρ' αὐτόν. Βούλει µαθεῖν οἷα ἔπαθεν ὁ Θεός; Τὰ θυσιαστήρια αὐτοῦ κατέσκαψαν, τοὺς προφήτας ἀπέκτειναν, καὶ πάντα ἔφερεν. Οὐκ ἠδύνατο σκηπτὸν ἄνωθεν καταγαγεῖν; Ἀλλ' ὅτε τοὺς προφήτας ἀπέστειλε, καὶ ἀνεῖλον αὐτοὺς, τότε τὸν Υἱὸν ἔπεµψεν· ὅτε µείζονα ἠσέβησαν, τότε µειζόνως εὐηργέτησε; Καὶ σὺ ἂν ἴδῃς τραχυνόµενον, τότε µειζόνως εἶξον· µείζονος γὰρ ἡ µανία αὕτη δεῖται παραµυθίας. Ὅσῳ ἂν χαλεπώτερα ὑβρίζῃ, τοσούτῳ πλείονος ἐπιεικείας δεῖται· καὶ καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος· οὕτω καὶ ὁ θυµούµενος. Τὸ θηρίον ὅταν µάλιστα ἀγριαίνῃ, τότε φεύγοµεν ἅπαντες· οὕτω καὶ τὸν ὀργιζόµενον. Μὴ νοµίσῃς τοῦτο τιµὴν εἶναι· ἐπεὶ καὶ τὸ θηρίον τιµῶµεν, καὶ τοὺς µαινοµένους γοῦν τιµῶµεν, ὅταν ἐκκλίνωµεν; Οὐδαµῶς· ἀτιµία τοῦτό ἐστι καὶ ὕβρις· µᾶλλον δὲ οὐκ ἀτιµία καὶ ὕβρις, ἀλλ' ἔλεος καὶ φιλανθρωπία. Οὐχ ὁρᾷς τοὺς ναύτας, ὅταν σφοδρὸν ἐµπνεύσῃ τὸ πνεῦµα, καθαιροῦντας τὰ ἱστία, ὥστε µὴ καταδῦσαι τὸ σκάφος; τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα µὴ αὐτοµάτως κενώσῃ τὴν δύναµιν;
31.4
Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυµὸς, φλόξ ἐστιν ὀξεῖα δεοµένη ὕλης· µὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ' ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν µὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεµία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ µανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ µηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώµη; Εἰ ἐν συµποσίῳ τις γενόµενος τινὰ ἐν προθύροις ἴδοι µεθύοντα καὶ ἀσχηµονοῦντα, εἶτα καὶ αὐτὸς τοῖς ὁµοίοις περιπέσῃ, οὐ πολλῷ µᾶλλον µετ' ἐκεῖνον µεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· µὴ νοµίζωµεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο καθ' ἡµῶν ἐστιν, ὅτι µηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθηµεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος.∆ ιὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι µηδὲ εἰς τὸ παράδειγµα ἰδὼν ἐπέσχες σαυτόν. Εἰ ἴδοις ἐµοῦντα τὸν µεθύοντα, διασπώµενον, διαῤῥηγνύµενον, τοὺς ὀφθαλµοὺς ἔχοντα διατεταµένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάνταςαὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ µᾶλλον ἔσῃ µισητός; Τοιοῦτός ἐστι καὶ ὁ ὀργιζόµενος· µᾶλλον τοῦ ἐµοῦντος διατείνει τὰς φλέβας, πυροῖ τοὺς ὀφθαλµοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐµεῖ πολλῷ ῥήµατα τῆς τροφῆς ἐκείνηςἀκαθαρτότερα, ἀδιαµάσητα πάντα φθέγγεται, οὐδὲν κατειργασµένον( οὐ γὰρ ἀφίησιν ὁ θυµός)· ἀλλ' ὥσπερ ἐκεῖ πολλάκις ἀµετρία χυµῶν διενοχλήσασα τὸν στόµαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀµετρία θερµότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐµούντων φεύγοµεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζοµένων. Τί ποιοῦντες; Κόνιν ἐπιβάλωµεν αὐτῶν τῷ ἐµέτῳ, σιγῶντες τοὺς κύνας καλῶµεν, ὥστε αὐτὰ καταφαγεῖν τὰ ἐµεθέντα. Οἶδα ὅτι ναυτιᾶτε ἀκούοντες· ἀλλ' ὅταν ὁρᾶτε ταῦτα γινόµενα, βούλοµαι τοῦτο παθεῖν ὑµᾶς, ἀλλὰ µὴ ἥδεσθαι τῷ πράγµατι. Ἀκαθαρτότερος ὁ ὑβριστὴς τοῦ κυνὸς τοῦ ἐπιστρέφοντος ἐπὶ τὸν ἑαυτοῦ ἔµετον. Εἰ µὲν γὰρ ἅπαξ ἐµέσας ἐπαύετο, οὐκ ἦν κατ' ἐκεῖνον· εἰ δὲ πάλιν τὰ αὐτὰ ἐµεῖ, δῆλον ὅτι τὰ αὐτὰ φαγών. Τί οὖν βδελυκτότερον τοῦ τοιούτου; τί δὲ ἀκαθαρτότερον ἐκείνου τοῦ στόµατος, τοῦ τοιαύτας διαµασωµένου τροφάς; καίτοι γε τοῦτο φύσεως ἔργον ἐστὶν, ἐκεῖνο δὲ οὐχί· µᾶλλον δὲ καὶ τοῦτο παρὰ φύσιν κἀκεῖνο. Πῶς; Οὐ γὰρ κατὰ φύσιν τὸ ὑβρίζειν εἰκῆ, ἀλλὰ παρὰ φύσιν· οὐδὲν γοῦν ὡς ἄνθρωπος φθέγγεται, ἀλλὰ τὰ µὲν ὡς θηρίον, τὰ δὲ ὡς µαινόµενος. Ὥσπερ οὖν ἡ τῶν σωµάτων νόσος παρὰ φύσιν, οὕτω καὶ τοῦτο. Καὶ ὅτι παρὰ φύσιν ἐστὶν, εἰ ἐγχρονίσει ἐν αὐτῷ, ἀπολεῖται κατὰ µικρόν· ἐν δὲ τῷ κατὰ φύσιν ἐγχρονίζων, οὐκ ἀπολεῖται. Ἑλοίµην ἂν ἀνθρώπῳ βόρβορον σιτουµένῳ κοινωνῆσαι τραπέζης, ἢ φθεγγοµένῳ τοιαῦτα. Οὐχ ὁρᾶτε τοὺς χοίρους κόπρον διαµασωµένους; Οὕτω καὶ οὗτοι. Τί γὰρ δυσωδέστερον τῶν ῥηµάτων ὧν οἱ ὑβρισταὶ φθέγγονται; Σπουδὴ τούτοις ἐστὶ µηδὲν εἰπεῖν ὑγιὲς, µηδὲν καθαρὸν, ἀλλ' εἴ τι αἰσχρὸν, εἴ τι ἄσχηµον, τοῦτο καὶ ποιῆσαι καὶ φθέγξασθαι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἑαυτοὺς µᾶλλον αἰσχύνοντες, ἑτέρους αἰσχύνειν οἴονται. Ὅτι γὰρ ἑαυτοὺς αἰσχύνουσι, δῆλον ἐκεῖθεν. Μὴ γάρ µοι τοὺς ψευδῆ λέγοντας εἴπῃς, ἀλλὰ ἔστω τις πόρνη περιφανὴς, ἢ καὶ ἀπὸ τῆς σκηνῆς ἕτερος, καὶ ποιείτω µετά τινος µάχην· εἶτα ἐκεῖνος αὐτῷ ταῦτα προφερέτω, κἀκεῖνος πάλιν ὁµοίως· τίς µᾶλλόν ἐστιν ὁ ὑβρισθεὶς τοῖς ῥήµασιν; Ἐκεῖνος µὲν γὰρ ἅπερ εἶχεν ἤκουσεν, οὗτος δὲ, ἅπερ οὐκ εἶχεν· ὥστε ἐκείνῳ µὲν οὐδὲν πλέον γέγονεν εἰς αἰσχύνης λόγον, τούτῳ δὲ πολλὴ τῆς ἀσχηµοσύνης ἡ προσθήκη. Ἀλλ' ἔστω τινὰ πάλιν εἰργασµένα πράγµατα, καὶ µόνος ὁ ὑβρίζων αὐτὰ γινωσκέτω· εἶτα πρὸ τούτου σιγῶν, ἐκποµπευέτω τὴν ὕβριν· καὶ οὕτως οὗτος ὕβρισται µᾶλλον. Πῶς; Κήρυξ γενόµενος κακίας, ἀσυνειδησίας ἀπίστου δόξαν λαβών· καὶ πάντας εὐθέως ἐγκαλοῦντας ὄψει, καὶ τοιαῦτα πανταχοῦ λέγοντας· εἰ γὰρ δὴ φόνον συνῄδει, φησὶ, πάντα κενῶσαι ἐχρῆν· καὶ τὸν µὲν ὡς οὐδὲ ἄνθρωπον ὄντα ἀποστρέφονται, µισοῦσι, θηρίον εἶναί φασιν ὠµὸν καὶ ἀπηνές· τούτῳ δὲ συγγινώσκουσι µᾶλλον ἢ ἐκείνῳ. Οὐχ οὕτω γὰρ τοὺς τραύµατα ἔχοντας µισοῦµεν, ὡς τοὺς ἐκκαλύπτειν αὐτὰ βιαζοµένους καὶ δεικνύναι. Οὕτω καὶ οὗτος ὕβρισεν οὐκ ἐκεῖνον µόνον, ἀλλὰ καὶ ἑαυτὸν καὶ τοὺς ἀκούοντας καὶ τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων· ἔπληξε τὸν ἀκροατὴν, οὐδὲν ἀγαθὸν εἰργάσατο.∆ ιὰ τοῦτό φησιν ὁ Παῦλος· Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδοµὴν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Εὔφηµον κτησώµεθα γλῶτταν, ἵνα ὦµεν ποθεινοὶ καὶ ἐπέραστοι. Ἀλλὰ γὰρ εἰς τοῦτο προῆλθε κακίας ἅπαντα, ὥστε ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐπὶ τούτοις πολλοὺς γαυριᾷν. Ἃ γὰρ ἀπειλοῦσιν οἱ πολλοὶ τοιαῦτά ἐστιν· Οὐ δύναται ἐνεγκεῖν τὴν γλῶσσάν µου, φησί. Γυναικὸς τὰ ῥήµατα, γραὸς µεθυούσης, ἀσχηµονούσης, τῶν ἐπ' ἀγορᾶς συροµένων, προαγωγοῦ. Οὐδὲν αἰσχρότερον τούτων τῶν ῥηµάτων, οὐδὲν ἀνανδρότερον, οὐδὲν γυναικωδέστερον, ἐν τῇ γλώττῃ τὴν ἰσχὺν ἔχειν, ἐπὶ τῷ λοιδορεῖν µέγαφρονεῖν, καθάπερ οἱ ἐν ποµπαῖς, καθάπερ οἱ µῖµοι, καὶ παράσιτοι, καὶ κόλακες. Χοῖροι µᾶλλόν εἰσιν ἢ ἄνθρωποι, ὅσοι ἐπὶ τούτῳ σεµνύνονται.∆ έον κατορύξαι σαυτὸν, δέον εἰ καί τις ἕτερός σοι ταῦτα ἐµαρτύρει, φεύγειν τὴν µαρτυρίαν ὡς ἐχθρὰν, καὶ ἄνανδρον· σὺ δὲ κήρυξ ὕβρεων γέγονας. Ἀλλ' οὐδὲν τὸν κακῶς ἀκούοντα βλάψαι δυνήσῃ.∆ ιὸ παρακαλῶ, ἐννοήσαντες ὅση ἡ κακία, ὅτι καὶ ἐγκαυχῶνται πολλοὶ, ἀνανήψωµεν, διορθωσώµεθα τοὺς οὕτω µαινοµένους, ἀνέλωµεν ταῦτα ἐκ τῆςπόλεως τὰ συνέδρια, καλλωπίσωµεν ἡµῶν τὴν γλῶτταν, πάσης κακηγορίας ἀπαλλάξωµεν, ἵνα δυνηθῶµεν καθαρεύοντες τῶν ἁµαρτηµάτων, τὴν ἄνωθενεὔνοιαν ἐπισπάσασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρµοῖς τοῦ Μονογενοῦς αὐτοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατιδόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.. 40]